Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ ΝΔ-ΞΔ

From MacariusOfEgypt
Jump to: navigation, search


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


54-τ-1 ΛΟΓΟΣ Ν∆ʹ.

54-1-1 Τί λαλήσομεν τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς, ἢ τί ὑπομνήσομεν ὑμᾶς τοὺς ἑτοιμάσαντας ἑαυτοὺς ὀπίσω τοῦ Χριστοῦ πορεύεσθαι; λαλήσωμεν ὑμῖν ὅτι τὸν εὐαρεστῆσαι θεῷ θέλοντα ἀναχωρῆσαι καὶ ἀποτάξασθαι δεῖ τῷ κόσμῳ 54-1-2 τούτῳ; ἰδοὺ προειλήφατε τοῦτο ποιῆσαι.

ἀλλ' ἐροῦμεν ὑμῖν ὅτι τὸν βουλόμενον ἀκολουθεῖν τῷ τοῦ κυρίου λόγῳ ξένον καὶ ἀλλότριον τῆς αὐτοῦ πατρίδος καὶ γονέων καὶ συγγενῶν καὶ φίλων γενέσθαι χρὴ διὰ τὴν πρὸς τὸν κύριον ἀγάπην καὶ τὴν τῶν ἐντολῶν αὐτοῦ ἐπιπόθησιν.

ἰδοὺ καὶ τοῦτο ἕκαστος ὑμῶν ἑτοίμως πεποίηκε καὶ ξένος τῆς ἑαυτοῦ πατρίδος διὰ τὸν θεὸν γεγένηται.

54-1-3 ἀλλὰ ὑπομνήσομεν ὑμᾶς περὶ τοῦ δεῖν ταῖς εὐχαῖς ἐγκαρτερεῖν καὶ ταῖς νηστείαις κατὰ τὴν τοῦ κυρίου ἐπιταγὴν καὶ κατὰ τὴν τοῦ ἀποστόλου παραίνεσιν· ἔλεγε γὰρ ὁ κύριος· «παραβολὴν πρὸς τὸ πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν», καὶ ὁ ἀπόστολος· «ἀδιαλείπτως προσεύχεσθε», ἀλλ' ἰδοὺ χάριτι Χριστοῦ ἐν 54-1-4 αὐτῷ τῷ ἔργῳ ὁρῶμεν ὑμᾶς διατελοῦντας καὶ εἰς αὐτὸ παραμένοντας.

ἀλλ' εἴπωμεν ὑμῖν ὅτι τῶν θεοπνεύστων γραφῶν ἐμπείρους ὑμᾶς εἶναι δεῖ καὶ ἐν αὐταῖς ἐντετρίφθαι πρὸς τὸ μὴ ἀμνημονεῖν τῶν τοῦ κυρίου ζώντων λογίων καὶ τῶν ἐντολῶν αὐτοῦ καὶ θείων παραγγελμάτωνἰδοὺ χάριτι τοῦ κυρίου ἐν αὐταῖς γυμνάζεσθε καὶ τὴν μελέτην ὑμῶν διαπαντὸς ἐν αὐταῖς ποιεῖσθε.

54-1-5 λαλήσομεν ὑμῖν περὶ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ φιλαδελφίας καὶ ὑποταγῆς καὶ ταπεινώσεως καὶ τῆς πρὸς ἀλλήλους τιμῆς ἰδοῦ ἕκαστος ὑμῶν σπουδάζει καὶ ἐν τούτοις ἑαυτὸν γυμνάζει καὶ ἐθίζει ἔθος ἀγαθόν.

54-2-1 Καλῶς τοίνυν, ὦ τέκνα, καὶ καθαρῶς προσεληλύθατε δουλεύειν καὶ εὐαρεστεῖν τῷ ἑαυτῶν δεσπότῃ Χριστῷ.

ἀγαθὴ καὶ εὐπρόσδεκτος ἡ τοιαύτη παρὰ θεῷ ἀρχή.

τοὺς γὰρ καθαρῶς καὶ ὁλοκλήρῳ προαιρέσει προσερχομένους τῷ κυρίῳ τούτους εἰς ἐκλογὴν καὶ ζωὴν ὁρίζει τὴν αἰώνιον.

ἐπιζητεῖ τοίνυν τοὺς προσεληλυθότας καὶ προσεγγίζοντας αὐτῷ καθαρῶς (τουτέστιν ὅλῃ τῇ προαιρέσει) τοιούτους εἶναι· φυλάσσειν τὸ σῶμα καθαρὸν ἀπὸ φθορᾶς, πορνείας τε καὶ κλοπῆς καὶ ψεύδους, λόγων τε ἀργῶν καὶ ματαίων, γαστριμαργίας τε καὶ πλεονεξίας πάσης καὶ τῶν λοιπῶν διὰ τοῦ σώματος ἐπιτελουμένων ἁμαρτημάτων, καὶ φυλάσσειν τὴν ψυχὴν καθαρὰν ἀπὸ λογισμῶν ματαίων 54-2-2 καὶ ῥυπαρῶν καὶ πονηρῶν καὶ μὴ συνδυάζειν τῇ κακίᾳ.

ὥσπερ γὰρ τὸ σῶμα φθείρεται καὶ μιαίνεται, ἐπὰν κοινωνήσῃ ἐν ἀκαθαρσίᾳ ἑτέρῳ σώματι, οὕτω καὶ ἡ ψυχὴ φθείρεται, ἐπὰν κοινωνῇ συνδυάζουσα ταῖς ἐνοχλούσαις τῆς κακίας δυνάμεσιν.

ὥσπερ ὁ ἀπόστολός φησι· «ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ (ὅ ἐστι τὸ σῶμα), φθερεῖ τοῦτον ὁ θεός», οὕτως ὁ φθείρων τὴν ψυχὴν καὶ τὸν νοῦν καὶ συναινῶν καὶ συνδυάζων τῇ συνούσῃ κακίᾳ τῶν παθῶν ἐν τοῖς ἀοράτοις 54-2-3 τῶν λογισμῶν ἁμαρτήμασι τιμωρίαις ὑπαίτιος τυγχάνει.

ὡς οὖν φυλάσσεσθαι χρὴ τὸ σῶμα καθαρὸν ἀπὸ φανερῶν καὶ ὁρατῶν ἁμαρτημάτων, ὅτι ναὸς θεοῦ ἐστιν, οὕτω φυλάσσεσθαι χρὴ καὶ τὴν ψυχὴν καθαρὰν ἀπὸ πονηρῶν καὶ ἀκαθάρτων λογισμῶν πρὸς τὸ μὴ φθείρεσθαι τὰ νοήματα ἑκουσίως καὶ τὸν νοῦν μολύνεσθαιὡς φησί που· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς», καὶ πάλιν· «σκολιῶν γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ», ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ· «ἡρμοσάμην γάρ, φησίν, ὑμᾶς 54-2-4 ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ».

οὕτω γὰρ εὐδόκησεν ὁ θεὸς καὶ οὕτω προσέταξε τοὺς προσερχομένους αὐτῷ καὶ ζητοῦντας αὐτὸν ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι ἐν αὐτοῖς.

δεῖ τοίνυν τὴν ψυχὴν καθαρὰν φυλάσσειν, τοῦ μὴ συναινεῖν καὶ συνδυάζειν τῇ κακίᾳ ἐν τοῖς διαλογισμοῖς, καὶ τὸ σῶμα καθαρὸν φυλάσσειν ἀπὸ φανερῶν πράξεων πονηρῶν.

οὐκ εὐδοκεῖ γὰρ ὁ θεὸς ἐν πόρνοις οἰκεῖν καὶ ἀχρείοις καὶ μιαροῖς καὶ ἀσελγέσι, καὶ οὐκ εὐδοκεῖ κατοικεῖν ἐν ψυχαῖς φθειρομέναις ἑκουσίως τὰ νοήματα ἐν τοῖς ἀοράτοις πάθεσιν ὑπὸ τῆς συνούσης κακίας τοῦ πονηροῦ καὶ παλαιοῦ ἀνθρώπου.

54-2-5 Τὸ λοιπὸν λόγον ἀπαιτείτω ἕκαστος παρὰ τῆς ἑαυτοῦ ψυχῆς, ἀνακρίνων τοὺς λογισμοὺς ἀπὸ θείων γραφῶν, καὶ δοκιμαζέτω ἐν τίσιν ἑκουσίως κεκράτηται, καὶ βλεπέτω, εἰ συμφωνεῖ τοῖς νόμοις τοῦ θεοῦ ἡ καρδία καὶ οἱ διαλογισμοί, καὶ εἰ μὴ συμφωνεῖ, σπουδαζέτω καὶ ἀγωνιζέσθω ἕκαστος πάσῃ δυνάμει ψυχῆς καὶ σώματος, ἵνα ὥσπερ τὸ σῶμα ἔξωθεν φυλάσσει ἀπὸ πορνείας καὶ φθορᾶς ὡς ναὸν θεοῦ, οὕτως ἔνδοθεν καὶ τὴν ψυχὴν καὶ τοὺς διαλογισμοὺς φυλάξῃ ἀπὸ φθορᾶς τῶν πονηρῶν πνευμάτων, τοῦ μὴ κοινωνεῖν τοῖς διαλογισμοῖς αὐτῶν καὶ μιαίνεσθαι αὐτὴν ὡς νύμφην οὖσαν 54-2-6 Χριστοῦ.

ὥσπερ γὰρ τὸ σῶμα κοινωνοῦν ἑτέρῳ σώματι φθείρεται καὶ πορνεύει, οὕτω καὶ ἡ ψυχὴ κρυπτῶς κοινωνοῦσα πονηραῖς δυνάμεσιν ἐν διαλογισμοῖς φθείρεται καὶ πορνεύει ἐν ἀοράτοις ἁμαρτήμασιν, ἐν ἀπιστίᾳ, ἐν δόλῳ, ἐν κενοδοξίᾳ, ἐν ὀργῇ, ἐν φθόνῳ, ἐν ζήλῳ, ἐν ἔριδι.

ἔνθα γὰρ κοινωνεῖ ψυχή, ἐκεῖ καὶ διακονεῖ.

«ἀνθρώπων, γάρ φησιν, διεφθαρμένων τὸν νοῦν», καὶ πάλιν· «μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις», καὶ πάλιν· «φοβοῦμαι μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ 54-2-7 νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν».

ὥστε ἔστι πορνεία καὶ φθορὰ κρυπτῶς ἐν ψυχῇ διὰ πονηρῶν λογισμῶν ἐπιτελουμένη καὶ γὰρ ἐν τῷ νόμῳ μυστήριον περὶ ψυχῆς ἐμφαῖνον τὸ πνεῦμα τὸ ἅγιον τὰ καθαρὰ τετράποδα καὶ τὰ καθαρὰ πετεινὰ ἀπὸ τῶν ἀκαθάρτων διώρισε, τὰ δὲ καθαρὰ καθαροὺς καρποὺς τίκτει, οὕτως ὀφείλουσι τῆς ψυχῆς οἱ καθαροὶ τῆς ἰδίας φύσεως λογισμοὶ κεχωρίσθαι τῇ γνώσει τοῦ λόγου διὰ πολλῆς σπουδῆς καὶ ἀγῶνος ἀπὸ τῶν τῆς ἐνοχλούσης ἁμαρτίας ἀκαθάρτων λογισμῶν, ἵνα ἡ ψυχὴ τοὺς τῆς ἰδίας φύσεως καθαροὺς λογισμοὺς διὰ τῆς τοῦ λόγου γνώσεως καθαροὺς ἀποτίκτῃ, καὶ μὴ συναίνουσα καὶ κοινωνοῦσα τῇ συνούσῃ κακίᾳ ἀκαθάρτους ἐννοίας ὡς φυσικοὺς δι' ἄγνοιαν ἀποκυΐσκῃ.

διχηλοῦντά φησι καὶ μηρυκώμενα ταῦτα καθαρὰ τυγχάνει, τουτέστιν ὅτι δεῖ ἕκαστον διχῶς ἑαυτὸν ὁρᾶν ἀντιλέγοντα καὶ μὴ συμφωνοῦντα τῇ συνούσῃ κακίᾳ τῶν παθῶν.

54-3-1 Χρὴ τοίνυν τὴν ψυχὴν πρότερον ἐν τοῖς λογισμοῖς αὐτῆς διορίζειν καὶ διακρίνειν ἑαυτὴν διὰ τοῦ λόγου ἀπὸ τῆς κοινωνίας τῆς ἁμαρτίας.

τότε γὰρ ἐξ ἀληθείας διορίζεται διὰ τῆς δυνάμεως τοῦ πνεύματος ἀπὸ τῶν τῆς πονηρίας 54-3-2 πνευμάτων, ἅ ἐστι ῥίζαι τῶν διαλογισμῶν.

ὥσπερ γὰρ ἀνὴρ γεωργὸς καλῶς ἐπιμελούμενος τῆς γῆς πρότερον ἀνανεοῖ αὐτὴν καὶ καθαίρει τὰς ἀκάνθας καὶ τριβόλους, καὶ οὕτω σπόρον καταβάλλει πρὸς τὸ ἐπιτηδείους καὶ ἐντελεῖς δοῦναι τοὺς καρπούς, οὕτω χρὴ τὸν βουλόμενον εὐαρεστῆσαι κυρίῳ καὶ τὸν σπόρον τῆς χάριτος λαβεῖν προσδοκῶντα προκαθαίρειν καὶ ἀνανεοῦν καὶ προευτρεπίζειν ὅση δύναμις ἐξ ἑαυτοῦ τὴν γῆν τῆς καρδίας αὐτοῦ, ἵνα ὁ σπόρος πεσὼν τοῦ πνεύματος ἐν τῇ καλῇ τῆς καρδίας γῇ πολυπλασίονας καρποὺς καὶ 54-3-3 ἐντελεῖς ἀποδώσει.

ἢ ὥσπερ τεχνίτης ἐπιτηδείως ἐργαζόμενος τὰ δέρματα τῶν ζῴων, τὰ λεγόμενα σωμάτια, τοὺς βεμβράνους.

ἐὰν μὴ πρότερον ἄρῃ ἐξ αὐτῶν τὰς τρίχας καὶ τὰ περισσὰ τῶν σαρκῶν πάχη καὶ τὴν τοῦ αἵματος μελανίαν καὶ τὴν λοιπὴν ἀκαθαρσίαν καὶ ἐπιτηδείως καθαρὰ καὶ λαμπρὰ αὐτὰ 54-3-4 ἀπεργάσηται, οὐ γράφουσιν ἐν αὐτοῖς τοὺς νόμους τοῦ θεοῦ.

ἐπὰν δὲ ὁ σοφὸς τεχνίτης καθ' ὃν δεῖ τρόπον πάντα τὰ περισσὰ περιαιρήσας καὶ καθαρίσας λαμπρύνῃ, τότε γράφονται οἱ τοῦ θεοῦ νόμοι καὶ τότε εἰσὶ γραφαί.

τὸν αὐτὸν τρόπον οἱ βουλόμενοι καὶ ἐλπίζοντες τοὺς νόμους τοῦ πνεύματος ἐν τῇ ἑαυτῶν διανοίᾳ καὶ ψυχῇ ἐγγραφῆναι καὶ τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ τῆς ζωῆς ἐνδύσασθαι ἐπιποθοῦντες πάσῃ σπουδῇ καὶ ἐπιμελείᾳ τὴν ἑαυτῶν καρδίαν ὡς ἐπιτήδειοι τεχνῖται ἐργαζέσθωσαν καὶ καθαριζέτωσαν αὐτὴν ἀπὸ πάσης ὑλικῆς τοῦ αἰῶνος τούτου παχύτητος καὶ σαρκῶν καὶ αἱμάτων, (τουτέστι φροντίδων καὶ δεσμῶν γηΐνων).

ἐκτὸς εἶναι αὐτὴν καταρτιζέτωσαν καὶ ἀπὸ σαρκικῶν ὕλης περισπασμῶν (ἅ ἐστι τοῦ αἵματος μελανία) ταύτην καθαριζέτωσαν, ἵν' οὕτω προευτρεπισάντων καὶ προκαθαράντων τὸν νοῦν ἑαυτῶν καὶ τὴν καρδίαν ἐγγράψῃ ὁ θεὸς ἐκεῖ τοὺς ἰδίους νόμους τοῦ πνεύματος κατὰ τὴν ἐπαγγελίαν 54-3-5 αὐτοῦ.

φησὶ γάρ· «διδοὺς νόμους μου ἐν καρδίᾳ αὐτῶν καὶ ἐπὶ ταῖς διανοίαις αὐτῶν ἐπιγράψω αὐτούς.

καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός», καὶ ἐπάγει ὁ ἀπόστολος· «ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος».

54-3-6 τότε τις δυνήσεται ἀληθῶς ἐπιγνῶναι θεὸν καὶ ζῆσαι τὴν αἰώνιον ζωήν.

εἰ δὲ μὴ ἐγγραφῶσιν οἱ νόμοι τοῦ πνεύματος ἐν τῇ ψυχῇ, σὰρξ καὶ αἷμα ἐστὶν ἔτι ὁ τοιοῦτος καὶ οὐδέπω εἴργασται ἡ καρδία ὡς ἀπαιτεῖ ὁ θεὸς οὐδὲ αἰωνίαν 54-3-7 κέκτηται ζωήν.

τὸ δὲ ὑπόδειγμα τὸ ἐπὶ τοῦ γεωργοῦ καὶ ἐπὶ τοῦ τεχνίτου καὶ ἑτέρως ἔστιν νοεῖν, ἵν' ὅνπερ τρόπον ἡ γῆ κεῖται ἀκωλύτως τῷ γεωργῷ καὶ καθὼς βούλεται ἐργάζεται ταύτην καὶ ἐπιμελεῖται αὐτῆς ὡς αὐτὸς ἐπίσταται, ἢ ὥσπερ τὸ σωμάτιον οὐκ ἀντιτάσσεται τῷ τεχνίτῃ νεκρὸν ὄν, ἀλλὰ καθὼς βούλεται καὶ οἶδε τῇ ἰδίᾳ ἐπιστήμῃ ἐργάζεται καὶ καθαίρει καὶ ἐπιτήδειον ἀποτελεῖ καταρτίσας ὡς δέει, οὕτως ἕκαστος ὀφείλει παρέχειν ἑαυτὸν καὶ διδόναι ὅλον ἑαυτὸν ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τῷ λόγῳ καὶ τῇ χάριτι τοῦ κυρίου ἀναχωρῶν τῶν ἰδίων θελημάτων καὶ ἑαυτὸν νεκρώσων μή54-3-8 ποτε τὸ ἴδιον θέλημα ποιῶν ἔτι, ὡς καὶ ὁ ἀπόστολός φησι· «μηκέτι οὖν ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι», καὶ πάλιν· «οὐκ ἐστὲ ἑαυτῶν», ἵν' ὡς οἶδε καὶ ἐπίσταται ὁ σοφὸς τεχνίτης καὶ γεωργὸς λόγος, διὰ τῆς χάριτος ἐργάσηται καὶ καθαρίσῃ αὐτὸς τὴν γῆν τῆς καρδίας, ἀποσπῶν τὴν ψυχὴν ἀπὸ τῶν τῆς ὕλης δεσμῶν καὶ τῆς ἀπάτης τοῦ κόσμου καὶ τῶν τῆς ἀτιμίας παθῶν, «ἵνα αὐτὸς ἑαυτῷ, ὥς φησιν ὁ ἀπόστολος, παραστήσῃ τὴν ἐκκλησίαν ἄμωμον», ἥτις ἐστὶ ψυχή, εἰς ἣν πονηρὸς λογισμὸς ἐξ 54-3-9 ἀρχῆς οὐκ ἐνεκτίσθη.

καὶ οὕτω συμφωνήσαντος προσηκόντως τῇ χάριτι τοὺς νόμους τῆς ἐλευθερίας καὶ τῆς τελειότητος καὶ τῆς καταπαύσεως τῆς ζωῆς ὁ Χριστὸς ἐγγράφει ἐν τῇ ψυχῇ, νύμφην καθαρὰν αὐτὴν κατεργασάμενος εἰς τὴν ἰδίαν τῆς ἀφθάρτου ζωῆς κοινωνίαν, καὶ τότε κολληθεῖσα τῷ κυρίῳ εἰς ἓν πνεῦμα γίνεται καὶ ζωὴν κληρονομεῖ τὴν αἰώνιον.

54-4-1 Πάσῃ τοίνυν σπουδῇ καὶ παντὶ ἀγῶνι καὶ πόνῳ καὶ συνέσει καὶ ἱδρῶτι ψυχῆς τούτων ἐπιτυχεῖν σπουδάσωμεν, ἐπιμελῶς ἐργαζόμενοι τὴν ἑαυτῶν καρδίαν, πανταχόθεν περισκοποῦντες τὰς μαγγανείας καὶ κακουργίας καὶ τοὺς δό54-4-2 λους τοῦ πονηροῦ τῆς ἁμαρτίας πνεύματος.

ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου ἐλάλησε· «πᾶσι πάντα ἐγενόμην, ἵνα τοὺς πάντας κερδήσω», οὕτω καὶ ἡ παντομίμητος κακία σπουδάζει πάντα γενέσθαι, ἵνα τοὺς πάντας ἀπολέσῃ.

καὶ τοῖς εὐχομένοις ὡς εὐχόμενος ἀφομοιοῦται ὁ διάβολος, ἵνα προφάσει εὐχῆς δι' ἄγνοιαν καὶ οἴησιν ἀπατήσῃ.

τοῖς νηστεύουσι συννηστεύει, ἵνα οἰήσει νηστείας πλανήσῃ.

ἐν τοῖς ἔχουσι γνῶσιν γραφῶν ὡσαύτως ἐπιτηδεύει, ἵνα οἰήσει γνώσεως ἐκτρέψας παγιδεύσῃ, τοῖς ἐν ἀποκαλύψει φωτὸς καταξιωθεῖσιν ὡς δι' ὁμοίου φωτὸς ἀποκαλύψεως ἀφομοιοῦται.

καὶ γὰρ καί· «εἰς ἄγγελον φωτὸς μετασχηματίζεται ὁ σατανᾶς», ἵνα ὡς διὰ ὁμοίου φωτὸς πλανήσας εἰς ἑαυτὸν κατάσχῃ.

ὁμοίως καὶ τοῖς λοιποῖς ἀφομοιοῦται, ἵνα δι' ὁμοίων ἀπο54-4-3 λέσῃ τὴν ψυχὴν προφάσει εὐλογοφανεῖ.

πανούργως γὰρ καὶ δεινῶς προσέρχεται ἑκάστῳ ἐν πᾶσι καλοῖς ἀφωμοιωμένος, ἵνα δυνηθῇ ἀγνοηθεὶς ῥίψαι τινὰ εἰς τὸ ἴδιον αὐτοῦ θέλημα.

«λογισμούς, φησί, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

ἴδε μέχρι ποῦ τολμᾷ καὶ ἐπαίρεται, βουλόμενος ῥίψαι καὶ τοὺς ἤδη τὸν θεὸν ἐν ἐπιγνώσει ἀληθείας ἔχοντας.

«πάσῃ οὖν φυλακῇ χρῆ τηρεῖν τὴν ἑαυτῶν καρδίαν» καὶ πολλὴν παρὰ θεοῦ σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς πανουργίας καὶ τέχνας τῆς κακίας ἐπιγινώσκειν, ὅπως 54-4-4 μὴ ἑαυτῷ ἡμᾶς ὁ πονηρὸς διὰ κακοτεχνίας περιποιήσηται.

ἐργάζεσθαι οὖν καὶ πονεῖν διαπαντὸς ἕκαστον ἡμῶν πάσῃ συνέσει καὶ νήψει καὶ καθαίρειν τὸν νοῦν καὶ τοὺς διαλογισμοὺς προσήκει, ὅτι οὐκ ἔστι τὶ μεῖζον οὐδὲ κρεῖττον ἔργον ἢ τιμιώτερον ὡς τὸ τὴν ἑαυτοῦ ψυχὴν ἐργάζεσθαι καὶ τὴν ἰδίαν αὐτοῦ προαίρεσιν καταρτίζειν πρὸς τὸ θέλημα τοῦ θεοῦ.

τοῦτο μόνον μέγα καὶ τίμιον παρὰ θεῷ ἔργον, ὥς φησιν ὁ κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην τουτέστι τὰ τῆς κακίας ἐπιτηδεύματα, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· «ἐξομολόγησις, φησί, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ».

ἐπὰν γὰρ οὕτω τὴν ἑαυτοῦ καρδίαν ἐργάσηταί τις, δίδωσιν αὐτῷ ἄνωθεν ὁ θεὸς ἔργον οὐράνιον ἐν τῇ ψυχῇ, ἔργον ζωῆς αἰώνιον τῆς θεότητος τοῦ πνεύματος.

54-4-5 Καλῶς τοίνυν, ὦ τέκνα, καὶ προσηκόντως καταλιπόντες πάντα τὰ πρόσκαιρα προσεληλύθατε τῷ θεῷ, καὶ ἀντὶ μὲν πατρὸς ἐπιγείου τὸν πατέρα τὸν οὐράνιον ἐπιζητεῖτε, ἀντὶ δὲ μητρὸς φθαρτῆς τὸ τοῦ θεοῦ ἀγαθὸν πνεῦμα καὶ Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα ἔχετε, ἀντὶ δὲ ἀδελφῶν ὧν κατελίπατε αὐτὸν τὸν κύριον τὸν καταξιώσαντα ἑαυτὸν ἀδελφὸν τῶν πιστῶν καὶ ἀξίων αὐτοῦ κληθῆναι, ἀντὶ δὲ συγγενῶν καὶ φίλων ὧν ἀφήκατε τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς χοροὺς τῶν ἁγίων δυνάμεων εὑρίσκετε, ἀντὶ δὲ τῆς παρερχομένης γῆς ἧς ἀφήκατε γῆν τῆς ζωῆς καὶ τὴν αἰώνιον βασιλείαν κληρονομεῖτε»εὐαρεστήσω γὰρ τῷ κυρίῳ, φησίν, ἐν γῇ ζώντων», καὶ ὁ κύριος· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», ἀντὶ δὲ κοινωνίας φθαρτῆς ἧς ἐμισήσατε ἔχετε τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος, καὶ ἀντὶ πάντων τούτων τῶν ἐπιγείων κτημάτων ὧν ἀφήκατε λαμβάνετε τὰ τῆς αἰωνίου καὶ ἀρρήτου ζωῆς κτή54-4-6 ματα τὰ διαπαντὸς εἰς αἰῶνα παραμένοντα.

τὰ γὰρ κτήματα τῆς ὕλης ταύτης καὶ τὰ τῆς γῆς ἀγαθὰ ἔξωθέν εἰσι τοῦ ἀνθρώπου, ἐκεῖνα δὲ τὰ αἰώνια κτήματα καὶ τὰ ἀγαθὰ τὰ ἐξ οὐρανοῦ ἀπὸ τοῦ νῦν τοῖς πιστοῖς διδόμενα ἔνδοθεν τῇ ψυχῇ καὶ τῇ καρδίᾳ παρὰ θεοῦ τοῖς ἀξίοις δέδοται.

αὕτη ἐστὶν ἡ αἰώνιος τοῦ ἁγίου πνεύματος παράκλησις ἐν τῇ ἀφθάρτῳ τῆς χάριτος κοινωνίᾳ.

θησαυροὶ γάρ τινες σκότους καὶ θανάτου ἐκβάλλονται ἐκ τῆς ψυχῆς καὶ θησαυροὶ φωτὸς ζωῆς ἐντίθενται τοῖς ἀξίοις ἔνδοθεν.

54-5-1 Καλῶς τοίνυν καὶ ἁρμοζόντως ἐποιήσατε ταῦτα ῥίψαντες τὰ τῆς γῆς νομιζόμενα ἀγαθὰ καὶ τῷ θεῷ προσεληλύθατε, ὅπως κτήσησθε τὰ αἰώνια καὶ εἰς ἀεὶ παραμένοντα ἀγαθά.

ψυχὴ γὰρ ἡ φιλόθεος, ἡ ὀρθῇ γνώσει καὶ ἀληθινῇ φρονήσει προσερχομένη Χριστῷ οὐδὲν ἑαυτῇ ὅλως ἀποδίδωσιν ἀγαθὸν ἴδιον ἢ ὥς τι πεποιηκυῖα καὶ καμοῦσα ἢ ὡς γινώσκουσά τι, κἂν τὰ τῆς γῆς ὅλα χρήματα διαδῷ τοῖς πένησι, κἂν νυκτὸς καὶ ἡμέρας ἐσταυρῶται πρὸς μόνον Χριστὸν ἀφορῶσα καὶ καταλιποῦσα πάσας τὰς τοῦ αἰῶνος τούτου ἀσχολίας καὶ δεσμοὺς καὶ περισπασμούς, κἂν ἐν νηστείαις πολλαῖς τὸ ἑαυτῆς σῶμα κατεδαπάνησεν ἢ εὐχαῖς καὶ ἀγρυπνίαις ἑαυτὴν ἀπέδωκε, κἂν ἐν πολλῇ γνώσει καὶ συνέσει τυγχάνῃ οὐδὲν ἑαυτὴν ἡγεῖται ἐπὶ θεοῦ καὶ ἀνθρώπων.

ἀλλὰ πάντα ἀποδίδωσι τῷ θεῷ, ὅτι αὐτοῦ πάντα τὰ ἀγαθὰ αὐτῆς ἐπιτηδεύματα τυγχάνειὥς φησιν ὁ Ἀβραὰμ γῆν καὶ σποδὸν εἶναι ἐνώπιον αὐτοῦκαὶ οὐκ ἐπὶ τοῖς ἔργοις αὐτῆς μέγα φρονεῖ καὶ ἑαυτὴν οὐκ οἴεται εἶναί τι.

ἐξ ἀρχῆς γὰρ ταῦτα τὰ τῆς 54-5-2 ἀρετῆς ἐπιτηδεύματα καὶ τὰ τῆς γῆς κτήματα ἐδόθη τῷ Ἀδάμ.

ἡ οὖν φιλόθεος ψυχὴ ἀποδίδωσι πάντα τῷ θεῷ ὡς αὐτοῦ κατευθύνοντος καὶ αὐτοῦ συνεργοῦντος, καὶ τότε ὁ θεὸς προσέχων τῇ ὑγιεῖ συνέσει καὶ ὀρθῇ γνώσει τῆς ψυχῆς πάλιν αὐτὸς ἐξ ἀληθείας πάντα ἀποδίδωσιν αὐτῇ καὶ ὡς αὐτῆς καμούσης καὶ αὐτῆς ἐργασαμένης τὸν μισθὸν ἀποδίδωσι.

54-5-3 Καὶ γὰρ εἰ βούλεται ὁ θεὸς κριθῆναι καὶ λόγον ποιῆσαι οὐδὲν εὑρίσκεται ἴδιον τοῦ ἀνθρώπου.

τὰ γὰρ χρήματα καὶ πάντα τὰ ἐν τῷ κόσμῳ ἀγαθά, δι' ὧν εὐποιεῖ ἕκαστος τοῦ θεοῦ εἰσι.

τίς ἐποίησε τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ; τίς ἔκτισε τὸ σῶμα τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν τίς ἐποίησε; καὶ εἰ βούλεται, φύει ἡ γῆ καὶ εἰ οὐ βούλεται, οὐ φύει.

καὶ εἰ βούλεται, ὑγιαίνεις, καὶ εἰ οὐ βούλεται, οὐχ ὑγιαίνεις.

τί τοίνυν ἔχει ἴδιον ὁ ἄνθρωπος, ἵνα ἐπ' αὐτῷ δικαιωθῇ ἢ ἐπαρθῇ ἢ οἰηθῇ εἶναί τι; ἰδοὺ γὰρ πάντα ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ἐστί, καὶ πάντα λαβὼν ἔχει ὁ ἄνθρωπος καὶ πάντα χάριτι κέκτηται.

αὐτὸ τὸ εἶναι αὐτὸν χάριτι ἔχει ἀλλὰ ταύτην χάριν λαμβάνει ὁ θεὸς μεγίστην παρὰ τοῦ ἀνθρώπου καὶ ἐν τούτῳ μεγάλως ἀναπαύεται, ἐν τῷ τὴν ψυχὴν ἐπιγνοῦσαν ἐν ἀληθινῇ συνέσει φρονήσεως καὶ ἀκριβεῖ γνώσει πίστεως καὶ καταμαθοῦσαν τὰ ὄντα ὡς ἔστι, πάντα ὅσα ποιεῖ καλὰ καὶ πάντα ὅσα κάμνει διὰ θεὸν καὶ πάντα ὅσα συνίησι καὶ γινώσκει αὐτῷ ἀνατίθεσθαι· καὶ αὐτῷ προσάπτειν καὶ ἑαυτὴν μηδὲν ὅλως ὑπολαμβάνειν ἀγαθὸν πεποιηκέναι ποτέ, ἀλλ' ἑαυτὴν καὶ τὰ ἑαυτῆς πάντα αὐτῷ 54-5-4 προσγράφειν.

καὶ ὅταν ἴδῃ ὁ θεὸς τὴν οὕτω συνέσεως πλήρη ψυχὴν αὐτῷ πάντα ἀνατεθεικυῖαν καὶ χάριτι αὐτοῦ πάντα ἔχειν γνωρίσασαν, τότε δίδωσιν αὐτῇ ἐξ ἀληθείας πάντα τὰ αὐτῆς, ὅσαπερ ἐξ ἀρχῆς ἔδωκε.

καὶ οὐ μόνον ταῦτα ἀλλὰ πρὸς τούτοις καὶ ἑαυτὸν καὶ τὰ αὐτοῦ πάντα αὐτῇ χαρίζεται καὶ λέγει αὐτῇ· ἰδοὺ καὶ ἡ γῆ σὴ καὶ τὰ ἐν τῇ γῇ σά, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον σόν, καὶ τὸ σῶμά μου σόν, ἡ ψυχὴ καὶ ἡ γνῶσις καὶ ἡ σύνεσίς μου σήκαὶ ὅλως ἐγὼ καὶ τὰ ἐμὰ σά ἐστιν.

εἰ δὲ καὶ οὐκ ἔχεις ἐν τῇ φύσει σου, δίδωμί σοι ἐμαυτὸν καὶ τὰ ἐμὰ πάντα.

ἐπὰν γὰρ ὁ θεὸς αὐτῆς ἐστι, δῆλον ὅτι καὶ τὰ αὐτοῦ πάντα καὶ οἱ θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι αὐτῆς εἰσι, ὥς φησιν ὁ ἀπόστολος· «πάντα ὑμῶν ἐστιν, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἄγγελοι εἴτε ἀρχαί, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα».

54-5-5 Ὥσπερ γὰρ ἐὰν ᾖ γυνὴ εὐπρεπὴς καὶ λαμβάνῃ αὐτὴν ἀνήρ τις πλούσιος πρὸς ἰδίαν συμβίωσιν καὶ κοινωνίαν· κἀκείνη πάντα τὰ ἑαυτῆς αὐτῷ προσενέγκῃ, ὁμοίως κἀκεῖνος πάντα τὰ ἑαυτοῦ αὐτῇ δώσει, καὶ γίνεται αὐτοῖς εἷς οἶκος, μία οὐσία, μία ὑπόστασις.

καὶ οὐ μόνον αὕτη τῶν αὐτοῦ κυριεύει, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος καταξιοῦται.

τὸ γὰρ σῶμα αὐτοῦ αὐτῆς ἐστιν· «ὁ γὰρ ἀνήρ, 54-5-6 φησί, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή».

οὕτως ἐστὶ καὶ παρὰ θεῷ ἀληθὴς καὶ ἀλάλητος κοινωνία τῆς ψυχῆς πρὸς κύριον, ὅπως κοινωνήσασα τῷ Χριστῷ γένηται αὐτῷ εἰς πνεῦμα, καὶ λοιπὸν τῶν ἀφράστων αὐτοῦ θησαυρῶν ἀνάγκη δέσποινα καθίσταται, ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ.

«θείας» γὰρ «κοινωνοὺς φύσεως» κατὰ τὴν γραφὴν ηὐδόκησεν ὁ κύριος τοὺς πιστοὺς αὐτοῦ γενέσθαι· φησὶ γάρ· «εἰς τὸ γενέσθαι ὑμᾶς θείας κοινωνοὺς φύσεως».

∆όξα τῇ μεγαλότητι αὐτοῦ.

54-6-1 Πάλιν δὲ ἑτέρως ἀκουστέον περὶ τοῦ αὐτοῦ ὑποδείγματος.

ὥσπερ ἐὰν ᾖ τις βασιλεύς, πλούσιος σφόδρα καὶ ἔνδοξος, εὐδοκήσῃ δὲ ἐπὶ πενιχρᾷ τινι καὶ μηδὲν κεκτημένῃ, εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βούληται αὐτὴν νύμφην καὶ σύνοικον ἑαυτῷ ἀγαγέσθαι· τὸ λοιπὸν αὕτη ἐὰν πᾶσαν εὔνοιαν ἐπιδείξηται ἐν τῷ τοῦ ἀνδρὸς αὐτῆς οἴκῳ καὶ τὴν διακονίαν εὐάρεστον αὐτῷ φυλάττειν σπουδάζῃ καὶ τὴν πρὸς αὐτὸν ὀφειλομένην ἀγάπην ἀποσῴζῃ καθ' ὃν χρὴ τρόπον, ἰδοὺ ἡ πενιχρὰ καὶ ἐνδεὴς ἐκείνη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἑαυτῆς ἀνδρὸς ὑπαρχόντων.

τῇ γὰρ σωφροσύνῃ αὐτῆς καὶ τῇ διακονίᾳ τῇ προσηκόντως παρ' αὐτῆς ἐπιτελουμένῃ αὐτῷ καὶ τῇ πρὸς αὐτὸν ὁλοκλήρῳ καὶ ὁλοτελεῖ ἀγάπῃ ἀρκεῖται μόνον.

εἰ δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον αὐτὴ πράττοι καὶ μὴ χρησίμως μηδὲ ἁρμοζόντως ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἀναστρέφεται καὶ τὴν ὀφειλομένην πᾶσαν ἀγάπην μὴ ἀποδίδωσι τῷ ἑαυτῆς ἀνδρί, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται καὶ τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς αὐτῆς ἐπιθεῖσα καθάπερ καὶ ἐν τῷ νόμῳ Μωϋσῇ αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ ἰδίῳ αὐτῆς ἀνδρί.

τότε ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου πέπτωκε καὶ 54-6-2 οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμωθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς.

οὕτω καὶ ἡ ψυχή, ἐπὰν αὐτὴν μνηστεύσηται νύμφην ἑαυτῷ ὁ ἐπουράνιος νυμφίος Χριστός, πρὸς τὴν αὐτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν πρὸς τὸ ἐν μετοχῇ τοῦ ἰδίου πνεύματος αὐτὴν ἀξιωθῆναι γενέσθαι καὶ ἐπουρανίου πλούτου μυηθῆναι ἀπὸ τῆς πενίας τῆς ὑστερήσεως αὐτῆς ἐν πάσῃ σωφροσύνῃ συνέσεως καὶ πολλῇ σπουδῇ γνώσεως ἀρέσκειν ὀφείλει τῷ ἑαυτῆς μνηστῆρι Χριστῷ καὶ τὴν τοῦ ἀνδρὸς διακονίαν, ἣν ἐμπεπίστευται ἐπιτελεῖν, τοῦ ἀρέσκειν θεῷ ἐν πᾶσι, τὸ δὲ πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ μηδὲν ὅλως ἐν μηδενὶ καταφρονεῖν καὶ τὴν καλὴν σωφροσύνην καὶ ἀγάπην πρὸς αὐτὸν φυλάττειν καὶ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ διὰ τῆς δεδομένης χάριτος ἀνυστερήτως καὶ ἀνελλιπῶς καθὰ πρέπει.

καὶ ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ θεοῦ ἀγαθῶν καὶ ἀρρήτων θησαυρῶν δέσποινα καθίσταται, καὶ αὐτὸ τὸ σῶμα τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ αὐτῆς τυγχάνει.

εἰ δὲ παρὰ τὸ δέον τι πράττει καὶ σφάλλει ἐν τῇ πνευματικῇ τῆς πρὸς τὸν θεὸν εὐαρεστήσεως διακονίᾳ καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἀκολουθεῖ οὔτε σύνεργος τῇ συνούσῃ χάριτι τοῦ πνεύματος γίνεται, τότε μεθ' ὕβρεως ἀπρεποῦς ἀφορίζεται καὶ ἀτιμάζεται τῆς ζωῆς, ὡς ἀχρεία καὶ ἄφρων καὶ ἀν54-6-3 επιτήδειος τῆς τοῦ ἐπουρανίου κοινωνίας βασιλέως.

καὶ λοιπὸν ἐκείνη ἡ ψυχὴ λύπη καὶ ὀδύνη σφόδρα καὶ κλαυθμὸς πᾶσι τοῖς ἁγίοις καὶ νοεροῖς πνεύμασι τυγχάνει.

ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται κλαίουσιν ἐπ' αὐτῇ σφοδρῶς.

ὥσπερ γὰρ χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, ὥς φησιν ὁ κύριος «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», οὕτω λύπη πολλὴ καὶ πένθος μέγα καὶ κλαυθμὸς ἐν οὐρανῷ γίνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς.

καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ μετὰ μελωδιῶν θρῆνος καὶ κοπετὸς πολὺς ἐπ' αὐτῷ ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων γίνεται, οὕτω καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ μετὰ θρήνων πάντες οἱ ἅγιοι δεινῶς ἐπ' αὐτὴν πενθοῦσιν.

54-6-4 Ὥσπερ γὰρ ὁ Ἰσραὴλ ἐπὰν ηὐχαρίστει καὶ εὐηρέστει τῷ θεῷ, κἂν οὐδέποτε ηὐχαρίστησε καθ' ὃν ἔδει τρόπονὅμως ὅτε ἐδόκει ὑγιᾶ πρὸς αὐτὸν ἔχειν τὴν πίστιν, ἰδοὺ στύλος νεφέλης ἐπισκιάζων καὶ στύλος πυρὸς καταυγάζων αὐτούς, θάλασσα σχιζομένη ἔμπροσθεν αὐτῶν, μάννα ἐξ οὐρανοῦ ὀμβρούμενον, ὕδωρ ἐκ πέτρας δι' αὐτοὺς ἐξερχόμενον.

ἔτι δὲ καὶ ἀπὸ ἐχθρῶν ἐπιβουλῆς ἐφυ54-6-5 λάσσοντο καὶ ἄλλα μυρία ἅπερ ὁ θεὸς παρεῖχεν αὐτοῖς εὐεργετήματα.

ἐπὰν δὲ ἐστρέφετο αὐτῶν ὁ νοῦς καὶ ἡ προαίρεσις ἀπὸ τοῦ θεοῦ καὶ ἀπὸ τῆς πρὸς αὐτὸν εὐνοίας τότε ὄφεσι παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν παρεχωροῦντο, ἐν αἰχμαλωσίαις ἀπαγόμενοι καὶ δουλείαις πικραῖς καταδουλούμενοι, ὥς φησι καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ περὶ τῆς τοιαύτης ψυχῆς μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα ὡς περὶ Ἱερουσαλήμ· «εὗρόν σε ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔπλυνά σε ἐκ τοῦ αἵματος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα ἐμὸν καὶ ψέλλια περιέθηκα ἐπὶ τὰς χεῖράς σου καὶ περίθεμα περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου καὶ βηρύλλιον ἐπὶ τῷ μετώπῳ σου καὶ ἐγένου ὀνομαστὴ ἐν πᾶσιν ἔθνεσι.

σεμίδαλιν καὶ μέλι καὶ ἔλαιον ἔφαγες καὶ ὕστερον ἐπελάθου τὰς εὐεργεσίας μου καὶ ἀπῆλθες ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν τῇ ἰσχύι σου» καὶ ἐπὰν ἐσφάλλετο ὁ Ἰσραήλ, τότε τοῖς ἐχθροῖς αὐτῶν παρεδί54-6-6 δοντο.

ταῦτα δὲ ἐπὶ ψυχῇ μυστικῶς αἰνίττεται τὸ πνεῦμα τῇ διὰ τῆς χάριτος ἐπιγνούσῃ καὶ καθαρθείσῃ ἀπὸ ῥυπῶν πολλῶν πρότερον καὶ διὰ τῶν τοῦ ἁγίου πνεύματος κοσμίων κοσμηθείσῃ καὶ ἀμφίον οὐρανίου δυνάμεως ἀμφιασθείσῃ καὶ θείων καὶ ἐπουρανίων τροφῶν μεταλαβούσῃ, μὴ φρονησάσῃ δὲ ἐν πολλῇ συνέσει θείας γνώσεως καὶ μὴ δεόντως ἐν τῇ πνευματικῇ τῆς εὐαρεστήσεως τῶν ἐντολῶν διακονίᾳ ἀναστραφείσῃ καὶ ἁρμοζόντως τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ εὔνοιαν καὶ ἀγάπην καὶ σωφροσύνην μὴ διατηρησαμένῃ, καὶ εἶθ' οὕτως ὕστερον ἀπορριφείσῃ καὶ ἐκβληθείσῃ τῆς ζωῆς, ἧς μέτοχος ἐγεγόνει.

δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν φθασάντων εἰς τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι.

«λογισμούς, γάρ φησιν, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

ὁρᾷς ὅτι καὶ κατὰ τῶν τὸν θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων· ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται 54-6-7 καταρράξαι.

ἀγωνιστέον τοίνυν καὶ φυλακτέον πάσῃ συνέσεως φυλακῇ ἀεὶ «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι», καθὼς γέγραπται, μάλιστα ὅσοι τοῦ Χριστοῦ πνεύματος γεγόνατε μέτοχοι, ἐν μηδενὶ πράγματι μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ καταφρονητικῶς ἔχειν καὶ τὴν χάριν τοῦ πνεύματος ἐνυβρίζειν, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.

54-7-1 Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ ὑποδείγματος τὸ αὐτὸ νόημα ἐροῦμεν.

ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι βασιλεῖ, τὰ σκεύη ἀπὸ τῶν βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς ἰδίοις τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· καὶ λοιπὸν ἐκεῖ πολλῆς συνέσεως καὶ γνώσεως καὶ σοφίας χρεία, ἵνα μή τι παρὰ τὸ δέον καὶ ἁρμόζον διακονήσῃ ἢ ἄλλα ἀντὶ ἄλλων παραθήσει ἐν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ καθάπερ χρὴ τὰ πρῶτα σιτία πρότερον καὶ τὰ τελευταῖα ὕστερον ἔμπροσθεν αὐτοῦ διακονήσῃ.

εἰ δέ τις σφαλῇ διακονίᾳ κατὰ πολλὴν ἄγνοιαν καὶ ἀδιακρισίαν καὶ συνέσεως ὑστέρησιν καὶ μὴ καθάπερ χρὴ ἁρμοζόντως πάντα καθεξῆς διακονήσῃ τῷ βασιλεῖ, κινδυνεύει καὶ θανάτου ἔνοχος τυγχάνει, μετὰ πάσης ἀτιμίας ἐκβαλλόμενος καὶ ἀφοριζόμενος τῆς βασιλικῆς τραπέζηςὥς φησι καὶ ὁ μέγας ἀπόστολος Παῦλος· «μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι».

ὁρᾷς φόβον καὶ μέριμναν οἵαν εἶχεν ὁ τοῦ θεοῦ ἄνθρωπος.

οὕτω καὶ ψυχῇ τῇ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονούσῃ τῷ Χριστῷ πολλῆς συνέσεως καὶ διακρίσεως καὶ γνώσεως χρεία, ὅπως τοῖς ἰδίοις τοῦ θεοῦ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) ὑπηρετοῦσα αὐτῷ μὴ σφαλῇ τι ἐν τῇ τῆς χάριτος διακονίᾳ, 54-7-2 τῇ ἰδίᾳ προαιρέσει μὴ συμφωνοῦσα τῇ χάριτι.

ἔστι γάρ τις μυστικὴ τοῦ πνεύματος διακονία κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένη τῷ θεῷ· ἐν τοῖς ἰδίοις γὰρ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) διακονεῖται ὑπὸ τῆς ψυχῆς ὁ θεός.

ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν τῆς χάριτος τοῦ πνεύματος ἀδύνατόν 54-7-3 τινα διακονῆσαι τῷ θεῷ.

καὶ ὅτε τῆς χάριτος καταξιωθῇ, τότε πολλῆς συνέσεως καὶ γνώσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσι ζητούσης αὐτῆς παρὰ τῷ θεῷ, ὅπως τις εὐαρέστως αὐτῷ διακονήσῃ τῷ πνεύματι, ᾧ καταξιωθῇ λαβεῖν παρὰ θεοῦ, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ κακίας καὶ σφαλῇ ὑπὸ ἀγνωσίας καὶ ὑπὸ ἀφοβίας καὶ ὑπὸ ἀμελείας παρατραπῇ, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ θελήματος πράττῃ, ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ψυχῇ κατεργάζεται.

54-7-4 Παρακαλέσωμεν οὖν τὸν θεὸν μετὰ πάσης πίστεως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα ἐπιτελεῖν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ κατηξιώθητε, καὶ μὴ τῇ καταφρονητικῇ ἐννοίᾳ συζῆν καὶ συντρέφεσθαι, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ βούλημα αὐτοῦ λατρεύσαντες ἀμώμως εἰς αἰῶνας σὺν αὐτῷ τὴν ζωὴν κληρονομήσωμεν τὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

55-τ-1 ΛΟΓΟΣ ΝΕʹ.

55-1-1 Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος Χριστοῦ πιστεύων γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακροθυμίας καὶ ὑπομονῆς δραξάμενος, ὀφείλει τὰς ἀπαντῶσας θλίψεις διαφόρους, στενοχωρίας τε καὶ ἀνάγκας, γενναίως ὑποφέρειν ἤτοι σωματικὰς νόσους καὶ πάθη ἤτοι ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις ἤτοι ἀοράτους θλίψεις διαφόρους ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονηρῶν πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἄγειν βουλομένων, κατ' οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος ἑκάστην ψυχὴν δοκιμασθῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ἐξ ὅλης καρδίας ἀγαπῶσαι ψυχαὶ τὸν κύριον, πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πειρασμόν· καὶ οὕτω τῆς ἐπαγγελίας τοῦ πνεύματος ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίσταν55-1-2 ται.

ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ κυρίου ἐξακολουθοῦσα τὸν σταυρὸν τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται, ἑτοίμως ἔχουσα πάντα ὑπομένειν διὰ τὸν κύριον ἐπερχόμενον πειρασμὸν ἤτοι κρυπτὸν ἤτοι φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τὴν ἐλπίδα πάντοτε, ὅτι ἐξουσία αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ' αὐτοῦ καὶ τὸ ἀπολυτρωθῆναι παν55-1-3 τὸς πειρασμοῦ καὶ θλίψεως δι' αὐτοῦ.

εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν, ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ τοῦτο τῆς κακίας ἐστὶ τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα) καὶ τῆς ἐλπίδος ἐγκρατὴς μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ 55-1-4 κυρίου περιεπάτησεν.

κατανόησον γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, πατριάρχαι τε καὶ προφῆται, ἀπόστολοι καὶ μάρτυρες, διὰ τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πάντα πειρασμὸν καὶ θλῖψιν γενναίως καὶ ἐν ταῖς στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὥς φησιν ἡ γραφή· «τέκνον, ἐὰν προσέρχῃ δουλεύειν τῷ θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ ὁ ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ πρόσ55-1-5 δεξαι, εἴδως, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται».

καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δεδιωγμένοι δὲ ἤτοι φανερῶς ὑπὸ ἀν55-1-6 θρώπων ἢ κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς πονηρίας».

ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ θλίψεις διαφόρους βάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν αἰώνιον ζωήν, ἅμα δὲ καὶ ἵνα δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ εἰ τὴν ἐλπίδα εἰς τέλος κρατήσει λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα, ἀλλ' ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς 55-1-7 ἐλπίδος ἐλαττουμένη, ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν ἀληθείᾳ.

αἱ 55-1-7 γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ δεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ αἱ ἄξιαι ψυχαὶ ἕως τέλους ὑπομείνασαι καὶ τὴν ἐλπίδα βεβαίως κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται, τὴν ὑπομονὴν τοίνυν καὶ τὴν ἐλπίδα ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ πρὸ παντὸς κρατείτω καὶ οὕτω δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.

55-2-1 Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ' αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενέγκειν, καθὼς ὁ ἀπόστολός φησιν· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ 55-2-2 ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενέγκειν».

οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ' ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ' αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν.

καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆναι, ὅσον γὰρ ἀγωνίζεται διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα τῷ θεῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχομένη, τοσοῦτον 55-2-3 ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης περιεχούσης θλίψεως.

οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ καὶ τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ ἐλπίδος ἐγκρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται· «ἡ θλῖψις (γὰρ) ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· 55-2-4 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει» καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ τὰ ἑξῆς.

καὶ ὁ κύριός φησιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» καὶ· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ λέγει· «τίς ἐπίστευσε τῷ κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς 55-2-5 ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης συνέσεως καὶ νοὸς μετέχοντες ἄνθρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ ποιεῖ, ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐαθῆναι, ἕως οὗ χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν 55-2-6 ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖεἰ οὖν ἐπὶ τῶν φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφραστος γνῶσις καὶ σύνεσις καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι.

καὶ οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν καθίστανται.

55-2-7 ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ πολλὰ κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον κατ55-2-8 αξιοῦται κληρονομεῖν.

ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος μὴ ἐν πυρὶ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὂν ἀνεπιτήδειον πρὸς τὰ τοῦ κόσμου ἔργα τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖ, οὐ φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι, οὐδὲ ἕτερόν τι τοῦ κόσμου ἐπιτελεῖν ἔργον (νήπιον γάρ ἐστιν), οὕτω καὶ ψυχαὶ εἰ καὶ χάριτος θείας μέτοχοι γεγόνασι τροποφορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι' ὧν δείκνυνται, ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν' οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ ἔτι ἀγύμναστοι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας, 55-2-9 ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί».

ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῶν ἀνθρώπων καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ.

καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ πνεύματος καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν, ὡς δόκιμον καὶ πιστὴν τὴν εἰς τὸν κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσασαν.

55-3-1 Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν καὶ ἕως θανάτου ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου τῆς δικαιοσύνης τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενέγ55-3-2 κοντες πλείονα δόξαν καὶ παρρησίαν ἐπὶ θεοῦ ἐκτήσαντο.

ὅσοι δὲ ὑπεστάλησαν τὰς θλίψεις καὶ μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνταιτὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλίψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἢ κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς ἢ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τὴν ἐλπίδα κρατοῦσαι καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ στεφάνου τῆς δικαιοσύνης καταξιοῦνται, τὴν ἀπολύτρωσιν ἐντεῦθεν δεχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐπὶ θεοῦ ἐν ἡμέρᾳ 55-3-3 κρίσεως εὑρίσκουσιν.

τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων ὑπέμειναν, καὶ ὅπερ ἐκεῖνοι δι' ἀνθρώπων, οὗτοι δι' αὐτῶν τῶν πνευμάτων τῆς πονηρίας, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος εἰς τέλος κρατήσουσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ πορίζονται καὶ ἐντεῦθεν λυτροῦνται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν αἰωνίων ἀγαθῶν 55-3-4 τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι γίνονται.

ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ τὰς θλίψεις μὴ ὑπομένουσαι, ἀλλ' εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ στραφῶσι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν πῶς δυνήσονται.

ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν θεὸν τὸν ὑπὲρ ἡμῶν παθόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι εἰς τέλος καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω 55-3-5 τῆς αἰωνίου βασιλείας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι 55-3-5 τῆς μελλούσης γεέννης καὶ τῆς βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις ἐνταῦθα διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπαγομένων ὑπενεγκέτωσαν παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἐκδεχόμενοι, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος ἐντεῦθεν καταξιοῦνται καὶ τῆς αἰωνίου γεέννης ἐντεῦθεν ἐξειλοῦσι καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ κληρονομοῦσιν.

τοιαύτην γὰρ ὁ κύριος ὁδὸν ἔθετο εἰς ζωὴν ἀποφέρουσαν στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο καὶ ὀλίγοι 55-3-6 εἰσὶν οἱ διοδεύοντες εἰς αὐτήν.

τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως ὑπενέγκωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

ὅσας γὰρ θλίψεις ἐὰν ὑπομείνωμεν διὰ τὸν κύριον, οὐδὲν ἀντάξιον πρὸς τὴν μέλλουσαν καὶ ἐπηγγελμένην αἰώνιον ζωὴν ἢ πρὸς τὴν ἐνταῦθα γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ ἁγίου πνεύματος παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται· «κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς».

55-4-1 Γενώμεθα οὖν γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες.

διὰ τὶ δὲ ὅτε ἐν τῷ κόσμῳ ἀνεστρεφόμεθα, ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ πονηροῦ καθ' ἡμῶν ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ καὶ πειράζοντος ὥστε διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγαγεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν.

55-4-2 ὅσον τοίνυν ὁ πονηρὸς καθ' ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως ἔχοντες ἕως θανάτου ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ' ἡμῶν μηχαναὶ λύονται.

ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, ὃς καὶ ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχυνθήσεται ἡμῶν τὰ νικητήρια 55-4-3 τῶν πόνων (τουτέστιν τὴν βασιλείαν κυρίου) κομιζομένων.

γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν δεχόμενοι, δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς.

ὁ γὰρ κύριος ἡμῶν εἰς τὸν αἰῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος, ἔσχατον δὲ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται.

καὶ πάντα ὑπήνεγκε ἐκεῖνα διὰ τὴν ἡμετέραν σωτηρίαν «ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι' ἧς ὁδοῦ πειρασμῶν καὶ θλίψεων καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρονόμοι» αὐτοῦ γενέσθαι βουλόμενοι, ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ θανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθανάτωσε κατακρίνας τὴν ἁμαρτίαν διὰ τῆς σαρκὸς καὶ κατ55-4-4 αργήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος γὰρ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας τὰς ἐν αὐτῷ», οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν ὑπομείνωμεν ἕως θανάτου, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι εὑρεθέντες τῆς ἀπολυτρώσεως ἀξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρούμεθα καὶ τῆς αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα, ἧς γένοιτε πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

55-4-5 Ἀμήν.

εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται.

πάσχοντες καὶ θανατούμενοι διὰ τὸν κύριον προθύμως τότε νικῶμεν τὸν ἀντικείμενον.

εἰ οὖν βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ' εὐχερῶς ὑπομένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου καθ' ἡμέραν τὸν σταυρὸν αἴροντες (ὅ ἐστι θάνατος) ἀκολουθῶμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν.

55-4-6 εἰ γὰρ θάνατον ὑπὲρ τοῦ κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπιποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομενοῦμεν.

διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ φορτικὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, οὐδὲ ἐν αὐτῷ πάντοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω.

ὥστε οἱ Χριστὸν ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐτοῖς γενναίως καὶ προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα.

55-4-7 Παρακαλέσωμεν τοίνυν τὸν θεὸν δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας.

Ἀμήν.

56-τ-1 ΛΟΓΟΣ Νϛʹ.

56-1-1 Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ πνεύματος κατὰ τὰς ἐντολὰς πάσας τοῦ κυρίου δυνηθῆναι ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἐνάρξασθαι· πρῶτον μὲν πιστεῦσαι βεβαίως τῷ κυρίῳ καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ ἐν μηδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν χρὴἐπὶ πίστει προσδοκίας τοῦ κυρίου τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενος, καὶ τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς 56-1-2 τοῦτο ἔχων διαπαντός.

εἶτα βιάζεσθαι χρὴ ἀεὶ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, καὶ μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγείσθω, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον πρὸ ὀφθαλμῶν ἐχέτω ἀεὶ καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ.

εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ κύριος· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».

56-1-3 ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω κἂν μετὰ βίας, ὥς φησιν ὁ κύριος· «γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος», καὶ πάλιν· «γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε», καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ τό· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης».

ἀεὶ τὴν τοῦ κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν πρὸ ὀφθαλμῶν ἐχέτω, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτω καὶ ὅση δύναμις βιαζέσθω μιμεῖσθαι, ταῖς προσευχαῖς προσκαρτερείτω διαπαντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, 56-1-4 καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς.

καὶ οὕτως, ἃ νῦν εἶπον μετὰ βίας, μὴ θελούσης τῆς καρδίας ποιοῦντα καὶ ἐθίζοντα ἑαυτὸν διαπαντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου ἀεὶ μνημονεύοντα καὶ προσδοκῶντα αὐτὸν ἐν πολλῇ ἀγάπῃ θεωρῶν αὐτὸν ὁ κύριος καὶ τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην καὶ μὴ θέλουσαν καρδίαν ἄγχει καὶ ἄγει ὅση δύναμις αὐτοῦ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ ἔλεος καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐν αὐτῷ οἰκούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιπλῶν αὐτόν· καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτων ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείαςμᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολάςκαὶ τοὺς καρποὺς τοῦ πνεύματος τότε καρποφορεῖ καθαρῶς.

56-1-5 Χρὴ τοίνυν πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διαπαντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς ταπεινοφροσύνην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι καὶ εἰς τὸ μακροθυμεῖν καὶ ἐξουθενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν κατὰ τὸ εἰρήμενον· «μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί», βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μήπω 56-1-6 ἔχοντα εὐχὴν πνεύματος.

οὕτω γὰρ ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα 56-1-7 ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν καρπῶν τῶν τοῦ πνεύματος.

εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτόν, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὐδὲ μέριμναν καὶ ἀγῶνα καὶ κόπον ἔχει ἐκεῖνα κατορθῶσαι ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου γνώμης, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν οὗ ἦν πρώην.

οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως καὶ οὐ προευτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι.

οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο.

οὐκ ἔχει ἀγάπην εἰς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου.

οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνω καὶ οὐκ ἐδοκίμασεν ἑαυτὸν εἰ ἔχει.

καὶ οὐκ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν βεβαίαν τὴν πρὸς αὐτὸν πίστιν καὶ πεποίθησιν ἀληθινήν.

56-2-1 Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτω καὶ εἰς τὴν πεποίθησιν καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὴν ἀγάπην, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀκεραιότητα καὶ ἁπλότητα, οὕτως «εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν» κατὰ τὸ γεγραμμένον, οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, οὕτως εἰς τὰ μὴ ὄντα χρήσιμα μὴ ὁμιλεῖν, ἀλλ' ἀεὶ τὰ τοῦ κυρίου μελετᾶν καὶ λαλεῖν καὶ στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι, μὴ κραυγάζειν κατὰ τὸ εἰρημένον· «πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ» καὶ εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος καὶ εἰς τὸ μὴ ἐπαίρεσθαι 56-2-2 καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵνα οὕτως ὁ κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν καὶ προθυμίαν τὴν τοῦ οὕτως εἰς πᾶσαν ἁπλότητα καὶ ἀγαθότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος καὶ ἄγοντος ἑαυτὸν μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ καὶ ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν.

καὶ γίνεται αὐτῷ ταῦτα πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ὁ κύριος ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷκαὶ αὐτὸς ἐν τῷ κυρίῳ, αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρ56-2-3 ποῖς τοῦ πνεύματος.

εἰ δὲ εἰς εὐχὴν μόνον (ὡς εἴρηται) βιάζεται ἑαυτόν τις, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ θεοῦ, εἰς ταῦτα δὲἤγουν εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὰς ἄλλας ἀρετὰςὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἐθίζει καὶ ἄγχει; οὐχ ὅτι δυνατὸν ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως ποιῆσαι, ἀλλ' οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὡς δυνατὸν εἰς τὸ ἀγαθόν; ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντα καὶ δεόμενον· ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν.

μὴ ἐθίσας δὲ καὶ προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετὰς ἢ ἀπόλλει τὴν χάριν ἢ λαμβάνων πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν χάριτι τῇ πρὸς αὐτὸν γινομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι.

τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματός ἐστιν ἡ ταπεινοφροσύνη, ἡ ἀγάπη, ἡ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί.

56-2-4 Ὀφείλουσιν οὖν οἱ βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου βιάζεσθαι πρῶτον ἑαυτοὺς καὶ μὴ θελούσης τῆς καρδίας ὑποτάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα».

ὡς γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ κατορθώσει τοῦτο, ὁμοίως καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ἐὰν θέλῃ τις βιάζεται καὶ ἄγχει ἑαυτὸν καὶ ἐθίζει ἔθος 56-2-5 ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου διαπαντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν εἰς γεῦσιν θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος αὔξει καὶ θάλλει ἐν αὐτῷ τὸ χάρισμα τοῦ πνεύματος τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ ἣν ἐζήτησε καὶ ἐν τῇ ἀγάπῃ καὶ πραότητι, αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ πάντα καὶ διδάσκει αὐτὸν ἀληθινὴν ταπεινοφροσύνην, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, εἰς ἣν προεβιβάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν γίνεται.

ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει.

πῶς γὰρ καὶ πεσεῖται ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, μεγάλη ὕψωσις καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.

56-2-6 Καὶ ἡμεῖς οὖν ἐθίσωμεν ἑαυτοὺς καὶ ἄξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ καὶ σκοπῶμεν, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν πνεύματι τῷ πατρί.

56-2-7 καὶ αὐτὸ τὸ πνεῦμα εὔξηται ἐν ἡμῖν, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν καὶ νῦν βιαζόμενοι οὐκ ἔχομεν, ταπεινοφροσύνην τε ἀληθινήν, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀπόνως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτω τῶν ἐντολῶν τοῦ κυρίου πληρωθεισῶν ὑφ' ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, τελειώσει ἡμᾶς τὸ πνεῦμα εἰς ἑαυτὸ καὶ τελειωθὲν εἰς ἡμᾶς καὶ καθαρίζον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου ἁμαρτίας, ἵν' ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.

56-2-8 ∆όξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων, υἱοὺς πατρὸς ἐπουρανίου καταξιῶν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσαγορεύων.

∆όξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

57-τ-1 ΛΟΓΟΣ ΝΖʹ.

57-1-1 Οἱ ἐξ ἀληθείας θεοῦ φίλοι καὶ ἀγαπῶντες αὐτὸν ἀκολούθῳ τάξει οὐ προσέρχονται καὶ δουλεύουσιν αὐτῷ διὰ τὸ κάλλος τῆς βασιλείας ὡς ἐπὶ ἐμπορίᾳ τινὶ κέρδους οὔτε διὰ τὴν κόλασιν τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς ἐν τῇ γεέννῃ, ἀλλ' αὐτὸν ἀγαπῶσι τὸν κτίστην καὶ δημιουργὸν ἀκολουθίᾳ τάξεως, ἐπιγνόντες δεσπότην καὶ κτίστην καὶ τὴν πρὸς αὐτὸν λατρείαν δικαίως καὶ προθύμως ἀποπληροῦσι καὶ πάσας θλίψεις τῶν πονηρῶν πνευμάτων γενναίως ὑπομένουσιν ὑπ' αὐτῶν ἐκδιωκόμενοι τοῦ μὴ ἐγγίζειν καὶ κολλᾶσθαι τῷ κυρίῳ, ὥς φησιν ὁ μακάριος ∆αβίδ· «πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλί57-1-2 βοντές με· ἐκ τῶν μαρτυριῶν σου οὐκ ἐξέκλινα».

ὅσῳ γὰρ ἐκθλίβονται καὶ ἐκδιώκονται ὑπὸ τῶν πονηρῶν πνευμάτων τοὺς λογισμοὺς τῆς ψυχῆς περισπώντων ἢ ἑτέρας θλίψεις ἐπεγειρόντων, αὐτοὶ πολλῷ μᾶλλον κολλῶνται τῷ κυρίῳ, ἑαυτοὺς ἐκβιαζόμενοι εἰς τὴν αὐτοῦ ζήτησιν.

πολλὰ γὰρ ἐμπόδια τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐστὶν ἐν κόσμῳ.

ἡ πενία καὶ ἡ ἔνδεια ἐμπόδιον καὶ ἀγών ἐστι πρὸς τὴν αἰώνιον ζωήν, ὁ πλοῦτος ὁμοίως ἐμπόδιον, ἀδοξία καὶ ὕβρεις, καὶ τοῦτο ἐμπόδιον, δόξαι καὶ τιμαὶ ἀνθρώπων, ὁμοίως εἰς πειρασμὸν γίνονται νόσοι καὶ πάθηταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου ἐμπόδια τυγχάνει, ὁμοίως ἐν τοῖς ἀοράτοις αἱ θλίψεις καὶ οἱ πειρασμοὶ τῆς κακίας ἐμποδίζουσι τῇ ψυχῇ τοῦ μὴ προσεγγίζειν καὶ κολλᾶσθαι τῷ θεῷ, ἀλλ' εἰς χαύνωσιν καὶ ἔκλυσιν ἀγαγεῖν αὐτὴν βούλονται, καθώς φησιν ὁ προφήτης· 57-1-3 «θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μού ἐστιν».

αἱ θλίψεις οὖν τῆς πονηρίας δοκιμαστήριόν εἰσι τῇ ψυχῇ, ὁμοίως καὶ ἡ ἄνεσις καὶ ἡ ἀνάπαυσις καὶ ἡ παράκλησις τοῦ πνεύματος τῇ νηπίᾳ καὶ ἄφρονι ψυχῇ εἰς δοκιμαστήριον γίνεται, τῇ δὲ συνετῇ καὶ πιστῇ εἰς ζωὴν αἰώνιον καθίσταται.

διὰ τῶν ἀμφοτέρων γὰρ πραγμάτων ὁ θεὸς τὰς ψυχὰς δοκιμάζει, ἵνα γνῷ ὅτι οὐ διὰ κέρδος τίς ἀγαπᾷ αὐτόν, ἀλλὰ μόνον δι' αὐτὸν τὸν δεσπότην 57-1-4 καὶ κτίστην θεὸν ὡς πολλῆς ἀγάπης καὶ τιμῆς ἄξιον.

εἰ δὲ μὴ χαυνωθῇ μηδὲ ἀμελήσῃ μηδὲ ἀμεριμνήσῃ ἀπὸ ἀγῶνος καὶ σπουδῆς καὶ πόνου καὶ ἐργασίας ἀρετῶν ὁ ἐξ ἀληθείας εὐαρεστεῖν τῷ θεῷ βουλόμενος, μήτε ἀπὸ ἀναπαύσεων καὶ παρακλήσεων τῆς χάριτος τῇ ψυχῇ διὰ τοῦ πνεύματος ἐνεργουμένων, μήτε διὰ θλίψεων δεινῶν τῆς ἁμαρτίας ἐπεγειρομένων καὶ θλιβόντων, ὁ τοιοῦτος ὡς ἄξιος καὶ κατὰ ἀλήθειαν θεὸν φιλῶν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ κληρονόμος δικαίως καὶ ἀξίως τῆς βασιλείας καθίσταται καὶ τέκνον θεοῦ ἐκ πνεύματος γεννηθὲν καταξιοῦται γενέσθαι, ὅτι οὔτε ἐπὶ ταῖς πολλαῖς θλίψεσιν ἐνέδωκε καὶ ἐχαυνώθη, οὔτε ἐπὶ τῇ ἀναπαύσει καὶ παρακλήσει τῆς χάριτος ἧς κατηξιώθη ὑπτιώθη χαυνωθεὶς ἀπὸ τόνου καὶ σπουδῆς συνεχοῦς καὶ ἀδιαλείπτου ἀγῶνος.

ὁ τοιοῦτος οὖν ἐν ἀληθείᾳ ἄξιος θεοῦ καὶ υἱὸς βασιλείας τυγχάνει.

57-1-5 Πάντα οὖν τὰ ἐν κόσμῳ ὡς ἀποδέδεικται κατὰ τοῦ κεχαυνωμένου καὶ ὀλιγοπίστου καὶ τῷ φρονήματι νηπίου ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν, εἴτε τὰ θλιβερὰ καὶ ἐπίπονα πάθη ἢ νόσοι ἢ πενία ἢ ὕβρις ἢ ἀδοξία ἢ καὶ ὁ τῆς κακίας ἐν κρυπτῷ γινόμενος πόλεμος, ἤτοι τὰ ἔντιμα, ὁ πλοῦτος, ἡ δόξα, οἱ ἔπαινοι, οἱ μακαρισμοί· ταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου τοῦ νηπιάζοντος 57-1-6 τῇ φρονήσει ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν.

ἀντιστρέψας δὲ πάλιν εὑρήσεις ταῦτα πάντα ὑπὲρ τοῦ ἀνθρώπου τοῦ πιστοῦ καὶ συνετοῦ καὶ ἀνδρείου τυγχάνοντα καὶ ὥσπερ σύνεργα τῆς βασιλείας αὐτῷ γινόμενα τοῦ κατὰ ἀλήθειαν ἀγαπῶντος τὸν θεὸν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντος, ὅτι πάντα τὰ ἐν τῷ κόσμῳ ἐμπόδια νομιζόμενα διαρρήξας, νικήσας καὶ ὑπερβὰς μόνον θεὸν ἠγάπησε καὶ αὐτῷ μόνῳ προσεπλάκη· ὥς φησιν ὁ προφήτης· «σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην».

καὶ ὁ ἀπόστολός φησι· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν».

Καὶ ἡμεῖς τοίνυν ὀρθῷ φρονήματι καὶ πιστῇ διανοίᾳ ἑαυτοὺς τῷ κυρίῳ ἀποδιδόντες καὶ ὡς ἡμετέρῳ δεσπότῃ καὶ κτίστῃ ἀκολουθοῦντες ἀγάπην ἐκ προαιρέσεως διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἐπιδειξώμεθα, ἵνα διὰ τῶν τοιούτων ἔργων καὶ δι' ὀρθοῦ φρονήματος τῶν πνευματικῶν ἐπαγγελιῶν καταξιωθέντες ἐντεῦθεν καὶ τὴν καρδίαν διὰ τῆς χάριτος ἁγιασθέντες καὶ τῷ πνεύματι συνενωθέντες τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰώνας.

Ἀμήν.

58-τ-1 ΛΟΓΟΣ ΝΗʹ.

58-1-1 Ὁ μακάριος ἀπόστολος Παῦλος, ὁ ἀρχιτέκτων τῆς ἐκκλησίας, πάντοτε φροντίζων τῆς ἀληθείας καὶ μὴ βουλόμενος δι' ἀγνοίας τοὺς ὑπηκόους τοῦ λόγου ἐμποδίζεσθαι ἀκριβέστερον καὶ τηλαυγέστερον τὸν σκόπον τῆς ἀληθείας ὑπέδειξε καὶ τοῦ Χριστιανισμοῦ τὸ τέλειον μυστήριον ἐγνώρισεν ἐν ἑκάστῃ πιστευούσῃ ψυχῇ, ὥστε δι' ἐνεργείας θείας τὴν πεῖραν λαμβάνειν, ὅπέρ ἐστιν ἡ τοῦ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει ταῖς ἁγίαις ψυχαῖς τοῦ πνεύματος ἔλλαμψις, ἵνα μήτις τὸν διὰ γνώσεως μόνον φωτισμὸν τοῦ πνεύματος εἶναι νομίσας τοῦ τελειοτέρου τῆς χάριτος μυστηρίου δι' ἄγνοιαν καὶ ἀμέλειαν ἀποτύχοι, ἀλλὰ πολλῷ μᾶλλον βεβαιότερον τὸν δι' ἀποκαλύψεως νοεροῦ καὶ ἐπουρανίου φωτὸς τῆς ψυχῆς φωτισμὸν τοῖς ἀξίοις γινόμενον γνωρίσῃ τοῦ πνεύματος δόξαν λαβών, ἣν ἔφερε πρὸς βέβαιαν ἀσφάλειαν γνώσεως καὶ ἀκριβῆ διάκρισιν συνέσεως τοῖς εὐγνωμόνως καὶ φιλαλήθως 58-1-2 πειθομένοις.

φησὶ γοῦν· «εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πόσῳ μᾶλλον ἡ διακονία τοῦ εὐαγγελίου ἔσται ἐν δόξῃ; εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.

καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.

εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ».

«τὸ καταργούμενον» δὲ εἴρηκε διὰ τὸ τῷ σώματι Μωσέως περικεῖσθαι τὴν δόξαν τοῦ φωτός.

καὶ ἐπάγει· «ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα».

καὶ προβὰς μικρὸν ἔδειξε τὴν ἀθάνατον ἐκείνην τοῦ πνεύματος δόξαν ἐν ἀποκαλύψει νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀϊδίως καὶ ἀθανάτως καὶ ἀκαταργήτως· 58-1-3 ἐλλάμπεσθαι.

φησὶ γοῦν· «ἡμεῖς δὲ πάντες» (τουτέστιν οἱ τελείᾳ πίστει ἐκ τοῦ πνεύματος γεννηθέντες) «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος» «ἀνακεκαλυμμένῳ προσώπῳ», δηλονότι τῷ τῆς ψυχῆς, καί· «ἡνίκα δὲ ἐπιστρέψῃ τις πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.

58-1-4 ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι».

τηλαυγῶς οὖν διὰ τούτων, ἀπέδειξε καὶ ἐγνώρισεν εἶναι «κάλυμμα» σκότους κακίας, ὅπερ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ εἰς τὴν ἀνθρωπότητα εἰσελθὸν τὴν ψυχὴν ἐκάλυψε, νῦν δὲ διὰ τῆς τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἐλλάμψεως «περιαιρεῖται» τῶν πιστῶν καὶ ἀξίων ψυχῶν· διὸ καὶ ἔλευσις τοῦ κυρίου γεγένηται, ὥστε εἰς τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἀληθινῶς πιστεύοντας.

58-2-1 Οὐ μόνον οὖν νοημάτων καὶ γνώσεως ἀποκάλυψίς ἐστιν ὁ φωτισμὸς τῆς χάριτος, ἀλλὰ τὸ βέβαιον ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς ἀΐδιος ἔλλαμψις.

καὶ γὰρ γέγραπται· «ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ», καί· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον»τουτέστιν, ἵνα μὴ τῆς σαρκὸς ἐξερχομένη ἡ ψυχή μου καλύπτηται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι, καί· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου», καί· «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσουσι καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου», καί· «ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου»· ἃ τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκόπου παρίστησι.

καὶ τὸν μακάριον δὲ Παῦλον τὸ «περιλάμψαν» ἐν τῇ ὁδῷ ὑπὲρ 58-2-2 τὸν ἥλιον οὐράνιον τοῦ πνεύματος «φῶς», δι' οὗ τῆς χάριτος κατηξιώθη, οὐ νοημάτων καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως πνεύματος φωτὸς ὑποστατικῶς ἐν ψυχῇ ἔλλαμψις καὶ μυστηρίων οὐρανίων ὑποστατικῶς ἀποκάλυψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ ἐνεγκόντες ἐτυφλώθησαν δι' οὗ φωτὸς καὶ πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ ὁ θεὸς κατὰ ἀλήθειαν τῇ ψυχῇ γνωρίζεται.

«οἷος» γὰρ «ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι» τουτέστιν οἱ ἐκ τοῦ πνεύματος ἄνωθεν γεννηθέντες καὶ πνεῦμα καὶ αὐτοὶ διὰ πολλῆς ἐν τῇ χάριτι προκοπῆς γενέσθαι καταξιωθέντες, καθὼς εἴρηται, ὅτι «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι», καὶ πάλιν· «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελή58-2-3 ματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν».

ἡ γὰρ ἐπουράνιος εἰκὼν τοῦ πνεύματος τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ ἑνωθεῖσα οὐρανίαν καὶ πνευματικὴν αὐτὴν κατὰ τὴν ἰδίαν τῆς ἁγιότητος ἀπεργάζεται χάριν.

«καθὼς» γὰρ «ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου».

εἰκὼν δὲ τοῦ ἐπουρανίου, Χριστὸς ἐν ἁγίαις ψυχαῖς φορούμενος.

φησὶ γάρ· «ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπι58-2-4 θυμίας».

πᾶσα γὰρ ψυχὴ ἡ διὰ τῆς πίστεως καὶ τῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς ἐνδύσασθαι Χριστὸν τελείως ἀπεντεῦθεν ἐν δυνάμει καὶ πληροφορίᾳ καταξιωθεῖσα καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, μυστηρίων οὐρανίων ἐν ὑποστάσει γνῶσιν λαμβάνειν πάντοτε καταξιοῦται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι τὸ σῶμα τῇ ψυχῇ συνδοξασθὲν καὶ εἰς οὐρανοὺς ὑπὸ τοῦ πνεύματος κατὰ τὸ γεγραμμένον ἁρπαγὲν «εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα» καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» γενέσθαι καταξιωθὲν εἰς αἰῶνας ἅμα ψυχῇ Χριστῷ συμ58-2-5 βασιλεύσει.

φωτισθεῖσαι γὰρ καὶ ἐλλαμφθεῖσαι ἀϊδίως καὶ ἀκαταργήτως ὑπὸ τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἀπὸ τοῦ νῦν αἱ ἄξιαι καὶ φιλαλήθεις ψυχαὶ καὶ τὸ κάλυμμα τῆς κακίας τοῦ σκότους περιαιρεθῆναι ὑπὸ τοῦ πνεύματος ἀπεντεῦθεν καταξιωθεῖσαι, τότε καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαμβάνουσι καὶ πασῶν ἐντολῶν τὴν κατόρθωσιν ἀμώμως καὶ τελείως ἐπιτελεῖν καταξιοῦνται καί, ὡς προείρηται, οὐρανίων μυστηρίων «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», διὰ πείρας τὴν γνῶσιν δέχονται.

«ἡμῖν, γάρ φησιν, ἀπεκάλυψεν ὁ θεὸς διὰ 58-2-6 τοῦ πνεύματος αὐτοῦ».

καὶ οὕτως τέλειαι καὶ καθαραὶ καὶ ἄμωμοι διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος γενέσθαι καταξιωθεῖσαι ἐν τῷ κόσμῳ τούτῳ, ἐν ἐκείνῃ τῇ τῆς ἀναστάσεως ἡμέρᾳ συνδοξασθήσονται τοῖς σώμασι διὰ τοῦ ἀπὸ τοῦ νῦν ἐλλάμποντος ἐν αὐταῖς ἐπουρανίου καὶ πνευματικοῦ φωτός.

«ὁ ἐγείρας, γάρ φησιν, Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».

58-3-1 Ὅσῳ γάρ τις διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς καὶ ἀγῶνος πνεύματος ἁγίου καὶ δόξης ἐπουρανίου μέτοχος νῦν γέγονε καὶ ἔργοις ἀγαθοῖς ἐκόσμησε τὴν ψυχήν, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταξιωθήσεται τοῦ καὶ τῷ σώματι συνδοξασθῆναι.

ὃ γάρ τις ἐναπεθησαύρισεν ἔνδον, αὐτὸ προέρχεται ἔξω τότε.

58-3-2 καὶ καθάπερ ἐν χειμῶνι ὃν ἔχουσι τὰ ξύλα ἔνδον κεκρυμμένον καρπὸν αὐτὸν ἐν τῷ θέρει ἢ ἐν τῷ ἔαρι ἔξω προκομίζουσιν, οὕτω καὶ αἱ ψυχαὶ οὓς καρποὺς ἔνδον ἠγωνίσαντο κτήσασθαι, αὐτοὶ προέλθωσι τότε ἐπὶ τοῦ σώματος ἔξω καὶ τῶν μὲν ἁγίων ἡ θεοειδὴς τοῦ πνεύματος καὶ ἐπουράνιος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον τυπωθεῖσα καὶ τὸ σῶμα θεοειδὲς καὶ φωτοειδὲς καὶ οὐράνιον ἔξω ἀπεργάσεται τότε.

τῶν δὲ ἀναξίων καὶ ἁμαρτωλῶν τὸ σκοτεινὸν τοῦ κοσμικοῦ πνεύματος κάλυμμα τὴν ψυχὴν ἐκάλυψε καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν καὶ ἔργων τῶν πονηρῶν ἀσχήμονα καὶ σκοτεινὴν ἀπεργαζόμενον νῦν, καὶ τὸ σῶμα σκοτεινὸν καὶ ἄμορφον καὶ αἰσχύνης πεπληρωμένον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ 58-3-3 ἀποδείξει.

ὥσπερ γὰρ ἐν τῇ παραβάσει τοῦ Ἀδὰμ τὴν ἀπόφασιν ἐκ τοῦ θεοῦ λαβόντος τὸ «ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε», πρότερον ἐπὶ τῆς ψυχῆς τοῦτο συνέβη τῶν νοερῶν καὶ ἀθανάτων αὐτῆς αἰσθητηρίων ἀπὸ τῆς ἐπουρανίου καὶ πνευματικῆς ἀπολαύσεως σβεσθέντων καὶ νεκρωθέντων καὶ σκότει καλυφθέντων, ὕστερον δὲ ὁ τοῦ σώματος θάνατος μετὰ ἐνακόσια τριάκοντα ἔτη γέγονεν, οὕτω νῦν πάλιν καταλλαγέντος Χριστοῦ τῇ ἀνθρωπότητι καὶ σαρκωθέντος καὶ σταυρὸν καὶ θάνατον διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἀνάκλησιν ὑπομείναντος τὴν πιστεύουσαν ἐν ἀληθείᾳ ψυχὴν ἐν σαρκὶ οὖσαν ἔτι ἀποκαθίστησιν εἰς τὴν τῶν ἀρρήτων μυστηρίων καὶ οὐρανίων φωτῶν ἀπόλαυσιν καὶ ἐλευθεροῖ αὐτὴν ἐκ τῆς σκοτίας τοῦ καλύμματος τῶν παθῶν διὰ τῆς κοινωνίας τοῦ πνεύματος καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια πάλιν ἀποκαθίστησι θείῳ φωτὶ ταύτην διὰ τῆς χάριτος δοξάζων.

καὶ μετὰ τοῦτο ἐν τῇ ἀναστάσει ἀποκατασταθήσεται τὸ σῶμα εἰς τὴν ἀθάνατον καὶ ἄφθαρτον δόξαν καὶ τότε φωτὸς οὐρανίου στιλβότητα ἀμφιασθὲν αἰωνίων 58-3-4 ἀγαθῶν σὺν τῇ ψυχῇ ἀπολαύσει.

τοίνυν ὀφείλει ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν τῷ ὀλίγῳ τούτῳ χρόνῳ διὰ τῆς εἰλικρινοῦς πίστεως καὶ τῆς τῶν ἐντολῶν ἐργασίας τὸν ἐπουράνιον τοῦτον θησαυρὸν ἐντεῦθεν κτήσασθαι, ἵνα διὰ τούτου ὡς προείρηται καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαβεῖν καταξιωθῶμεν καὶ πασῶν τῶν ἐντολῶν τελείαν τὴν ἐργασίαν εὐχερῶς κατορθώσωμεν καὶ τοῦ σκοτεινοῦ τῆς ψυχῆς καλύμματος τὴν περιαίρεσιν δεξώμεθα, καὶ οὕτως ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῶν σωμάτων ἡμῶν συνδοξασθῆναι τῇ ἀπὸ τοῦ νῦν διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος προδοξασθείσῃ ψυχῇ καταξιωθέντων καὶ ἐπουρανίῳ στολῇ στολισθέντων μετὰ Χριστοῦ συμβασιλεύσωμεν ἐν ἀναπαύσει αἰωνίῳ καὶ ἀνεκλαλήτῳ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

59-τ-1 ΛΟΓΟΣ ΝΘʹ.

59-1-1 Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγων θεοῦ ἐπακούσαντες καὶ σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κάλυμμα, ὅπερ διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντοτουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν φρόνημα, ὅπερ θάνατον ὁ ἀπόστολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος»οὗτοι ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν ἐνεργείᾳ καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ σκότους τῶν παθῶν 59-1-2 ἐνέργειαν.

διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς διάγοντας δεηθῆναι τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις διηύγασεν, γνωρίζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ», καὶ ὁ μακάριος Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ «τοῖς φοβουμένοις» τὸν κύριον «ἀνατελεῖ 59-1-3 ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ».

οἱ δὲ τῷ κόσμῳ πεφυρμένοι ἐοίκασιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ νεφέλης καὶ ὁμίχλης πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπειτουτέστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντοςὡς ἐοικέναι αὐτοὺς τυφλοῖς.

οὕτως οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι, ἀλλὰ τὸ ὅλον τῇ μα59-1-4 ταιότητι τοῦ κόσμου ἐν τοῖς χαλεποῖς ἔργοις ἠπατημένοι.

ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ὑπὸ ἄστρων καταυγάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν τῇ ζοφώδει καὶ ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

59-1-5 Ὥσπερ γὰρ ἐκ διαφόρων τεχνῶν καὶ ἐκ διαφόρων ἐπιτηδευμάτων οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι καὶ ἐκ διαφόρων τρόπων ἐν ταῖς ἀρχοντικαῖς τάξεσι τὸ κέρδος τοῦ χρυσοῦ πορίζεται καὶ ἐκ διαφόρων κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτω καὶ ἐκ διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ ἐκ δικαιωμάτων καὶ ἀρετῶν διὰ θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσὸν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν πορίζεται.

τούτου ἕνεκεν οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ πνευ59-1-6 ματικὸν κέρδος.

πλὴν φαίνονται οἱ τὸν χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ ζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς τελειότητα ἀπαύστως καὶ ἀνενδότως τρέχοντες.

οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας ἐργαζόμενοι κατὰ μικρὸν κατὰ μέρος πλουτοῦσιν ἢ καὶ ἔνδοξοι τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι Εἱλῶται οἱ ὀκνηροί, οἱ εὐθέως τὸ ἐμπῖπτον ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ 59-1-7 καὶ πένητες ἀπομένουσιν.

οὕτως οἱ ἀεὶ ἐπ' ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέχονται τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς χάριτος πρὸ ὀφθαλμῶν ἔχοντες, ἀληθῶς οὗτοι πλοῦτον τὸν τοῦ πνεύματος συνάγουσι διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνητοι, οἱ μόνον εἰς τὸ λαβεῖν τὴν χάριν ἕτοιμοι, τὸ δὲ πονεῖν καὶ κάμνειν καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν πάσῃ μακροθυμίᾳ, ἀπογυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος.

πάντοτε γὰρ ἡ ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος παρὰ τῷ θεῷ ἐν ἐκείνῳ τῷ αἰῶνι ἀποδείκνυται.

59-2-1 Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ κυρίῳ καὶ κατὰ ἀλήθειαν τῷ ἐναντίῳ τῆς κακίας μέρει ἀντιστῆναι προθυμούμενος εἰς δύο ἀθλήσεις καὶ δύο ἀγῶνας ἔχει τὴν πάλην· εἰς τε τὰ φανερὰ τοῦ κόσμου πράγματα, καὶ εἰς περισπασμοὺς γηΐνους καὶ εἰς ἀγάπην δεσμῶν σαρκικῶν (παθῶν τῆς ἁμαρτίας), καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ 59-2-2 αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις».

κατὰ δύο γὰρ τρόπους δυσὶν ἁλύσεσι δεσμῶν ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ κόσμῳ τούτῳ, ἐν τε τοῖς βιωτικοῖς πράγμασι καὶ τῇ τοῦ κόσμου ἀγάπῃ καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικός, τέκνων, συγγενῶν, πατρίδος, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ' ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσειἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαικαὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι.

πάντων γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν.

59-2-3 Ἐπὰν τοίνυν ἀκούσας τίς τοῦ λόγου τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων αὐτῷ δύναται ἐπιγνῶναι, ὅτι ἐστὶν ἔνδον ἐν τῇ καρδίᾳ ἄλλη πάλη καὶ ἄλλη ἐναντιότης κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν καὶ πνευμάτων τῆς πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται.

καὶ οὕτω δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιακρίτῳ καὶ ὑπομονῇ πολλῇ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκείνης τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ 59-2-4 εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι.

οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ δύναται καταργεῖσθαι.

δι' ἑαυτοῦ γάρ τινα ῥυσθῆναι τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων ἀμήχανον, μόνον δὲ τὸ ἀντιλέγειν καὶ ἀντιπίπτειν καὶ μὴ συνήδεσθαι αὐτοῖς δυνατόν.

εἰ δὲ τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις κεκράτηται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἐστὶν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον.

γένοιτο γάρ, ἵνα ὅτε τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἀπὸ πάντων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, εἶθε καὶ τότε δυνήσηται ἐπιγνῶναι τὴν ἔνδοθεν πλάνην τῶν παθῶν αὐλιζομένην καὶ 59-2-5 τὸν ἔνδον πόλεμον καὶ τοὺς ἔσω δεσμούς.

ἐὰν γὰρ μή, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θελήσῃ τῷ κυρίῳ προσκαρτερεῖν, οὐκ ἐπιγινώσκει τὴν κρυπτὴν τῶν πνευμάτων τῆς πονηρίας πάλην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ' ἐστὶν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν αὐτά, ἐπειδὴ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἑκὼν ἐνέχεται.

59-2-6 Τῷ γὰρ ἀρνησαμένῳ κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισαμένῳ καὶ ἀπορρίψαντι ἀφ' ἑαυτοῦ τὸ φόρτιον τῆς γῆς καὶ τῶν ματαίων ἀσχολιῶν καὶ ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄραντι ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων πάντων ἀναχωρήσαντι εἰς τοῦτον τὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ κατὰ τὸ μέτρον τοῦ θελήματος τῆς ἀρνήσεως τοῦ κόσμουκαὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι τε καὶ ψυχῇ λέγω), ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν, καὶ οὕτω δεηθεὶς τοῦ κυρίου ἐν πίστει καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τὰ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος», ὁπλισάμενος δυνήσεται «στῆναι πρὸς τὰς μεθοδείας τὰς κρυπτὰς τοῦ διαβόλου» ἐν ταῖς ἐνεστώσαις πονηραῖς ἡμέραις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως, τὸ δὲ πᾶν διὰ πίστεως πορισάμενος τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτω νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος καὶ τῆς ἰδίας ἐν πάσῃ ἀρετῇ σπουδῆς, τῆς αἰωνίου ζωῆς ἀξιωθήσεται εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

60-τ-1 ΛΟΓΟΣ Ξʹ.

60-1-1 Ὁ βουλόμενος κατὰ ἀλήθειαν ἑαυτὸν τῷ κυρίῳ ἀποδοῦναι διὰ τὴν μέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν τοῦ πονηροῦ ἀνταγωνιζομένου παντὶ τρόπῳ καὶ ποικίλως ἑκάστῃ ψυχῇ πολεμοῦντος πρὸ πάντων πίστιν ἑδραίαν καὶ ἐλπίδα βεβαίαν ἀναλαβεῖν ὀφείλει, ἵνα δι' αὐτῶν τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη σβέσαι δυνηθῇ.

60-1-2 μυρία δὲ ὁ ἀντικείμενος ποιεῖ βουλόμενος χαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης τῆς εἰς τὸν κύριον πολεμῶν τὴν ψυχὴν διαφόρως ἢ ἔνδον θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων ἐπάγων ἢ λογισμοὺς μυσαροὺς καὶ ματαίους καὶ ῥυπαροὺς ἐνσπείρων καὶ τῶν προτέρων ἁμαρτημάτων μνήμην ποιῶν κατακρίνων τὴν ψυχὴν πρὸς τὸ τὴν προαίρεσιν εἰς χαύνωσιν ἐνεγκεῖν ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐνεγκεῖν τὴν ψυχὴν ὡς ἐξ αὐτῆς διὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρδίᾳ καὶ οὐχ ὡς τοῦ ἀλλοτρίου σπείροντος ἐν αὐτῇ, τοῦτο τῆς κακίας ὑποτιθεμένης καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἔστι μετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ θεοῦ ἐγκόσμιον πνεῦμα πλάνης πρὸς τὸ εἰς ἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν.

60-1-3 καὶ ἐὰν διὰ πάντων τούτων ὁ πονηρὸς τῇ ψυχῇ πολεμεῖν ἐπιχειρῇ, ὁ ἄνθρωπος τῆς πρὸς κύριον ἐλπίδος μὴ ἐκστήτω, ἀλλὰ πλέον προσκολληθήτω ἑκάστοτε ὡς μόνῳ χρηστῷ καὶ εὐσπλάγχνῳ καὶ δυναμένῳ τὰ ἀσθενήματα τῆς ψυχῆς ἰάσασθαι, ἀεὶ αὐτὸν ἀγαπῶν καὶ τοῦτο ἐν ἑαυτῷ λογιζόμενος· "1ἐὰν ἀπὸ θεοῦ στραφῇς καὶ τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, πρὸς ἄλλο τι ἀδύνατον ἀπελθεῖν σε, εἰ μὴ τάχα εἰς ἀπώλειαν καὶ γέενναν ὡς σεαυτὸν παραδιδόντα 60-1-4 ταῖς τοῦ πονηροῦ συμβολίαις.

"2 κἂν μυρίας τοίνυν μαχαίρας τῶν πεπυρωμένων βελῶν τῶν παθῶν τῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν διαλογισμῶν ἑκάστης ἡμέρας ἐμβάλῃ ὁ πονηρὸς ἑκάστῳ τῶν ἀδελφῶν πρὸς τὸ χαυνῶσαι καὶ ἀποστρέψαι τῆς ὅδου τῆς δικαιοσύνης καὶ εἰς ἀπελπισμὸν ἀγαγεῖν, μᾶλλον καταφυγέτω καὶ ἐλπισάτω ἐπὶ τὸν θεόν, ὅτι οὕτω βούλεται ὁ κύριος δοκιμασθῆναι τὰς αὐτῷ προσφυγούσας ψυχάς, ὅπως γνωρισθῶσιν οἱ ἄνθρωποι ἐξ ἀληθείας, ὅτι πάντα μισήσαντες θεὸν μόνον ἠγάπησαν καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες πρὸς τὸ μὴ θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθον πρὸς αὐτὸν ἐκτήσαντο, μυρίους θανάτους ὑπεριδόντες καὶ αὐτὸν μόνον ἀγαπήσαντες καὶ αὐτὸν κληρονομῆσαι ἐπιθυμήσαντες καὶ πᾶσαν τὴν σπουδὴν αὐτῶν καὶ τὸν πόνον καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας ὡς μικρὸν ἡγησάμενοι, καὶ ὡς οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν 60-1-5 ποιεῖν δυνάμενοι· χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτον ἔχει σύγκρισιν, ὡς ἐάν τις βραχείαν ψάμμον ἀπὸ ὅλης τῆς ψάμμου τῆς θαλάσσης λάβῃοὕτως ἀπέραντος καὶ ἄπειρος ὁ τῶν δικαίων αἰὼν καὶ ἡ τῶν οὐρανῶν βασιλεία.

60-2-1 Αἱ τοιαύτῃ οὖν συνέσει ἀγωνιζόμεναι ψυχαὶ καὶ τοιαύτῃ ἐλπίδι ὑπομένουσαι, πάσας τὰς θλίψεις διὰ τὴν πρὸς κύριον ἐλπίδα βεβαίως κρατοῦσαι οὐ καταισχυνθήσονται, δόκιμοι ἐν πειρασμοῖς εὑρεθεῖσαι κατὰ τὸ εἰρημένον· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα»; καὶ τὰ ἑξῆς, καὶ πάλιν· «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα», καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», ὥστε πᾶσαι αἱ ἐπιφερόμεναι ὑπὸ τοῦ πονηροῦ θλίψεις τοῖς ἀνθρώποις, ἐὰν ἐλπίδι καὶ μακροθυμίᾳ γενναίως ὑπομείνωσιν, εἰς στηριγμὸν 60-2-2 καὶ ἑδραιότητα γίνονται καὶ πλέον δοκίμους αὐτοὺς ἀπεργάζονται.

λόγισαι γάρ μοι· ἐὰν ὅλης τῆς γῆς βασιλέα σε καταστήσωσι μόνον, καὶ τοὺς θησαυροὺς ὅλης τῆς οἰκουμένης μόνῳ σοὶ προσενέγκωσι, καὶ εἰ μόνος ἐβασίλευες καὶ ἐκράτεις τῆς οἰκουμένης, ἀφ' οὗ τὸ γένος τῶν ἀνθρώπων ἔκτισται ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἄρα ἀντικατήλλασσες τὴν μὴ ἀληθινὴν καὶ μὴ αἰώνιον καὶ μὴ ἀπέραντον ζωὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥτις τῆς βασιλείας τέλος καὶ 60-2-3 διαδοχὴν οὐκ ἔχει.

δῆλον ὅτι ἐὰν ὀρθῷ νῷ διακρίνῃς, ἐρεῖς· "1ἐμοὶ μὴ γένοιτο καταλλάξαι τὴν φθαρτὴν βασιλείαν τῆς ἀφθάρτου καὶ ἀπεράντου βασιλείας.

"2 ὡς καὶ ὁ κύριος εἴρηκεν· «τί γὰρ ὄφελος ἀνθρώπῳ, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιώθῃ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» ὥστε παντὸς τοῦ κόσμου καὶ τῆς βασιλείας αὐτοῦ καὶ χρημάτων καὶ δόξης μόνη ἡ ψυχὴ τιμιωτέρα καὶ ἀξιολογωτέρα, οὐχ ὅτι γε ἡ τῶν οὐρανῶν βασιλεία ἐντιμοτέρα δὲ κατὰ τοῦτο, ὅτι οὐδενὶ τῶν κτισμάτων εὐδόκησεν ὁ θεὸς τὴν ἰδίαν φύσιν διὰ τοῦ πνεύματος ἑνῶσαι καὶ συγκενῶσαι, οὐκ οὐρανῷ οὐχ ἡλίῳ, οὐ σελήνῃ οὐκ ἄστροις, οὐ θαλάσσῃ οὐ γῇ, οὐχ ἑτέρᾳ τινὶ τῶν ὁρωμένων κτίσει ἢ μόνῳ ἀνθρώπῳ τῷ ἀγαπῶντι αὐτὸν παρὰ πάντα.

60-2-4 εἰ οὖν τὰ μεγάλα τοῦ κόσμου κτήματα, οἷον πλοῦτον καὶ αὐτὴν τὴν ἐπίγειον βασιλείαν ὅλην, λογισμὸν ὀρθὸν λαβόντες οὐχ αἱρούμεθα ἀντικαταλλάξαι τῆς αἰωνίου καὶ οὐρανίου βασιλείας, πῶς οἱ πλείονες ἀντικαταλλάσσομεν αὐτὴν ταλαιπώροις καὶ ἐξουθενημένοις τοῦ κόσμου πράγμασιν, οἷον ἢ ἐπιθυμίᾳ τινὶ τοῦ κόσμου ἢ δόξῃ ματαίᾳ ἢ αἰσχρῷ τινι κέρδει; ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου ἀγαπᾷ καὶ εἰς ὅ τις δεσμεύεται οἱονδήποτε κοσμικὸν καὶ φθαρτὸν πρᾶγμα, ἐκεῖνο ἀντικαταλλάσσεται τῆς τῶν οὐρανῶν βασιλείας.

ὃ γάρ τις ἀγαπᾷ, ἐκεῖνο ὁ θεὸς αὐτοῦ ἐστιν, ὡς εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ 60-2-5 δεδούλωται».

χρὴ γὰρ τὸν ὄντως ζωῆς αἰωνίου ὀρεγόμενον καὶ βασιλείας οὐρανῶν ἐπιθυμίαν ἔχοντα πάντων τῶν τοῦ αἰῶνος τούτου ἀνώτερον καὶ μείζονα γενέσθαι καὶ ὑπερβῆναι πάντας ὅρους κοσμικοὺς καὶ πᾶσαν δόξαν γηΐνην καὶ ὅλους δεσμοὺς ὕλης διαρρῆξαι καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ δόξαν μόνην ἀγαπῆσαι καὶ μηδὲν ἕτερον ἐκείνῃ τῇ ἀγάπῃ μιγνύειν καὶ ἀγαπᾶν 60-2-6 τι τοῦ βίου τούτου.

οἱ γὰρ θεοῦ ὄντως ἀληθινὴν ἀγάπην ἀναλαβόντες ὥσπερ μάχαιρα δίστομος πᾶσαν ἄλλην ἀγάπην διακόπτουσι καὶ πάντα δεσμὸν ὕλης διαρρήσσουσι καὶ οὐδέν τι τῶν φαινομένων ψυχὴν ἐκείνην κατέχειν δύναται, οὐχ ἡδονή τις, οὐ δόξα, οὐ πλοῦτος, οὐ δεσμὸς σαρκικός, οὐδέ τι τῶν τῆς ὕλης πραγμάτων, ἀλλ' ἡ μόνον θεὸν ἀγαπῶσα ψυχὴ σὺν αὐτῷ οὐδὲν ἕτερον τοῦ αἰῶνος τούτου ἀγαπᾷ.

60-3-1 Ἀγώνων τοίνυν καὶ πόνων μεγάλων καὶ ἰσχυρῶν ἐστι τὰς μεγάλας ἐπαγγελίας τῆς αἰωνίου ζωῆς καρπώσασθαι.

χρὴ γάρ τινα ὅλον ἐξ ὅλου ἑαυτὸν τῷ θεῷ ἀποδοῦναι, καθὼς γέγραπται· «ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ἰσχύος», καὶ ὅλῳ θελήματι καὶ νῷ ἀνακρεμάσαι ἑαυτὸν καὶ σταυρῶσαι ψυχῇ καὶ σώματι διηνεκῶς καὶ ἀδιαλείπτως ἐν πάσαις ταῖς ἁγίαις ἐντολαῖς, ὅπως δυνηθῇ τυχεῖν τῆς ἐπηγγελμένης ζωῆς τοῖς τὸν θεὸν ἀγαπῶσι καὶ αἰωνίου βασιλείας καταξιωθῆναι.

εἰ γὰρ ἐν τῇ ἐπιγείῳ καὶ φθαρτῇ καὶ παρερχομένῃ βασιλείᾳ μεγάλοι ἱδρῶτες καὶ κάματοι καὶ πόλοι καὶ μόχθοι ἀνύονται, ὅπως οἱ τούτων ὀρεγόμενοι δυνηθῶσι προκόψαι καὶ ἐν τιμῇ τινι ἢ δόξῃ ἀρχῆς παρερχομένης ἐλθεῖν, πόσῳ μᾶλλον ὑπὲρ τῆς αἰωνίου καὶ ἀγήρω ὅλῃ προθυμίᾳ μετὰ χαρᾶς προσήκει, 60-3-2 ὑπὲρ τοῦ τηλικαύτας ἀφθάρτους δόξας κληρονομῆσαι.

ἆρα δίκαιόν σοι καταφαίνεται, τὰ μὲν ἐπὶ γῆς πράγματα καὶ τὰς παρερχομένας καὶ φθαρτὰς δόξας τηλικούτων καμάτων καὶ πόνων δεῖσθαι, πρὸς δὲ τὸ κτήσασθαι τὰ ἀκήρατα καὶ αἰώνια καὶ σὺν Χριστῷ βασιλεῦσαι μὴ προσήκειν μηδὲ βραχύν τινα χρόνον πονῆσαι καὶ ἀγωνίσασθαι; ἐγὼ οἶμαι, καὶ τῷ πάνυ βραχὺν νοῦν ἔχοντι δίκαιον καταφαίνεται τοῦτο τὸ ἐν ὀλίγῳ χρόνῳ ἀθλῆσαι καὶ ἀγωνίσασθαι, ὅπως τὴν νίκην τις εἰς αἰῶνα ἄρηται, ἢ ἐν ὀλίγῳ χρόνῳ μὴ ἀνδραγαθήσαντα, ἀλλὰ χαυνωθέντα καὶ ἐν γηΐναις ἡδοναῖς ἀναστραφέντα τὸ ἥττημα καὶ 60-3-3 τὴν αἰσχύνην εἰς αἰῶνας ἀπενέγκασθαι.

ἐπὰν γὰρ τοῖς ἔργοις τοῖς ἀγαθοῖς τις σχολάσῃ καὶ τοῖς ὑπὸ τῶν γραφῶν λαλουμένοις πράγμασιν ἐνδιατρίψῃ, πάντες λόγοι ἤτοι γραφαὶ ἤτοι συντάγματα καὶ αὐτῶν τῶν ἔξω φιλοσόφων αἱ βίβλοι περὶ τούτου κεκράγασι καὶ τοῦτον ἐπαινοῦσι καὶ τοῦτον ὑψοῦσι καὶ πᾶσαι γλῶσσαι περὶ τούτου διαμαρτύρονται τοῦ ἐν τοῖς παραγγέλμασι τῶν γραφῶν αὐτοῖς ἔργοις διατελοῦντος.

ἐκεῖνος γάρ ἐστι παρὰ θεῷ ἀληθῶς σοφὸς ὁ πάντοτε ταῖς ἑαυτοῦ κακαῖς ἀνθιστάμενος ἐπιθυμίαις.

ὁ γὰρ λόγοις σοφοῖς κόσμου μόνον ἐγκαυχώμενος καὶ τὰς ἰδίας ἐπιθυμίας μὴ ὑποτάσσων, οὗτος παντελῶς ἄσοφος καὶ μωρὸς λελόγισται διὰ τὸ ἐν ἀλόγοις 60-3-4 πάθεσι ἑαυτὸν ἐξετάζεσθαι.

οὐ χρὴ τοίνυν πολυλογίᾳ τὸν τοῦ θεοῦ ἄνθρωπον ἑαυτὸν δοῦναι, ἀλλὰ τῷ ἔργῳ τῆς ἀληθείας προσέχειν καὶ τοῖς ὑπὸ τῶν ἁγίων γραφῶν παραγγελλομένοις ἐπιτηδεύμασιν ἐνέχεσθαι καὶ ἐνδιατρίβειν.

καὶ γὰρ πάντες οἱ λόγοι τῶν θείων γραφῶν καὶ τῶν σοφῶν καὶ τῶν νόμων τῶν κοσμικῶν ὑπὲρ τῶν ἀγαθῶν εἰρήκασιν ἔργων καὶ κατὰ τῶν πονηρῶν ἐπιτηδευμάτων τιμωρίας ὡρίσαντο, σὺ τοίνυν ἐπὰν ἀρετῆς ἔργοις ἀγαθοῖς καὶ ἀναστροφῇ ἀγαθῇ καὶ καλῇ διατελῇς, ἰδοὺ περὶ σοῦ πάντες διηγοῦνται καὶ τὸν ἔπαινον ποιοῦνται καὶ τὴν σὴν μνήμην διαγγέλλουσι.

60-3-5 Σπουδάσωμεν τοίνυν πάντοτε ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου ἀναστρέφεσθαι ὡς τηλικούτων ἀγαθῶν κληρονομίαν ἐλπίζοντες λαμβάνειν καὶ τοῦ πνεύματος τῆς μετουσίας πάντοτε τὴν προσδοκίαν ἔχωμεν, ἵνα ψυχῇ καὶ σώματι ἁγιασθέντες ἀπεντεῦθεν πασῶν τῶν ἐντολῶν διὰ τῆς μετουσίας τοῦ πνεύματος ὑφ' ἡμῶν πληρωθεισῶν Χριστοῦ ἄξιοι γενώμεθα, υἱοὶ καὶ «κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ» κατὰ τὸν ἀποστολικὸν λόγον γενόμενοι καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι σὺν Χριστῷ δυνηθῶμεν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

61-τ-1 ΛΟΓΟΣ ΞΑʹ.

61-1-1 Τίς ἡ οἰκονομία τῆς παρουσίας τοῦ σωτῆρος; πρώτη μὲν καὶ μεγίστη ἡ τῆς καθαρᾶς φύσεως ἀποκατάστασις καὶ δωρεά.

ἀπέδωκε γὰρ τὴν φύσιν τοῦ πρωτοπλάστου Ἀδὰμ τοῖς ἀνθρώποις καὶ προσεδωρήσατο κληρονομίαν ἐπουράνιον τοῦ πνεύματος τοῦ ἁγίου.

μεγάλην οὖν καὶ θαυμαστὴν χάριν ὁ θεὸς ᾠκονόμησε τῷ γένει τῶν ἀνθρώπων ῥυσάμενος αὐτοὺς ἐκ τῆς φυλακῆς τοῦ σκότους καὶ ὑποδείξας ὁδὸν ζωῆς καὶ θύραν, δι' ἧς κρούσαντες εἰσέλθωμεν εἰς τὴν 61-1-2 βασιλείαν ἀπαλλαγέντες τῶν δεσμῶν τοῦ διαβόλου.

εἶπε γάρ· «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται».

διὰ ταύτης οὖν τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τὸ σκότος.

εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστὸν καὶ ἕξει αὐτὸν ὡς νυμφίον μεθ' ἑαυτῆς παραμένοντα ἐν τῇ τοῦ πνεύματος αὐτοῦ κοινωνίᾳ.

ἴδε οὖν ἀγάπην δεσπότου καὶ χάριν πρὸς τὰ ἴδια τέκνα, πρὸς τὸν κατ' εἰκόνα αὐτοῦ γενόμενον ἄνθρωπον.

61-1-3 καί μοι καιρὸς ἱστορῆσαι τὴν μεγίστην αὐτοῦ οἰκονομίαν δι' ὑποδείγματος καὶ ἀναλαβὼν τὸ πρόβλημα σαφέστερόν σοι παραστήσω τὸ εἰρημένον.

κείσθω σοι ἐν παραδείγματι σαφεῖ πόλις μεγίστη καὶ βασιλική, ἣν ἐπολιόρκησαν ἀλλόφυλοι ἢ τύραννος ἢ ἄδικος βασιλεύς, ὃς τὴν μὴ ἀνήκουσαν αὐτῷ βασιλείαν καὶ πόλιν ἐκβιασάμενος καὶ εἰσελθὼν τοὺς οἰκοῦντας βίᾳ κατεδούλωσεν, ὕψωσε δὲ ἑαυτῷ πύργων ὑψώματα καὶ τείχη ὀχυρὰ καὶ δυσκαταγώνιστα, ἀντιμαχόμενος τῷ νομίμῳ βασιλεῖ καὶ δεσπότῃ, καὶ ᾠκοδόμησεν οἰκίας καὶ ἔστησεν εἰκόνας ἑαυτοῦ καὶ νόμους ἰδίους ἀνθισταμένους τῷ πρώτῳ βασιλεῖ, καὶ νόμισμα καὶ ἀργύριον ἴδιον ἐχάραξεν ἐν αὐτῇ καὶ εἰσήγαγε παρεμβολὰς ὁπλίτων ἐν τῇ πόλει, ὅπως χειρώσηται τοὺς ἐνοικοῦντας καὶ ὅπως φυλάξῃ τὴν πόλιν, μήποτε ἀποδράσαντες αὐτοῦ ἐξέλθωσι τῆς τούτου δεσποτείας, ἀλλ' ὅπως κατάσχῃ αὐτοὺς δούλους καὶ ὑποχειρίους ποιοῦντας βίᾳ καὶ ἀνάγκῃ τὸ ἴδιον ἔργον.

61-1-4 εἶτα χρόνου πολλοῦ διεληλυθότος καὶ τούτων ἐν ἀσφαλείᾳ κατεχόντων τὴν πόλιν καὶ τῶν ἐνοικούντων δουλαγωγουμένων ἔρχεται ὁ βασιλεύς, ὁ δεσπότης τῶν πολιορκουμένων καὶ προαποστείλας φανερὰν αὐτοῖς κατέστησε τὴν ἄφιξιν καὶ ἔγνω, εἰ στέργουσι τὴν παρουσίαν καὶ τὴν ἐκδίκησιν καὶ οὕτω γνοὺς αὐτῶν τὴν βουλὴν ὄλεθρον φέρει τῷ ἀδίκῳ ἄρχοντι.

καθεῖλε γὰρ παραγενόμενος τὰ ὑψηλὰ τείχη καὶ τὰ ὀχυρώματα, οἷς ἐπεποίθει, καὶ τὰς εἰκόνας ἠφάνισε καὶ τοὺς νόμους διεσκέδασε, καὶ ἁπαξαπλῶς μετήλλαξε πάντα τὰ ἔθη τὰ ὑπὸ τοῦ ἐχθροῦ ἐπεισαχθέντα τῇ πόλει καὶ αὐτὸν δήσας διέφθειρε καὶ ᾠκοδόμησεν αὐτὴν ἐκ δευτέρου καινὴν καὶ ἐποίησεν ὕψη καὶ τειχίσματα οὐρανομήκη πρὸς τὸ μηκέτι δυνηθῆναι ἐπεισελθεῖν πάλιν ἐχθρὸν καὶ κατακυριεῦσαι αὐτῆς, καὶ νόμους εἰρηνικοὺς ἔθετο ἐν αὐτῇ καὶ εἰκόνας βασιλικὰς καὶ ἀργύριον δεδοκιμασμένον ἐνεχάραξεν ἐν αὐτῇ, καὶ πάντα τὰ προστάγματα εἰρηνικὰ καὶ ἀναπαύσεως γέμοντα ποιήσας καὶ ποικίλως διακοσμήσας ἐνῴκησεν ἐν αὐτῇ ἀρέσκων καὶ 61-1-5 ἀρεσκόμενος τοῖς εὐγνώμοσιν αὐτοῦ θεράπουσιν.

οὕτως ἐξ ἀρχῆς πέπονθεν ὁ ἄνθρωπος· ἔπλασε γὰρ αὐτὸν ὁ θεὸς ταῖς ἰδίαις χερσὶ ζῷον ἔνδοξον, λογικόν, εἶτα δόλῳ καὶ ἀπάτῃ ὁ δεινὸς ὄφις καὶ ἐχθρὸς τοῦ ἀληθινοῦ βασιλέως διὰ τῆς παρακοῆς ἐπεισῆλθε τῇ πόλει τοῦ θεοῦ καὶ ᾐχμαλώτισε τὴν ψυχὴν καὶ πᾶν τὸ πολίτευμα τῶν λογισμῶν αὐτῆς ὑπέταξε καὶ ἐλατόμησεν αὐτῇ λογισμοὺς ῥυπαροὺς καὶ ᾠκοδόμησεν αὐτῇ πόλιν κακίας, περὶ ἧς λέγει ὁ ἀπόστολος· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» καὶ ὕψωσεν ὑψώματα λογισμῶν «κατὰ τῆς γνώσεως» τοῦ ἐπουρανίου βασιλέως καὶ ᾠκοδόμησεν ὀχυρώματα ἐνθυμημάτων ἀδίκων λαλούντων κατὰ τοῦ ὑψίστου καὶ οἰκίας ἀδίκους κατεσκεύασε μεστὰς ἀπιστίας, ἀδικίας, κενοδοξίας, ἐπιθυμίας, πονηρίας, 61-1-6 φθόνου, πικρίας, πορνείας.

ταῦτα οἶκοι ἀνομιῶν.

τοιούτους οἴκους ᾠκοδόμησαν ἀλλόφυλοι εἰς ψυχήν, καθὼς ὁ ψαλμωδὸς λέγει· «ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν», καὶ ἔθετο διαθήκην κατὰ τοῦ βασιλέως, τὸν νόμον τῆς ἁμαρτίας καὶ εἰκόνας γνοφερὰς ἔστησεν ἐκεῖ ὀδυνῶν ποικίλων μεστὰς καὶ ἀργύριον ἀδόκιμον καὶ βδελυκτὸν ἐχάραξεν ἐν αὐτῇ καὶ ἔθη κακίας ἐδίδαξεν αὐτὴν καὶ εἰσήγαγεν εἰς αὐτὴν παρεμβολὰς ὄχλων καὶ πνευμάτων πονηρῶν, ὅπως κρατήσῃ αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ λογισμῶν καὶ δήσῃ αὐτὴν δεσμοῖς ἀρρήκτοις καὶ φυλάξῃ αὐτὴν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ καταναγκάσῃ αὐτὴν ποιεῖν τὸ ἔργον αὐτοῦ καὶ κατὰ τὴν πονηρὰν 61-1-7 αὐτοῦ βουλήν.

ἔφθειρε δὲ αὐτὴν καὶ ἐπόρνευσε μετ' αὐτῆς δεινὴν πορνείαν καὶ ἐπέθετο κάλυμμα τοῖς ὀφθαλμοῖς αὐτῆς, ὅπως μὴ ἴδῃ τὸν δεσπότην αὐτῆς, καὶ ἐν μυλῶνι σκοτεινῷ ἀλήθειαν αὐτὴν κατηνάγκασεν, εἰς τὰς μερίμνας τοῦ βίου καὶ εἰς τὰ σαρκικὰ φρονήματα καὶ ὑλικὰ καὶ χοϊκὰ κατασύρας καὶ ἐξήγαγεν αὐτῇ πηγὴν βορβόρου ἀνομίας βρύουσαν καὶ ἐνθυμημάτων αἰσχρῶν, καὶ πνευμάτων πονηρίας.

ἐσκόρπισαν καὶ κατεδούλωσαν τὸν λαὸν αὐτῆς, τὸν ὄχλον τῶν ἐν αὐτῇ λογισμῶν, καὶ ἐξέδυσαν αὐτὴν τὸ ἔνδυμα τῆς δόξης καὶ περιέθηκαν αὐτῇ ῥάκη ἀτιμίας καὶ ἀκαθαρσίας· ἐνέπλησαν αὐτὴν χολῆς καὶ πικρίας, καὶ διὰ τὴν μακρὰν συνήθειαν καὶ τὸν πολὺν τοῦ ἐγκλεισμοῦ χρόνον οὐκέτι ἐμνημόνευσε τοῦ ἰδίου βασιλέως οὔτε τῆς ἀρχαίας ἐλευθερίας, ἀλλ' ἐνόμισε τοιαύτη 61-1-8 γεγονέναι ἐξ ἀρχῆς.

διὰ τοῦτο ἀπέστειλεν ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς πρῶτον διὰ τῶν ἁγίων προφητῶν ὑπομιμνῄσκων τὸν ἄνθρωπον τὴν εὐγένειαν καὶ τὸ ἴδιον ἀξίωμα διηγήσατο καὶ ἐδίδαξεν αὐτόν, πῶς ἐν αὐχμηρᾷ καὶ πικρᾷ δουλείᾳ διάγει, καὶ εὐηγγελίσατο ἐλεύσεσθαι καὶ δι' ἑαυτοῦ λυτροῦσθαι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν κατεχόντων αὐτὴν αἰχμαλωτιστῶν, καὶ πᾶσαν τὴν πόλιν τῆς κακίας καὶ τὰ ὀχυρώματα καὶ τὰ ὑψώματα τῶν πονηρῶν διαλογισμῶν τὰ ὄντα κατὰ τῆς γνώσεως τοῦ θεοῦ κατασκάψαι καὶ ἀφανίσαι καὶ τοὺς νόμους αὐτῆς ἀλλάξαι καὶ τοὺς ὄντας ἐν αὐτῇ κατὰ τοῦ βασιλέως διαφθεῖραι καὶ τὰς εἰκόνας τοῦ σκότους τὰς οὔσας ἐν αὐτῇ ἐδαφίσαι καὶ τὴν πηγὴν τοῦ βορβόρου καὶ τῶν ἀκαθάρτων λογισμῶν ἀφανίσαι καὶ πάντας τοὺς κατεχόντας ἐξολοθρεῦσαι.

ἐπηγγείλατο δὲ καὶ ἀνακαινίσαι αὐτὴν κατὰ τὸ ἴδιον θέλημα καὶ νόμον εἰρηνικὸν καὶ ἔνθεον θέσθαι αὐτῇ καὶ ἁπαξαπλῶς τὰ ἔθη τῆς ἐν αὐτῇ κακίας ἀλλάξαι, μόνον εἰ μνησθεῖσα ἑαυτῆς ἡ ψυχὴ καὶ τοῦ ἰδίου δεσπότου προσφύγῃ αὐτῷ καὶ ἅπαν αὐτῆς δῷ τὸ θέλημα καὶ τὴν προαίρεσιν πᾶσαν αὐτῷ παραστήσῃ, καὶ πιστεύσῃ, ἃ ἐπηγγείλατο αὐτῇ, καὶ παρακαλέσῃ βοῶσα πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, ὅπως ῥυσθῇ ἀπὸ τῆς πονηρᾶς καὶ αἰσχρᾶς δουλείας καὶ δεινῆς αἰχ61-1-9 μαλωσίας.

ὅτε δὲ ἐπεφάνη ἡ ἀγαθότης τοῦ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ ἐπληρώθησαν οἱ χρόνοι τῆς ἐπαγγελίας, ἦλθεν ὁ βασιλεὺς Χριστὸς λυτρώσασθαι καὶ ἀπολαβεῖν τὸν ἴδιον ἄνθρωπον τὸν κατασχεθέντα χρόνοις πολλοῖς καὶ βίᾳ δουλαγωγηθέντα ὑπὸ αἰχμαλωτιστῶν πονηρῶν, καὶ ὅσοι ἐπίστευσαν αὐτῷ καὶ προσέφυγον ἐλυθρώθησαν καὶ πᾶσα δὲ ψυχὴ πιστεύουσα καὶ δεομένη αὐτοῦ καὶ ἐπιγινώσκουσα τὴν αἰχμαλωσίαν αὐτῆς, ἐὰν ὁμολογῇ τὴν ἀσθένειαν αὐτῆς, ὅτι δι' ἑαυτῆς ἀδύνατον ἀπολυτρώσεως τυχεῖν καὶ ἐκφυγεῖν τὴν δουλείαν τοῦ διαβόλου καὶ δεομένη μετὰ πόνου καρδίας δέχεται τὸν βασιλέα Χριστὸν ἐρχόμενον καὶ ποιοῦντα τὴν ἐκδίκησιν καὶ καταστρέφοντα τὰ τοῦ πονηροῦ ἄρχοντος 61-1-10 κατασκευάσματα καὶ τὰς μηχανάς.

πᾶσαν ἁπλῶς τὴν πόλιν τῆς κακίας τὴν οἰκοδομηθεῖσαν ὑπὸ τοῦ τυράννου ὁ Χριστὸς ἐξερημοῖ καὶ καταλύει καὶ κτίζει ἐκεῖ ἑαυτῷ πόλιν θεοῦ καὶ πύργους καὶ ὑψώματα κατὰ τῆς γνώσεως τοῦ ἐχθροῦ καὶ ὀχυρώματα ἄρρηκτα καὶ ἀκαταγώνιστα καὶ οἰκοδομὰς θείας οἰκοδομεῖ ἐν αὐτῇ πίστεως, ἀγάπης, χαρᾶς, ἐλπίδος, καὶ ἐν αὐτῇ τῇ ψυχῇ λατομεῖ σπείρας λογισμοὺς καὶ ἐννοίας εὐαρέστους τῷ θεῷ καὶ νόμους πνεύματος ἁγίου κατατίθεται ἐν αὐτῇ καὶ ἀργύριον δόκιμον πεπυρωμένον ἑπταπλασίως δίδωσιν αὐτῇ καὶ εἰκόνα ἐπουράνιον φωτὸς θεϊκοῦ ἀνιστᾷ ἐν αὐτῇ καὶ ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος καθαροῦ καὶ ζῶντος καὶ «ἁλλομένου εἰς ζωὴν αἰώνιον», πηγάζουσαν εἰρήνην καὶ ἀγαθότητα καὶ χαρὰν καὶ εἰσάγει ἐν αὐτῇ παρεμβολὰς τῶν ἁγίων δυνάμεων φυλάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς», καὶ ἐνδύματα ἐπουράνια ἐνδιδύσκει αὐτὴν καὶ ἐλευθερίαν τῶν ἰδίων λογισμῶν δίδωσιν αὐτῇ, ἵνα ἐν αὐτοῖς διακονῇ τῷ ἰδίῳ βασιλεῖ, καὶ ἁρμόζει αὐτὴν εἰς νύμφην ἑαυτῷ εὐάρεστον καὶ κοινωνεῖ αὐτῇ κοινωνίαν θείαν, μεταδιδοὺς αὐτῇ ἐκ τῆς οὐσίας τῆς ἀγαθότητος αὐτοῦ πνεύματος ἁγίου ἐμπίπλησιν αὐτῇ καὶ πᾶσαν εὐωδίαν καὶ ἀνάπαυσιν δίδωσιν αὐτῇ ἀντὶ τῶν χρόνων, ὧν ἐταπεινώθη καὶ συνεκλείσθη 61-1-11 ὑπὸ βασιλέα σκότους καὶ βασιλεύει αὐτῆς ἐν βασιλείᾳ εἰρηνικῇ.

ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ἀπὸ τοῦ νῦν ὁ εὔσπλαγχνος θεὸς μηνύσας τὴν ὁδὸν καὶ τὴν θύραν, ἐν ᾗ κρούοντες εὑρίσκομεν τὴν πολλὴν καὶ θαυμαστὴν αὐτοῦ εὐεργεσίαν.

διπλᾶ οὖν αὐτοῦ τὰ χαρίσματα δέχεται γὰρ αὐτοῦ τοῦ ἀνθρώπου τὴν ψυχὴν χαρᾷ, ἣν ἔσχεν Ἀδὰμ πρὸ τῆς παρακοῆς, μετὰ πάντων τῶν λογισμῶν 61-1-12 αὐτῆς καὶ τὸν ἐπουράνιον βασιλέα ἔχει νυμφίον οἰκοῦντα ἐν αὐτῇ.

αὕτη ἦν ἡ διπλῆ μερίς, ἣν ἔλαβεν Ἰωσὴφ παρὰ τοῦ πατρός, καὶ ἡ διπλῆ κληρονομία, ἣν εἶπεν Ἰακὼβ μερίδα ἀγροῦ «ἣν ἐκτησάμην ἐν τῷ τόξῳ μου καὶ ῥομφαίᾳ».

ἐπὶ μὲν γὰρ τοῦ κυρίου οὕτω λαμβάνεται, ὅτι τῶν ἀγγέλων καὶ τῶν ἁγίων πάντων τῶν ἐπουρανίων κληρονομίαν ἐκέκτητο, ἐλθὼν δὲ καὶ γενόμενος ἄνθρωπος ἐπολέμησε τῇ ἐναντίᾳ δυνάμει καὶ κατεκυρίευσε «τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ» καὶ τὴν κληρονομίαν ἔλαβε τῶν ἀνθρώπων «ἐν τόξῳ καὶ ῥομφαίᾳ».

καὶ νῦν δὲ αὐτὸς πολεμεῖ ἐν ἡμῖν ὑπὲρ ἡμῶν τῇ κακίᾳ καὶ λαμβάνει ἡμᾶς ἑαυτῷ 61-1-13 κληρονομίαν εὐάρεστον.

ἐπὶ δὲ τοῦ ἀνθρώπου διπλῆν κληρονομίαν οὕτω νοοῦμεν· ἀπολαμβάνει τὸν πρωτόπλαστον ἄνθρωπον σὺν πᾶσι τοῖς λογισμοῖς, δι' ὧν διακονεῖ τῷ θεῷ καὶ τὴν ἀληθινὴν καὶ ἄρρητον κληρονομίαν αὐτοῦ, τὸν Χριστὸν οἰκοῦντα ἐν ἡμῖν καὶ φωτίζοντα καὶ ὁδηγοῦντα ἡμᾶς, ὡς τὸ θεϊκὸν αὐτοῦ πνεῦμα ἐπίσταται, ἐντυγχάνοντα δὲ ὑπὲρ ἡμῶν κατὰ τὸν ἀπόστολον· «τὸ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις».

τὸ πρὶν γὰρ κατείχετο ἡ ψυχὴ ὑπὸ τὴν δεινὴν αἰχμαλωσίαν τοῦ δεινοῦ πνεύματος τοῦ ἄρχοντος τοῦ σκότους.

61-2-1 Φησὶν οὖν ἡ γραφὴ μυστικῶς· «φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐχ ὑπῆρχον».

τοῦτο δὲ ἐν μὲν τοῖς φανεροῖς ἐγένετο ἐπὶ τοῦ κυρίου, ὅτε ὑπὸ Ἡρώδου τὰ παίδια ἀνῃρέθησαν, ἐν δὲ τῷ κρυπτῷ οὕτως νοεῖται.

«φωνὴ ἐν Ῥαμὰ» ἐν βουνῷ (τουτέστιν ἐν τοῖς ἐπουρανίοις) «ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·» Ῥαχὴλ ἡ ἀληθινὴ μήτηρ, ἡ ἐπουράνιος χάρις, τὸ πνεῦμα τὸ ἅγιον, ἔκκλαιε τὴν αἰχμαλωσίαν τῶν ἀνθρώπων, τοὺς ὑπὸ τὸν πονηρὸν ἄρχοντα ὄντας καὶ ἐν σκότει πεπεδημένους δεινῶς· ἔκλαιε δέ, ὅτι οὔκ εἰσιν ἐν τῇ ζωῇ 61-2-2 τοῦ πνεύματος, ἐν φωτὶ ἀγαθότητος.

ὅτε δὲ ηὐδόκησεν ὁ κύριος τῇ χρηστότητι αὐτοῦ τῇ πολλῇ καὶ ἐξέχεε τὸ πνεῦμα αὐτοῦ ἐπὶ τοὺς πιστεύοντας καὶ ἐγέννησεν αὐτοὺς ἐκ τοῦ ἰδίου πνεύματος, τότε ἀγαλλίασις καὶ χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς ὑψώμασι τῶν οὐρανῶν γέγονεν ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· «οὕτως ἔσται χαρὰ ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».

διότι ἡ ἐπουράνιος μήτηρ Ἱερουσαλὴμ ἡ πρὶν στεῖρα οὖσα τὰ τῶν ἀνθρώπων ἐγέννησε τέκνα, ἅπερ οὐκ ἦν, ἐν αὐτῇ πρότερον κατὰ τὸ εἰρημένον· 61-2-3 «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν πάντων».

καὶ νῦν δὲ εἴ τις οὐκ ἐγεννήθη ἐκ τῆς ἐπουρανίου μητρός, ἀλλ' ἔτι τὴν εἰκόνα φορεῖ τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὑπὸ τὸ κάλυμμα τοῦ σκότους τῆς ἁμαρτίας ἐστὶ καὶ ὑπὸ τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν πικρὰν καὶ ἔτι δέδεται ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, πένθος καὶ θρῆνον δεινὸν ἐγείρει τῇ μητρὶ Ῥαχήλ, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων.

λυπεῖται γὰρ ὁρῶσα τοὺς ἀνθρώπους ἐν τῷ αἰωνίῳ θανάτῳ κατακειμένους καὶ ταῖς ἀρρήκτοις πέδαις δεδεμένους καὶ μάλιστα 61-2-4 ἐνεστῶτος τοῦ καιροῦ τῆς ἀπολυτρώσεως.

αὕτη γὰρ ἡ εὔσπλαγχνος μήτηρ πάντας τοὺς ἀνθρώπους ἐκάλεσε καὶ ἠθέλησε δι' ἑαυτῆς γεννῆσαι καὶ ἐπουρανίους ποιῆσαι.

διὰ τοῦτο κήρυκας ἀπέστειλε καλοῦσα ἅπαντας καὶ προτρεπομένους γεννηθῆναι ἐξ αὐτῆς, καὶ ὅσοι ἐπίστευσαν καὶ ἤλπισαν καὶ ἠγάπησαν τὸ φῶς ὑπὲρ τὸ σκότος ἔτυχον τῆς ἐπαγγελίας καὶ τῆς θείας ἀναγεννήσεως.

∆όξα τῇ εὐσπλάγχνῳ μητρί, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων.

Ἀμήν.

62-τ-1 ΛΟΓΟΣ ΞΒʹ.

περὶ ἡσυχίας.

62-1-1 Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν 62-1-2 γέλωτι καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ.

οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχὶ ὑπὸ τῆς σφοδρότητος ταρχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ τῶν σκοτεινῶν νοερῶν, οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπὶ ζέοντος θυμοῦ, ἡττηθή62-1-3 σεται δὲ τῶν ἄλλων παθῶν· ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος.

τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν, ὑψηλὸν ἐφ' ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν.

μηδὲ νωχελὴς ἔσο περὶ ἔργα, μηδὲ νωθὴς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν 62-1-4 ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ οἷον νοερὸν τὸ σχῆμα φαίνηται.

φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχοῦν καὶ κεφαλὴν 62-1-5 ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.

ἤπια δέ σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς δὲ πρὸς 62-1-6 γυναῖκας καὶ τὸ βλέμμα κάτω τετραμμένον εἰς γῆν.

λαλεῖ δὲ περιεσκεμμένως πάντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν 62-1-7 τῶν παρόντων ὑπὸ σμικρότητος μήτε ὑπερβάλλοι μεῖζον τῇ κραυγῇ.

φυλάττου δὲ ὅπως μηδὲν ποτὲ λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενοήσας μηδὲ προχείρως ἄκουε, ἀλλὰ μηδὲ μεταξὺ τῶν ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ.

62-1-8 δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν.

μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε, μήποτε ὑπὸ φθόνου ποτὲ 62-1-9 σοφίαν ἀποκρύπτου τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο.

δίωκε δὲ τὸ πρεσβυτέρους ἶσα πατράσι τιμᾶν ὡς θεράποντας θεοῦ, τοῖς δὲ νεωτέροις σαυτοῦ 62-1-10 κάταρχε σοφίας καὶ ἀρετῆς.

μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ 62-1-11 χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός.

ψεῦδος τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως 62-1-12 τε καὶ μεγαλοψύχως.

ἀνηρτήσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχὴν καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τῷ θείῳ 62-1-13 φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενος ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως.

καὶ μεθ' ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ πολλάκις μὲν ἐν ἡμέρᾳ, ἐπὶ πλεῖστον δὲ ἐν νυκτί.

μὴ οὖν ὕπνος ἐπικρατείτω πολὺς τῶν πρὸς 62-1-14 θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος.

πᾶσαν μὲν ἡμέραν ἀνθρώποις ἀγαθόν τι ποιῶν ἢ λέγων διατέλει, μέτοχος δὲ ἀεὶ Χριστοῦ καθίστασο τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη 62-1-15 τε σοι διηνεκὴς καὶ ἄπαυστος ἔστω Χριστός.

μηδὲ λύε τὸν τῆς ψυχῆς 62-1-15 τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν μεθιστὰς τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς ὁ κόρος, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν 62-1-16 ἐπείγου πρὸς τροφάς, πρὶν ἢ καὶ δείπνου παρείη καιρός.

ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα.

ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων· μηδὲ σαρκο62-1-17 βόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγει.

ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ 62-1-18 καὶ τῇ παρὰ θεοῦ σοι χορηγουμένῃ σοφίᾳ.

οὐράνιος ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἔα μερίμνας, τεθαρρηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆτροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξιτήρια· τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται ἐκ γῆς.

μέλλει δὲ αὐτῷ τῶν αὐτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς 62-1-19 αὐτοῦ.

διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιε μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ἐπὰν τῷ σῷ δοκῇ βασιλεῖ, καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν (τὸ δέ σοι γῆρας ὥσπερ 62-1-20 πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβάλλον).

ταῦτα εἰδὼς καὶ πρὸς νόσους τῆς ψυχῆς ἰσχυροὺς εὐθαρσὴς ὤνὥσπερ τίς ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτως τῇ δυνάμει τοὺς πόνους ὑφίσταται μηδ' ὑπὸ λύπης 62-1-21 πάνυ τι πιέζου τὴν ψυχήν.

εἰ δὲ νόσος εἴη ἐπικειμένη μὴ βαρύνου μηδ' εἴ τι ἄλλο σοι συμπίπτει δυσχερές, ἀλλὰ γενναῖον ἀνίστα τὸν νοῦν, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὲ σοφώτερα τε 62-1-22 ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾶον ἀνθρώποις εὑρεῖν.

ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ θεοῦ βοήθειαν ἐπὶ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὐτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντι ἐπὶ θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς δικαίοις ἀποκαθιστῶν.

62-1-23 Καλὸν τὸ φοβεῖσθαι ἀεὶ καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς.

εἰδὼς γὰρ ὅτι καλῶς ποιεῖ, οὐκ ἔστιν ὡς νομίζει.

62-1-24 μᾶλλον μὲν οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα αὐτὸς γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής· ἕως δ' ἂν εὕρῃ τὸν Χριστὸν ἐν 62-1-25 ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ.

ὡς ὅταν τις ῥυσθῇ ἐκ κινδύνου πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτω καὶ ὁ Χριστιανὸς ὀφείλει διὰ τὸν θεὸν ἀεὶ φοβεῖσθαι καὶ μὴ 62-1-26 καταφρονεῖν.

ὁ θέλων σωθῆναι ἀγωνίσηται, τι θέλει ὁ θεός.

τοῦτό ἐστι τὸ θέλημα τοῦ θεοῦ· ὁ ἀγαπῶν τὸν θεὸν βιαζέσθω, ἵνα ἀγαπᾷ καὶ τὸν 62-1-27 πλησίον αὐτοῦ.

ἤτω ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ ἀνθρώπων προσέχων ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάμενος τοῖς κακοῖς διαλογισμοῖς.

καὶ ὅταν ἐκεῖ 62-1-15 τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν μεθιστὰς τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς ὁ κόρος, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν 62-1-16 ἐπείγου πρὸς τροφάς, πρὶν ἢ καὶ δείπνου παρείη καιρός.

ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα.

ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων· μηδὲ σαρκο62-1-17 βόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγει.

ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ 62-1-18 καὶ τῇ παρὰ θεοῦ σοι χορηγουμένῃ σοφίᾳ.

οὐράνιος ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἔα μερίμνας, τεθαρρηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆτροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξιτήρια· τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται ἐκ γῆς.

μέλλει δὲ αὐτῷ τῶν αὐτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς 62-1-19 αὐτοῦ.

διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιε μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ἐπὰν τῷ σῷ δοκῇ βασιλεῖ, καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν (τὸ δέ σοι γῆρας ὥσπερ 62-1-20 πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβάλλον).

ταῦτα εἰδὼς καὶ πρὸς νόσους τῆς ψυχῆς ἰσχυροὺς εὐθαρσὴς ὤνὥσπερ τίς ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτως τῇ δυνάμει τοὺς πόνους ὑφίσταται μηδ' ὑπὸ λύπης 62-1-21 πάνυ τι πιέζου τὴν ψυχήν.

εἰ δὲ νόσος εἴη ἐπικειμένη μὴ βαρύνου μηδ' εἴ τι ἄλλο σοι συμπίπτει δυσχερές, ἀλλὰ γενναῖον ἀνίστα τὸν νοῦν, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὲ σοφώτερα τε 62-1-22 ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾶον ἀνθρώποις εὑρεῖν.

ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ θεοῦ βοήθειαν ἐπὶ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὐτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντι ἐπὶ θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς δικαίοις ἀποκαθιστῶν.

62-1-23 Καλὸν τὸ φοβεῖσθαι ἀεὶ καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς.

εἰδὼς γὰρ ὅτι καλῶς ποιεῖ, οὐκ ἔστιν ὡς νομίζει.

62-1-24 μᾶλλον μὲν οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα αὐτὸς γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής· ἕως δ' ἂν εὕρῃ τὸν Χριστὸν ἐν 62-1-25 ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ.

ὡς ὅταν τις ῥυσθῇ ἐκ κινδύνου πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτω καὶ ὁ Χριστιανὸς ὀφείλει διὰ τὸν θεὸν ἀεὶ φοβεῖσθαι καὶ μὴ 62-1-26 καταφρονεῖν.

ὁ θέλων σωθῆναι ἀγωνίσηται, τι θέλει ὁ θεός.

τοῦτό ἐστι τὸ θέλημα τοῦ θεοῦ· ὁ ἀγαπῶν τὸν θεὸν βιαζέσθω, ἵνα ἀγαπᾷ καὶ τὸν 62-1-27 πλησίον αὐτοῦ.

ἤτω ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ ἀνθρώπων προσέχων ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάμενος τοῖς κακοῖς διαλογισμοῖς.

καὶ ὅταν ἐκεῖ προσέχῃ τις, ἀεὶ δεῖ αὐτὸν καὶ ἐν φόβῳ εἶναι καὶ ἀγαπητικὸν καὶ ταπεινὸν καὶ μέριμναν ἔχειν, πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἀντιπολεμεῖν τῷ παλαιῷ ἀνθρώπῳ.

62-1-28 ὁ δὲ ἀμεριμνῶν καὶ ἀπολελυμένην ἔχων τὴν καρδίαν, οὗτος ἐν τῇ παλαιότητι 62-1-29 ἕστηκεν, οὔπω ἤρξατο ἀγωνίζεσθαι καὶ πολεμεῖν οὐκ οἶδε.

καλὸν οὖν τὸ ἀεὶ ἐν φόβῳ εἶναι καὶ ζητεῖν σύνεσιν καὶ βοήθειαν παρὰ κυρίου, ἵνα δυνηθῇ τις σωθῆναι διὰ τοῦ κυρίου.

Ἀμήν.

63-τ-1 ΛΟΓΟΣ ΞΓʹ.

63-1-1 Ὁ λόγος τῆς ἀληθείας ὁ κηρυσσόμενος ὑπὸ τῶν πνευματικῶν κηρύκων τῆς ἀληθείας τοῖς τέκνοις τῆς βασιλείας κηρύσσεται καὶ λαλεῖται, ὥς φησιν ὁ κύριος· «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», καὶ ἀλλαχοῦ που· «μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου 63-1-2 μου».

ἀκούοντες τοίνυν τοῦ λόγου τῆς βασιλείας καὶ δακρύοντες καὶ κλαίοντες μὴ τοῖς ἡμετέροις δάκρυσι καὶ κλαυθμοῖς ἐναπομείνωμεν καὶ τῇ ἡμετέρᾳ ἀκοῇ ὡς δὴ καταλαβόντες τὴν ἀλήθειαν καὶ ἀκούσαντες καὶ εἰδότες τὸ θέλημα τοῦ θεοῦ.

ἔστι γὰρ καὶ ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ καὶ ἕτεροι κλαυθμοὶ καὶ ἑτέρα διάνοια καὶ ἑτέρα ψυχή, τουτέστιν αὐτὸ τὸ θεϊκὸν καὶ ἐπουράνιον πνεῦμα τὸ ἀκοῦον καὶ κλαῖον καὶ εὐχόμενον καὶ γινῶσκον καὶ ποιοῦν 63-1-3 τὸ θέλημα τοῦ θεοῦ ἐν ἀληθείᾳ.

τοῖς γὰρ ἀποστόλοις ὁ κύριος μεγάλην δωρεὰν ἐπαγγελόμενος ἔλεγεν· "1ὑπάγω καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον"2, «τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα.

ἐκεῖνος ἀκούσει καὶ διδάξει πάντα καὶ «ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν».

«ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· 63-1-4 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος διδάξει πάντα ἃ ἐλάλησα ὑμῖν καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν».

ἐκεῖνος οὖν προσεύξεται, ἐκεῖνος κλαύσει.

«τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις».

αὐτὸ γὰρ τὸ πνεῦμα μόνον οἶδε τὸ θέλημα τοῦ θεοῦ· «τὰ» γὰρ «τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ».

φησὶ γὰρ ὁ κύριος· «ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται.

συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω», καὶ πάλιν· «ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς» καὶ «πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς 63-1-5 αἴρει ἀφ' ὑμῶν».

τότε γὰρ οἱ ἀπόστολοι θεωροῦντες αὐτοῦ τὴν σάρκα, οὐδέπω τῆς δυνάμεως τοῦ πνεύματος εἰς αὐτοὺς ἐλθούσης, ἐνόμιζον καταλιμπάνεσθαι ὑπὸ τοῦ κυρίου διὰ τὸ χωρίζεσθαι αὐτὸν ἀπ' αὐτῶν.

ἀνελθὼν δὲ καὶ καθίσας τὸ σῶμα ἐκ δεξιῶν τῆς μεγαλωσύνης τοῦ θεοῦ καὶ προσκυνηθεὶς ὑπὸ πασῶν τῶν ἐπουρανίων δυνάμεων καὶ ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν, τότε ἀπέστειλεν αὐτοῖς κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὸ παράκλητον πνεῦμα ἐν τῇ ἡμέρᾳ τῆς πεντεκοστῆς, καὶ οὕτως ἡ δύναμις τοῦ πνεύματος τοῦ παρακλήτου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐλθοῦσα κατέπαυσεν, ἀποκαλυφθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας αὐτῶν καὶ τοῦ καλύμματος τῆς κακίας τελείως ἀπ' αὐτῶν περιαιρεθέντος καὶ τῶν παθῶν καταργηθέντων, τότε λοιπὸν σοφισθέντες ὑπὸ τοῦ πνεύματος καὶ τέλειοι γεγονότες τὸ θέλημα τοῦ θεοῦ ἐπέγνωσαν ἐν ἀληθείᾳ ποιεῖν διὰ τοῦ πνεύματος καὶ διδάσκαλοι καὶ ὁδηγοὶ τῶν ἀνθρώπων γεγόνασι, τοῦ πνεύματος ὁδηγοῦντος αὐτοὺς εἰς πᾶσαν ἀλήθειαν ὡς ἡγεμονεύσαντος καὶ βασιλεύσαντος 63-1-6 τῶν ψυχῶν αὐτῶν.

ἡμεῖς τοίνυν ἐπὰν ἀκούωμεν τὸν λόγον τοῦ θεοῦ καὶ κλαίωμεν, παρακαλέσωμεν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει ἐλθεῖν ἐν ἡμῖν τὸ ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον πνεῦμα κατὰ τὸ θέλημα τοῦ θεοῦ.

τὰ γὰρ ἴδια τῆς ψυχῆς ἡμῶν κάλλη καὶ οἱ καρποὶ ἤγουν εὐχὴ καὶ κλαυθμοὶ ἢ ἀγάπη ἢ ἀκοὴ ἢ πίστις καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπὰν μιχθῇ καὶ κοινωνήσῃ τῇ τοῦ πνεύματος κοινωνίᾳ καὶ ὥσπερ θυμίαμα ἐν πυρὶ βληθὲν πλουσίαν τὴν εὐωδίαν ἀποδώσει, τότε ἀληθῶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευόμεθα καὶ μετὰ ἁγιότητος πάντα ἐπιτελοῦμεν.

ἄνευ γὰρ τοῦ ἁγίου πνεύματος τὸ θέλημα τοῦ θεοῦ οὐδεὶς ἐπιγινώσκει.

63-2-1 Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ ὡρμασμένη ἀνδρὶ γυνὴ πρὸ τοῦ συναφθῆναι 63-2-1 αὐτῷ ἔχει ἰδίους νόμους καὶ ἀναστροφὴν καὶ ἐργασίαν καὶ διαγωγὴν κατὰ τὸ θέλημα αὐτῆς, ἐπὰν δὲ συναφθῇ καὶ κοινωνήσῃ τῷ ἀνδρὶ αὐτῆς, λοιπὸν ὑπὸ τὸ θέλημα τοῦ ἀνδρὸς καὶ τὴν δεσποτείαν αὐτοῦ ἐστι, κἂν ἔχῃ ἰδίους νόμους καὶ ἴδιον θέλημα δεδούλωται τῷ ἰδίῳ αὐτῆς ἀνδρὶ καὶ κατὰ τὸ θέλημα αὐτῆς οὐ πορεύεται.

τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἔχει ἴδιον θέλημα καὶ ἰδίους νόμους καὶ ἴδια ἔργα, ἐπὰν δὲ καταξιωθῇ κοινωνῆσαι τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ ὑποτέτακται τῷ νόμῳ τοῦ ἀνδρός, τὸ θέλημα αὐτῆς μὴ ποιοῦσα, ἀλλὰ τὸ τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ.

εἰ δὲ ἀπειθεῖ καὶ ἀντιλέγει καὶ οὐχ ὑπακούει τοῦ νόμου τοῦ ἀνδρός, μὴ κοινωνοῦσα μηδὲ ἀρέσκουσα αὐτῷ μηδὲ κατὰ τὸ τοῦ πνεύματος θέλημα ἀκολουθοῦσα μηδὲ τῇ χάριτι σύμφωνος γινομένῃ, πάσχει ὡς ἐκεῖ Μωϋσῆς διετάξατο τυπικῶς· «ἐὰν δὲ ἀπειθῇ, φησί, καὶ ἀντιλέγει τῷ ἀνδρὶ καὶ μὴ ὑπείκῃ αὐτῷ τὰς δύο χεῖρας ἐπὶ τὸ πρόσωπον αὐτῆς ἐπιθεὶς ἐκβάλλει αὐτὴν ἀπὸ τοῦ οἴκου αὐτοῦ».

ἀπορρίπτεται οὖν ἡ ἀνυπότακτος τῷ πνεύματι ψυχὴ ἐκ τοῦ ἐπουρανίου οἴκου τοῦ πατρὸς ὡς ἀχρεία καὶ ἀνεπιτηδεία.

63-2-2 Ἀλλ' ὥσπερ ἐν τῷ βίῳ τούτῳ συναπτομένης ἀνδρὶ νύμφης χοροὶ καὶ τύμπανα καὶ εὐφροσύναι καὶ ἑορταὶ γίνονται, καὶ ἐν τῷ οἴκῳ αὐτῶν θησαυροὶ ἀπόκεινται, τὸν αὐτὸν τρόπον καὶ ψυχῆς καταξιωθείσης συναφθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ Χριστῷ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἀγαθὰ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἔνδοθεν ἀπόκεινται.

οἶκος γὰρ τοῦ ἐπουρανίου νυμφίου καὶ τῆς νύμφης ψυχῆς τὸ σῶμά ἐστιν.

ἐκεῖ εἰσι καὶ οἱ νόμοι τοῦ πνεύματος οἱ ἐπουράνιοι ὅπου καὶ ἡ μυστικὴ καὶ ἄρρητος τῆς ἁγιότητος κοινωνία τοῦ πνεύματος ἔνδοθεν γίνεται.

ἐκεῖ ἑορταὶ καὶ χοροὶ ἐπουρανίων δυνάμεων ἐπιτελοῦνται καὶ οἱ ἐπουράνιοι θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι ἐκεῖ ἀποτίθενται, ἐκεῖ τὰ ἐνδύματα τοῦ φωτὸς τῆς θεότητος, ἐκεῖ οἱ στέφανοι οἱ πολυποίκιλοι καὶ πολυτελεῖς τοῦ θεϊκοῦ πνεύματος ἀποπεπλήρωνται, καὶ ἁπαξαπλῶς πᾶς ὁ πλοῦτος αὐτῶν καὶ ἡ περιουσία ἔνδοθεν ἐν τῷ οἴκῳ τοῦ σώματος τοῦ νυμφίου Χριστοῦ καὶ τῆς 63-2-3 νύμφης ψυχῆς ἐναποτεθησαύρισται.

ὅταν τοίνυν ἀκούσῃς περὶ κοινωνίας καὶ χορῶν καὶ ἑορτῶν πνευματικῶν, μηδὲν ὑλικὸν καὶ ἐπίγειον ἐννοήσῃς σαρκικῷ φρονήματι φερόμενος· ταῦτα γὰρ σκιάς τινας καὶ ὑποδείγματα λαμβάνομεν διὰ τὸ ἑτέρως μὴ δύνασθαι ἐμφάσεις τῶν πνευματικῶν μυστηρίων δοῦναι· ἐκεῖνα γὰρ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἄρρητά ἐστι καὶ ἀνεκδιήγητα καὶ σαρκικοῖς ὀφθαλμοῖς ἀθεώρητα, ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ εἰς κατάληψιν ἐρχομένῃ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος καὶ τὰ ἐνδύματα καὶ οἱ ἐπουράνιοι θησαυροὶ καὶ οἱ νόμοι καὶ οἱ χοροὶ καὶ ἑορταὶ τῶν ἁγίων ἀγγέλων.

τῷ πείρᾳ παραλαβόντι καὶ καταξιωθέντι τυχεῖν, γινώσκονται μόνον, ἀμυήτῳ δὲ αὐτῶν νοῆσαι ἢ καταλαβεῖν ἀδύνατον ἢ μόνον πίστει δέξασθαι εὐλαβῶς ὑπὲρ γὰρ νοῦν ἀνθρώπινόν ἐστιν· οὐ γάρ εἰσιν ἐκ τοῦ αἰῶνος τούτου τὰ πνευματικὰ 63-2-4 καὶ ἐπουράνια, τὰ προειρημένα τῶν μυστηρίων τοῦ πνεύματος ἀγαθά.

ὡς περὶ θεοῦ οὖν εὐλαβῶς καὶ περὶ πνευματικῶν ἄκουε μυστηρίων, πίστει δεχόμενος ἕως οὗ καταξιωθῇς πιστεύων καὶ αὐτὸς τούτων τυχεῖν, καὶ τότε γνώσῃ αὐτῇ τῇ πείρᾳ ψυχικοῖς ὀφθαλμοῖς, οἵων ἀγαθῶν καὶ οἵων μυστηρίων ψυχαὶ Χριστιανῶν καταξιοῦνται ἀπὸ τοῦ νῦν.

ἐν γὰρ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιωθήσεται τυχεῖν βλέπον καὶ κρατοῦν αὐτά, ὅταν γένηται καὶ αὐτὸ πνεῦμα.

διὰ τοῦτο γὰρ ἐκ παραβολῶν φαινομένων καὶ ὑποδειγμάτων ὁρωμένων ἐκεῖνα τὰ πνευματικὰ μυστήρια διηγούμεθα εἰς προτροπὴν καὶ προθυμίαν τῶν μετὰ πίστεως καὶ εὐλαβείας τὸν λόγον δεχομένων ψυχῶν, ὅπως ἀκούσασαι τῶν πνευματικῶν ἀγαθῶν τὴν ἐπαγγελίαν, ὧν ἀπὸ τοῦ νῦν ψυχαὶ ἁγίων καταξιοῦνται, σπουδάσωσι καὶ πιστεύσωσι τούτων τῶν μυστηρίων μέτοχοι γενέσθαι.

63-3-1 Ὁ γὰρ κύριος κατηχῶν τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὑποδεικνὺς τὴν ἀλήθειαν ἔλεγε· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», πτωχείαν εἰπὼν εὐθὺς ἐσήμανε καὶ τὴν βασιλείαν.

αὕτη γὰρ ἡ ψυχὴ νύμφη καταξιοῦται τοῦ Χριστοῦ γενέσθαι καὶ αὕτη τὴν βασιλείαν κληρονομεῖ, αὐτὸν τὸν κύριον, ἡ πτωχὴ τῷ πνεύματι γινομένη, αὕτη ἐστὶν ἡ εὐειδὴς καὶ καλὴ καὶ ἀρεστὴ καὶ ἁρμόζουσα τῷ νυμφίῳ Χριστῷ νύμφη, ἡ πτωχὴ τῷ πνεύματι ψυχή.

ἡ γὰρ μὴ οὖσα πτωχὴ τῷ πνεύματι οὐχ ἁρμόζει αὐτῷ.

οὔκ ἐστι γὰρ εὐειδὴς οὔτε καλή, ἀλλ' ἀνόμοιος αὐτῷ καὶ ἀειδὴς τυγχάνει.

63-3-2 τὰ ὅμοια δὲ τοῖς ὁμοίοις πανταχοῦ ἁρμόζεται, τὸ καλὸν τῷ καλῷ καὶ τὸ σαπρὸν τῷ σαπρῷ.

οὐ δύναται πόρνη μετὰ σώφρονος γυναικὸς οἰκῆσαι ἀνόμοιος γὰρ αὐτή ἐστιν οὐδὲ ἄτακτος καὶ ἀχρεῖος μετὰ ἀνδρὸς εὐσεβοῦς καὶ εὐλαβοῦς συνδιαιτᾶσθαιἀσύμφωνοι γὰρ ἀλλήλων εἰσίν, ἀλλ' ἕκαστος τῷ ὁμοίῳ κολλᾶται, ἀχρεῖος ἀχρείῳ καὶ καλὸς καλῷ, πόρνη μετὰ πόρνης καὶ σώφρων σώφρονι συναναστρέφεται.

τὸν αὐτὸν τρόπον καὶ ἡ πτωχὴ τῷ πνεύματι ψυχὴ καλὴ καὶ ἀρεστὴ τυγχάνει Χριστῷ καὶ ἁρμόζει αὐτῷ εἰς τὴν πνευματικὴν συμβίωσιν.

τοῦτο γὰρ ἡγεῖται τὸ κάλλος αὐτῆς καὶ τὴν ἀξίαν εἶναι αὐτοῦ, ἐὰν 63-3-3 ᾖ πτωχὴ τῷ πνεύματι.

τίς οὖν ἐστιν ἡ πτωχὴ τῷ πνεύματι ψυχή; ἡ ἐπιγινώσκουσα τὰ τραύματα αὐτῆς καὶ εἰδυῖα τὸ περιέχον αὐτὴν σκότος τῶν παθῶν καὶ τὴν δουλείαν καὶ τοὺς δεσμοὺς αὐτῆς ἐπισταμένη καὶ ἐπιζητοῦσα πάντοτε τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν.

αὕτη ἡ ψυχὴ ἡ βαστάζουσα πόνους καὶ ἀεὶ ἐπικαλουμένη καὶ δεομένη αὐτοῦ ἰάσεως τυχεῖν καὶ ἐπὶ μηδενὶ τῶν ἐπὶ γῆς ἀγαθῶν, οὐ θησαυρῷ βασιλικῷ, οὐ πλούτῳ, οὐ τρυφῇ, ἐπαναπαυομένη καὶ χαίρουσα, ἢ μόνον ζητοῦσα τὸν καλὸν ἰατρὸν καὶ ὑπ' αὐτοῦ τὴν ἴασιν καὶ τὴν θεραπείαν δέξασθαι προσδοκῶσα καὶ ἀναπαυθῆναι ἐλπίζουσα.

63-3-4 Πῶς τοίνυν ἡ τετραυματισμένη ψυχὴ καὶ πόνους ἔχουσα καλὴ καὶ εὐειδὴς καὶ εὔμορφος τυγχάνει καὶ πρὸς συμβίωσιν τοῦ Χριστοῦ ἁρμόζει ἑαυτήν; ὅτι κἂν κατὰ τὴν τῆς ἁμαρτίας δέσιν καὶ τὰ τραύματα τῶν παθῶν καὶ τὰς μάστιγας καὶ τὴν φθορὰν καὶ τοὺς ἐνυβρισμοὺς τῶν πνευμάτων τῆς πονηρίας ἀειδὴς καὶ δυσειδὴς τυγχάνῃ, ἀλλὰ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν ὡραία καὶ καλὴ καὶ εὐειδὴς ὑπάρχει καὶ κατὰ τὴν ὀρθὴν ἐπίγνωσιν αὐτῆς γινωσκούσης ἐν ποίᾳ πτωχείᾳ καὶ ἐν ποίοις πάθεσι τετραυμάτισται καὶ ἐπιζητούσης καὶ καλούσης 63-3-5 τὸν ἰάσασθαι αὐτὴν δυνάμενον· ἐν τούτῳ οὖν καλὴ καὶ εὐειδὴς τυγχάνει.

ἅπερ γὰρ ἔχει τραύματα καὶ μώλωπας παθῶν ἄκουσα καὶ μὴ συνηδομένη μηδὲ συνεργαζομένη, οὐ λογίζεται αὐτῇ εἰς ἀμορφίαν ὁ κύριος.

αὐτὸς γὰρ ἐρχόμενος ἰᾶται αὐτὴν καὶ θεραπεύει καὶ τὸ κάλλος αὐτῆς ὑγιὲς ἀποκαθίστησι.

μόνον αὐτὴ μὴ κοινωνεῖτο ἐκ προαιρέσεως μηδὲ συνδυαζέτω τοῖς ἐνεργουμένοις ἐν αὐτῇ πάθεσιν, ἀλλὰ πρὸς κύριον βοάτω ὅλῃ δυνάμει, ἵνα διὰ τοῦ πνεύματος 63-3-6 αὐτοῦ λύτρωσιν πάσης κακίας δέξασθαι καταξιωθῇ.

μακαρία τοίνυν ψυχὴ ἡ πόνους βαστάζουσα καὶ ἐπὶ μηδενὶ ἀναπαυομένη, ἀλλ' ἐπιζητοῦσα ἀεὶ τὸν καλὸν καὶ μόνον ἰατρὸν Χριστόν, ὅτι τῷ πόνῳ τῆς ζητήσεως αὐτῆς ὁ κύριος ἐπιστὰς ταχείαν ποιήσει τὴν θεραπείαν.

οὐαὶ δὲ ψυχῇ τῇ μὴ γινωσκούσῃ τὰ ἴδια αὐτῆς τραύματα, τὰ ἐκ τῆς ἐνεργείας τῶν παθῶν, ἀλλὰ νομιζούσῃ (ὡς ἐν ἀγνοίᾳ φερομένῃ) μηδὲν ἔχειν κακόν, καὶ ὑγιῆ τυγχάνειν καὶ πλουσίαν, καίτοι ἢ ἐν γνώσει ἢ ἐν λόγῳ οὖσαν πτωχὴν καὶ τυφλὴν καὶ τετραυματισμένην, διότι δὲ καὶ ὁ ἰατρὸς αὐτὴν οὐκ ἐπισκέπτεται καὶ θεραπεύει, ἑαυτὴν νομίζουσαν μὴ 63-3-7 εἶναι ἐν κακοῖς, ἀλλ' ἐν ὑγείᾳ διατελεῖν.

ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἰατροί, ὅπου δ' ἂν ἐπιδημῶσιν, ἀεὶ τοὺς ἀσθενοῦντας ἐπισκέπτονται καὶ περὶ τῶν ἀσθενούντων ἐρωτῶσι, παρερχόμενοι τοὺς ὑγιεῖς ἐξ ὧν οὐδὲν κέρδος λαμβάνουσι, καὶ ἀεὶ οἱ τοὺς πόνους καὶ τὰ τραύματα βαστάζοντες τὸν ἰατρὸν ἠπειγμένως ἀνερευνῶσι.

τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ἦλθεν ἐπὶ τοὺς κακῶς ἔχοντας, τοὺς γινώσκοντας τὰ ἑαυτῶν τραύματα τῆς κακίας τῶν παθῶν, οἱ τὸν ἰατρὸν τοῦτον ἐπιζητοῦσι καὶ οἱ χρείαν αὐτοῦ ἔχουσιν, ὡς αὐτὸς εἶπεν· «οὐ χρείαν ἔχουσιν οἱ 63-3-8 ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες».

ἀλλ' οὗτοι οἱ ἐπὶ γῆς ἰατροὶ ἐν τῷ θεραπεύειν τὰ σώματα μισθὸν ἀργυρίου λαμβάνουσιν, ὁ δὲ ἀγαθὸς καὶ καλὸς καὶ μόνος ἡμέτερος ἰατρὸς Ἰησοῦς Χριστὸς μισθὸν λαμβάνει τὴν ὑγείαν καὶ ἴασιν τῶν ψυχῶν ἡμῶν.

καὶ οὐ μόνον λαμβάνει, ἀλλ' ἅμα τῷ θεραπεῦσαι καὶ τροφῇ πνευματικῇ τρέφει καὶ ποτίζει τὴν ψυχήν, πνεῦμα ἅγιον καὶ ἐνδύματα φωτὸς ἐπουρανίου ἀμφιέννυσιν αὐτὴν καὶ ἑαυτῷ ἁρμόζεται καὶ λαμβάνει ὥσπερ νύμφην καλὴν εἰς τὴν τοῦ πνεύματος ἄρρητον κοινωνίαν πάσας τὰς 63-3-9 τοιαύτην γνῶσιν καὶ πίστιν καὶ προαίρεσιν ὀρθὴν ἀναλαμβάνουσας ψυχάς.

ὢ τῆς τοῦ ἀγαθοῦ ἰατροῦ ἡμῶν ἀπείρου φιλανθρωπίας.

καὶ γὰρ ἀπὸ τῶν φαινομένων ὁ κύριος οὕτως ἤρξατο ποιεῖν, ἐν τῇ ἐρήμῳ θεραπεύσας ἀσθενοῦντας καὶ κακῶς ἔχοντας καὶ τῶν ἀποστόλων βουλομένων ἀπολῦσαι αὐτοὺς οὐκ εἴασεν, ἀλλ' ἐθεράπευσεν καὶ ἔθρεψεν αὐτοὺς τῇ δωρεᾷ.

οὕτω καὶ νῦν τῇ ἑαυτοῦ φιλανθρωπίᾳ, ἅμα τῷ ἰάσασθαι τὴν ψυχὴν ἡμῶν ὁ κύριος ἐκ τῶν δεινῶν μωλώπων καὶ τραυμάτων παρὰ ἀνθρώποις ἀνιάτων (τῶν κρυφίων τῆς ψυχῆς παθῶν) καὶ τρέφει καὶ ποτίζει ἐκ τοῦ πνεύματος αὐτοῦ καὶ ἐνδύματα ἐπουράνια φωτὸς θεϊκοῦ ἀμφιέννυσι τῇ γυμνότητι αὐτῆς καὶ νύμφην ἑαυτῷ ἁρμόζεται εἰς τὴν τοῦ πνεύματος αὐτοῦ κοινωνίαν.

∆όξα τῷ μόνῳ καλῷ ἰατρῷ τῷ θεραπευτῇ τῶν ψυχῶν ἡμῶν.

63-3-10 Ἐν δὲ τῷ ἐγγίζειν τὸν καλὸν καὶ μόνον ἰατρὸν τὸν κύριον τῇ βασταζούσῃ πόνους καὶ πτωχῇ τῷ πνεύματι οὔσῃ ψυχῇ, ἐπὰν ἴδῃ αὐτὴν οὕτω διεφθαρμένην καὶ τετραυματισμένην καὶ μεμωλωπισμένην τοῖς πάθεσι, τότε λέγει τῷ ἐχθρῷ τῷ τραυματίσαντι καὶ φθείραντι αὐτήν· ὦ ἀναιδέστατε, μή σοι εἴη ἀγαθά, μὴ γένοιτό σοι ἔλεος, ὅτι οὕτως διεχειρίσω καὶ διέφθειρας καὶ ἐμόλυνας τὴν λογικὴν καὶ καλήν μου εἰκόνα καὶ οὕτως ἀσχήμως τοῖς πάθεσι ἐνύβρισας τὸ καλὸν καὶ θαυμαστὸν καὶ νοερόν μου κτίσμα τὸ ταῖς ἐμαῖς χερσὶ ποιηθὲν καὶ τῷ ἐμῷ πνεύματι ἐμφυσηθέν.

τότε τιμωρεῖται θανάτῳ τὸν ἐχθρὸν τὸν ἐνυβρίσαντα καὶ ἀφανίσαντα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ καλλωπίζει αὐτὴν τοῖς ἐνδύμασι τῆς θεότητος αὐτοῦ καὶ τρέφει τροφῇ οὐρανίῳ καὶ περικοσμεῖ κόσμῳ πνευματικῷ καὶ στέφει ἄνθεσιν ἀρετῶν τοῦ πνεύματος, καὶ οὕτως ἑαυτῷ νύμφην καλὴν καὶ ὡραίαν ἀποκαθίστησιν αὐτήν.

63-4-1 Μακάριοι τοίνυν οἱ ἀγαπωμένοι ὑπὸ τοῦ Χριστοῦ, μᾶλλον δὲ μακάριοι οἱ ἀγαπῶντες αὐτόν, ὅτι ἰδοὺ πᾶν γένος Ἀδὰμ ἠγαπήθη, ὑπὲρ πάντων γὰρ ἀπέθανεν.

ἀλλ' οἱ ἀγαπῶντες αὐτὸν ἐξ ἀληθείας, οὗτοι ζωὴν ταῖς ἑαυτῶν ψυχαῖς περιποιοῦνται, οὗτοι ὠφέλειαν αἰώνιον καρποῦνται.

καὶ σφόδρα λυπεῖται ὁ κύριος ἐπὶ ψυχῇ τῇ μὴ ἀγαπώσῃ αὐτόν.

αὐτὸς γὰρ ἀπέστειλε καὶ ἐκάλεσε πάντας εἰς τοὺς γάμους, καθὼς ἐν τῷ εὐαγγελίῳ εἴρηται, καὶ ἐπὶ τοῖς μὴ παραγενομένοις σφόδρα ἐλυπήθη.

ὁ δὲ γάμος ἐκεῖνος οὐράνιος καὶ πνευματικός ἐστιν.

ὁ νυμφίος πνεῦμα, ἡ νύμφη πνεῦμα, ὁ παράνυμφος καὶ οἱ διάκονοι καὶ οἱ οἰνοχόοι πνεύματα, τὰ ἐνδύματα τοῦ γάμου πνεύματα, ὁ νυμφὼν καὶ ἡ κοίτη πνεῦμα, καὶ ἁπαξαπλῶς ὁ μὴ ἠμφιεσμένος τὸ πνεῦμα τὸ ἅγιον εἰς ἐκεῖνον τὸν ἐπουράνιον γάμον καὶ εἰς ἐκεῖνον τὸν πνευματικὸν δεῖπνον οὐ συνεστιάσεται οὐδὲ συναναστραφήσεται.

εἷς γάρ τις εὑρεθεὶς μὴ ἔχων ἄξιον ἔνδυμα ἐκείνου τοῦ πνευματικοῦ γάμου ἐξεβλήθη εἰς τὸ ἐξώτερον σκότος.

63-4-2 Καὶ γὰρ τὸ ὕδωρ, ὅπερ ὁ κύριος ἐποίησεν οἶνον, ἡγοῦμαι ὅτι μυστήριόν τι ἦν, σημαῖνον ὅτι αἱ ψυχαὶ αἱ εἰλικρινῶς πιστεύσασαι καὶ τῷ πνεύματι γεννηθεῖσαι εἰς πνεῦμα μεταβληθήσονται, καθὼς εἴρηται· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν».

εἰ γὰρ ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, πόσῳ μᾶλλον τὰς ψυχὰς τῶν πιστευόντων καὶ προσδοκώντων ἐν ἀληθείᾳ τὸν κύριον πνεῦμα ἀπεργάσεται καὶ εἰς πνεῦμα μεταβαλεῖ.

καὶ εἰ ἐν τῇ ἐρήμῳ ὀλίγους ἄρτους λαβὼν ὁ κύριος εὐλόγησε, καὶ ὑπερεπερίσσευσε καὶ ἐχορτάσθησαν πολλὰ πλήθη, πόσῳ μᾶλλον τὴν ψυχὴν ταύτην τὴν νῦν ἐν στενότητι καὶ συνοχῇ πολλῇ οὖσαν καὶ μηδὲ ἑαυτῇ ἐπαρκεῖν δυναμένην διὰ τὴν συνοχὴν τῶν πονηρῶν λογισμῶν εὐλογήσας πνεύματι ἁγίῳ πλατύνει καὶ ἁπλώσει τὰ κεκαλλυμένα τῶν ἀρετῶν αὐτῆς μέλη, ὥστε οὐ μόνον αὐτὴν κορέννυσθαι, ἀλλὰ καὶ ἄλλους κορεννύειν ἐκ τῶν τοῦ πνεύματος διδασκαλιῶν.

63-4-3 Καὶ εἰ ἐν τῷ Ἠλίᾳ ὀλίγη «νεφέλη ὡς ἴχνος ἀνδρὸς» ἐκάλυψε τὸν οὐρανὸν παραχρῆμα θελήματι θεοῦ, πόσῳ μᾶλλον ἔνθα βαλεῖ ῥανίδα πνεύματος ἁγίου αὐξήσας πληρώσει ὅλην τὴν ψυχὴν τὴν ἑαυτὴν τῷ κυρίῳ ἀποδιδοῦσαν καὶ ἀπεργάσεται πνεῦμα.

καὶ εἰ ὁ παραλυτικὸς ἐκεῖνος ὁ προσχὼν μετὰ πίστεως τῷ κυρίῳ εὐθέως ἰάθῃ ἐκ τῆς παραλύσεως αὐτοῦ, πόσῳ μᾶλλον ψυχὴ εἰς ἣν ἔλθῃ Χριστός, προσχοῦσα τῷ ὑπερλαμπρῷ καὶ ἐπουρανίῳ κάλλει τοῦ φωτὸς τοῦ προσώπου αὐτοῦ ἰαθήσεται καὶ ὑγιανεῖ ἐκ τῆς δεινῆς παραλύσεως τῶν παθῶν τῆς ἀτιμίας φωτιζομένη καὶ καταλαμπομένη ὑπὸ τοῦ ἀρρήτου κάλλους αὐτοῦ.

63-4-4 καὶ εἰ ἡ αἱμορροοῦσα γυνὴ ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥεύσις τοῦ αἵματος τῆς ἀκαθαρσίας αὐτῆς, πόσῳ μᾶλλον ψυχὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένῃ τοῦ κρασπέδου τοῦ πνεύματος τῆς θεότητος τοῦ Χριστοῦ διὰ τῆς εἰλικρινοῦς πίστεως ὑγιάνει καὶ σταλῇ ἡ πηγὴ τῆς ἀκαθαρσίας τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν.

καὶ εἰ ἐκεῖ ὁ τυφλὸς βοήσας καὶ φωνήσας τὸν κύριον ἔτυχε τῆς ἰάσεως καὶ ἀνέβλεψε, πόσῳ μᾶλλον τῆς ψυχῆς τῆς πιστῆς βοώσης καὶ καλούσης αὐτὸν ἐλθὼν ἀνοίξει τοὺς νοεροὺς αὐτῆς ὀφθαλμοὺς τοῦ θεωρεῖν «τὴν δόξαν κυρίου ἀνακεκαλυμμένῳ προσώπῳ».

63-4-5 Τοιγαροῦν ἐρχέσθω ἡ νύμφη ψυχὴ πρὸς τὸν ἑαυτῆς νυμφίον Χριστόν, τεθυμιαμένη ἐκ τῶν καλῶν καὶ ἀγαθῶν αὐτῆς ἔργων.

ἀλλ' ὥσπερ τὸ θυμίαμα τοῦτοὡς προειρήκαμενἐὰν μὴ βληθῇ καὶ μιχθῇ πυρί, πλουσίαν εὐωδίαν οὐκ ἀποδίδωσι, ἐπὰν δὲ μιχθῇ τῷ πυρὶ ἐνεργεῖ καὶ ἡδυτάτην καὶ σφοδροτάτην εὐωδίαν ἀποδίδωσι, καὶ ἀληθινὸν θυμίαμα οὐκ ἀποδείκνυται, τὸν αὐτὸν τρόπον καὶ τὰ καλὰ ἔργα τῆς ψυχῆς πάντα· ἡ εὐχή, ὁ κλαυθμός, ἡ νηστεία, ἡ ἀγρυπνία, καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἔργα, ἐὰν μὴ βληθῇ καὶ μιχθῇ ἐκεῖ τὸ πῦρ τοῦ πνεύματος τὸ οὐράνιον, οὐ δίδωσιν ἐνέργειαν ὀσμῆς ἡδυτάτης καὶ εὐωδίας πνευματικῆς ἀρετῶν τελείων.

φησὶ γὰρ ὁ ἀπόστολος· «Χριστοῦ εὐωδία ἐσμέν».

τεθυμίαται οὖν ἡ νύμφη ψυχὴ τοῖς ἑαυτῆς ἀγαθοῖς ἔργοις, τοῦ οὐρανίου πυρὸς ἐξάπτοντος καὶ εἰς πνευματικὴν εὐωδίαν ἀπεργαζομένου.

αἰτήσωμεν οὖν καὶ ἡμεῖς τὸ οὐράνιον πῦρ τοῦ πνεύματος τὸ ἐρχόμενον καὶ καῖον καὶ φλέγον ἀδιαλείπτως τὰς ψυχὰς ἡμῶν πρὸς τὸν ἄνω πόθον καὶ τὴν εἰς Χριστὸν ἀδιάλειπ63-4-6 τον καὶ ἄτρεπτον ἀγάπην.

ἕστηκε τοίνυν οὗτος ὁ ἰατρὸς καὶ νυμφίος, φωνῶν καὶ λέγων ταῖς βουλομέναις τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ψυχαῖς· "1κτήσασθε ὀφθαλμοὺς τοὺς βλέποντάς μου τὴν δόξαν, κτήσασθε ὦτα τὰ ἀκούοντα τῆς ἐμῆς ὁμιλίας, κτήσασθε παρ' ἐμοῦ ὕδωρ ζῶν, ὃ ἔσται ἡμῖν πηγὴ ἁλλομένη εἰς ζωὴν αἰώνιον.

λάβετε παρ' ἐμοῦ οὐράνιον ἄρτον ἐξ οὗ τραφεῖσαι οὐκ ἀποθανεῖσθε, πίετε ἐκ τοῦ πνευματικοῦ μου οἴνου καὶ εὐφράνθητε οὐρανίῳ εὐφροσύνῃ καὶ μεθυσθῆτε μέθην νηφάλιον καὶ πνευματικήν, ἵν' ὥσπερ ἐν τοῖς σωματικῶς μεθύουσιν ὁ οἶνος λαλεῖ, οὕτω καὶ ὑμεῖς μεθυσθεῖσαι πνευματικῶς λαλήσητε ἐν πνεύματι μυστηρίων οὐρανίων διηγήματα, καθὼς γέγραπται· «καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον».

λάβετε ἔλαιον ἀγαλλιάσεως τὸ ἀναψύχον καὶ ἀναπαῦον ὑμᾶς.

λάβετε φῶς αἰώνιον παρ' ἐμοῦ, ἵνα μὴ ἐν σκότει ἀπομείνασαι ἀπόλλυσθε, λάβετε παρ' ἐμοῦ ἐξ οὐρανοῦ πῦρ ἅγιον καὶ πνευματικὸν ἔξαπτον καὶ φλέγον ἀδιαλείπτως εἰς τὸν πρὸς ἐμὲ πόθον.

λάβετε παρ' ἐμοῦ ἐνδύματα φωτὸς ἄρρητα καλύπτοντα καὶ σκέποντα ὑμᾶς, ἵνα μὴ γυμναὶ 63-4-7 οὖσαι ἀσχημονεῖτε.

"2 ταῦτα ἐν ἑκάστῳ ἡμῶν ἀεὶ ὁ κύριος βοᾷ καὶ διὰ τῶν πνευματικῶν κηρύκων κηρύσσει, ὁ ἡμέτερος ἰατρός, ὁ νυμφίος τῶν ψυχῶν ἡμῶν, ὁ ἐλθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἵνα τὰς ψυχὰς ἡμῶν ἁγίας καὶ καθαρὰς ἀπεργασάμενος καὶ ἀσπίλους καὶ ἀμώμους ἑαυτῷ παραστήσας τῆς αἰωνίου ζωῆς σὺν αὐτῷ ἀπολαῦσαι καταξιώσῃ.

∆όξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ ἀνεκδιηγήτῳ ἀγάπῃ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

64-τ-1 ΛΟΓΟΣ Ξ∆ʹ.

64-1-1 Ἡ τῷ θεῷ ἑαυτὴν ὁλοτελῶς ἀφιερώσασα ψυχὴ καὶ τῆς οὐρανίου βασιλείας ἐπιθυμοῦσα κληρονόμος γενέσθαι, ἡ νοεροῖς ὄμμασι κατανοοῦσα τῶν αἰωνίων ἀγαθῶν τὸ ἄρρητον καὶ ἀνεννόητον κάλλος καὶ διαπύρῳ πόθῳ πρὸς αὐτὸν τετρωμένη οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων ἐπιδέεται ὑπομνήσεως, ἐπειδὴ βεβαίᾳ πίστει καὶ ἀσφαλεῖ ἐλπίδι οὐ τὰ βλεπόμενα σκοπεῖ, ἀλλὰ τὰ μὴ βλεπόμενα, καὶ πρὸς ἐκεῖνα τῷ πνευματικῷ πόθῳ τετρωμένη καὶ τὴν μέριμναν ὅλην ἐν πολλῇ ἐπιθυμίᾳ πρὸς τὴν κτῆσιν τῆς ἐπουρανίου δωρεᾶς ἔχουσα λήθην 64-1-2 ποιεῖται πάσης σαρκικῆς καὶ ἐπιγείου φρονήσεως, ἑλκομένη ὁσημέραι ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς τὸν πόθον τοῦ ἐπουρανίου νυμφίου.

διὸ χώραν οὐκ ἔχουσιν ἐν τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει ἐνεργεῖν τὰ ἄλογα τῆς ἀτιμίας πάθη οὐδὲ τὸν θανατηφόρον τῆς κακίας σπόρον ὁ πονηρὸς ἐπισπεῖραι δύναται διὰ τὸ ὅλην τὴν προαίρεσιν νεύειν εἰς ἐπιθυμίαν τῆς πρὸς θεὸν εὐαρεστήσεως, μηδὲν προκρίνουσα ἕτερον τῶν δεσποτικῶν προσταγμάτων τὸ ἴδιον θέλημα ἑτοίμως ἀρνεῖται, ἵνα τὸ τοῦ κυρίου θέλημα ὑγιῶς καὶ ὁλοκλήρως 64-1-3 κατεργάσηται.

διὸ εὐκόλως διὰ τὴν τοιαύτην πρὸς θεὸν διάθεσιν λύπην κόσμου ἀφ' ἑαυτῆς ἐξορίζει, τὴν πρὸς τὸν κύριον χαρὰν ἐννοουμένη ὀργὴν καὶ θυμὸν καὶ μῆνιν ὑποτάσσει τῇ πραότητι καὶ ἐπιεικείᾳ καὶ χρηστότητι ὑπερήφανον καὶ φίλαρχον τῆς κακίας φρόνημα καὶ τύφον μάταιον τῇ πολλῇ ταπει64-1-4 νοφροσύνῃ καὶ τῇ πρὸς πάντας ὑποταγῇ καθαιρεῖ καὶ νεκροῖ.

μιμεῖται γὰρ τὸν κύριον τὸν ὑπὸ ἀγγέλων προσκυνούμενον καὶ ὑπὸ δυνάμεων δοξολογούμενον, ἑαυτὸν εἰς τοσοῦτο ὑποδούλιον τῶν ἰδίων δούλων καταστήσαντα, ὡς ῥαπιζόμενον ὑπὸ δούλου μαστιγούμενον τε καὶ ὀνειδιζόμενον, ἔτι δὲ καὶ σταυρούμενον ὑπὸ ἀδίκων μὴ ἀνθίστασθαι, ἀλλ' ὑπομένειν πάντα τῆς ἡμετέρας ἕνεκα σωτηρίας, ὑπογραμμὸν ὁσιότητος καταλιπόντα τοῖς βουλομένοις ἀκολουθεῖν ὀπίσω αὐτοῦ, ἵνα οὕτω τὴν αἰωνίαν ζωὴν κληρονομῆσαι δυνηθῶσιν.

64-1-5 Ὅσαι δὲ φιλοπαθεῖς καὶ φιλήδονοι καὶ φιλόσαρκοι ψυχαὶ αἱ τοῖς ἰδίοις θελήμασιν ἐξακολουθοῦσαι καὶ ἰδίοις ὅροις εἴκουσαι, τῶν εὐαγγελικῶν ἐντολῶν μὴ ἐφαπτόμεναι, τὴν μόρφωσιν τῆς εὐσεβείας ὡσπερεὶ προσωπεῖον περικείμεναι καὶ οἰήματι μόνον ἑαυτὰς ἀπατῶσαι, εἶναί τι νομίζουσι μηδὲν οὖσαι, νενοθευμένην κατεργαζόμεναι δικαιοσύνην, αἱ σωματικὰς μὲν ἀσκήσεις καὶ ἐγκρατείας ἀφειδοῦς κάματον ὑπομένειν μέγιστον αἱροῦνται, ὅπερ οὐκ ἔστιν ἀρετῆς ἀπόδειξις, ἀνοίας δὲ καὶ ἀδιακρισίας αἰτία.

τὰ κρυπτὰ τῆς κακίας πάθη μὴ ἐρευνήσασαι τὸν ἔνδοθεν τῆς ψυχῆς ἄνθρωπον ἀτημέλητον εἴασαν, εἰς τὴν 64-1-6 ἔξωθεν δικαιοσύνην μόνον ἐμπληροφορούμεναι.

αἱ γὰρ τοιαύτην ἔχουσαι ἀγνοίας αἰτίᾳ διάθεσιν ψυχαὶ ὀργῆς ἀναίρεσιν οὐ ποιοῦνται, μᾶλλον δὲ οὐ κρατοῦσι.

μηνίουσι καὶ οἰκτρᾶς ἕνεκεν προφάσεως ζήλου καὶ ἔριδος ἀκμάζουσαν ἔχουσι τὴν ἐνέργειαν, ὑπόκρισιν καὶ δόλον ἐναποκείμενα κέκτηνται ὑπερηφανίαν τε καὶ ἔπαρσιν καὶ κενοδοξίαν εἰς τοσοῦτο νοσοῦσιν ὡς καὶ πασχούσας καὶ δεινῶς ἐγκειμένας τῷ πάθει ἀγνοεῖν τὴν δυσίατον νόσον, καὶ ἡ χαρὰ τοῦ κυρίου 64-1-7 οὐκ ἔστιν ἐν αὐταῖς διὰ τὸν τῆς οἰήσεως ὄγκον.

ἡ γὰρ τοῦ ἔνδον ἀνθρώπου ἐπιμέλειά ἐστιν ἡ τῶν προειρημένων παθῶν ἀναίρεσις καὶ ἡ τῶν ἀρετῶν διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἐντελὴς ἐνέργεια ἐν πραΰτητι, ἐν ἐπιεικείᾳ, ἐν ταπεινοφροσύνῃ πολλῇ, ἐν τῷ πᾶσιν ἑαυτὸν ὑποτάσσειν καὶ «μηδενὶ κακὸν ἀντὶ κακοῦ» ἀποδιδόναι, ἀλλ' εὔχεσθαι ἔσχατον εἶναι καὶ ταπεινότερον πάντων· 64-1-8 «ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται».

ὥσπερ γὰρ τὴν σωματικὴν ἄσκησιν καὶ ἐργασίαν ἐπιδεικνυμένη ἡ ψυχὴ πόνῳ καὶ ἀγῶνι κατορθοῖ, οὕτω καὶ τῆς πνευματικῆς ἐργασίας, λέγω δὴ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος πάσῃ σπουδῇ ἐπιμελήσασθαι ὀφείλει, ἵνα καὶ ἔσωθεν καὶ ἔξωθεν κατὰ τὸ τοῦ κυρίου παράγγελμα τὸ ποτήριον ᾖ καθαρόν, ὅπως μὴ τῇ τῶν Φαρισαίων νενοθευμένῃ δικαιοσύνῃ ὅμοιοι γενώμεθα τὸ ἔξωθεν μόνον πλύνοντες, τὸ δὲ ἔσωθεν πλῆρες ῥύπου ἔχοντες.

καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὅσοι ἀγνοίας αἰτίᾳ τὸν λογισμὸν τυφλώττουσι καὶ δοκοῦσι μὲν ζῆλον θεοῦ ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν αὐτὸν ἔχουσιν.

64-1-9 Ὑμεῖς δὲ Χριστοῦ χάριτι τὸν εὐαγγελικὸν καὶ ἀκριβῆ τῆς ἀληθείας λόγον ἐπακούοντες καὶ σύνεσιν Χριστοῦ κεκτημένοι, οἱ τῆς χάριτος τὴν γεῦσιν αὐτῇ πείρᾳ πληροφορίας ἐν καρδίᾳ λαβόντες, οὐκέτι μικραῖς ἀρεταῖς ἐναπομένειν, οὐδ' ἐπὶ τῇ γεγονυίᾳ ὑμῖν βραχείᾳ παρακλήσει θεοῦ ἵστασθαι ὀφείλετε, ἀλλὰ πόθῳ πόθον καὶ τόνῳ τόνον καὶ σπουδῇ σπουδὴν καὶ προθυμίᾳ προθυμίαν καὶ νηστείᾳ νηστείαν καὶ εὐχῇ εὐχὴν καὶ ἀγρυπνίᾳ ἀγρυπνίαν καὶ ἁπαξαπλῶς ἀρεταῖς ἀρετὰς ἐπισυνάπτειν ὀφείλετε, ἵνα ἡμέραν ἐξ ἡμέρας προκοπῆς αἴσθησιν λαβόντες ἐν πληροφορίᾳ «εἰς τέλειον ἄνδρα, εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας» φθάσωμεν, εἰς καθαρότητα καρδίας καταντήσωμεν, εἰς ἁγιασμὸν τέλειον ψυχῆς καὶ σώματος ἐν πληρώματι χάριτος ἐλθεῖν καταξιωθῶμεν, καὶ οὕτως 64-1-10 ἀληθῶς Χριστοῦ ἄξιοι γενόμενοι τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν.

δειξάτω οὖν ἕκαστος ὑμῶν τὴν ἐν Χριστῷ προκοπὴν διὰ πολλῆς ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας πάντων δοῦλοι καὶ καταπάτημα γενώμεθα, ἵνα ὑψωθῶμεν παρὰ Χριστοῦ.

ὀνειδιζόμενοι, καὶ ἐξουθενούμενοι μυκτηριζόμενοι τὲ καὶ λοιδορούμενοι μετὰ χαρᾶς ὑπομείνωμεν, ἵνα τέλειον τὸν ἐπουράνιον μισθὸν κομισώμεθα καὶ ὁλόκληρον «τὸν ἀμαράντινον στέφανον τῆς δόξης» ἀποληψόμεθα, μὴ διὰ μικρᾶς αἰτίας θυμούμενοι καὶ ζηλοῦντες καὶ μηνίοντες καὶ 64-1-11 ὑπερηφάνῳ φρονήματι ἐπαιρόμενοι ἐκπέσωμεν τῆς προκειμένης ζωῆς.

ἀπολέσθω γὰρ ὅλος ὁ κόσμος καὶ τὰ τοῦ κόσμου, καὶ μόνον ἀτάραχοι διαμείνωμεν εἰς εὐαρέστησιν θεοῦ ὁλοτελῶς ἀπασχολούμενοι καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὅπως εἰς τέλος τὸ θέλημα τοῦ κυρίου τελείως κατεργασάμενοι 64-1-12 τελείως καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν δυνηθῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.