Changes

Jump to: navigation, search
{{SP}}{{#widget:FormatTextRsidecomment|}} 
Sermones 1-22, 24-27
{{Commdiv}}
===Information===
{{CloseCommdiv}}
{{Hnum|}}
=== ''' 1-1 Ἐρώτησις. ==='''
{{Hnum|}}
Πῶς λέγει Παῦλος· «ἔθνη τὰ μὴ νόμον ἔχοντα» «ἑαυτοῖς εἰσι νόμος»;
εἰ μὴ εἶχον τὸν φυσικόν, πῶς ἐγίνοντο ἑαυτοῖς νόμος;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
∆ιακρίσεως χρῄζει ὁ λόγος· καὶ ἠμαύρωται ὁ ἔσω ἄνθρωπος καὶ οὐκ ἠμαύρωται, καὶ τετύφλωται καὶ μερικῶς διήνοικται, καὶ νεκρός ἐστι καὶ ἐν τῇ φύσει ζῇ.
τῷ δὲ θεῷ ἡ δόξα.
{{Hnum|}}
=== ''' 2-1 Ἐρώτησις. ==='''
{{Hnum|}}
Ἆρά γε ἀνιστάμενα τὰ σώματα τοῦ Ἀδὰμ γυμνὰ ἵστανται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐπ' αὐτοῖς «σκεπάσματα» καὶ τρέφονται τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐν ἐνδύμασι τὸ σῶμα καὶ ἐν βρώμασι τρέφεται (ἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας τε καὶ γυναῖκας περιβεβλῆσθαι καὶ σκέπεσθαι τὴν ἀσχημο σύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν);
εἰ οὖν ἔτι συναναστάντα ἀπὸ τῆς διαλύσεως τῆς γῆς καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελ θόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται· οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ.
Ἀμήν.
{{Hnum|}}
=== ''' 12-1 Ἐρώτησις. ==='''
{{Hnum|}}
Τίνος λόγου ἕνεκεν ἀνακαινιζομένου τοῦ ἀνθρώπου οὐ παντελῶς ἀλλάσσεται ἡ ἀρχαία ἕξις;
συμβαίνει γάρ τινα εἶναι ἁπλου στέρως φθεγγόμενον ὀξυτέραν ἔχοντα κίνησιν, καὶ μετὰ τὴν χάριν παραμένει ταῦτα.
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Κατὰ παραχώρησιν καὶ οἰκονομίαν τῆς πίστεως γίνε ται.
οὕτω καὶ οἱ ἐν χάριτι ὄντες σύνεστιν αὐτοῖς θησαυρὸς καὶ ἀνάπαυσις καὶ ὅμως ἐν καιρῷ ὑποστέλλει πρὸς τὸ δοκιμασθῆναι καὶ πολεμηθῆναι.
{{Hnum|}}
=== ''' 12-2 Ἐρώτησις. ==='''
{{Hnum|}}
∆ιὰ τί ἐν τῷ αὐτῷ σκεύει τοῦ σώματος ἐνεργούσης τῆς χάριτος πάλιν ἐνεργεῖ καὶ ἡ ἁμαρτία;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Πρῶτον μὲν ὁ γευσάμενος χάριτος ἀνέψυξεν αὐτοῦ ἡ ψυχὴ καὶ ἀνεπάη ἀναπαύσει ἐπουρανίῳ ξένῃ τοῦ αἰῶνος τούτου, ἵνα τὴν γλυκύτητα τοῦ ἀγαθοῦ πείρᾳ γνῷ.
πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν καὶ εἰς μέτρα μεγάλα προχωροῦσιν· εἰσὶ δὲ ἄλλοι οἵτινες λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καὶ οὗτοι καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.
{{Hnum|}}
=== ''' 13-3 Ἐρώτησις. ==='''
{{Hnum|}}
Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς ἀφίσταται;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Συμβαίνει ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώ που διὰ τὸ φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ χωρισθῇ τοῦ σώματος ἡ ψυχή, τότε καὶ ἡ χάρις ἀφίσταται καὶ ἡ ψυχὴ χωρεῖ εἰς τὸ ἴδιον μέρος παραδιδομένη τοῖς πονηροῖς πνεύμασιν.
{{Hnum|}}
=== ''' 13-4 Ἐρώτησις. ==='''
{{Hnum|}}
∆ιὰ τί ὅταν ἀπέρχωμαι εἰς τὴν εὐχήν, πολλοῖς λογισ μοῖς συνέχομαι καὶ ῥεμβασμοῖς;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Ἀνδρείως καὶ προθύμως προσέρχου καὶ μὴ νωθρῶς καὶ ὡς ἐγκοιμώμενος, ἀλλὰ νηφούσῃ τῇ διανοίᾳ, ὡς ἔργον ἔχων καὶ μὴ ὡς μηδὲν πράσσων ῥέμβου τοῖς λογισμοῖς.
Ἀμήν.
{{Hnum|}}
=== ''' 14-1 Ἐρώτησις. ==='''
{{Hnum|}}
∆ιὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς μήτρας τοῦ πνεύματος κἂν ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνωνται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ σὺν τῷ κυρίῳ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον παραδοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς.
τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας.
{{Hnum|}}
=== ''' 21-2 Ἐρώτησις. ==='''
{{Hnum|}}
Τί ἐστιν ὅτι ἐρωτώμενος ὁ διάβολος «πόθεν παραγέγο νας» ἀπεκρίνατο· «ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι»;
{{Hnum|}}
=== ''' Ἀπόκρισις. ==='''
{{Hnum|}}
Τὰ μὲν πλείονα τούτων ἐστὶν ἀκατάληπτα, πλὴν τοῦτο ἐκ φήμης ἀκήκοα, ὅτι οἱ γόητες ἐν ὑποταγῇ ἔχουσι τοὺς δαίμονας· λοιπὸν συμβαίνει ἐν μίᾳ ὥρᾳ εἴκοσι ἢ καὶ τριάκοντα διὰ τῶν ἐπαοι δῶν καὶ τῆς γοητείας τοὺς αὐτοὺς δαίμονας ἐπικαλεῖσθαι εἰς τὸ κα κοποιῆσαι, καὶ ἕκαστος αὐτῶν, εἰς τὰ μέρη τῆς δύσεως ἢ τῆς ἀνατολῆς ὤν, φθάνει ἐν τῇ αὐτῇ ὥρᾳ τοῖς πᾶσιν ἐμφανισθῆναι καὶ ἐνεργῆσαι εἰς τὸ κακόν.