Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ ΜΕ-ΝΓ

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP

MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg



45-τ-1 ΛΟΓΟΣ ΜΕʹ.

45-1-1 Ὥσπερ ἵνα ᾖ τις ὑπὸ σφοδροτάτου πυρετοῦ κατεχόμενος καὶ ἔνδοθεν φλεγόμενοςκαὶ τούτῳ ἐὰν προσενέγκῃ ἰατρὸς τροφήν, ἀηδίζεται καὶ σικχαίνει, καὶ λοιπὸν ὁ ἰατρὸς παρακαλεῖ λέγων· "1ἀνάγκασον σεαυτόν.

"2 καὶ ὅταν μεταλάβῃ τροφῆς, κατὰ μικρὸν ἄρχεται ἡ γλυκασία τῆς τροφῆς καταπαύειν καὶ σβεννύειν τὴν ἔνδοθεν φλεγομένην τῆς πικρίας νόσον.

ἀλλ' οὐκ ἀπὸ μιᾶς διαγωγῆς διϋλίζεται ὅλος ὁ πυρετός· πολλάκις γὰρ μεταλαμβάνει τῆς τροφῆς καὶ ἐνδυναμοῦται καὶ ὑγιαίνει καὶ περιπατεῖ, καὶ ἔτι ἡ χαυνότης καὶ ἀτονία καὶ ἀσθένεια περίκειται αὐτῷ.

καὶ συμβαίνει τινὰ μέλη ἢ ὄψιν ἢ ὀφθαλμοὺς ἔχειν ὡραῖα, ἀλλ' ἔτι τὰ ὑπόλοιπα μέλη ἠφάνισται, ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισταιοὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν· εἰσὶ μέλη πολλὰ τοῦ πνεύματος καὶ συμβαίνει ἔχειν τινὰ μέλη ἐξ αὐτῶν ὑγιῆ, καὶ παρὰ τοῦτο τέλειος οὐκ ἔστιν.

ὁρᾷς πόσοι βαθμοί εἰσι τοῦ πνεύματος καὶ πῶς κατὰ μέρος διϋλίζεται 45-1-2 καὶ λεπτύνεται τὸ κακόν; καὶ οὐκ ἐφάπαξ.

ὅλη γὰρ ἡ πρόνοια καὶ ἡ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) γέγονε διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, καὶ διὰ τὸ τὴν εἰρηνικὴν συστῆναι βασιλείαν.

45-1-3 Οἱ δὲ Χριστιανοὶ οὔτε πόρνην διακρίνουσι προεστῶσαν οὔτε ἁμαρτωλοὺς οὔτε ἀτάκτους, ἀλλὰ ἁπλουστάτῳ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ κατανοοῦσι πάντας, ὥσπερ ἐὰν ᾖ τοῦτό τινι ὡς φυσικόν, ὡς πηκτόν, τὸ μηδένα ἐξουθενεῖν, μηδένα κρίνειν ἢ βδελύσσεσθαι καὶ γὰρ ἔχων αὐτοὺς ἐν διακρίσει καὶ τὸν μονόφθαλμον, εἰδὼς ὅτι οὕτως ἐστίν, ὡς ὑγιῆ αὐτὸν ὅρα, τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς ὑγιαίνοντα.

αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα συγγνῷ τοῖς ἁμαρτωλοῖς καὶ συμπαθήσῃ καὶ σπλαγχνισθῇ.

οἱ γὰρ ἅγιοι τοῦ θεοῦ συμβαίνει ὅτι καθέζονται εἰς θέατρον καὶ βλέπουσι τὸν κόσμον ἐν τῇ ἀπάτῃ τοῦ βίου, καὶ αὐτοὶ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ.

45-1-4 Ἄλλην οὖν ἔχουσι προαίρεσιν οἱ κοσμικοὶ ἐνεργούμενοι ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ ἐπίγεια.

καὶ οἱ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ θεοῦ κοινωνεῖ τῇ ψυχῇ αὐτῶν καὶ καταπατοῦσι τὸν ἀντικείμενον.

γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος».

οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται, καὶ πυρὸς καταφρονοῦσι καὶ ξίφους καὶ ὑδάτων, καὶ δαιμόνων καὶ παθῶν εἰσι δεσπόται.

πάλιν δὲ οἱ χαῦνοι καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος ἢ τὸ ξίφος ἀποκτείνεικαὶ δαίμονες κατακυριεύουσιν.

45-2-1 Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν δόξαν τὴν θεϊκὴν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει.

ἡ γὰρ ἔσωθεν οὖσα δόξα ἐφηπλώθη τότε τῷ σώματι τοῦ Χριστοῦ καὶ ἔλαμψε, τὸν αὐτὸν δὴ τρόπον καὶ εἰς τοὺς ἁγίους ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχύνεται, ἐπειδὴ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ.

γέγραπται γάρ· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί· «τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς».

ὥσπερ ἀπὸ πυρὸς ἑνὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα αὐτῶν, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίνεσθαι ὅπερ ὁ Χριστός.

Ἐρώτησις.

Πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἀποθνῄσκει γὰρ αὐτῶν τὰ σώματα καὶ φθείρεται, ἐκεῖνος δὲ ὥσπερ ἀθάνατος ἦν κατὰ τὴν ψυχήν, οὕτω καὶ τὸ σῶμα ἄφθαρτος.

Ἀπόκρισις.

Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται.

εἴ τις οὖν «μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», εἰς τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει.

ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ' οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρεται ἐν δόξῃ.

διὸ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν Χριστιανῶν.

45-3-2 οὐκ ἦν οὖν ἄφθαρτον τὸ σῶμα τοῦ Ἀδάμ, ἀλλὰ μέσον ἀφθαρσίας καὶ φθορᾶς.

εἰ δέ, ὡς φῄς, ἀθάνατος ἦν ὁ ἄνθρωπος κατὰ τὸ σῶμα, ὅλος ὁ κόσμος βλέπων τὸ παράδοξον τοῦ πράγματος, ὅτι οὐ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ 45-3-3 λοιπὸν τινί, οὐχ ἑκουσίᾳ τῇ γνώμῃ ἔρχοντο ἐπὶ τὸ ἀγαθόν.

ἀλλ' ἵνα διαμείνῃ καὶ φανῇ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ἔδωκε τῷ ἀνθρώπῳ ὁ κύριος, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίνεται λύσις σώματος, ἵνα ᾖ τὸ θέλημα τοῦ ἀνθρώπου τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν καὶ ἐπὶ τὸ κακόν.

ὁ γὰρ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν ἀνάγκῃ τινὶ οὐ δέδεται, καίτοι δὲ ὢν σκεῦος διαβόλου οὐ τὸ ὅλον κατακυριεύεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ζωῆς· οὔτε λοιπὸν ὁ μεμεστωμένος εἰς τὸν θεὸν καὶ ὢν βαθὺς καὶ μεμεθυσμένος ἐν τῇ χάριτι ἀνάγκῃ τινὶ κεκράτηται, ἀλλὰ καίτοι ὢν πεπληρωμένος καὶ δεδεμένος πνεύματι ἁγίῳ ἔχει τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτὸν καὶ ποιεῖν ἃ θέλει εἰς τὸν αἰῶνα τοῦτον.

45-4-1 Ἐρώτησις.

Κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκκρίνεται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, ὅταν τύχῃ ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις.

Ὥσπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίνεται εἰκὼν καὶ γεννᾶται καὶ ἤδη οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλὰ αὐξάνει εἰς πολλὰ ἔτη, καὶ τότε γίνεται ἀνήρ, ἢ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες ἄνεμοι καὶ τῷ δέοντι καιρῷ γίνεται ἄσταχυς, καὶ ὁ φυτεύων ἀμπελῶνα οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, οὕτω μᾶλλον εἰς τὸ πνευματικόν, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν αὐξάνει καὶ γίνεται «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ οὐχ ὥς τινες λέγουσιν· 45-4-2 "1ἔνδυσαι, ἔκδυσαι.

"2 ὥσπερ ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, κἀκεῖ ἐστιν ὅλων ἔσχατος.

πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὸν γραμματικόν, καὶ ὅλων ἐστὶν ἔσχατος ἀρχάριος.

εἶτα ὅταν γένηται σχολαστικός, ὅλων τῶν δικολόγων ἐστὶν ἔσχατος ἀρχάριος.

πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, τότε γίνεται ἡγεμῶν καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ τὸν συγκάθεδρον βοηθόν.

εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς καὶ αὐξάνει, καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ἐξειλεῖ καὶ γίνεταί τις τέλειος.

45-4-3 Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι ἐξ ἀληθείας τῆς χάριτος καὶ ἔχοντες τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέως καὶ τῶν κάτω σκύβαλα ἡγοῦνται καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ δρόμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα, καὶ εἴ τί ἐστιν ἀπὸ τοῦ 45-4-4 οὐρανοῦ κάτω, αὐτοῖς ἐστιν εὐκαταφρόνητα.

διὰ τί; ἐπειδὴ ξένον τι καὶ θαυμαστὸν τὸ ἐπάνω τοῦ οὐρανοῦ, τὸ μὴ ὂν μήτε εἰς θησαυροὺς βασιλέως μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν ἢ ἀξιώματα ἢ πλοῦτον ἐκεῖνο ἐκτήσαντο, αὐτὸν τὸν κύριον τὸν κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον εἰς τοὺς αἰῶνας.

Ἀμήν.

46-τ-1 ΛΟΓΟΣ Μϛʹ.

46-1-1 Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιαι καὶ ἁπλαῖ ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν.

τὸ δέ τινα αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς, ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν ἐκ τοῦ προσήκοντος λογισμοῦ.

εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθαι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς γέενναν τὸν σατανᾶν.

εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν καὶ ῥίζαν δύναμιν 46-1-2 καὶ ἰσοδυναμίαν.

πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι, "1ποία ἐστὶν ἡ νικῶσα δύναμις;"2 ἀνάγκη δὲ εἰπεῖν, ὅτι "1ἡ τοῦ θεοῦ.

"2 ἀποκρίνου· "1λοιπόν, οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος, ὦ λέγοντες ἐν ὑποστάσει τὸ κακόν.

θεῷ οὐδέν ἐστιν ἐνυπόστατον κακὸν κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν.

ἡμῖν δέ ἐστιν ἐνυπόστατον κακὸν ἐνεργοῦν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον.

"2 οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ' ἔστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν καὶ τὰ ζιζάνια καθ' ἑαυτά, ἔστιν ἐν ἑνὶ οἴκῳ ὁ λῃστὴς κατ' ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ' ἰδίαν.

46-1-3 Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται.

οὕτω καὶ ἡ ψυχὴ ὅτε ταράσσεται καὶ θολοῦται, κιρνᾶται καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνευμάτων ὄντων ἀμφοτέρων), οἷον κατὰ τὸν καιρὸν τῆς πορνείας ἢ τοῦ φόνου· διὰ τοῦτο «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμα» γίνεται.

πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστι τῆς ψυχῆς ἡ ὑπόστασις, μεταμελομένης ἐφ' οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται ἐφ' οἷς ἐπλημμέλησε καὶ μνημονεύει θεοῦ.

εἰ γὰρ πάντοτε ἦν βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος 46-1-4 εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει.

καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἕν τι γίνεται μετ' αὐτοῦ, ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις καὶ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ἄλλος ζῇ.

τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος.

ἓν πνεῦμα γίνονται οἱ Χριστιανοὶ μετὰ τοῦ κυρίου, ἄλλῃ ὥρᾳ οὔκ εἰσιν ἕν, ἀλλὰ ἀμφότερα αἱ ὑποστάσεις διακεκριμέναι εἰσί.

τότε δὲ ἓν γίνεται, ὅταν καταποθῇ ὁ ἄν46-1-5 θρωπος ἐν αὐτῇ τῇ χάριτι.

εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· πῶς (φησι) μετὰ τὴν ἐπίσκεψιν τοῦ θεοῦ ἐνεργοῦσι λογισμοί.

οἱ δὲ γεγυμνασμένοι εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ καὶ ἐν αὐτοῖς γηράσαντες οὐδὲν ξενίζονται.

καθάπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γίνωνται εὐφορίαι, οὐ τελείως ἀμεριμνοῦσιν, ἀλλὰ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι γνωρίζοντες τὴν μεταβολήν, οὕτω καὶ εἰς τὸ πνευματικόν.

ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται ἡ ψυχὴ δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς χάριτος, οὔτε δὲ πάλιν ὅταν ἐν πλούτῳ πολλῷ ᾖ καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μετα46-1-6 βολήν.

καὶ εἰ ὁ ἥλιος οὗτος, σῶμα ὢν καὶ κτίσμα, καταλάμπων εἰς τόπους δυσώδεις, ἔνθα εἰσὶ νεκρώματα καὶ βόρβορος, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα συνὸν τῇ ψυχῇ τῇ ἐνεργουμένῃ ὑπὸ τῆς ῥυπαρίας τοῦ πονηροῦ, οὐδὲν συμμεταλαμβάνει· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε».

46-1-7 Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστιν ἐκεῖ λείψανον τῆς κακίας, †ἔχων† τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ.

ὅταν οὖν τις ἐν θλίψει ᾖ, οὐκ ὀφείλει ἀπευδοκῆσαι, ἐπεὶ πλέον παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται.

ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν.

τὸ οὖν εἶναί τινας παραλελυμένους καὶ λελωβημένους, πυρέττοντας καὶ ἀσθενοῦντας καὶ πόνους ἔχοντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο· αὕτη γὰρ ἡ ῥίζα πάντων ἐστὶ τούτων, καὶ τὰ πάθη δὲ τῆς ψυχὴς 46-1-8 (τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων κακῶν διαλογισμῶν) ἐξ αὐτῆς ἐστιν.

ὥσπερ ἵνα ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης γενομένης καὶ αὐτὴ ἡ πηγὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτω καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς ὃν ἂν πλεονάσῃ ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν καὶ τὴν καθαράν, ἐπειδὴ νῦν 46-1-9 οἱ ἄνθρωποι τοῦ θεοῦ μειζότεροι γίνονται τοῦ πρώτου Ἀδάμ.

ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου καὶ οὐ καταβάσει ἐπιφαίνεται, ὃν τρόπον ὁ ἄγγελος κατερχόμενος ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς ἐστιν, ἐν οὐρανῷ δὲ οὔκ ἐστιν.

ὁ δὲ θεὸς πανταχοῦ ἐστι καὶ ἄνω ἐστὶ μετεχόμενος ὑπὸ τῶν ἁγίων δυνάμεων καὶ ἐνταῦθα ἐν ἡμῖν ἐστι, καὶ πᾶν ποίημα καὶ κτίσμα ἐν τῇ χειρὶ αὐτοῦ περιδέδρακται, αὐτὸς ἀχώρητος ὤν.

46-1-10 Ἀλλ' ἐρεῖς μοι· «πῶς δύναται ὁ θεὸς ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾶ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία;» Ἀποκρίνομαί σοι κἀγώ, ὅτι ἀπαθὴς ὢν τὰ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα ὑπ' αὐτοῦ κρατεῖται καὶ δεσμεῖται.

καὶ τὸ ἀγαθὸν οὐ ῥυπαροῦται οὐδὲ σκοτίζεται.

εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον, ἵνα ζητήσωμεν λοιπὸν ἀνώτερον αὐτοῦ ἄλλον.

ἀνάγκη οὖν τὸν θεὸν ἁπανταχοῦ εἶναι καὶ τὰ μυστήρια τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενα ὑπὸ τοῦ σκότους μὴ καταλαμβάνεσθαι.

οὔτε γὰρ δύναται τὸ κακὸν μετασχεῖν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι.

τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐν ὑποστάσει, 46-1-11 ἐπειδὴ οὐδὲν ἀδικεῖται.

ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον.

ἐδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ τῶν μυελῶν.

46-2-1 Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτω καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ ἡ χάρις τοῦ θεοῦ σύνεστι μηδὲν ἀδικουμένη.

46-2-2 Ὥσπερ ἵνα ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτω καὶ ἡμεῖς τῷ δεσπότῃ ἡμῶν Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, εἴτε ἐν κακοῖς ἐσμεν εἴτε ἐν ἀναπαύσει, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτῷ, ὅτι "1αὐτός μοῦ ἐστι πλοῦτος, αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα.

"2 46-2-3 Πάντοτε οὖν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον.

ἐὰν δὲ καί τις μήπω ἔχῃ χάρισμα τοῦ θεοῦ πεφυτευμένον καὶ πεπηγμένον ἐν αὐτῷ, ἵνα νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν ᾖ προσκεκολλημένον τῇ ψυχῇ καθ' ὥραν ὁδηγοῦν αὐτὴν καὶ ὀρθοτομοῦν καὶ αἰχμαλωτίζον εἰς τὰ ἀγαθά, ὥστε ἔχειν τὴν μέριμναν, τὸν πόνον καὶ τὸν φόβον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε ἔχειν ὀφείλει πεπηγμένον.

46-2-4 Ὥσπερ δὲ ἵνα ᾖ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτω καὶ ἡ χάρις ἐργάζεται κρυπτῶς εἰς τὰς καρδίας τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρίας εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς χρηστότητα.

46-2-5 Ἢ ὥσπερ ἵνα ᾖ ἀργυροκόπος ἢ ἀναγλυφάριος, ἀναγλύψας δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει ζῴδια διάφορα, καὶ ἐπὰν τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα φωτί, οὕτω καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναχωνεύει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως ὅτε ἐκδημοῦμεν τοῦ σώματος, καὶ τότε φαίνεται αὐτῆς τῆς ψυχῆς τὸ κάλλος.

46-2-6 Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσει καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσί τι, καὶ τότε ἐγχέουσι καθ' ὁμοίωμα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο τὸ σχῆμα ἀποτελεσθῆναι, οὕτω καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς.

46-2-7 Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῷόν ἐστιν, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω.

μέγα γάρ ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος οἰκῆσαι.

46-2-8 Οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν «ὀστέων καὶ πάσης ἀκαθαρσίας».

46-2-9 Οἱ γὰρ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοί, μεθ' ὧν καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτηρὸς ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

47-τ-1 ΛΟΓΟΣ ΜΖʹ.

47-1-1 Οἱ τὸν θεμέλιον ὥσπερ πέτραν οἰκοδομοῦντες, ἥτις ἐστὶν Ἰησοῦς Χριστός, καὶ ἐπὶ πολλῷ χρόνῳ γυμνασθέντες καὶ δοκιμασθέντες, οὗτοι «τοῖς πειραζομένοις βοηθῆσαι» δύνανται καὶ συμπαθῆσαι καὶ ἐλεῆσαι αὐτούς.

47-1-2 Τινὲς δὲ σφαλλόμενοι εἰς ἑαυτούς, χάριτος θεοῦ γενομένης ἐν αὐτοῖς ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι ὅτι "1οὐκ ἐγχωρεῖ εἰς Χριστιανὸν ἐπιθυμίαν εἶναι"2, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστιν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια μυστήρια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη εἰς τὰ τέλεια μέτρα ἐφθακέναι.

47-1-3 καὶ ὡς ἐνόμισε προσηγγικέναι τῷ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν αὐτὸν εἰς τὸ μέσον τοῦ πελάγους εἰσενεχθῆναι, ὅπου μόνον οὐρανὸς καὶ θάλασσα καὶ θάνατος ἕτοιμοςἡ ἁμαρτία γὰρ ἐπεισελθοῦσα κατειργάσατο 47-1-4 ἐπιθυμίαν κακήνκαὶ νῦν οἱ αὐτοὶ ὥσπερ ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδας τινὰς ἐδέξαντο καὶ εὑρίσκουσιν ἐκεῖνοι αὐτοὶ καθ' ὥραν καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι, πῶς σοφίζει, πῶς φωτίζει, εἰρηνεύει, ὁδηγεῖ, τὰ πάντα ἀγαθύνει, τὰ θεῖα καὶ ἐπουράνια διδάσκει, ὥστε τὸν τοιοῦτον πρὸς σύγκρισιν ἐκείνου τοῦ μυστηρίου τοὺς βασιλεῖς καὶ δυνάστας καὶ σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους ἡγεῖσθαι.

καὶ μετὰ καιροὺς καὶ ὥρας μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας ἑαυτὸν ἡγεῖσ47-1-5 θαι ἁμαρτωλότερον ὅλων τῶν ἀνθρώπων καὶ ἔχειν ἑαυτὸν ὡς πηλόν, πάλιν ἄλλῃ ὥρᾳ ὁρᾷ ἑαυτὸν ὁ τοιοῦτος ὡς βασιλέα μέγιστον, ἐξαίσιον δυνάστην ἢ φίλον βασιλέως, πάλιν ἑαυτὸν ὁρᾷ πτωχὸν καὶ ἀσθενῆ.

λοιπὸν εἰς ἀδημονίαν ἐμπίπτει ὁ νοῦς "1διὰ τί οὕτως καὶ οὕτως;"2 47-1-6 Ὁ κύριος οἰκονομικῶς σοι ἐμπιστεύει τὴν χάριν, κυβερνᾷ καὶ διοικεῖ· ἐπειδὴ γὰρ ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς οὖσα ἐπαίρεται καὶ τυφοῦται, ἐὰν εὕρῃ ὀλίγην ἀνάπαυσιν καὶ χάριν τοῦ κυρίου καὶ τοὺς πολλοὺς κρίνει, διὰ τοῦτο παραχωρεῖ ἡ χάρις, ἵνα ᾖ πάντοτε ὁ ἄνθρωπος ὑπὸ κόνδυλον καὶ μέριμναν.

οὕτω γὰρ αὐτῷ συμφέρει.

ἄρχεται γὰρ πενθεῖν ἑαυτὸν καὶ ὀδύρεσθαι, καὶ ὁ κύριος χαίρει ἐπὶ τῇ τοιαύτῃ προαιρέσει· «καρδίαν» γὰρ «συντετριμμένην καὶ 47-1-7 τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει».

ὥσπερ γὰρ ἵνα ἔχῃ δεσπότης δύο δούλους, ὧν ὁ εἷς λαβὼν παρρησίαν, ἄρχεται ἐπιτρεπτικῶς φέρεσθαι πρὸς τὸν δεσπότην, ὁ δ' ἄλλος ὑπὸ φόβον ἐστὶ καὶ πληγάς, καὶ εἴ τι αὐτῷ λέγεται ὑπὸ τοῦ δεσπότου, τρέμων ταχέως ὑπακούει, μήπως ἐὰν παρακούσῃ τυπτηθῇ.

ὁ γοῦν δεσπότης ἐπὶ τῷ τοιούτῳ χαίρει, δηλονότι τῷ προθύμως ὑπουργοῦντι 47-1-8 καὶ ἐπιτελοῦντι τὰ λεγόμενα.

οἱ ἐξερχόμενοι τῶν οἰκείων καὶ στήκοντες εἰς τὴν θύραν τοῦ κυρίου καλῶς στήκουσιν· ἐξερχόμενοι γὰρ τοῦ κόσμου ζητοῦσι κτήσασθαι καρποὺς ξένους τῆς φύσεως.

πάντα γὰρ τὰ ἐπίγεια ἀλλότριά ἐστι τῶν οὐρανίων.

ἡ δὲ σὴ φύσις χρῄζει τοῦ κυρίου, εἰς τὸ ἐλθεῖν τὸν κύριον καὶ συγκερασθῆναι τῷ σώματι καὶ τῇ ψυχῇ καὶ γενέσθαι ἓν σῶμα μετὰ τοῦ κυρίου καὶ κατοικῆσαι εἰς τὸν ἔσω ἄνθρωπον τὸν Χριστόν, τουτέστιν ἵνα γένηται εἷς ἄνθρωπος τέλειος τῆς ζωῆς καὶ τῆς βασιλείας τῶν αἰώνων.

∆όξα τῇ μεγαλωσύνῃ αὐτοῦ.

Ἀμήν.

48-τ-1 ΛΟΓΟΣ ΜΗʹ.

48-1-1 Ὁ τῶν Χριστιανῶν κόσμος ἕτερος ἐστι, καὶ ἀγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα.

ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν 48-1-2 οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων κἀκείνων.

οἱ γὰρ τῆς γῆς κατοικήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου, ἐν σάλῳ γηΐνων ἐπιθυμιῶν καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος τοῦ σινιάζοντος σατανᾶ διὰ τοῦ τῆς γῆς σινίου (τουτέστι τῶν γηΐνων πραγμάτων).

48-1-3 πᾶν γὰρ τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως, παραβάντος τὴν ἐντολήν, ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας ἐγένετο, λαβόντα κατὰ τοῦ Ἀδὰμ τὴν ἐξουσίαν καὶ λοιπὸν ἀπ' αὐτοῦ ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζει καὶ προσκρούει τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου.

48-1-4 Ὥσπερ γὰρ ἄλλος ἐστὶν ὁ σῖτος· καὶ ἄλλο τὸ σίνιον· καὶ ἄλλος ὁ σινιάζων διὰ τοῦ σινίου τὸν σῖτον, ἰδοὺ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος ἐνστρέφεται, οὕτω διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων καὶ δι' αὐτῶν σαλεύει καὶ κλονεῖ καὶ σείει καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις καὶ αἰσχροῖς καὶ ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ περικλονῶν καὶ δελεάζων· πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς καὶ ὁ κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ' αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν· «ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἀλλ' ἐγὼ ἐδεήθην τοῦ πατρός μου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις 48-1-5 ὑμῶν».

ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ δημιουργοῦ ῥηθεὶς λόγος καὶ ἀπόφασις εἰς τὸ προφανές· «στένων καὶ τρέμων καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς», τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν.

οὕτω γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος Ἀδὰμ καὶ ἁμαρτωλὸν καταστὰν ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις καὶ παντοδαπαῖς τοῦ ἄρχοντος τοῦ κόσμου πᾶσαν ψυχὴν κλυδωνίζοντος τὴν μὴ γεγεννημένην ἐκ τοῦ θεοῦ καὶ ὡς σῖτον ἐν σινίῳ στρέφοντος καὶ ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς καὶ ἡδοναῖς σαρκικαῖς καὶ φόβοις καὶ ταραχαῖς πάντας σαλεύοντος καὶ δελεάζοντος.

48-1-6 Καὶ γὰρ ὁ κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φοροῦσιν, ἐλέγχων ἔλεγεν· «ὑμεῖς (φησὶ) τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν τοῦ ἀνθρωποκτόνου· ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἐξ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὔκ ἐστιν».

48-1-7 ὥστε πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ παλαιοῦ Ἀδάμ, στένοντες καὶ τρέμοντες ἐν τῷ σινίῳ τῆς γῆς ὑπὸ τοῦ σινιάζοντος σατανᾶ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηται.

ὥσπερ γὰρ ἐξ ἑνὸς Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἡπλώθη, οὕτω μία τις κακία τῶν παθῶν εἰς πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων κατέλυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις καὶ ὑλικοῖς καὶ ματαίοις καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν 48-1-8 ἐπαρκεῖ.

καὶ ὥσπερ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα καὶ τὰ τῆς γῆς φύματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν ἢ ὥσπερ ἓν σκότος τὸ τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται, οὕτω καὶ ὁ τῆς πονηρίας ἄρχων, σκότος κακίας καὶ θανάτου ὑπάρχων, καὶ ἄνεμός τις δεινὸς καὶ κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ γῆς ἀνθρώπων γένος κλυδωνίζει καὶ περιφέρει ἀστάτοις λογισμοῖς καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας καὶ πωρώσεως καὶ λήθης ἐμπίπλησι πᾶσαν ψυχὴν τὴν μὴ ἄνωθεν γεγεννημένην καὶ τῷ φρονήματι καὶ τῷ νῷ εἰς ἄλλον κόσμον μεταβεβηκυῖαν, καθὼς εἴρηται· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».

48-1-9 Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ὄντως ἀληθινοὶ Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων καὶ πολλὴ διάστασις μεταξὺ αὐτῶν καὶ τῶν τοῦ κόσμου ἀνθρώπων τυγχάνει, ὡς προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν αὐτῶν πάντοτε τῷ οὐρανίῳ φρονήματι τυγχάνειν καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ πνεύματος τοῦ ἁγίου, ἐν τῷ ἄνωθεν αὐτοὺς ἐκ θεοῦ γεγεννήσθαι καὶ τέκνα θεοῦ ἐν δυνάμει καὶ ἀληθείᾳ γενέσθαι κατηξιῶσθαι καὶ εἰς στάσιν καὶ ἑδραιότητα καὶ ἀταραξίαν καὶ κατάπαυσιν διὰ πολλῶν ἀγώνων καὶ κόπων καὶ πόνων καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους 48-1-10 καὶ κυμαινομένους ἐν ἀστάτοις καὶ ματαίοις λογισμοῖς κακίας.

ἐν τούτῳ οὖν εἰσὶ μείζους καὶ κρείττους τοῦ κόσμου διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ καὶ ἐν τῇ τοῦ πνεύματος ἀγάπῃ τυγχάνειν, ὡς καὶ ὁ κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε· «μεταβέβηκε (φησὶ) ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν».

48-2-1 Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ τὴν διάκρισιν μεταξὺ τοῦ κόσμου καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις.

καὶ ἰδοὺ καὶ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν καὶ ἀπιστίαν καὶ σύγχυσιν καὶ ταραχὴν καὶ δειλίαν ἔχοντες· καὶ τῷ μὲν σχήματι καὶ τῷ δοκεῖν τοῦ κόσμου διαφέρουσι ἢ καὶ τίσιν ἐξωτέροις κατορθώμασι, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῇ γῇ περισύρονται καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν καὶ εἰρήνην τὴν τοῦ πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι, ἐπεὶ οὐκ ἐζήτησαν παρὰ θεοῦ οὐδὲν καὶ 48-2-2 ἐπίστευσαν τούτων καταξιωθῆναι.

ἐν γὰρ τῇ τοῦ νοὸς ἀνακαινίσει καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ καὶ τῇ τοῦ κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι ἡ «καινὴ κτίσις» τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει· διὸ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, τούτων πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν.

Χριστιανῶν γὰρ ἡ δόξα καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι καὶ μετὰ πόνων καὶ ἱδρώτων καὶ δοκιμασιῶν 48-2-3 καὶ ἀγώνων πολλῶν, τὸ δὲ ὅλον χάριτι ποριζόμενος.

εἰ γὰρ ἡ τοῦ ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως ἐπιθυμεῖ καὶ μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα καὶ προσώπων τὴν ὡραιότητα, ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουθενοῦσιν αὐτὰ διὰ τὸ ἄλλης δόξης ἀσωμάτου καὶ οὐρανίου πεπειρᾶσθαι καὶ ἄλλῳ κάλλει ἀρρήτῳ τετρῶσθαι καὶ ἄλλου πλούτου ἀλαλήτου κεκοινωνηκέναι καὶ 48-2-4 τῷ ἔσω ἀνθρώπῳ ἥδεσθαι καὶ ἄλλου πνεύματος μετέχειν· ἐπεὶ οἱ τοῦ κόσμου τούτου ἄνθρωποι οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τὸν ἐπίγειον βασιλέα κἂν θεάσασθαι μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ τῇ δόξῃ αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας ἀνθρώπουςοὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων τὸ καὶ θεαθῆναι μόνονκαὶ ἕκαστος ἐν ἑαυτῷ λέγει· "1εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα"2, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον ἑαυτῷ γήϊνον καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον 48-2-5 εὐπρέπειαν καὶ δόξαν ἐπιθυμητόν, εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τοῦ γηΐνου βασιλέως τὴν δόξαν ἰδεῖν, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ πνεύματος τῆς θεότητος τῆς ζωῆς καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ πρὸς τὸν οὐράνιον βασιλέα Χριστόν, εἰς ἐκεῖνο τὸ κάλλος καὶ τὴν ἀλάλητον δόξαν καὶ ἄφραστον εὐπρέπειαν καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ δέδενται καὶ αἰχμαλωτίζονται τῇ ἐπιθυμίᾳ καὶ τῷ ποθῷ, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων, ὧν ἐνοπτρίζονται διὰ τοῦ πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκε πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας καὶ δόξας καὶ τιμὰς καὶ πλοῦτον βασιλέως τε καὶ ἀρχόντων ἐξουδένωσαν· θείῳ γὰρ κάλλει ἐτρώθησαν καὶ ζωὴ 48-2-6 ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε.

διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην πρὸς τὸν ἐπουράνιον βασιλέα ὠθοῦνται, αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες, καὶ διὰ τοῦτο πάσης ἀγάπης κόσμου ἑαυτοὺς λύουσιν καὶ ἀναχωροῦσι παντὸς δεσμοῦ γηΐνου, ἵνα δυνηθῶσιν ἐκεῖνον τὸν πόθον ἐν τῇ ἑαυτῶν καρδίᾳ πάντοτε ἔχειν καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ.

48-2-7 Ὀλίγοι δὲ πάνυ εἰσὶν οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ διερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην τῆς ζωῆς τὴν πρὸς τὸν θεὸν 48-2-8 μόνον κατάσχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες.

πολλοὶ γὰρ κατανύσσονται καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς περιτρεπόμενοι διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ διὰ ἰδίου θελήματος ἢ ἀνανδρίαν καὶ χαύνωσιν ἢ δειλίαν ἢ δι' ἀγάπην τινὰ γηΐνην.

48-3-1 Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην μετ' ἐκείνης τῆς ἐπουρανίου παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσιν ἐν τοῖς πνευματικοῖς καὶ 48-3-2 στραφῶσιν εἰς τὰ ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς.

ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα παρὰ θεοῦ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας· οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ἄνθρωπος.

βασιλείαν οὐρανῶν ἐπιθυμεῖς καὶ συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς δι' ὀλίγου χρόνου τῆς ζωῆς 48-3-3 ταύτης ἀναδέξασθαι προθύμως ἕως θανάτου οὐ καταδέχῃ; τοῦ κυρίου βοῶντος· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων καὶ ἀκολουθείτω μοι», καὶ πάλιν· «ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής».

οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῆς βασιλείας ἐπιτυχεῖν βούλονται καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσιτὸ θέλημα δὲ αὐτῶν ζῇ ἐν τοῖς ἰδίοις θελήμασι καὶ ἀκολουθοῦντες τοῖς θελήμασιν αὐτῶν, μᾶλλον δὲ τῷ ἐνσπείροντι τὰ μάταια, καὶ μὴ ἀρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον ζωὴν κληρονομῆσαι, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ 48-3-4 λόγος τοῦ κυρίου ἀληθὴς τυγχάνει.

καὶ οὗτοι ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν τοῦ κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας σικχαίνοντες καὶ μόνον αὐτὸν πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος τῆς βασιλείας διὰ τὸ μὴ ἐξ ἀληθείας θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ διὰ τὸ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις καὶ τῷ μὴ ὅλῃ τῇ ἀγάπῃ, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατόν, πρὸς κύριον εἶναι.

48-3-5 Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα.

διακρίνων μέν, διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν ὃ θέλει ποιῆσαι, ἀλλ' ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται αὐτό, ἡττᾶται αὐτῷ.

πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται καὶ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ θεοῦ καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται ἔξω καὶ διακρίνων διακρίνει ἕκαστος, εἰ τύχοι εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφόν, λέγων ἐν 48-3-6 ἑαυτῷ· "1εἴπω; ἀλλὰ μὴ εἴπω; λαλήσω; ἀλλὰ μὴ λαλήσω;"2 μνημονεύων τοῦ θεοῦ, ἀλλὰ καὶ τὴν ἰδίαν δόξαν περιποιούμενος καὶ μὴ ἑαυτὸν ἀρνούμενος.

ἀλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγῷ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μεχρὶ τῶν χειλέων.

εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ τῆς γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν, καὶ ἐκτὸς ὄντων τῆς ἐντολῆς τοῦ θεοῦ· ὡς βαρηθεὶς τῇ ῥοπῇ τῆς ἀγάπης τοῦ κόσμου καὶ θελήματι ἑκουσίῳ τὴν ἑαυτοῦ δόξαν περιποιού48-3-7 μενος.

εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας.

ἢ ἐνίοτε καὶ τραύματα διὰ τοῦ σώματος ἀπεργάζεται πολεμούντων πρὸς ἄλληλα τῶν μελῶν, ἐνίοτε δὲ καὶ ἕως φόνου καὶ θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα.

ἴδε, πόθεν ἤρξατο καὶ ἕως ποῦ ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς θελήματι ἰδίῳ βαρηθεὶς τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ· διὰ γὰρ τὸ μὴ ἀρνεῖσθαι ἑαυτὸν ἀλλὰ ἀγαπᾶν τι τοῦ κόσμου ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίνεται.

48-3-8 Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς ἐν ἐπιθυμίαις κοσμικαῖς καὶ ἡδοναῖς σαρκός.

οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται, οὕτω μοιχεία οὕτω κλοπή, οὕτω πλεονεξία οὕτω μέθη, οὕτω φιλαρχία οὕτω κενοδοξία, οὕτω 48-3-9 ζῆλος οὕτω φιλαργυρία καὶ πᾶν ὁτιοῦν ἐστι κακίας ἐπιτήδευμα.

ἐνίοτε δὲ καὶ τὰ καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν κενὴν ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἴσα ἐστὶ παρὰ θεῷ ἀδικίας καὶ κλοπῆς καὶ τῶν λοιπῶν ἁμαρτημάτων.

«θεὸς (γάρ φησι) διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων», ὥστε καὶ διὰ δοκούντων καλῶν ὑπηρετεῖσθαι καὶ δουλεύεσθαι ὁ πονηρὸς βούλεται· πολυποίκιλος 48-3-10 γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου.

διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικήν, ἐν δεσμεῖταί τις θελήματι ἰδίῳ δελεαζόμενος ὑπὸ τῆς κακίας, ὅπερ γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς καὶ φορτίον βαρὺ καταβυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι καὶ εὐθέως πρὸς θεὸν ἀνελθεῖν· ἐπειδὴ ὅπερ ἠγάπησέ τις τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ 48-3-11 κάτω, καὶ κρατεῖ καὶ οὐκ ἐᾷ ἀνακύψαι.

εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ τῆς καρδίας ζύγιον κρέμαται καὶ δοκιμάζεται πᾶν γένος τῶν ἀνθρώπων ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων ἢ ἐν ὄρεσιν ἢ ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος τίς ποτε, οὐκ ἀγαπᾷ ὀρθῶς καὶ οὐ δέδεται αὐτοῦ ἡ ἀγάπη καὶ οὔκ ἐστιν ὅλη πρὸς θεόν.

48-3-12 Ἠγάπησε γὰρ εἰ τύχοι τίς κτήματα, ἄλλος χρυσίον καὶ ἀργύριον, ἄλλος γαστρὶ δουλεύειν, ἄλλος ταῖς ἐπιθυμίαις τῆς σαρκός, ἄλλος σοφίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχήν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνινδιὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐκδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτό, ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν ἁπλῶς μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λόγοις ἀγαπᾷ, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν ἐνδίδωσιν, ἄλλος ὕπνον ἢ εὐτραπελίαν ἢ ἀκαιρολογίαν ἀγαπᾷ καὶ ἁπλῶς ἐὰν μικρῷ τινι ἢ μεγάλῳ τοῦ κόσμου τούτου δεσμεῖταί τις κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι.

48-3-13 πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν καὶ βαρύνει καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἅλυσις τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν θεὸν καὶ εὐαρέστως αὐτῷ μόνῳ λατρεῦσαι καὶ ἐν τῇ βασιλείᾳ ζωῆς αἰωνίου τυχεῖν.

48-4-1 Ψυχὴ γὰρ ἡ ἀληθῶς τὴν ὁρμὴν πρὸς κύριον ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς κύριον κέκτηται καὶ πρὸς αὐτὸν μόνον ὅση δύναμις ἐκ προαιρέσεως δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται καὶ ἑαυτὴν ἀρνεῖται καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακόν, ἀλλὰ τῷ τοῦ κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι καὶ παντὸς φαινομένου καὶ κρυπτοῦ δεσμοῦ λύει ἑαυτήν, ὅσον ἐκ θελήματος δυνατὸν καὶ τῷ κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν δυνήσεται ἕως τέλους καθαρῶς· καὶ ἐπικουφισθῆναι τῶν ἀγώνων καὶ 48-4-2 πόνων καὶ ἀθλήσεων.

ὅπου γὰρ ἀγαπᾷ τις, ἐκεῖθεν βοηθεῖται καὶ ἐκεῖθεν βαρεῖται.

ἐὰν τέ τι τοῦ κόσμου ἀγαπᾷ ἐκεῖνο ὃ δήποτε ὀνομάζει ὡς οὐδέν, ἐκεῖνο γίνεται αὐτῷ ἅλυσις καὶ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω καὶ μὴ 48-4-3 συγχωροῦντες ἄνω πρὸς θεὸν ἀπελθεῖν.

ἐάν τε τὸν κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται καὶ ἐπικουφίζεται καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ κυρίου παραγγέλματα διὰ τὸ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσῴζειν ὁλόκληρον καὶ βαρεῖ εἰς τὸ ἀγαθόν, μᾶλλον δὲ κουφίζει καὶ ἐλαφρύνει πάντα πόνον καὶ πᾶσαν θλῖψιν καὶ διὰ τῆς δυνάμεως τῆς θείας τὸν κόσμον διακόπτει καὶ τὰς δυνάμεις τῆς κακίας τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν ἐν τῷ τοῦ κόσμου βυθῷ καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν κατα48-4-4 δεσμευούσας· καὶ οὕτως ἐξειλῆσας ἐξ αὐτῶν διὰ τῆς πολλῆς πίστεως καὶ σπουδῆς καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου σωτηρίας ἀξιοῦται· ἰδίῳ γὰρ θελήματι ἀγαπήσας ἐν ἀληθείᾳ ὑπὸ τοῦ κυρίου βοηθεῖται εἰς τὸ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν.

48-4-5 Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ ἀπόλλυνται πολλοὶ δι' ἀγάπην τινά· καὶ ἐν πυρὶ καίονται καὶ ἐν θαλάσσῃ βυθίζονται καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοὶ οἶκόν τινα ἢ ἀγρὸν ἐμπιπρᾶσθαι πυρί, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος αἰσθόμενος τοῦ ἐμπρησμοῦ γυμνὸς ἔφυγε καταλιπὼν πάντα, καὶ τὴν ἑαυτοῦ ψυχὴν μόνον περιποιήσασθαι βουλόμενος διεσώθη.

ἄλλος δὲ βουλόμενος λαβεῖν τοῦ οἴκου τινὰ σκεύη ἢ ἱμάτια ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου καὶ συνέλαβεν 48-4-6 αὐτὸν ἔνδον καὶ κατέκαυσεν.

ὁρᾷς ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην τινὰ πρόσκαιρον παρ' ἑαυτὸν ἀγαπήσας ἐκεῖνα ἐν τῷ πυρὶ ἀπώλετο.

ὁμοίως πάλιν ἐν θαλάσσῃ στάσει τινὶ περιπεσόντες κλύδωνος τινὲς ἐναυάγησαν· καὶ ὃς μὲν ἀποδυσάμενος γυμνὸς εἰσῆλθεν ἐν τοῖς ὕδασιν ἑαυτὸν βουλόμενος σῶσαι καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν διὰ τὸ εὔλυτον αὐτὸν εἶναι ἠδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν καὶ οὕτω τὴν 48-4-7 ψυχὴν αὐτοῦ περιεποιήσατο.

ἄλλος δέ τις βουλόμενος σῶσαί τινα τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι ἐκκολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ᾖρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε κατεβάρησαν αὐτὸν καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι' ὀλίγον κέρδος μὴ τὴν 48-4-8 ἑαυτοῦ ψυχὴν μόνην σῶσαι βουλευσάμενος.

ὁρᾷς ὅτι θελήματι αὐτοῦ ἐθανατώθη.

ἢ πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἐπέρχεσθαι.

καὶ ὃς μὲν τῷ ἀκοῦσαι ἅμα ἔφυγεν εὐθέως μὴ ἀναβαλλόμενος γυμνὸς ἐξελθών.

ἄλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ ἢ ἐλεῶν τινα τῶν ἰδίων πραγμάτων καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ ἐβράδυνε φυγεῖν, καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον καὶ ᾐχμαλώτευσαν αὐτὸν εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα κἀκεῖ δουλεύειν πικρῶς κατηνάγκασαν.

ὁρᾷς, ὅτι θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἄνοιαν καὶ ἀγάπην 48-4-9 τινῶν πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη.

οὕτω καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐξακολουθοῦντες καὶ μὴ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς κόσμου γηΐνοις ἑκουσίως δεσμούμενοι καὶ ἀγάπῃ τινὶ σαρκικῇ κατεχόμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου εὑρεθέντες ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καυθήσονται καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρᾶς καταβυθίζονται καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων (τουτέστι τῶν πνευμάτων τῆς πονηρίας) αἰχμαλωτιζόμενοι ἀπόλλυνται.

48-4-10 Εἰ δὲ βούλει γνῶναι ἀγάπης ἀπηρτισμένης πρὸς κύριον εὐθύτητα ἐκ τῶν θεοπνεύστων γραφῶν κατάμαθε· ἴδε τὸν Ἰὼβ πῶς πάντα ἀπεδύσατο ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῷα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα· πῶς ἀποδυσάμενος ἔφυγε καὶ διέσωσεν ἑαυτὸν καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ προσρίψας τῷ σατανᾷ καὶ μηδένα λόγον βλασφημίας μήτε τῇ καρδίᾳ μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ κυρίου, ἀλλὰ τοὐναντίον ηὐλόγησε τὸν κύριον· «ὁ κύριος, γάρ φησιν, ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς κύριος ἠθέλησεν, οὕτω καὶ ἐγένετο.

εἴη τὸ ὄνομα κυρίου εὐλογημένον».

ἴδε ἀγάπης πρὸς κύριον ὁλοκλήρου εὐθύτητα, ὅτι οὐδὲν παρὰ τὸν κύριον ἠγάπησεν πλὴν αὐτὸν 48-4-11 μόνον.

καὶ Ἀβραὰμ ἐνομίζετο κεκτῆσθαι πολλά, δοκιμασθεὶς δὲ ὑπὸ θεοῦ «ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ», εὐθέως ὥσπερ εἰπεῖν ἀπεδύσατο πάντα, πατρίδα γῆν, συγγένειαν, γο48-4-12 νεῖς, καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ θεοῦ.

εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γεγενημένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐν ξενίᾳ διάγων καὶ ἀδικούμενος, καὶ εἰς πάντα ἀποδειχθείς, ὅτι θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα, ὕστερον τὸν δι' ἐπαγγελίας καὶ διὰ πολλῶν ἐτῶν υἱὸν μονογενῆ κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο καὶ αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι' ἑαυτοῦ ἀνέφερεν, ἀποδυσάμενος αὐτὸν καὶ ἀληθῶς ἑαυτὸν ἀρνησάμενος· ἀπέδειξε, ὅτι πάρεξ τοῦ θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ 48-4-13 μονογενοῦς προσκομίσεως.

εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ' ἓν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν.

ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς κύριον εὐθύτητα; 48-4-14 Οὕτω καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι πάρεξ θεοῦ οὐδὲν ἀγαπῆσαι ὀφείλουσιν, ἵν' ὅτε δοκιμασθῶσι εὑρεθῶσι χρήσιμοι καὶ δόκιμοι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς τὸν κύριον ἀποσῴζοντες.

οἱ τοιοῦτοι διεξελθεῖν ἕως τέλους δυνήσονται, οἱ ἐκ θελήματος θεὸν μόνον ἀγαπήσαντες πάντοτε καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες.

48-4-15 Ὀλίγοι δὲ πάνυ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαμβάνοντες καὶ πάσας τὰς ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες.

μὴ γὰρ ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὔκ εἰσιν οἱ παρερχόμενοι καὶ διαπερῶντες γενναίως τοὺς θολεροὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν καὶ 48-4-16 παντοδαπῶν καὶ ποικίλων πειρασμῶν ποταμούς; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ κλυδωνιζόμενα καὶ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζονται, οὔκ εἰσι τὰ διαπερῶντα καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ ἀγώνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία.

48-5-1 Οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἱδρώτων καὶ ἀγώνων 48-5-2 ἐπιτυχεῖν τῆς βασιλείας βούλονται, ὅπερ ἀδύνατόν ἐστιν.

ὥσπερ ἐν κόσμῳ ἀπέρχονται ἄνδρες πρός τινα πλούσιον καὶ οἰκοδεσπότην ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται ὧν χρῄζουσιν εἰς τὴν διατροφὴν αὐτῶν, εἰσὶ δὲ ἐν αὐτοῖς τινες σκληροὶ καὶ χαῦνοι καὶ ἄργοι, μὴ κάμνοντες δεόντως μηδὲ ἁρμοζόντως ἐργαζόμενοι, καὶ οὗτοι μηδὲν κοπιάσαντες μηδὲ καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου ἀνδρός, βούλονται τὸν αὐτὸν μισθὸν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ ἰσχύϊ καμοῦσιν λαβεῖν ὡς ἤδη τὸ αὐτὸ ἔργον πεποιηκό48-5-3 τες, τὸν αὐτὸν τρόπον ἐπαναγινώσκομεν τὰς γραφὰς καὶ μανθάνομεν, πῶς ὁ δίκαιος εὐηρέστησε τῷ θεῷ, πῶς φίλος καὶ συνόμιλος θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνίσαντο, καὶ μακαρίζωμεν αὐτοὺς καὶ τῶν ἴσων αὐτοῖς δρόμων καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα καὶ ἐπιθυμοῦμεν προθύμως τὰ ἔνδοξα ἐκεῖνα λαβεῖν χαρίσματα, ὑπερβαίνοντες τοὺς πόνους αὐτῶν καὶ ἀγῶνας καὶ θλίψεις καὶ τὰ παθήματα καὶ τὰς μὲν τιμὰς αὐτῶν καὶ τὰ ἀξιώματα ἐπὶ θεοῦ οἷα κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους αὐτῶν καὶ πόνους καὶ ἀγῶνας οὐκ 48-5-4 ἀναδεχόμεθα.

λέγω δέ σοι, ὅτι τούτων καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως βούλονται ἄνευ πόνων καὶ ἀγώνων τυχεῖν τῆς βασιλείας τῷ θέλειν δέ, ἄνευ τοῦ κάμνειν, ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ καὶ δοκιμασίαι πολλαὶ καὶ θλίψεις καὶ ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται.

τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τὸν κύριον αὐτὸν μόνον ἠγάπησαν 48-5-5 καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον.

διὸ καὶ δικαίως τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦνται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ κυρίου λόγον καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν κύριον μόνον ἠγαπηκότες.

διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται.

48-5-6 Εἰς γὰρ τὰς θλίψεις καὶ τὰ παθήματα καὶ τὴν ὑπομονὴν καὶ τὴν πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ ἐν τῇ γῇ σίτῳ ἢ δένδρῳ ἐπικεντριζομένῳ καὶ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασίονα καρπὸν ἀναφαίνοντι, εἰ μὴ γὰρ δι' ἐκείνων τῶν ἀτιμίας ἀξίων καὶ ἀφανισμοῦ παρῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κοσμήσεως καὶ τὸ κάλλος ἐκεῖνο καὶ τὸν πλεονάζοντα καρπὸν 48-5-7 ἀπεδείχθησαν ἔχειν.

ὡς καὶ ὁ ἀπόστολος «διὰ πολλῶν θλίψεων, φησίν, δεῖ ἡμᾶς κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ πάλιν· «ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε».

πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία καὶ ὀξύτητος καὶ ἀναιδείας εἰς αἴτησιν πρὸς κύριον, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ βρόχους τῶν ἡδονῶν καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν, ἐν πολλῇ νήψει καὶ γοργότητι καὶ τὸ πᾶν τῇ πρὸς κύριον ἀγάπῃ καὶ πίστει, δι' ὧν πόνων καὶ θλίψεων καὶ πίστεως τὸν ἐπουράνιον θησαυρόν (τουτέστι τὴν τοῦ πνεύματος δύναμιν), ἐν ταῖς ψυχαῖς αὐτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν 48-5-8 ἀρραβὼν τῆς βασιλείας.

ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ, (τουτέστι τῆς τοῦ πνεύματος χάριτος) διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ καὶ ὑποδεικνύς, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, ἔλεγεν· «οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς».

48-5-9 Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον, ἵνα καταλυθείσης ἡμῶν τῆς οἰκίας τοῦ σώματος ἐκεῖ ἔχωμεν ἄλλον οἶκον ἐπουράνιον ἐν ᾧ κατηυλισθῇ ἡμῶν ἡ ψυχή.

«εἴγε (φησί) καὶ μὴ ἐκδυσάμενοι γυμνοὶ εὑρεθησόμεθα», τουτέστι ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου πνεύματος, εἰς ὃ μόνον ἡ 48-5-10 πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται.

διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκός, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὃς οἶκος ἐστὶν ἡ ἐνοικοῦσα ἐν αὐτοῖς τοῦ πνεύματος δύναμις.

ἐὰν καταλυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται· ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ πνεύματος οἰκίαν καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ τότε ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει 48-5-11 τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν», καὶ πάλιν· «ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν» καὶ «ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς».

48-6-1 Ἀγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐκδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθησόμεθα, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα.

ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος ἁγίου πνεύματος γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα.

ὃ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδοθεν ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν ἐπὶ τοῦ σώματος.

48-6-2 Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου εἴτε ἡλίου εἴτε τῶν ἀνέμων ἔσωθεν ἐκφύει καὶ ἐκβάλλει ὡς ἔνδυμα τὰ φύλλα καὶ ἄνθη καὶ καρπούς, ὁμοίως καὶ τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχεται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ κύριος εἶπεν· ὅτι «οὐδὲ Σολομὼν περιεβάλλετο ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ ὡς ἓν τούτων»ταῦτα γὰρ πάντα τὰ ὑπο48-6-3 δείγματα τύποι καὶ εἰκόνες εἰσὶ τῶν Χριστιανῶν ἐν τῇ ἀναστάσειοὕτω γὰρ πάσαις ταῖς φιλοθέοις ψυχαῖς (τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς) ἐστι μὲν μὴν πρῶτος ὁ Ξανθικὸς ὅ ἐστιν Ἀπρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως.

διὰ γὰρ τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου πνεύματος, καλύπτουσα καὶ σκέπουσα τὰ σώματα τῶν ἁγίων, 48-6-4 ἥνπερ δόξαν εἶχε νῦν κεκρυμμένην ἔνδον τοῦ σώματος.

ὅπερ γάρ τις ἔχει νῦν, αὐτὸ προέρχεται ἔξω τότε, «οὗτος, φησίν, μὴν πρῶτος ἔσται ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ»· οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει, οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, οὗτος τὰς πόας ἀνατέλλει, οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προσφέρει τὴν γῆν διανοίγων, οὗτος πρῶτος τὴν ἱλαρότητα πᾶσι δείκνυσιν, οὗτος ἐστὶ τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου (τουτέστι τῆς δυνάμεως τοῦ πνεύματος), ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρά, εἰρήνη, ἄμφιον καὶ τὸ 48-6-5 πᾶν ζωὴ αἰώνιος.

πᾶσα γὰρ καλλονή, λαμπρότης καὶ ὡραιότης οὐράνιος εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι καταξιώθησαν, τότε γίνεται.

πῶς τοίνυν οὐκ ὀφείλει τις ἀγωνίσασθαι καὶ πιστεύσαι καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν κτισμάτων ἔχῃ τι αὐτὸν ἀμφιάσει καὶ ζωοποιήσει; «εἴγε (φησὶν) καὶ ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, καὶ ζωοποιήσει (φησὶ) τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».

48-6-6 Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς ἐπὶ τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα· τὴν γὰρ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐν τῷ ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν ἔχειν 48-6-7 καταξιοῦνται.

«ἡμεῖς, γάρ φησι, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, (τουτέστι τῷ ἔσω ἀνθρώπῳ) τὴν δόξαν κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν», ὁμοίως πάλιν· «τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν».

γέγραπται γάρ· «καὶ ὕδωρ οὐκ ἔπιεν».

ἀδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου ἐπὶ τοσοῦτον ζῆσαι, εἰ μή τινος τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν, ἧσπερ τροφῆς ἀπὸ τοῦ νῦν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ πνεύματος μεταλαμβάνουσι.

48-6-8 κατὰ δύο οὖν τρόπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσιν δόξαν φωτὸς τοῦ πνεύματος καὶ τροφὴν νοερὰν οἱ ἀληθινοὶ Χριστιανοί, ἥνπερ καὶ κρυπτῶς ἔχειν ἐν ταῖς ψυχαῖς ἀπὸ τοῦ νῦν καταξιοῦνται· διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσεται, ἥνπερ γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν δόξαν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι ὡς προείρηται ἐκείνη ἡ δόξα ἐκκαλύψει καὶ ἀμφιάσει καὶ τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει καὶ εἰς οὐρανοὺς ἁρπάσει καὶ τότε λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν κυρίῳ ἀνα48-6-9 παύσονται.

τὸν γὰρ Ἀδὰμ κτίσας ὁ θεὸς οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, ἐν τῇ ἀναστάσει ἃς ἔμελλεν αὐτῷ διδόναι, ἵνα αὐταὶ αὐτὸν κουφίζωσιν ἔνθα ἂν τὸ πνεῦμα βούληται· ἃς πτέρυγας ψυχαὶ ἁγίων ἀπὸ τοῦ νῦν καταξιοῦνται ἔχειν εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι.

48-6-10 Χριστιανῶν γὰρ κόσμος ἄλλος ἐστὶ καὶ ἄλλη τραπέζα καὶ ἄλλα ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα· διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι.

τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον λαβεῖν καταξιοῦνται ἐν ταῖς ψυχαῖς διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος.

διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα αὐτῶν καταξιωθήσονται ἐκείνων τῶν αἰωνίων τοῦ πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο.

48-6-11 Ὀφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν πάσαις ἀρεταῖς καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ κυρίου ἐξ ἐκείνης τῆς δόξης τὸν ἔσω ἄνθρωπον ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι καὶ ἐκείνης τῆς ἁγιότητος τοῦ πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρθέντες τοῦ ῥύπου τῆς κακίας καὶ ἐν τῇ ἀναστάσει γυμνῶν τῶν σωμάτων ἡμῶν ἀνισταμένων ἔχωμεν ὃ ἀμφιάσει ἡμῶν τὴν ἀσχημοσύνην καὶ ζωοποιήσει καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ 48-6-12 τῶν οὐρανῶν ἀναπαύσει.

μέλλει γὰρ ὁ Χριστὸς ἔρχεσθαι ἐξ οὐρανοῦ καὶ πάντα τὰ φῦλα τοῦ Ἀδὰμ ἀναστήσει, τοὺς ἀπ' αἰῶνος κοιμηθέντας κατὰ τὰς ἁγίας γραφὰς καὶ εἰς δύο μερίσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον (τουτέστι τὴν σφραγῖδα τοῦ πνεύματος) τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει· «τὰ ἐμά, γάρ φησι, πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι καὶ 48-6-13 γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν».

καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων καὶ δόξης πνεύματος, ἣν ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς.

καὶ οὕτω δοξασθέντες τῷ θείῳ φωτὶ καὶ εἰς οὐρανοὺς ἁρπαγέντες «εἰς ἀπάντησιν τοῦ κυρίου καὶ εἰς ἀέρα», κατὰ τὸ γεγραμμένον, «πάντοτε σὺν κυρίῳ ἐσόμεθα», σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

49-τ-1 ΛΟΓΟΣ ΜΘʹ.

49-1-1 Οἱ τὸν βίον τοῦ Χριστιανισμοῦ ἐν πολλῇ ἀκριβείᾳ βουλόμενοι κατορθῶσαι πρὸ παντὸς τοῦ διανοητικοῦ καὶ διακριτικοῦ καὶ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς ἐν πάσῃ σπουδῇ ἐπιμέλειαν ποιήσασθαι ὀφείλουσιν, ἵνα τὴν διάκρισιν τοῦ καλοῦ καὶ κακοῦ ἐν ἀκριβείᾳ κτησάμενοι καὶ τὰ παρὰ φύσιν πάθη ἀπὸ τῆς καθαρᾶς φύσεως πάντοτε διακρίνοντες κατὰ σκοπὸν εὐθέτως καὶ ἀπροσκόπως πολιτευθήσωνται, καὶ ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέρει χρώμενοι ἀσυνδύαστοι καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνηθῶσι, καὶ οὕτω τῆς θείας δωρεᾶς τοῦ πνεύματος καταξιωθέντες ἄξιοι γένωνται τοῦ κυρίου.

49-1-2 Ἀπὸ δὲ τῶν ὁρωμένων ὑπόδειγμα λάβωμεν.

ἔοικε γὰρ τὸ σῶμα τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος πράγματα τοῖς τῆς ψυχῆς καὶ τὰ φαινόμενα τοῖς κρυφίοις.

ὥσπερ γὰρ τὸ σῶμα ἔχει τὸν ὀφθαλμὸν ὁδηγόν, καὶ αὐτὸς ὁρῶν εὐθύνει ὅλον τὸ σῶμα εἰς εὐθύτητακαὶ ὑπόθου μοι διέρχεσθαι διὰ τόπων ὑλωδῶν τινα καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορβόρου, ἔνθα καὶ πῦρ ἀνάπτει καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖσε τυγχάνει.

τὸ λοιπὸν ὁ σπουδαῖος καὶ εὐκίνητος ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους καὶ δεινοὺς καὶ φοβεροὺς τόπους, συνέχων πανταχόθεν χερσὶ τὸν χιτῶνα αὐτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ ἢ ἐν τῷ πυρὶ κατακαυθῇ ἢ ἐν τῷ βορβόρῳ ἀφανισθῇ ἢ ὑπὸ ξίφων διακοπῇ, καὶ ὁ ὀφθαλμὸς ὁδηγεῖ ὅλον τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταρραγῇ ἢ ὕδασι ποντισθῇ ἢ ἔν τινι καταβλαβῇ.

ὁ οὕτω γοργῶς καὶ συνετῶς διερχόμενος φυλάσσει ἑαυτὸν ἀβλαβῆ καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ 49-1-3 ἄσχιστον καὶ ἄκαυστον καὶ ἄσπιλον.

ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς καὶ βραδὺς καὶ ἄτονος καὶ χαῦνος διὰ τῶν τοιούτων παρερχόμενος τόπων, εἰ περιρρέοντα ἔχει τὸν ἑαυτοῦ χιτῶνα ἔνθεν κἀκεῖθεν εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται καὶ ὑπὸ τοῦ πυρὸς κατακαίεται μὴ σφίγγων τὸ ἔνδυμα αὐτοῦ πάντοθεν ἀνδρείως καὶ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται καὶ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν χιτῶνα διὰ τὴν ἀπροσεξίαν καὶ χαυνότητα καὶ ὀκνηρίαν αὐτοῦ.

εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ εἰς κρημνοὺς καὶ εἰς φάραγγας 49-1-4 πεσεῖται ἢ τοῖς ὕδασι βυθισθεὶς ἀπόλλυται.

τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα ἄλλον τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα δὲ ὥσπερ ὀφθαλμὸν τὸ γνωστικὸν καὶ διανοητικὸν καὶ διακριτικόν, εὐθύνον ὅλην τὴν ψυχὴν καὶ τὸ σῶμα, παρερχομένη διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ κόσμου τούτου καὶ βορβόρου καὶ πυρὸς καὶ κρημνῶν (τουτέστιν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ τῶν λοιπῶν ἀτοπιῶν τοῦ αἰῶνος τούτου), πανταχόθεν ὀφείλει μετὰ νήψεως καὶ σπουδῆς καὶ ἀνδρείας συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν καὶ τὸν χιτῶνα τοῦ σώματος αὐτῆς, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις τῶν μεριμνῶν καὶ ἀσχολιῶν καὶ περισπασμῶν ἢ πραγματειῶν γηΐνων, καὶ ὑπὸ 49-1-5 τοῦ πυρὸς τῆς ἐπιθυμίας παρακαυθῇ.

ὀφείλει γὰρ τὸν ὀφθαλμὸν ἀποστρέφειν τοῦ μὴ ὁρᾶν πονηρά, τὸ οὖς ὁμοίως τοῦ μὴ ἀκοῦσαι κακά, τοὺς πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν ἐπέχειν.

ἔχει γὰρ θέλημα ἡ ψυχὴ τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θελημάτων καὶ ἀκοῆς πονηρᾶς καὶ αἰσχρᾶς καὶ ἐπιτηδευμάτων πονηρῶν καὶ κοσμικῶν.

ἀποστρέφει ἑαυτὴν ἀπὸ ῥεμβασμῶν, φυλάσσουσα τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι καὶ ἐξ49-1-6 απλοῦσθαι ἐν τῷ κόσμῳ τὰ μέλη αὐτῆς τὰ τῶν λογισμῶν.

καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ ἔχουσα πάντοτε ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ τῶν τοῦ κόσμου τούτου ἐπιθυμιῶν καὶ ἐπιτηδευμάτων κακῶν ἄσχιστον καὶ ἄκαυστον καὶ ἀβορβόρωτον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει καὶ ἑαυτὴν διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ τῆς ψυχῆς ὄμματος ἄτρωτον διατηρεῖ, τὸ δὲ πᾶν διὰ τῆς τοῦ κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις πάντοθεν συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς πρότερον ἀποστρέφουσα καὶ οὕτως ὑπὸ κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν παγίδων καὶ ἐπιθυμιῶν 49-1-7 καὶ ἡδονῶν ποικίλων τοῦ κόσμου τούτου.

ἐπὰν γὰρ ἴδῃ ὁ κύριος ψυχήν τινα οὕτως ἀποστρεφομένην τὰς τοῦ κόσμου ἡδονὰς καὶ περισπασμοὺς καὶ ἀσχολίας καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν κοσμικῶν καὶ ματαίων, καὶ τὸ σῶμα καὶ ἑαυτὴν ἀπὸ τούτων πάντων μετὰ πάσης προσοχῆς διαφυλασσομένην, δίδωσι τὴν ἰδίαν τῆς χάριτος αὐτοῦ βοήθειαν, ἄπτωτον διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα τοῦ σκότους διατηρῶν αὐτήν, καὶ οὕτως ἐπαίνων οὐρανίων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δύνατον, πᾶσαν ἐπιθυμίαν κόσμου ἀποστραφεῖσα καὶ μισήσασα καὶ ὑπ' αὐτοῦ βοηθηθεῖσα τὸν δρό49-1-8 μον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξῆλθεν.

εἰ δέ τις ἐν χαυνότητι καὶ ἀμελείᾳ καὶ ῥαθυμίᾳ ἀπροσεχόντως ἐν τῷ βίῳ τούτῳ διαπορεύεται καὶ ἐκ θελήματος μὴ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν κοσμικὴν καὶ τὸν κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ζητεῖ, εἰς τὰς ἀκάνθας τοῦ κόσμου τούτου καὶ ὕλας περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας παρακαίεται ὁ χιτὼν τοῦ σώματος αὐτοῦ καὶ σπιλοῦται ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν καὶ ἀπαρρησίαστος ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυται, τὸ ἔνδυμα αὐτοῦ ἄσπιλον μὴ τηρήσας, ἀλλὰ καταφθείρας αὐτὸ καὶ περισχίσας ταῖς ἀπάταις τῶν ἐπιθυμιῶν τοῦ κόσμου, καὶ 49-1-9 οὕτως ἀπόβλητος τῆς βασιλείας τοῦ θεοῦ γίνεται.

τί γὰρ ποιήσει ὁ θεὸς τῷ ἰδίῳ θελήματι παραδίδοντι ἑαυτὸν τῷ κόσμῳ καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ καὶ ῥεμβασμοῖς λογισμῶν ὑλικῶν ἐκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν δίδωσι τῷ ἀποστρεφομένῳ πάντα τὰ γήϊνα καὶ ὁρώμενα καὶ βίᾳ τὴν διάνοιαν πάντοτε πρὸς κύριον ἕλκοντι καὶ ἀρνουμένῳ ἑαυτὸν καὶ αὐτὸν μόνον ἐπιζητοῦντι.

τοῦτον διατηρεῖ τὸν φυλασσόμενον πανταχόθεν ἑαυτὸν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης, τὸν μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον καὶ μετὰ πάσης προσοχῆς διὰ τῶν παγίδων καὶ ἀκανθῶν καὶ βορβόρου τοῦ κόσμου τούτου παρερχόμενον καὶ μὴ ἁπλούμενον μὲν ἐν λογισμοῖς κοσμικοῖς, ἀλλ' ἑαυτὸν πάντοτε συνέχοντα ὅση δύναμις καὶ τὴν τοῦ θεοῦ βοήθειαν ἐπιζητοῦντα καὶ τῷ ἐλέει αὐτοῦ ἐλπίζοντα καὶ διὰ τῆς χάριτος σῳζόμενον.

49-2-1 Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι ἐκεῖναι αἱ νήψασαι αἱ φρόνιμοι, αἱ μὴ ἀρνησάμεναι τὸ ξένον τῆς ἑαυτῶν φύσεως, τὸ ἔλαιον λαβοῦσαι ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν (τουτέστι τὴν ἄνωθεν χάριν τοῦ πνεύματος) ἠδυνήθησαν συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα.

αἱ δὲ ἄλλαι, μωραί, ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι, οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέξασθαι τὸ ἔλαιον τῆς ἀγαλλιάσεως ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν, ὡς ἦσαν ἐν σαρκί, ἀλλ' ὥσπερ ἀπεκοιμήθησαν δι' ἀμέλειαν καὶ χαυνότητα καὶ ῥαθυμίαν οἰήσει δικαιοσύνης.

διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας ἀπεκλείσθησαν, μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ νυμφίῳ αὐτῶν τῷ ἐπουρανίῳ.

κόσμου γὰρ δεσμῷ καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατεσχέθησαν, διὸ τὴν ἀγάπην ὅλην καὶ τὸν ἔρωτα πρὸς τὸν ἐπουράνιον νυμφίον 49-2-2 οὐκ ἔδωκαν οὔτε τὸ ἔλαιον ἐκομίσαντο.

αἱ γὰρ τὸ ξένον τῆς φύσεως, τὸν ἁγιασμὸν τοῦ πνεύματος ζητοῦσαι ψυχαὶ ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς κύριον δεσμοῦσι· ἐκεῖ γὰρ περιπατοῦσιν, ἐκεῖ εὔχονται, ἐκεῖ λογίζονται, ἐκεῖ μελετῶσι, πάντα ἀποστρεφόμεναι καὶ τὸν μόνον ἀγαθὸν νυμφίον ἀγαπήσασαι.

διὸ καὶ καταξιωθεῖσαι λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου χάριτος ἄπτωτοι ἐξελθεῖν ἠδυνήθησαν τελείως τῷ πνευματικῷ νυμφίῳ εὐάρεστοι εὑρεθεῖσαι.

αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ γήϊνα φρονοῦσι, καὶ οἱ λογισμοὶ αὐτῶν ἐπὶ γῆς ἕρπουσι καὶ ἐπὶ γῆς λογίζονται καὶ ἐπὶ τῆς γῆς δίαιταν ὁ νοῦς αὐτῶν ἔχει, καὶ τῷ δοκεῖν νομίζουσι τοῦ νυμφίου εἶναι, οὐκ εἰσὶ δέ, ὅτι ἐκ τοῦ πνεύματος ἄνωθεν οὐκ ἐγεννήθησαν, τὸ ἔλαιον τῆς ἀγαλλιάσεως μὴ δεξάμεναι.

49-2-3 αἱ γὰρ πέντε αἰσθήσεις τῆς ψυχῆς, σύνεσις, γνῶσις, διάκρισις, ὑπομονή, ἔλεος, ἐὰν δέξωνται τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι τυγχάνουσιν, τὴν ἄνωθεν τῆς χάριτος φρόνησιν δεξάμεναι.

ἂν δὲ εἰς τὴν φύσιν αὐτῶν μόνον ἀπομείνωσι, μωραὶ εὑρίσκονται καὶ τέκνα τοῦ κόσμου ἀποδείκνυνται.

οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ 49-2-4 δοκεῖν νομίζωσι δι' εὐλογοφανείας τινὰς τοῦ νυμφίου εἶναι νύμφαι.

ὥσπερ γὰρ αἱ ψυχαὶ αἱ ὅλαι ἐξ ὅλου τῷ κυρίῳ προσκολλώμεναι· ἐκεῖ ἔχουσι τοὺς λογισμοὺς αὐτῶν, ἐκεῖ εὔχονται, ἐκεῖ περιπατοῦσι, ἐκεῖ καταποθοῦνται εἰς τὴν τοῦ κυρίου ἀγάπην, διὸ καὶ ἄπτωτοι τυγχάνουσιν.

οὕτω πάλιν αἱ ψυχαὶ αἱ εἰς τὴν ἀγάπην τοῦ κόσμου δεθεῖσαι καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι ἐκεῖ περιπατοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς αὐτῶν ἐνδιατρίβει, ἐκεῖ ἐν τῇ ὕλῃ βεβύθισται καὶ καταποθεῖται; διὸ καὶ ἀμετάτρεπτοι πρὸς τὸ ἀγαθὸν φρόνημα 49-2-5 τοῦ πνεύματος τυγχάνουσι.

ξένου τοίνυν ὄντος τῆς φύσεως ἡμῶν τοῦ ἐπουρανίου χαρίσματος χρεία ἡμῖν συγκαταμιγῆναι τοῦτο καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουράνιον νυμφῶνα τῆς βασιλείας τῷ Χριστῷ συνεισελθεῖν καὶ τῆς αἰωνίου σωτηρίας τυχεῖν.

ὥσπερ γὰρ ξένην τῆς φύσεως ἡμῶν οὖσαν τὴν κακίαν τῶν παθῶν ἐν ἡμῖν διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου προσγενομένην ἐδεξάμεθα, καὶ ὡσπερεὶ φύσιν ἡμῶν καταστᾶσαν διὰ τὴν χρονίαν πρόληψιν ἐν ἑαυτοῖς ἔσχομεν, οὕτω καὶ διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν τῆς ἐπουρανίου δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐξωσθῆναι πάλιν ταύτην ἐκ τῆς φύσεως ἡμῶν χρὴ καὶ εἰς τὴν ἀρχαίαν καθαρότητα ἀπο49-2-6 κατασταθῆναι.

ἐὰν γὰρ μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ πνεύματος δεξώμεθα νῦν ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσοχῇ καὶ ἀποστροφῇ τοῦ κόσμου, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης, ἥτις ἐστὶν ὁ κύριος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα.

49-2-7 Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσαν δύναμιν εἰπεῖν βούλομαι.

ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀόρατος καὶ ἀπρόσιτος θεὸς διὰ ἄπειρον καὶ ἀνεννόητον χρηστότητα καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν, ἵνα δυνηθῇ συγκερασθῆναι τοῖς ἀοράτοις καὶ νοεροῖς αὐτοῦ κτίσμασιν, οἷον ψυχαῖς ἁγίων λέγω καὶ ἀγγέλοις, ἵνα δυνηθῶσι ζωῆς ἀθανάτου καὶ θεότητος μετασχεῖν.

ἕκαστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων.

κἂν γὰρ λεπτά εἰσιν, ἀλλ' ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ εἰκόνι καὶ 49-2-8 κατὰ τὴν λεπτότητα τῆς φύσεως σῶμα τυγχάνει λεπτόν.

ὥσπερ γὰρ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ σῶμα οὖσα λεπτὸν περιεβάλετο καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου· περιεβάλετο τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς ὁμοίως δι' οὗ ἀκούει, τὴν χεῖρα καὶ ἁπαξαπλῶς ὅλον τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιέλαβεν ἡ ψυχὴ καὶ συνεκεράσθη ὅλον χεῖρ χειρί, ποῦς ποδί, ὀφθαλμὸς ὀφθαλμῷ, οὖς ὠτίῳ, δι' ὧν ἀπεργάζεται πάντα 49-2-9 τὰ ἐν τῷ βίῳ ἐπιτηδεύματα.

τὸν αὐτὸν τρόπον ἡ ἄπειρος καὶ ἀλάλητος καὶ ἀνεννόητος χρηστότης τοῦ κυρίου σμικρύνει ἑαυτὸν διὰ τῆς ἀπείρου δόξης, δι' ἡμερότητα καὶ φιλανθρωπίαν καὶ σωματοποιεῖ, καὶ μίγνυται καὶ κιρνᾶται καὶ περιλαμβάνει τὰς πιστὰς καὶ ἀξίας καὶ εὐαρέστους αὐτῷ ψυχὰς καὶ γίνεται μετ' αὐτῶν εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου, ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς καὶ ἀφθάρτου ἡδονῆς μέτοχος γενέσθαι καὶ δόξης ἀρρήτου ἀπο49-2-10 λαῦσαι ἡ ἀξία καὶ εὐάρεστος αὐτῷ ψυχή.

εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν ταύτην ἐν πολλῇ τινι διαφορότητι καὶ ποικιλίᾳ, ἣ καὶ πρὶν γενέσθαι οὐκ ἦν· ἠθέλησε δέ, καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων τὰς ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω παχείαν, ὄρη, δένδρα· ὁρᾷς, οἷα σκληρότης τῆς φύσεως), καὶ πάλιν μέσα καὶ ἁπαλὰ (οἷον ὕδατα) καὶ ἐξ αὐτῶν γεννᾶσθαι προσέταξε πετεινά, καὶ πάλιν λεπτότερα (οἷον ἀέρα καὶ ἀνέμους), καίπερ σῶμα ὄντας καὶ μὴ ὁρωμένους τῷ τοῦ σώματος 49-2-11 ὀφθαλμῷ.

ὢ πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ τέχνη, ἔκτισεν ἐκ μὴ ὄντων καὶ παχύτερα καὶ ἁπαλώτερα καὶ σκληρότερα καὶ λεπτότερα σώματα καὶ ἐν ὑποστάσει θελήματι αὐτοῦ γεγόνασι; εἰ οὖν ταῦτα, πόσῳ μᾶλλον αὐτὸς ὁ ὢν ὡς θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον συμμεταβάλλει καὶ σμικρύνει καὶ ἐξομοιοῖ ἑαυτὸν καὶ σωματοποιεῖ καὶ συγκιρνᾶται ταῖς ἁγίαις καὶ ἀξίαις καὶ πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ ὁ ἀόρατος καὶ ψηλαφηθῇ ὁ ἀψηλάφητος (κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς), καὶ αἴσθηται αὐτοῦ τῆς γλυκύτητος καὶ τῆς χρηστότητος καὶ τοῦ φωτὸς ἀπολαύσῃ καὶ τῆς ἀναπλάσεως τῆς ἀρρήτου πεῖραν τινὰ 49-2-12 δέξηται.

ὅτε βούλεται, πῦρ γίνεται καῖον πᾶν φαῦλον καὶ ἐπεισάκτον τῆς ψυχῆς πρᾶγμα· καὶ γὰρ «ὁ θεὸς» ἡμῶν, φησὶν ὁ προφήτης, «πῦρ καταναλίσκον».

ὅτε βούλεται, ἀνάπαυσις ἄρρητος καὶ ἄφραστος γίνεται, ἵνα ἀναπαυθῇ καὶ ἀπολαύσῃ θεότητος ἡ ψυχή.

ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη γίνεται, θάλπων καὶ 49-2-13 περιέχων τὴν ψυχήν.

εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων βούλεται ἑαυτὸν σωματοποιῆσαι δι' εὐφροσύνην καὶ ἀγαλλίασιν τῆς ψυχῆς, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει, καθὼς εἴρηται· «ὑμεῖς δὲ προσεληλύθατε τῷ Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος ἐπουρανίᾳ Ἱερουσαλήμ».

49-2-14 πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ θέλει μεταβαλλομένῳ καὶ μεταμορφουμένῳ καὶ ἐμφανιζομένῳ ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς.

μόνον τις ἀγωνισάσθω φίλος καὶ εὐάρεστος αὐτῷ γενέσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀλάλητα ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὅσα τὸ πνεῦμα τοῦ κυρίου γίνεται εἰς ἀνάπαυσιν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον τῆς ἀξίας ψυχῆς.

σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν πνευματικὴν καὶ ἐνδύματα καὶ κάλλη ἀλάλητα, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἀφράστως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν 49-2-15 ἀξίαν καὶ πιστὴν ψυχήν, ὥς φησιν ὁ κύριος· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα», καί· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καί· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου 49-2-16 εἰς ζωὴν αἰώνιον», «καὶ πάντες (φησὶ) τὸ αὐτὸ πνεῦμα ἐφωτίσθημεν».

καὶ οὕτως ἑκάστῳ τῶν ἁγίων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφερεν, οἷον ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλως τῷ Νῶε, τῷ ∆ανιήλ, τῷ ∆αβίδ, τῷ Σολομῶντι, τῷ Ἰωσήφ, ἑκάστῳ τῶν ἁγίων προφητῶν, τῷ Ἠσαΐᾳ,τῷ Ἰερεμίᾳ, τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ.

καὶ ἐγὼ νομίζω, ὅτι κατὰ πᾶσαν ὥραν Μωϋσῆς εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχόμενος ἐνετρύφα καὶ ἀπήλαυεν ἐν τῷ ὄρει ἐν τῇ διὰ τεσσαράκοντα ἡμερῶν νηστείᾳ.

καὶ ἑκάστῳ τῶν ἁγίων ὡς ἠθέλησεν ὤφθη εἰς τὸ ἀναπαῦσαι καὶ σῶσαι καὶ ζωοποιῆσαι 49-2-17 καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

πάντα γὰρ αὐτῷ εὐχερῆ ἃ βούλεται, καὶ ὡς θέλει σμικρύνει ἑαυτὸν σωματοποιῶν καὶ μεταμορφούμενος καὶ ὀπτανόμενος τοῖς ἀγαπῶσιν αὐτόν, ὢν ὃ ἔστι.

διὰ δὲ τὴν πολλὴν καὶ ἄφραστον ἀγάπην φανερούμενος τοῖς ἀξίοις αὐτοῦ κατὰ τὴν αὐτῶν χώρησιν καὶ δύναμιν οὐ καθόσον αὐτὸς ἔστιν· ἀχώρητος γάρ ἐστι.

∆όξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῷ ἀπείρῳ ἐλέει.

49-3-1 Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα ἐν πολλῇ ἐπιθυμίᾳ καὶ προσδοκίᾳ καὶ πίστει καὶ ἀγάπῃ δέξασθαι ἐκείνην τὴν ἐξ ὕψους δύναμιν καὶ ἐν τοῖς μέλεσιν αὐτῆς ἐγκερασθῆναι τὴν ἐπουράνιον τοῦ πνεύματος ἀγάπην καὶ τὸ ἐπουράνιον πῦρ τῆς ἀθανάτου ζωῆς λαβεῖν ἀξιωθεῖσα, ἁπάσης ἀγάπης κοσμικῆς ἐξ ἀληθείας λύε49-3-2 ται καὶ παντὸς δεσμοῦ κακίας ἐλευθεροῦται.

ὥσπερ γὰρ σίδηρος ἢ μόλυβδος ἢ χρυσὸς ἢ ἄργυρος ἐν πυρὶ βληθεὶς λύεται καὶ ἐκ τῆς φύσεως τῆς σκληρᾶς εἰς ἁπαλότητά τινα μεταβάλλεται καὶ ἐφ' ὅσον ἐν τῷ πυρὶ τυγχάνει λέλυται καὶ ἠλλοίωται τῆς φυσικῆς ἐκείνης σκληρότητος διὰ τὴν τοῦ πυρὸς θερμοτάτην δύναμιν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν κύριον μόνον ποθήσασα ἐν πολλῇ ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἐν ἐλπίδι καὶ πίστει πρὸς αὐτὸν ἔχουσα καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον τῆς θεότητος πῦρ τὸ τῆς ἀγάπης τοῦ πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης τοῦ κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς τυγχάνει καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας μεταβάλλεται καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον νυμφίον, ὃν ἐδέξατο, ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ.

49-3-3 Λέγω δέ σοι, ὅτι καὶ αὐτοὺς περιποθήτους ἀδελφούς, οὓς ἔχει πρὸ ὀφθαλμῶν, ἐὰν ἐμποδίζωσί τι αὐτῇ ἀπ' ἐκείνης τῆς ἀγάπης, ὥσπερ εἰπεῖν ἀποστρέφεται.

ἐκείνη γὰρ αὐτῆς ἐστι ζωὴ ἀληθινὴ καὶ ἀνάπαυσις πνευματική, ἡ τοῦ ἐπουρανίου νυμφίου ἄρρητος κοινωνία.

εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη (γάμου λέγω) χωρίζει πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτοῦ ἐστιν ἐν τῷ νῷ, κἂν ἀγαπᾷ τί, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ ὅλην εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται, καὶ πάσης ἀγάπης ἐκείνη ἡ τῆς σαρκὸς κοινωνία λύσειν δύναταιἀντὶ «τούτου (γάρ φησι) καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ 49-3-4 δύο εἰς σάρκα μίαν».

εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης κόσμου, πόσῳ μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνῳ τῷ ἐπουρανίῳ πόθῳ καὶ τῇ ἀγάπῃ τοῦ πνεύματος ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ πάντα περισσὰ αὐτοῖς καταφανήσεται διὰ τὸ νενικῆσθαι τῷ ἐπουρανίῳ πόθῳ καὶ τῇ τρώσει καὶ τῷ ἔρωτι τῷ θείῳ ἡνῶσθαι.

ἐκεῖ γὰρ ὅλοι δι' ὅλου ζῶσιν, ἐκεῖ λογίζονται, ἐκεῖ περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς αὐτῶν πάντοτε διατρίβει νενικημένος τῷ θείῳ καὶ ἐπουρανίῳ ἔρωτι καὶ πόθῳ ἡμέρῳ καὶ πνευματικῷ.

49-4-1 Τὸ λοιπόν, ὦ ἀδελφοὶ ἀγαπητοί, τοιούτων ἀγαθῶν προκειμένων καὶ τοιούτων ἡμῖν ἐπαγγελιῶν δοθεισῶν πάντα τὰ ἐμπόδια ἀπορρήξωμεν ἀφ' ἑαυτῶν καὶ πᾶσαν ἀγάπην κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνα τὰ ἀγαθὰ μόνα καὶ ζήτησιν καὶ πόνον διὰ πίστεως ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης τοῦ πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος πολλὰ παρῄνεσεν ὥστε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν λέγων· «διώκετε τὴν ἀγάπην», ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν ἔρωτι θείῳ τοῦ πνεύματος τρωθέντες.

ἰδοὺ γὰρ ὁ κύριος φιλανθρωπεύεται καὶ σπλαγχνίζεται ἐφ' ἡμᾶς, ἐκδεχόμενος πότε ἐπιστρέψομεν ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τῶν ἐναν49-4-2 τίων ἑαυτοὺς αἴροντες.

εἰ καὶ ἡμεῖς διὰ πολλὴν ἄγνοιαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς, μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοῆσαι· αὐτὸς δὲ πολὺ σπλαγχνίζεται καὶ χρηστεύεται ἐφ' ἡμᾶς μακροθυμῶν, πότε προσέλθωμεν αὐτῷ ἐξ ἀληθείας καὶ φωτισθῶμεν τὸν ἔσω ἡμῶν ἄνθρωπον, ἵνα μὴ καταισχυνθείη τὰ πρόσωπα 49-4-3 ἡμῶν ἐν ἡμέρᾳ κρίσεως.

εἰ καὶ δύσκολον ἡμῖν καταφαίνεται προσελθεῖν διὰ τὴν σκληρὰν τῆς ἀρετῆς ἄσκησιν, μᾶλλον δὲ διὰ τὴν ὑπόθεσιν καὶ συμβουλίαν τοῦ ἀντικειμένου, βουλομένου πάντας ἡμᾶς ἀποστρέφειν τοῦ ἀγαθοῦ, ὁ δὲ κύριος μακροθυμεῖ καὶ σπλαγχνίζεται ἐκδεχόμενος τὴν ἡμετέραν ἐπιστροφήν, καὶ ἁμαρτανόντων ἡμῶν ἀνέχεται ἀναμένων τὴν μετάνοιαν ἡμῶν καὶ πιπτόντων ἡμῶν οὐκ ἐπαισχύνεται πάλιν δέξασθαι ἡμᾶς, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; 49-4-4 μόνον ἡμεῖς ὀλίγον διανήψωμεν ἔννοιαν ἀγαθὴν κτησάμενοι καὶ ἐπιστρέψωμεν εὐθέως πρὸς αὐτὸν βοήθειαν παρ' αὐτοῦ ἐπιζητοῦντες, καὶ αὐτὸς ἕτοιμός ἐστι τοῦ σῶσαι ἡμᾶς.

ἐκ τοῦ θελήματος ἡμῶν ἀπαιτεῖ τὴν πρὸς αὐτὸν ὅσην ἔχομεν δύναμιν ὁρμὴν καὶ τὴν ἐκ προαιρέσεως ἀγάπην καὶ πίστιν καὶ προθυμίαν, τὴν 49-4-5 δὲ κατόρθωσιν πᾶσαν αὐτὸς ἐν ἡμῖν ἐργάζεται.

σπουδάσωμεν τοίνυν, ὦ τέκνα, ἀποδυσάμενοι πᾶσαν πρόληψιν καὶ ἀμέλειαν καὶ χαύνωσιν γενναίως, καὶ ἕτοιμοι γίνεσθαι θελήσωμεν ἀκολουθεῖν ὀπίσω αὐτοῦ, μὴ ἀναβαλλόμενοι ἡμέραν ἐξ ἡμέρας, ἢ ὑπὸ τῆς κακίας κλεπτόμενοι· οὐ γὰρ οἴδαμεν πότε ἀπὸ τῆς σαρκὸς ἡ ἔξοδος ἡμῶν γίνεται.

μεγάλαι γὰρ καὶ ἄρρητοί εἰσιν αἱ τῶν Χριστιανῶν ἐπαγγελίαι τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πιστῆς πλούτῳ καὶ δόξῃ οὐκ ἀναλογεῖ πᾶσα ἡ δόξα καὶ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πᾶσα ἡ διακόσμησις καὶ ὡραιότης καὶ ἡ ποικιλότης τῶν ὁρωμένων.

49-4-6 Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις ἐπαγγελίαις τοῦ κυρίου ὅλοι ἐξ ὅλου προσελθεῖν καὶ ἐκδότους ἑαυτοὺς τῷ κυρίῳ δοῦναι, ἀρνησάμενοι κατὰ τὸ εὐαγγέλιον μετὰ πάντων, ἔτι καὶ τὴν ἑαυτῶν ψυχήν, καὶ μόνον αὐτὸν ἀγαπῆσαι καὶ σὺν αὐτῷ ἄλλο οὐδέν, ἀλλὰ ἰδοὺ ταῦτα πάντα καὶ πόση δόξα ἐδόθη καὶ πόσαι οἰκονομίαι τοῦ κυρίου διὰ πατέρων γεγόνασι, πόσαι ἐπαγγελίαι προηγγέλθησαν, πόσαι προτροπαί, πόση εὐσπλαγχνία τοῦ δεσπότου ἐφ' ἡμᾶς γέγονεν ἐξ ἀρχῆς.

ἔσχατον δὲ καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄρρητον χρηστότητα ἐφ' ἡμᾶς διὰ 49-4-7 σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν ἀπενέγκῃ ἐπιστρέψαντας.

καὶ ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου καὶ τῶν προλήψεων καὶ συνηθειῶν κακῶν οὐκ ἀναχωροῦμεν, δι' ὧν ὀλιγόπιστοι ἢ καὶ ἄπιστοι ἀποδεικνύμεθα καὶ ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ θάλπων καὶ μὴ κατὰ τὰ ἁμαρτήματα ἡμῶν παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ καὶ τῇ τοῦ κόσμου ἀπάτῃ μηδὲ ἐῶν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ 49-4-8 μακροθυμίαν ἀποσκοπῶν, πότε ἐπιστρέψωμεν.

ἀλλὰ μήποτε ἡμεῖς καταφρονητικῇ ἐννοίᾳ συζῶντες καὶ ταῖς προλήψεσιν ἡμῶν συναπαγόμενοι τὸ τοῦ ἀποστόλου ῥητὸν βεβαιώσωμεν εἰς ἡμᾶς τὸ λέγον· «ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει»; ἐὰν γὰρ τῇ πολλῇ χρηστότητι καὶ τῇ μακροθυμίᾳ καὶ τῇ ἀνοχῇ τοῦ θεοῦ πλέον ἁμαρτήματα ἐπὶ ἁμαρτήμασι προσθῶμεν καὶ κατάκρισιν μείζονα διὰ τῆς ἀμελείας καὶ καταφρονήσεως ἑαυτῶν πορισόμεθα, ἐπιφέρομεν ἑαυτοῖς τὸ ἀκόλουθον τοῦ ῥητοῦ· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ», ὅτε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πολλῇ γὰρ ἀγαθότητι καὶ ἀνεκδιηγήτῳ μακροθυμίᾳ καὶ ἀνεκφράστῳ κέχρηται ὁ θεὸς ἐπὶ τῷ γένει τῶν ἀνθρώπων.

μόνον ἡμεῖς διανῆψαι θελήσωμεν καὶ ἐξ ὅλου ἐπιστραφῆναι πρὸς αὐτὸν σπουδάσωμεν, ἵνα σωτηρίας αἰωνίου τυχεῖν δυνηθῶμεν.

49-5-1 Εἰ δὲ βούλει γνῶναι τὴν τοῦ θεοῦ πολλὴν μακροθυμίαν καὶ χρηστότητα, ἀπὸ τῶν θεοπνεύστων γραφῶν τὴν γνῶσιν λάμβανε.

ἀπόβλεψον εἰς τὸν Ἰσραήλ, ἐξ οὗ οἱ πατέρες, οἷς αἱ ἐπαγγελίαι ὡρίσθησαν, «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», ἐν οἷς ἡ λατρεία καὶ ἡ διαθήκη, πόσα ἥμαρτον, ποσάκις ἐξετράπησαν, καὶ αὐτὸς οὐκ εἴασεν αὐτοὺς εἰς τέλος.

εἰ γὰρ καὶ πρὸς καιρὸν καὶ χρόνον πρὸς τὸ αὐτῶν συμφέρον καὶ παιδείαις αὐτοὺς παρεδίδου, τὸ σκληρὸν τῆς καρδίας αὐτῶν μαλάξαι βουλόμενος, ἀλλὰ πάλιν σπλαγχνιζόμενος ἐπέστρεφε, παρεκάλει, προφήτας ἀπέσταλλε καὶ πόσοις χρόνοις ἐμακροθύμησε καὶ ἁμαρτανόντων αὐτῶν καὶ προσκοπτόντων καὶ ἐπιστρεφόντων, μετὰ χαρᾶς προσελαμβάνετο αὐτούς.

49-5-2 καὶ πάλιν ἐκτρεπομένων αὐτῶν αὐτὸς αὐτῶν οὐκ ἀφίστατο, ἀλλὰ διὰ τῶν ἁγίων προφητῶν εἰς ἐπιστροφὴν αὐτοὺς μετεκαλεῖτο καὶ πλεονάκις ἐκτραπέντων αὐτῶν καὶ ἐπιστρεφομένων ἡδέως ἐδέχετο, ἕως οὗ ὕστερον ἐν τῷ μεγάλῳ παραπτώματι εὑρέθησαν, χεῖρας ἐπιβαλόντες εἰς τὸν ἴδιον δεσπότην, ὃν προσεδόκων διὰ παραδόσεων πατέρων καὶ προφητῶν, λυτρωτὴν καὶ βασιλέα καὶ προφήτην· καὶ ἐλθόντα τοῦτον οὐ παρεδέξαντο, ἀλλὰ τοὐναντίον ὕβρεσι καὶ λοιδορίαις ὑπέβαλον καὶ τὰ τῶν ἀτίμων ἄξια αὐτῷ ἐνδειξάμενοι ὕστερον σταυροῦ θανάτου ἐτιμω49-5-3 ρήσαντο.

καὶ ἐν τούτῳ τῷ μεγάλῳ προσκόμματι καὶ ὑπερβάλλοντι παραπτώματι αἱ ἁμαρτίαι αὐτῶν ὑπερπληθύνασαι ἐπληρώθησαν, καὶ οὕτω λοιπὸν εἰς τέλος ἀφείθησαν, τοῦ ἁγίου πνεύματος ἐκεῖθεν ἀναχωρήσαντος, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη» καὶ ὁ ναὸς αὐτῶν καὶ ἡ πόλις παραδοθεῖσα τοῖς ἔθνεσι κατεσκάφη καὶ ἠρημώθη κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν· «οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ ἕως οὗ καταλυθῇ», καὶ οὕτως εἰς τέλος παρεδόθησαν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, ὑπὸ τῶν αἰχμαλωτισάντων αὐτοὺς τότε βασι49-5-4 λέων μηκέτι εἰς τοὺς ἰδίους τόπους ἐπανακάμψαι κελευσθέντες.

οὕτω καὶ ἐφ' ἑκάστῳ ἡμῶν χρηστὸς ὢν καὶ ἀγαθὸς μακροθυμεῖ, ὁρῶν πόσα ἕκαστος προσκόπτει, καὶ ἡσυχάζει ἐκδεχόμενος πότε ἀνανήψῃ καὶ ἀποστραφῇ ἀπὸ τοῦ μηκέτι προσκόπτειν, ἐν πολλῇ ἀγάπῃ καὶ χαρᾷ τὸν ἐπιστρέφοντα ἀπὸ τῶν τῆς ἁμαρτίας προσκομμάτων δεχόμενος.

οὕτω γάρ φησι· «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ πάλιν· «οὐκ ἔστι θέλημα τοῦ πατρός μου, 49-5-5 ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων».

εἰ δέ τις τῆς χρηστότητος καὶ μακροθυμίας πολλῆς κειμένης ἐπ' αὐτῷ καὶ μὴ ἐπεξερχομένης εἰς ἄμυναν τοῖς κατὰ μέρος τῶν ἁμαρτιῶν προσκόμμασιν εἴτε κρυπτοῖς εἴτε φανεροῖς οἷα ὁρῶντος καὶ ἡσυχάζοντος καὶ εἰς μετάνοιαν ἐκδεχομένου, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν ἁμάρτημα ἐπὶ ἁμαρτήματι προστίθησι καὶ ῥαθυμίαν ἐπὶ ῥαθυμίᾳ συνάπτει καὶ πρόσκομμα ἐπὶ προσκόμματι ἐποικοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν καὶ εἰς τοιοῦτον λοιπὸν πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐ δύναται ἀνακύψαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῶν πονηριῶν παραδοθεὶς ἀπόλλυται.

49-5-6 Οὕτως ἐπὶ Σοδόμων γέγονεν· οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ ἐπιστρέφοντες ὕστερον τοιούτῳ τολμήματι προσέκοψαν ἐπὶ τῶν ἀγγέλωνἀρσενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι τολμήσαντες, ὡς μηκέτι ἔχειν αὐτοὺς μετάνοιαν.

ἐπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερέβησαν, διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν.

οὕτως ἐπὶ Νῶε πολλὰ προσκόπτοντες καὶ μὴ μετανοοῦντες εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν 49-5-7 καταφθαρῆναι.

οὕτως ἐπὶ τῶν Αἰγυπτίων πολλὰ προσκοψάντων καὶ εἰς τὸν λαὸν τοῦ θεοῦ ἁμαρτανόντων ἐχρηστεύετο ὁ θεός, τοιαύτας μάστιγας αὐτοῖς ἐπιφέρων, ὥστε μὴ εἰς τέλος διαφθαρῆναι, ἀλλὰ εἰς δουλείαν καὶ ἐπιστροφὴν καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων μακροθυμῶν καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδέχεσθαι.

οἱ δὲ πολλὰ ἁμαρτήσαντες εἰς τὸν λαὸν τοῦ θεοῦ καὶ ἐπιστρέφοντες καὶ πάλιν μεταμελόμενοι καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως ἀποκαθιστάμενοι καὶ τὸν λαὸν τοῦ κυρίου καταπονήσαντες, ὕστερον ὅτε διὰ πολλῶν θαυμασίων τὸν λαὸν διὰ Μωϋσέως ἐξ Αἰγύπτου ἐξήγαγε, μέγα προσέκρουσαν καταδιώξαντες ὀπίσω τοῦ λαοῦ αὐτοῦ.

διὸ καὶ εἰς τέλος ἡ θεία δίκη ἠνάλωσεν αὐτοὺς καὶ διέφθειρε καὶ 49-5-8 ἐν τοῖς ὕδασι κατεπόντισε, μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνας.

ὁμοίως τοῦ Ἰσραήλ, καθὼς προείρηται, πολλὰ προσκόπτοντος καὶ ἁμαρτάνοντος καὶ τοὺς προφήτας τοῦ θεοῦ ἀποκτένοντος καὶ πολλὰ κακοποιοῦντος ἐμακροθύμει ὁ θεὸς ἡσυχάζων εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος ἔσχατον δὲ εἰς τοιοῦτον προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἐξηγέρθησαν.

εἰς τὸ δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον.

διὸ καὶ εἰς τέλος καταβληθέντες ἀπεβλήθησαν καὶ ἤρθη ἀπ' αὐτῶν ἡ προφητεία καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ κύριος· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς».

μέχρι γὰρ τότε ἠνείχετο αὐτῶν ὁ θεὸς καὶ ἐμακροθύμει καὶ οὐκ ἀφίστατο σπλαγχνιζόμενος εἰς ἐπιστροφὴν αὐτῶν.

ἐκεῖνοι δὲ ἀνεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερεπλεόνασαν, διὸ καὶ εἰς τέλος ὑπὸ τοῦ θεοῦ ἐγκατελείφθησαν.

49-6-1 Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοί, ἀπὸ γραφικῶν ἐννοιῶν συνιστῶντες πρὸς τὸ δεῖν ἡμᾶς τάχιον σπουδάσαι ἐπιστρέψαι πρὸς αὐτὸν πάσης συνηθείας καὶ προλήψεως ἀναχωροῦντας χρηστευόμενον καὶ ἐκδεχόμενον ἀεὶ ἡμᾶς καὶ ἐπιστρέφοντας μετὰ χαρὰς πολλῆς προσδεχόμενον, ἵνα μὴ ἐπαύξῃ ἡμέραν ἐξ ἡμέρας ἡ καταφρόνησις εἰς ἡμᾶς καὶ τὰ προσκόμματα πλέον εἰς ἡμᾶς προστίθηται καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς.

49-6-2 σπεύσωμεν τοίνυν προσελθεῖν αὐτῷ ἐξ ὅλης καρδίας μὴ ἀπελπίζοντες τῆς ἑαυτῶν σωτηρίας, ὅπερ καὶ αὐτὸ αὐτῆς τῆς κακίας πανούργευμα τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν εἰς ἀπελπισμὸν φέρον τὸν ἄνθρωπον καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ῥαθυμίαν, ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ 49-6-3 κυρίῳ σωτηρίας τεύξηται.

εἰ δὲ τοῦτο ἡμῖν δύσκολον καταφαίνεται καὶ ἀδύνατον ὡς προλελημμένοις ἔν τισι καὶ τοῦτο αὐτό, ὡς προείρηται, τῆς κακίας ὑποτιθεμένης, ἵνα μὴ τῷ κυρίῳ προσέλθωμεν σπλαγχνιζομένῳ ἐφ' ἡμᾶς, μνημονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ κύριος ἐπιδημήσας τῇ χρηστότητι αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς εἰς καταφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνοντας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε λεγεῶνας δαιμόνων ἀπήλασεν ἀπὸ ἑνὸς καὶ εἰς σωφροσύνην 49-6-4 μετέστρεψε τὸν εἰς τοσαύτην μανίαν ἐληλακότα.

πόσῳ μᾶλλον ψυχὴν τὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν καὶ παρ' αὐτοῦ ἔλεος ἐπιζητοῦσαν καὶ δεομένην τῆς παρ' αὐτοῦ βοηθείας οὐκ ἐπιστρέψει καὶ εἰς σωφροσύνην ἀπαθείας καὶ κατάστασιν ἀρετῆς καὶ νοὸς ἀνακαινισμὸν ἐνέγκῃ καὶ μεταβάλῃ εἰς ὑγιότητα καὶ ἀνάβλεψιν διανοίας καὶ λογισμὸν εἰρήνης καὶ ἀπὸ τῆς τυφλώσεως καὶ νεκρώσεως τῆς ἀγνωσίας καὶ ἀπιστίας καὶ ἀφοβίας εἰς σωφρονισμὸν πάσης ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνέγκῃ ὁ γὰρ κτίσας τὸ σῶμα αὐτὸς καὶ τὴν ψυχὴν πεποίηκε, καὶ ἐπιδημήσας αὐτὸς ἐν τῇ γῇ τοῖς προσερχομένοις αὐτῷ καὶ ζητοῦσι τὴν αὐτοῦ βοήθειαν καὶ ἴασιν ἀφθόνως χρηστευόμενος παρεῖχε καὶ ἑκάστῳ ὧν 49-6-5 ἔχρῃζεν ὡς ἀγαθὸς καὶ μόνος ἰατρός.

εἰ οὖν ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει προθύμως καὶ χρηστῶς παρεῖχε, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ δὲ ἐν ἀγνοίας νόσῳ τῆς κακίας καὶ ἀπιστίας καὶ ἀφοβίας καὶ ἐν τῷ σκότει τῆς πονηρίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν κατακειμένῃ, προσερχομένῃ αὐτῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ πνεύματος παρ' αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ πάθους ἀπαλλαγήν, οὐ μᾶλλον ποιήσει ἑτοιμοτέρως τὴν λύτρωσιν τῆς ἰάσεως.

κατὰ τὸν αὐτοῦ λόγον· «πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ποιήσει ἐκ49-6-6 δίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας» καὶ ἐπάγει· «ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει», καὶ πάλιν παραινεῖ· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».

καὶ διεξελθὼν ἐπιφέρει· «πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν», καὶ πάλιν· «ἀμὴν λέγω ὑμῖν, κἂν διὰ τὸ φίλον εἶναι οὐ δώσει αὐτῷ, διάγε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον ἂν χρῄζῃ».

49-6-7 Ἀναιδῶς καὶ ἀπερικακήτως καὶ ἀδιαλείπτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν διὰ τούτων πάντων προετρέψατο.

διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψῃ πρὸς αὐτὸν καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ.

ἡμεῖς μόνον τῶν κακῶν προλήψεων ἀρῶμεν ἑαυτούς, ὅσον τὸ ἐν ἡμῖν δυνατόν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους διαλογισμοὺς τοὺς ἐν ἡμῖν ἀποστραφῶμεν καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις ἡμῖν ἐκ προαιρέσεως προσκολληθῶμεν καὶ αὐτὸς ἑτοί49-6-8 μως ποιεῖ ἡμῖν τὴν παρ' αὐτοῦ βοήθειαν.

καὶ γάρ ἐστιν ἐλεῶν καὶ σῴζων καὶ ἰώμενος τὰ ἀνίατα πάθη καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ δεχόμενος τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας καὶ πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις αὐτοῖς, ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦντας καὶ τὴν διάνοιαν αὐτῶν ἀπὸ γῆς ἕλκοντας καὶ πρὸς κύριον μόνον ἀποκρεμοῦντας τῇ ζητήσει καὶ 49-6-9 τῇ πρὸς αὐτὸν ἐπιποθήσει.

τοιαύτη δὲ ψυχὴ τῆς παρ' αὐτοῦ βοηθείας ἀξιοῦται ἡ ἐκ θελήματος καὶ προαιρέσεως ὅλης αὐτὸν ἐπιζητοῦσα μόνον καὶ πάντα περισσὰ ἡγουμένη καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου ἀναπαυομένη, ἀλλ' εἰς τὴν ἀνάπαυσιν τῆς αὐτοῦ χάριτος ἀναπαυθῆναι καὶ δοξασθῆναι ἐκδεχομένη.

καὶ οὕτω διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ ἀναπαύσασα διὰ τῆς χάριτος καὶ συμφώνως τῷ πνεύματι τῷ ἁγίῳ διακονήσασα καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα καὶ εἰς τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ τῆς κακίας μέρος διαμείνασα καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι καταξιοῦται τοῖς ἁγίοις, ἅτε δὴ συγκοινωνὸς καὶ σύνδρομος κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ ἀναστραφεῖσα.

∆όξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

50-τ-1 ΛΟΓΟΣ Νʹ.

50-1-1 Ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονυῖα, διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ ἀπαθοῦς καταστάσεως ἐκπεσοῦσα καὶ τῇ κακίᾳ τῶν παθῶν συμπλακεῖσα καὶ ὑπ' αὐτῶν διὰ τῆς πλάνης τοῦ πονηροῦ καταδυναστευθεῖσα ἀδυνάτως ἔχει ἑαυτὴν 50-1-2 ἐξελέσθαι τῆς πικρᾶς τοῦ σκότους δουλείας.

διὸ τῆς θείας καὶ οὐρανίου δυνάμεως χρεία γεγένηται ταύτῃ συνενωθῆναι καὶ συμπλακῆναι, ἵνα δι' αὐτῆς τὴν λύτρωσιν τῶν παθῶν καὶ βοήθειαν ἐν ταῖς ἀρεταῖς κτησαμένη ἐπὶ τὴν ἐργασίαν τῶν ἀρετῶν τῆς ἀρχαίας καθαρότητος καταντῆσαι δυνηθῇ, καὶ οὕτω τοὺς τῆς δικαιοσύνης καρποὺς ἐντελεῖς τῷ κυρίῳ ἀποδώσῃ.

διὸ καὶ τοῦ κυρίου ἐπιδημία γεγένηται, προοικονομήσαντος διὰ πατέρων, διὰ προφητῶν, ἵνα τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ βοηθήσῃ καὶ διὰ τοῦ πνεύματος αὐτοῦ τὰς καρδίας τῶν πιστευόντων ἐργάσηται, ὅπως τοὺς οὐρανίους καρποὺς τῆς χάριτος ἐνεγκεῖν δυνη50-1-3 θῶσιν.

ἑκάστῳ γὰρ τῶν φαινομένων ἐὰν μὴ κοινωνήσῃ ἑτέρα τις ξένη φύσις εἰς βοήθειαν αὐτῆς τῆς ἐργασίας αὐτοῦ, καθ' ἑαυτὸ μόνον ἀνέργαστον καὶ ἀνεπιτήδειον καὶ ἄπορόν ἐστι κοσμήσεως, δι' ἑαυτοῦ μόνου τὴν διακόσμησιν τῆς εὐπρεπείας ἀδυνάτως ἔχον ἐπιτελεῖν.

ἡ γὰρ ἄφραστος τοῦ θεοῦ σοφία μυστήρια καὶ τύπους διὰ τῶν φαινομένων κτισμάτων ἐπιδεικνύουσα ἀλλήλων χρῄζειν τῆς ἐργασίας εἰς τὴν διακόσμησιν ᾠκονόμησεν, ἀτελοῦς ἑκάστου καθ' ἑαυτὸ εἰς τὴν εὐπρέπειαν καὶ ἐργασίαν ἀποδεικνυμένου, εἰς τύπον τῆς ἀνθρωπίνης φύσεως ἐξ ἑαυτῆς μόνης τὴν διακόσμησιν τῶν τελείων ἀρετῶν καὶ τὴν πνευματικὴν εὐπρέπειαν τῆς ὡραιότητος ἄνευ τῆς θείας καὶ οὐρανίου δυνάμεως ἀδυνάτως ἐχούσης ἐπιδείξασθαι.

50-1-4 Ἐκ παραδειγμάτων δὲ τὴν πληροφορίαν δεξώμεθα.

ἡ γῆ καθ' ἑαυτὴν μένουσα ἀνεπιτήδειός ἐστιν, ἐὰν μὴ λάβῃ διὰ τῶν γηπόνων τὴν ἐπιμέλειαν τῆς ἐργασίας, ἵνα πάσας τὰς ἀκάνθας καὶ τριβόλους ἐξ αὐτῆς καθαρίσωσι καὶ τὸν σπόρον καταθῶνται, εἶθ' οὕτω τὸν ἐξ οὐρανοῦ ὄμβρον ὑποδέξηται καὶ οὕτως διὰ ἀέρων καὶ ἡλίου οἱ ἐν αὐτῇ καρποὶ αὐξηθῶσιναὐτὴ γὰρ καθ' ἑαυτὴν ἀδυνάτως 50-1-5 ἔχει ἐντελεῖς τοὺς καρποὺς ἀποδοῦναι.

ἢ ὥσπερ ἐὰν ᾖ οἶκος καὶ ᾖ ἐκ τῆς γῆς πᾶσα ἡ τούτου ἐπισκευή· χρῄζει αὐτοῦ τοῦ ἐξ οὐρανοῦ καὶ ἡλίου φωτός, ὅπερ οὐκ ἔστι τῆς φύσεως αὐτοῦ, ἵνα τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα διὰ 50-1-6 τῆς ἐλλάμψεως τοῦ φωτὸς ἔχειν δύνηται.

τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἁμαρτίαν τῶν παθῶν πεσοῦσα καὶ ἐν ἀσθενείᾳ τῶν ἀρετῶν γενομένη ἀδυνάτως ἔχει ἑαυτῇ βοηθῆσαι καὶ ἐκφυγεῖν ἀπὸ τῆς τῶν παθῶν καταδυναστείας, ἵνα καρποὺς τῶν ἀρετῶν τελείους τῷ ἐπουρανίῳ δε50-1-7 σπότῃ ἀποδοῦναι δυνηθῇ.

διὸ εὐδόκησεν ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ πολλῇ αὐτοῦ χρηστότητι πλοῦτον ταῖς ψυχαῖς ἡμῶν τὸν πνευματικὸν ἡμῖν χαρίσασθαι, τουτέστι τὸ τοῦ Χριστοῦ πνεῦμα μὴ ὂν ἐκ τῆς ἡμετέρας φύσεως ἡμεῖς μὲν γάρ ἐσμεν κτίσμα, αὐτὸ δὲ ἀκτιστόν ἐστιν, ἵνα αὐτὸ τῇ ἰδίᾳ ἐπιστήμῃ καὶ τέχνῃ ἐργασάμενον καὶ γεωργῆσαν τῶν πιστῶν τὰς καρδίας εὐτρεπίσῃ τὰς ὅλῳ θελήματι ἑαυτὰς ἐπιδούσας τῷ πνευματικῷ γεωργῷ, ὅπως τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι.

50-1-8 αὐτὸς γὰρ εὐδόκησε καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐλλάμψαι, ὃς οὐκ ἔστιν ἐκ τῆς φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον· «ἵνα γένησθε θείας κοινωνοὶ φύ50-1-9 σεως».

ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις.

ἐπιφοιτήσασα γὰρ τῇ πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει.

50-1-10 Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα.

ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν· ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν.

οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν.

καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος· τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει 50-1-11 ἕκαστα.

τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονη50-1-7 τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι.

50-1-8 αὐτὸς γὰρ εὐδόκησε καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐλλάμψαι, ὃς οὐκ ἔστιν ἐκ τῆς φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον· «ἵνα γένησθε θείας κοινωνοὶ φύ50-1-9 σεως».

ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις.

ἐπιφοιτήσασα γὰρ τῇ πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει.

50-1-10 Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα.

ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν· ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν.

οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν.

καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος· τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει 50-1-11 ἕκαστα.

τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονηρῶν πνευμάτων ἐμπέπτωκε, καὶ πάντες οἱ ἐναντίοι τῆς πονηρίας τῶν παθῶν ἄνεμοι εἰς τὴν ψυχὴν πνέουσι, καὶ ἡ τῆς δυνάμεως δὲ τοῦ σκότους ψυχρότης εἰς αὐτὴν ἐπεισελθοῦσα μετέβαλε τὴν ἱερὰν ἐκείνην καὶ καθαρὰν τῆς ἁπαλῆς καρδίας ἕξιν εἰς σκληρότητα ἀνυπότακτον φρονήματος σαρκικοῦ καὶ τῶν ἁγίων ἐντολῶν παράβασιν καὶ τὴν ἐν πάσῃ ἀρετῇ ὡραιότητος φύσιν εἰς πικράν τινα καὶ συνδεδεμένην ἕξιν μετεποίησε καὶ ἁπαξαπλῶς ἐκ τῆς ἀκεραίας ἐκείνης καὶ πραοτάτης καὶ ἐρασμίου τῆς ψυχῆς καταστάσεως εἰς λιθώδη καὶ συγκεχυμένην 50-1-12 καὶ πονηρὰν μεταβέβληκε ποιότητα.

καὶ τίς δύναται ταύτην εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ καθαρὰν καὶ ἁπαλωτάτην ἕξιν ἀποκαταστῆσαι καὶ τῷ τοῦ θεοῦ νόμῳ ἐν ἀληθείᾳ ὑποταγῆναι, ἐν πάσῃ τῇ τῶν ἐντολῶν ἀμώμῳ ἐργασίᾳ ποιῆσαι, εἰ μὴ τὸ ξένον τῆς φύσεως ἡμῶν, ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός, εἰς αὐτὴν ἐλλάμψῃ ταῖς τῶν μαρμαρυγῶν αὐτοῦ ἡδυτάταις ἀκτῖσιν, ἵν' οὕτω δυνηθῇ τῇ ἰδίᾳ τοῦ ἐπουρανίου καὶ ἁγίου πυρὸς θερμότητι διαλῦσαι πᾶσαν τὴν πικρὰν τοῦ σκότους τῶν παθῶν κακίαν καὶ εἰς τὴν ἰδίαν ἀγαθότητα τῶν προτέρων ἀρετῶν ἀποκαταστῆσαι τὴν πιστὴν καὶ ὅλην ἑαυτὴν ἀποδοῦσαν τῷ κυρίῳ ψυχήν; ἐὰν μὴ γάρ τις τὸ ἴδιον θέλημα ἐξ ὁλοκλήρου παραστήσῃ τῷ κυρίῳ, κατὰ πάντα ἑαυτὸν ἀποδεδωκώς, οὐκ ἂν ἐκείνης τῆς λυτρώσεως καὶ καθαρότητος τεύξηται.

50-2-1 Μακάριοι τοιγαροῦν εἰσιν οἱ Χριστιανοὶ οἱ διὰ τῆς πίστεως αὐτῶν καὶ δεήσεως καὶ πολλῆς ἐν ἀρεταῖς σπουδῆς ταύτης τῆς ἀρρήτου καὶ αἰωνίου εὐεργεσίας τετυχηκότες καὶ τοῦ ἐπουρανίου ἀνθρώπου συμμέτοχοι γεγονότες καὶ τῶν ἐπουρανίων μυστηρίων τοῦ πνεύματος πείρᾳ καὶ αἰσθήσει τὴν γνῶσιν παραλαβόντεςοὗτοι κἂν ἐπὶ γῆς φαίνωνται τῷ σώματι περιπατοῦντες, «τὸ πολίτευμα» καὶ τὴν διαγωγὴν τοῦ νοὸς αὐτῶν «ἐν οὐρανοῖς» κέκτηνται, οὗτοι κρείττονες καὶ μείζονες καὶ δυνατώτεροι παρὰ πάντας ἀνθρώπους τυγχάνουσιν.

οὐδεὶς γάρ ποτε τῶν ἀνθρώπων, ἢ ἄρχοντες ἢ δυνατοὶ ἢ σοφοὶ ἢ συνετοὶ ἢ φρόνιμοι ἢ ἔνδοξοι, ἠδυνήθησαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν κἀκεῖ ἐργάσασθαι ἔργα πνευματικὰ καὶ τὰ ἐκεῖ κάλλη τῶν ἀρρήτων φώτων κατοπτεῦσαι καὶ θαυμάσια καὶ παράδοξα μυστήρια ἰδεῖν καταξιωθῆναι, ἅπερ οἱ ἀληθινοὶ Χριστιανοὶ καταξιοῦνται.

50-2-2 Ἐστί τις ἐν τοῖς φαινομένοις πένης, ἐνδεής, οὐ σοφός, οὐ δυναστής, ἐξουδενωμένος ὡς πρὸς ἀνθρωπείαν δόξαν, καὶ ἀπέρχεται οὗτος καὶ προσπίπτει τῷ κυρίῳ ἐπὶ πρόσωπον, καὶ ἰδοὺ ἄνευ σωματικῆς δυναστείας ἢ κόπου χειρῶν ἢ ποδῶν ἐν πληροφορίᾳ τοῦ νοὸς καὶ τῶν λογισμῶν ὅλῳ τῷ φρονήματι τῆς ψυχῆς ἀνέρχεται ἐν οὐρανῷ διὰ πνεύματος ὁδηγούμενος κἀκεῖ ἐργάζεται ἔργα ζωῆς ἀθάνατα καὶ ἄρρητα καὶ ἐκεῖ διαιτᾶται καὶ τὰ ἐκεῖ θαυμάσια τοῦ θεοῦ καὶ ἐξαίσια κάλλη τῶν πνευματικῶν πραγμάτων διὰ πίστεως κατοπτεύει ἐν πάσῃ πληροφορίᾳ.

φησὶ γὰρ ὁ ἀπόστολος· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» καὶ πάλιν· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ ἐπάγει· 50-2-3 «ἡμῖν δὲ ἀπεκάλυψεν διὰ τοῦ πνεύματος αὐτοῦ».

ὁρᾷς, πόσῳ κρείττους καὶ μείζους εἰσὶ καὶ δυνατώτεροι καὶ ἀληθινὸν καὶ αἰώνιον ἔργον ἐργαζόμενοι παρὰ πάντας τοὺς ἐν τῇ γῇ ἀνθρώπους οἱ τοῦ θεοῦ ἄξιοι, ἤτοι μεγιστάνας ἢ δυνάστας ἢ σοφοὺς ἢ βασιλεῖς.

ὅπερ γὰρ οὐδεὶς ἀνθρώπων ποιεῖν δύναται, οὗτοι μόνοι ποιοῦσιν, ἐν οὐρανοῖς ἔργα πνευματικὰ καὶ μυστήρια οὐρανίων πραγμάτων ἀπὸ τοῦ νῦν καταλαμβάνειν ἀξιούμενοι.

οὗτοι οὖν εἰσιν ἀληθῶς οἱ σοφοί, οὗτοι δυνατοί, οὗτοι εὐγενεῖς, οὗτοι ἔνδοξοι, οὗτοι πλούσιοι, οἱ τὴν οὐράνιον συγγένειαν τοῦ πνεύματος κτησάμενοι καὶ εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων καταμιγέντες καὶ τὸν ἐπουράνιον ἄνθρωπον ἔνδοθεν ἐνδυσάμενοι, ὅσον δὲ εἰς τὸ φαινόμενον πτωχοί εἰσιν, ἐνδεεῖς.

ὅμοιοι τοῖς λοιποῖς ἀνθρώποις ὡσαύτως περιπατοῦσιν, ὡσαύτως διὰ τῆς σαρκίνης γλώσσης ὁμιλοῦσι καὶ κοπιῶντες καὶ πεινῶντες καὶ καθεύδοντες διὰ τὸ μὴ εἶναι καιρὸν νῦν τῆς σαρκὸς τὴν ἀφθαρσίαν ἀπολαβεῖν· τοῦτο γὰρ ἐν τῇ ἀναστάσει τετήρηται.

50-2-4 Οἱ οὖν δυνάμενοι νοῆσαι τοὺς ὄντως Χριστιανούς, τίνες εἰσὶν ἔνδοθεν, ὁρῶσι πόση διαφορὰ μεταξὺ αὐτῶν καὶ πάντων τῶν τοῦ κόσμου ἀνθρώπων ἐστί.

καὶ γὰρ ἐπὶ τοῦ κυρίου οὕτως ἦν ἐν ἐκείνῳ τῷ καιρῷ· προσήρχοντο οἱ θεραπεύεσθαι θέλοντες ὡς ἀνθρώπῳ σαρκοφόρῳ, ἐγγιζόντων δὲ αὐτῶν ὁ ἔσωθεν ἀόρατος τοῖς ὀφθαλμοῖς τοῦ σώματος οὐράνιος λόγος θεὸς τὰ παράδοξα καὶ θαυμάσια ἐπετέλει σημεῖα, μάλιστα τοῖς μετὰ πίστεως προσερχομένοις αὐτῷ.

ὅθεν καὶ ὁ διάβολος οὐ μικρῶς ἐθορυβεῖτο κλεπτόμενος ὑπὸ τῆς σαρκὸς τοῦ κυρίου· ἡσυχάζοντος γὰρ τοῦ κυρίου ἐκεῖνος ἐταράσσετο, θεωρῶν μὲν ἔξωθεν ἄνθρωπον ὡς πάντας ἀνθρώπους, δι' αὐτοῦ δὲ μεγάλα θαυμάσια ἐκτελουμένα βλέπων ἐθαμβεῖτο καὶ συνείχετο φόβῳ τί ποιήσει, ὅτι τὸ ὁρώμενον μὲν αὐτοῦ ἄνθρωπος ἦν κοπιῶν καὶ πεινῶν καὶ καθεύδων, τὰ δι' αὐτοῦ δὲ γινόμενα οὐκ ἦν ἀνθρώ50-2-5 που.

διὰ γὰρ τὰ ἀνθρώπινα τοῦ κυρίου πάθη τυφλωθεὶς τῇ ἀγνοίᾳ τῆς κακίας αὐτοῦ καὶ νομίσας ἄνθρωπον εἶναι τὸν κύριον ὡς ἕνα τῶν δικαίων εἰς τὴν κατ' αὐτοῦ ἀναίρεσιν διὰ τῶν ὑπηκόων αὐτοῦ ἐπεχείρησε.

πρὸς ὃν ὁ κύριος οἱονεὶ ἔλεγεν· "1ὦ διάβολε, τί ταράσσῃ ἐμοῦ ἡσυχάζοντος; τί θορυβῇ σε;"2 ὁ δέ· "1τὰ διὰ σοῦ, φησίν, ἐπιτελούμενα θορυβοῦσι με καὶ δεινόν μοι τάραχον ἐμποιοῦσι.

τὸ μὲν γὰρ ὁρώμενόν σου ἄνθρωπός ἐστι, τὰ δὲ διὰ σοῦ γινόμενα οὐκ ἔστιν ἀνθρώπου.

"2 διὰ γὰρ τῆς παθητῆς καὶ θνητῆς σαρκὸς δελεάσας αὐτὸν εἰς τὴν ἰδίαν αὐτοῦ ἀναίρεσιν καὶ τὸν θάνατον ὁ κύριος κατήργησεν αὐτοῦ τὴν πᾶσαν τυραννίδα.

διὰ τὴν σάρκα γὰρ τῇ κατὰ τοῦ κυρίου ἀναιρέσει ὁ διάβολος ἐπεχείρησε, τὰ δὲ πονηρὰ πνεύματα αὐτοῦ ἐν τῷ σώματι ὄντος ἐπουρανίου πυρὸς τῆς θεότητος κατακαιόμενα ἔκραζον· «τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; 50-2-6 ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» οὕτως τοίνυν εἰσὶ καὶ οἱ τοῦ Χριστοῦ ἴδιοι.

Ἰησοῦς αὐτοῖς ἐνοικεῖ κατὰ τὸ μέτρον αὐτῶν, ὡς δοῦλοι δὲ Χριστοῦ καὶ ὡς παρ' αὐτοῦ τὴν χάριν δεχόμενοι ἔξωθέν εἰσιν ὅμοιοι καὶ ἐνδεεῖς καὶ ἄποροι τῶν κοσμικῶν πραγμάτων ὁρώμενοι, ἔνδοθεν δὲ αὐτῶν ἡ ἐνοικοῦσα τοῦ πνεύματος δύναμις καὶ αὐτοὺς τοὺς δαίμονας καίει.

κράζουσι γὰρ ἔμπροσθεν τῶν τοῦ θεοῦ δούλων τὰ πονηρὰ πνεύματα καίεσθαι ὁμολογοῦντα.

τοσοῦτον δὲ δυνατοί εἰσιν οὗτοι, ὥστε πάντα τὰ βλεπόμενα, ἄρχοντάς τε καὶ βασιλεῖς καὶ αὐτὸν τὸν σατανᾶν σὺν τῇ στρατιᾷ αὐτοῦ τούτοις προσπολεμοῦντας καὶ πυκτεύοντας παντελῶς ἡττᾶσθαι ὑπὸ τῶν Χριστιανῶν.

50-3-1 Ἴδε οἵας ἀξίας καὶ δυνάμεως οὗτοι τυγχάνουσι, κἂν τοῖς σώμασιν ἐξουδενωμένοι εἰσίν, ὡς πάντα τὰ κτίσματα καὶ τὸν διάβολον ἡττᾶσθαι αὐτοῖς.

ἵνα δὲ ἀπόδειξιν τοῦ λόγου ἐνέγκωμεν, ὀλίγων μνημονεύσωμεν ἐν ταῖς γραφαῖς ἱστορουμένων ἀνθρώπων τοῦ θεοῦ, οἷοι τυγχάνουσι.

Ναβουχοδονόσορ, ὁ βασιλεὺς Βαβυλῶνος, ὅτε τὴν μεγάλην ἐκείνην εἰκόνα τὴν χρυσῆν κατεσκεύασε, θάμβους καὶ ἐκπλήξεως ἔργον, καὶ ἐκέλευσε πάντα τὰ ἔθνη τῆς γῆς συναχθῆναι εἰς τὸ μέγα ἐκεῖνο πεδίον, ἵνα προσκυνήσωσι τῇ χρυσῇ τοῦ βασιλέως εἰκόνι, τίς ἠδύνατο τὸ ἐπιτήδευμα ἐκεῖνο καὶ τὴν βουλὴν διασκεδάσαι, εἰ μὴ θεὸς μόνος διὰ τῆς ἀφράστου αὐτοῦ σοφίας οἰκονομίαν μεγάλην διὰ τοῦ ἐπιτηδεύματος ἐκείνου ἐπετέλεσε; παρέδωκε πρῶτον τὸν Ἰσραὴλ τῷ Ναβουχοδονόσορ εἰς αἰχμαλωσίαν, ἵνα καὶ ὁ λαὸς αὐτοῦ διὰ τὰς ἁμαρτίας παιδευθῇ καὶ ἡ κατασκευὴ τῆς κακίας ἡ διὰ τῆς εἰκόνος διαλυθῇ καὶ τοὺς οἰκείους αὐτοῦ θεράποντας φανερώσῃ, οἷοί εἰσι, καὶ ἵνα πάντα τὰ ἔθνη συναχθέντα εἰς προσκύνησιν τῆς εἰκόνος ἐκ τῆς τῶν τριῶν παίδων ἀνδραγαθίας μάθωσιν, ὅτι ἔστι θεὸς ἐν οὐρανῷ καὶ τοῦτον ἐπιγνῶσι.

θεώριόν τι καὶ ὡς εἰπεῖν θέατρόν τι ἀγαγεῖν ὁ κύριος ἠθέλησε συναχθέντων πάντων τῶν ἐθνῶν, ὡσαύτως καὶ τῶν ἄνω δυνάμεων τῶν ἐπουρανίων, ἵνα ἴδωσι πάντες τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν τοῦ θεοῦ δούλων.

διὸ προβάλλεται τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν, Μισαήλ, καὶ διεβλήθησαν τῷ βασιλεῖ, ὅτι "1τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ50-3-2 νοῦσιν.

"2 ἄγονται τοίνυν οἱ τρεῖς παῖδες ἐν τῷ μέσῳ.

ἐπερωτῶνται ὑπὸ τοῦ βασιλέως· "1εἰ ἀληθῶς, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;"2 παρρησιάζονται τῷ βασιλεῖ ἀποκρινόμενοι· "1ἡμεῖς τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν.

βάλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός.

ἔστι γὰρ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τοῦ πυρὸς καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς, καὶ ἐὰν μήγνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι 50-3-3 τοῖς θεοῖς σου οὐ λατρεύομεν.

"2 λοιπὸν ὅρα ἐνταῦθα πάντες κατ' αὐτῶν λαοί, ἔθνη, μεγιστᾶνες, βασιλεῖς, πάντες ἐναντίοι κατ' αὐτῶν ἦσαν, καὶ πᾶσα κτίσις ὁρατὴ καὶ ἀόρατος δυνάμεων πονηρῶν κατ' αὐτῶν ἦσαν καὶ τρεῖς παῖδες πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἐνίκησαν.

ὅρα πόση δύναμις ἐν τοῖς τοῦ θεοῦ δούλοις.

βληθέντων γὰρ αὐτῶν ἐν τῇ καμίνῳ τοῦ πυρὸς διεσχίσθησαν αἱ φλόγες καὶ ἀβλαβεῖς διεφυλάχθησαν οὗτοι διὰ τὴν πρὸς θεὸν αὐτῶν τελείαν πίστιν, καὶ οὕτως ἦσαν ἀσινεῖς ἐξελθόντες ἐκ τῆς καμίνου καὶ τὸ νῖκος κατὰ πάντων ἀράμενοι.

ἔκραξεν οὖν ἐπ' αὐτοῖς πᾶσα ἡ ἐπουράνιος τῶν ἀγγέλων καὶ τῶν ἁγίων δυνάμεων ἐκκλησία, νικητὰς αὐτοὺς θεασαμένη.

καὶ πᾶσα δὲ ἡ συνάθροισις τῶν ἐπὶ γῆς ἐθνῶν ἐπεκρότησεν αὐτοῖς· ἐκ μεταβολῆς γὰρ τὸν θεὸν τοῦ Ἰσραὴλ προσεκύνησαν ἀντὶ τῆς χρυσῆς εἰκόνος αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ὑπ' αὐτὸν ὄντες.

ἰδοὺ τοῦτο τὸ θέατρον εἰς τὴν τῶν δούλων τοῦ θεοῦ δοκιμασίαν γέγονε.

«θέατρον, γάρ φησιν ὁ ἀπόστολος, ἐγενήθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις».

ὁρᾷς ὅτι, καθὼς προειρήκαμεν, καὶ οἱ ἐπουράνιοι συνέρχονται εἰς τὰς τῶν ἁγίων ἀνδραγαθίας.

50-3-4 Καὶ ἀλλαχοῦ δὲ κατὰ καιροὺς ἐποίησεν ὁ θεὸς ὥσπερ εἰπεῖν θεώριον καὶ θέατρον τοῖς ἄνω καὶ τοῖς κάτω, ὥσπερ ἐπὶ τοῦ Ἠλία.

εἷς ἄνθρωπος πρὸς πολλὰς μυριάδας ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταβάσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ πάντες ἐκεῖνοι ἕνα ἄνθρωπον θεοῦ ἡττῆσαι οὐκ ἠδυνήθησαν.

50-3-5 ὁμοίως καὶ ἐπὶ τοῦ Μωϋσέως.

κἀκεῖ θέατρον τοῦ θεοῦ γέγονε· πρὸς ἕνα ἄνθρωπον τὸν Μωϋσῆν ὅλη ἡ Αἴγυπτος οὐκ ἴσχυσε, καὶ εἷς μόνος ἐνίκησε πᾶσαν τὴν δύναμιν Φαραώ.

κἀκεῖ γὰρ ἡ ἐπουράνιος παρῆν ἐκκλησία, θεωροῦσα τὰς τοῦ Μωϋσέως ἀριστείας, ὅθεν καὶ ἐξ οὐρανοῦ κατέφερεν αὐτοῖς μάστιγας καὶ παντοίῳ τρόπῳ ὑπέταξεν αὐτούς, ἕως καὶ θαλάσσῃ παραδοὺς τούτους ποντι50-3-6 σθῆναι παρεσκεύασεν, ὅτι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ γεγόνασιν.

ὁμοίως ἐπὶ Λὼτ τὸ αὐτὸ γέγονε.

μόνος ἠδυνήθη νικήσας ἐκφυγεῖν τὸ πῦρ καὶ σὺν ταῖς θυγατράσιν αὐτοῦ σωθῆναι.

ὁμοίως καὶ ἐπὶ τοῦ Νῶε.

μόνος γὰρ καὶ αὐτὸς σὺν τοῖς ἰδίοις διασωθεὶς τὸν κόσμον ἐνίκησε.

πάντων γὰρ εἰς ἀπώλειαν καὶ ἀφανισμὸν χωρησάντων αὐτὸς ἠδυνήθη μόνος τὴν τοῦ θεοῦ ὀργὴν διαφυγεῖν διὰ τὴν πρὸς αὐτὸν τελείαν εὐαρέστησιν.

50-4-1 Ταῦτα δὲ ἀπεδείξαμεν, ἀγαπητοὶ ἀδελφοί, συνιστῶντες ἡλίκοι εἰσὶν τῇ δυνάμει οἱ τελείοι Χριστιανοί, ὥστε πάντα τὰ φαινόμενα καὶ πάντα τὸν κόσμον νικᾶν αὐτούς.

καὶ τὰ τῆς πονηρίας δὲ πνεύματα τούτοις πολεμοῦντα ἡττῶνται, καὶ πάντων τούτων ἀνώτεροι οἱ ἄξιοι δοῦλοι τοῦ Χριστοῦ τυγχάνουσι διὰ τὴν ἐν αὐτοῖς οἰκοῦσαν τοῦ θεοῦ δύναμιν.

πάντα γὰρ τὰ φαινόμενα καὶ τὰ ἀόρατα τῆς πονηρίας πνεύματα τούτοις ἐναντιοῦται καὶ πολεμεῖ.

διπλοῦς τοίνυν ἐστὶ τοῖς Χριστιανοῖς ὁ πόλεμος καὶ διπλῆ «ἡ πάλη», πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ καὶ «πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας» τοῦ κοσμοκράτορος.

τὰ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις βλεπόμενα ἐρεθίζει καὶ γαργαλίζει καὶ προτρέπεται τὴν ψυχὴν εἰς τὸ ἐν τούτοις δεδέσθαι καὶ κατέχεσθαι καὶ ἥδεσθαι, μᾶλλον δὲ 50-4-2 αὐτὴ ἡ κακία εἰς τὰ φαινόμενα δεσμεῖ τοὺς ὑπηκόους αὐτῇ.

ἵνα δὲ παραστήσω ταῦτα οὕτως ἔχειν, ἄκουσον ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου λέγοντος περὶ τοῦ σπόρου τοῦ εἰς τὴν ἀκανθώδη γῆν πεσόντος, ὅτι ἀνελθοῦσαι «αἱ ἄκανθαι συνέπνιξαν αὐτόν», καὶ ἑρμηνεύει ὁ κύριος τὰς μερίμνας καὶ φροντίδας τὰς 50-4-3 βιωτικὰς εἶναι.

καὶ ἀλλαχοῦ φανερῶς ἐκτίθεται τοὺς κληθέντας εἰς τοὺς γάμους τοῦ βασιλέως καὶ διὰ τὰ βιωτικὰ πράγματα μὴ βουληθέντας ἀπελθεῖν.

«ὁ πρῶτος, γάρ φησιν, εἶπεν· ἀγρὸν ἠγόρασα, καὶ ὑπάγω ἐπισκέψασθαι αὐτόν, ἔχε με παρῃτημένον».

ὁμοίως καὶ ὁ ἄλλος· «ζεύγη βοῶν ἠγόρασα, καὶ ὑπάγω δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον».

ὡσαύτως καὶ ὁ ἕτερος· «γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν».

φανερὸν δέ, ὅτι ταῦτα τὰ βλεπόμενά εἰσι, δι' ἅπερ οὐκ 50-4-4 ἠδυνήθησαν εἰς τοὺς γάμους τοῦ βασιλέως ἀπελθεῖν.

διπλοῦς τοίνυν ἐστὶν ὁ πόλεμος τοῖς Χριστιανοῖς, ὡς προείρηται, καὶ διπλοῦν ἀγῶνα καὶ πυκτὴν ἔχει ἀγωνίσασθαι ἕκαστος καὶ θλιβῆναι ὁ βουλόμενος εὐαρεστῆσαι τῷ κυρίῳ.

ὅταν γάρ τις ἀναχωρήσῃ ἀπὸ τῶν γονέων, ἀπὸ γυναικὸς ἢ κτημάτων ἢ τρυφῆς ἢ πατρίδος ἢ συνηθειῶν καὶ νικήσῃ ὥσπερ εἰπεῖν ταῦτα καὶ καταγωνίσηταικαὶ ταῦτα γὰρ πόλεμός ἐστι, τότε συναγαγὼν ἑαυτὸν καὶ σχολάζων τῷ κυρίῳ καὶ ἐγκύψας ἔνδον ἐν τῇ ἑαυτοῦ ψυχῇ ἔχει πάλιν πόλεμον καὶ ἀγῶνα μέγαν πρὸς ἀντικειμένας δυνάμεις, πρὸς ἀοράτους ἐχθροὺς καὶ ἐνεργείας σκότους, πρὸς ἃ πολεμῆσαι αὐτὸν καὶ ἀγωνίσασθαι χρὴ ἀναλαβόντα ὅπλα οὐράνια, ἵνα δυνηθῇ 50-4-5 νικῆσαι τὸν δεινὸν καὶ πικρὸν τῆς κακίας πόλεμον.

Ἵνα δὲ καὶ ταῦτα μὴ δόξωμεν ἀφ' ἑαυτῶν λέγειν, ἄκουε τοῦ ἀποστόλου λέγοντος· «πειρασμὸς ἡμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος» (τουτέστι φαινόμενος), ὥστε ἔστι μὴ ἀνθρώπινος, ἀλλὰ ἀόρατος πειρασμός τε καὶ πόλεμος, καὶ πάλιν· «τὸ λοιπόν, ἀδελφοί, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.

ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας».

ὥστε εἰσὶν ἀρχαὶ καὶ ἐξουσίαι καὶ κοσμοκράτορες καὶ πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ δεῖ ἡμᾶς ἀγωνίζεσθαι 50-4-6 καὶ πολεμεῖν.

καὶ ποῦ εἰσι ταῦτα καὶ ποῦ πολεμοῦσιν; ἔνδον ἐν τῇ ψυχῇ, ἐν τοῖς διαλογισμοῖς.

διὸ ἐπιφέρει· «στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης.

ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.

καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος».

καὶ ἐπάγει, πῶς τις εὕρῃ καὶ κτήσεται ταῦτα, ὅτι «διὰ πάσης προσευχῆς», φησί, «καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ, καὶ εἰς αὐτὸ τοῦ50-4-7 το προσκαρτεροῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει».

ἐδίδαξεν οὖν πῶς δεῖ ἡμᾶς εὑρεῖν τὰ ὅπλα τὰ πνευματικά, δι' ὧν δυνάμεθα τοὺς ἀοράτους ἐχθροὺς τροπώσασθαι.

ἀλλὰ καὶ ὁ κύριος περὶ τοῦ διπλοῦ τούτου πολέμου, τοῦ τε διὰ τῶν φαινομένων καὶ τοῦ διὰ τοῦ πονηροῦ γινομένου αἰνισσόμενος ἔλεγε· «τίς βασιλεὺς ἀπερχόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας συμψηφίζει καὶ θεωρεῖ εἰ δύναται ἀπαντῆσαι μετὰ δέκα χιλιάδων τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ; ἐπεὶ ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην».

καὶ διδάσκει λέγων· "1ὅρα πῶς ὀφείλεις ἀγωνίσασθαι καὶ ὅλον ἑαυτὸν δοῦναι, ὡς εἰδώς, ὅτι τοιούτους μέλλεις πολέμους 50-4-8 ἀγωνίζεσθαι φανερούς τε καὶ κρυφίους.

"2 καὶ γὰρ Μωϋσῆς τὴν σκιὰν τῆς ἀληθείας προεκτυπῶν ἐκέλευσε κήρυκα βοᾶν ἐν τῷ λαῷ, ἐπὰν ἔμελλεν εἰς πόλεμον ἐξέρχεσθαι· εἴ τις (φησὶ) δειλός, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε δειλανδρήσας καὶ τὰς τῶν ἄλλων καρδίας εἰς δειλίαν ἐνέγκῃ καὶ εἰς τὰ ὀπίσω 50-4-9 στρέψῃ.

ὁμοίως εἴ τις (φησὶν) ἔγημε προσφάτως γυναῖκα, μὴ ἐξέλθῃ, μήποτε γενόμενος ἐν τῷ πολέμῳ καὶ μνησθεὶς τῆς γυναικὸς αὐτοῦ ἀποστραφῇ καὶ ἄλλους σὺν ἑαυτῷ παραλήψεται.

εἴ τις ᾠκοδόμησεν οἶκον καὶ οὐκ ἐξετέλεσε, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε μνησθεὶς τῆς οἰκοδομῆς καὶ 50-4-10 χαυνωθεὶς ἐν τῷ πολέμῳ καὶ ἄλλους ἀποστραφῆναι ποιήσῃ.

τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἐνταῦθα γενναίας καὶ εὐπροαιρέτους καὶ ἀνδρείας ψυχὰς ἐπιζητῶν ἔλεγεν, ὅτι «πρῶτον βλέπει εἰ δύναται μετὰ δεκὰ χιλιάδων ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ πρὸς αὐτόν, εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ ὄντος ἐρωτᾷ τὰ πρὸς εἰρήνην», ἀνδρείους ἐπιζητῶν καὶ προθύμους καὶ ὅλον τὸ ἑαυτῶν θέλημα τῷ κυρίῳ ἐν πεποιθήσει ἀναθέντας καὶ ἔκδοτον τὴν ἑαυτῶν προαίρεσιν ἐκδιδόντας καὶ ὀπίσω αὐτοῦ ἀκολουθοῦντας καὶ πιστεύοντας, ὅτι πᾶσα ἡ νίκη διὰ τῶν ἐξ οὐρανοῦ πνευματικῶν ὅπλων διδομένων τοῖς πιστεύουσι γίνεται.

50-4-11 Χρὴ τοίνυν τὸν βουλόμενον τοῦ κυρίου ἄξιον γενέσθαι πρῶτον ἀναχωρῆσαι πάντων τῶν φαινομένων καὶ μισῆσαι τὰ τοῦ κόσμου πράγματα καὶ ἡδονὰς καὶ τρυφὰς καὶ δόξας καὶ ἀξιώματα καὶ κτήσεις καὶ πατρίδα, γονεῖς τε καὶ συγγενεῖς καὶ φίλους κατὰ σάρκα καὶ τιμὰς καὶ ἐπαίνους καὶ προσκυνήσεις ἀνθρώπων, καὶ ὅταν εἰς ταῦτα τὰ φαινόμενα ἀγωνισάμενος καλῶς νικήσῃ, τὸ λοιπὸν χρὴ αὐτὸν προσκαρτερῆσαι τῷ κυρίῳ ἐν πάσῃ δεήσει καὶ πόνῳ, ἐν αἰτήσει τῆς προσευχῆς, ἵνα λάβῃ τὸ ὅπλον ἐξ οὐρανοῦ, «τὴν μάχαιραν τοῦ 50-4-12 πνεύματος» καὶ ἵνα τοῖς ὅπλοις τούτοις ἐγγυμνάσηται.

ὥσπερ γὰρ τήρωνες νεόλεκτοι λαμβάνοντες προσφάτως τὰ ὅπλα ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς ὅπλοις ὀφείλουσι, καὶ τότε εἰσέρχεσθαι εἰς πόλεμον, ἔστι δὲ ἄλλος ὃς ἤδη εἰσερχόμενος καὶ ἐξερχόμενος εἰς πολέμους πολλοὺς οὐ ξενίζεται, ἀλλὰ μετὰ θάρσους καρδίας μηδὲν δεδιὼς ἀπέρχεται, οὕτω καὶ ἐνταῦθα οἱ λαμβάνοντες τὰ ἐξ οὐρανοῦ ὅπλα πνευματικὰ πρῶτον ἐν αὐτοῖς διαγυμνάζονται ὑπὸ τῆς χάριτος ὁδηγούμενοι καὶ κυβερνώμενοι καὶ διδασκόμενοι, πῶς δεῖ τοῖς ἀοράτοις ἐχθροῖς πολεμεῖν, καὶ οὕτως εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον κατέρχονται, ἵνα μὴ ὦσιν ὥσπερ δειλιῶντες καὶ ξενιζόμενοι, εἰσὶ δὲ ἄλλοι οἷς λοιπὸν ὁ πόλεμος οὕτως ἐστὶν εὔκολος ὡσεὶ παίγνιον, ἐπειδὴ πολλάκις εἰσῆλθον καὶ ἐξείλησαν καὶ λοιπὸν τῇ πεποιθήσει τοῦ κυρίου καὶ τῇ δυνάμει τῶν τοῦ πνεύματος ὅπλων ἀναιροῦντες καὶ νικῶντες τοὺς ἐχθροὺς θαρσαλέοι καὶ πρόθυμοι τυγχάνουσι καὶ εἰς μείζους προκοπὰς ἡμέραν ἐξ ἡμέρας ἔρχονται.

ἀλλὰ τὰ μέτρα ταῦτα ἕτερά ἐστι παρ' ἐκεῖνα τοῦ ἀρχὴν ἔχοντος πολεμεῖν.

ἐὰν δὲ μὴ ἔχῃ τὰ ὅπλα τοῦ πνεύματος οὐ δύναται τοῖς ἐχθροῖς πολεμῆσαι καὶ κατὰ τῶν τῆς πονηρίας πνευμάτων τὴν νίκην ἄρασθαι· ἀπόλλυται γὰρ ὑπ' αὐτῶν.

ὥσπερ οὐδεὶς ἐν τοῖς φαινομένοις ἄνευ ξίφους καὶ ὅπλων πολεμεῖ, ἐπεὶ κατασφάττεται, οὕτω κἀνταῦθα.

50-4-13 Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν ὅσοι μάλιστα τοῦ βίου τούτου ἠλλοτριώθημεν καὶ μονάζοντες καὶ ξένοι τῶν ἰδίων γεγόναμεν ἐν ἀδιαλείπτῳ εὐχῇ καὶ πόνῳ καρδίας καὶ προσκαρτερήσει δεήσεως, ἵνα ὁ κύριος δώσει ἡμῖν τὰ ἐπουράνια τοῦ πνεύματος ὅπλα, ὅπως δυνηθῶμεν δι' αὐτῶν περιγενέσθαι πάντων τῶν ἀντικειμένων ἡμῖν τῆς πονηρίας πνευμάτων, καὶ οὕτως ἀγωνισαμένοις κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ ὅλον τὸ θέλημα ἡμῶν αὐτῷ ἐκδεδωκόσι καὶ διὰ τῶν ὅπλων αὐτοῦ ἀνδραγαθήσασι καὶ τὴν κατὰ τῶν ἐχθρῶν νίκην ἀραμένοις οὕτω τὸν στέφανον τῆς δικαιοσύνης ὁ Χριστὸς ἡμῖν ἀποδώσει, σὺν αὐτῷ καταξιῶν ἡμᾶς εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύειν.

∆όξα τῇ αὐτοῦ ἀγαθότητι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

51-τ-1 ΛΟΓΟΣ ΝΑʹ.

51-1-1 Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιθυμοῦσαι ὑπομνήσεως παρ' ἑτέρων οὐ τοσοῦτον χρῄζουσιν οὐδὲ τοῦ οὐρανίου πόθου καὶ ἔρωτος τοῦ πρὸς κύριον, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι καὶ τῷ οὐρανίῳ ἔρωτι τετρωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς 51-1-2 προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι.

τετρωμέναι δὲ τῷ ἐπουρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν καὶ τῆς ἐλλάμψεως τοῦ πνεύματος ἐπιθυμίαν πολλὴν ἀκορέστως ἔχουσαι, εἰ καὶ μυστηρίων θείων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαμβάνειν καταξιοῦνται, καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίνωνται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ' ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ 51-1-3 μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ ἐπουρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι.

καὶ ὅσον ἂν προκοπῆς πνευματικῆς ἐν ἑαυταῖς αἴσθωνται, τοσοῦτον μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι.

καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναι παρ' ἑαυταῖς εἰσιν, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· «οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με· ἔτι διψήσουσιν».

51-1-4 αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως τελείως καταξιοῦνται καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τῆς ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος τὴν ἔλλαμψιν καὶ μετουσίαν τελείως κομί51-1-5 ζονται.

ὅσαι δὲ ὀκνηραὶ καὶ χαῦνοι καὶ ἄνανδροι ψυχαὶ εἰ ἀπεντεῦθεν ἐν σαρκὶ ἐπιτύχωσι τοῦ ἁγιασμοῦ τῆς καρδίας ἐκ μέρους, ἀλλ' οὐ τελείως, οὐ βούλονται δι' ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τοῦ παρακλήτου πνεύματος ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ πνεύματος, ἀλλ' ὡς χάριτος θείας ἀξιωθεῖσαι εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν ὑπὸ τῆς κακίας κλεπτόμεναι ἑαυτὰς ἐξέδωκαν καὶ ὡς ἤδη λαβοῦσαι τὴν χάριν τοῦ πνεύματος καὶ ἔχουσαι τὴν παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ εἰσι καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τῇ καρδίᾳ καὶ τῷ φρονήματι ταπεινούμεναι μήτε ἔκπεινοι οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ' ἐπληροφορήθησαν καὶ ἐπανεπαύθησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τοῦ πνεύματος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι.

αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον.

51-1-6 Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς οὐδὲν ἐργασαμένη οὕτως ἐν ἑαυτῇ ἐστι διὰ τὸν πρὸς κύριον πόθον τὸν ἀκόρεστον· κἂν νηστείαις καὶ ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη ποιεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων πνεύματος διαφόρων ἢ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς κύριον 51-1-7 ἀγάπην.

ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος γίνεται μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι πνεύματος οὐρανίου τετρωμένη, καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ ἀνακινεῖ πρὸς τὸν οὐράνιον νυμφίον, ἐπιθυμοῦσα καταξιωθῆναι τελείως τῆς πρὸς αὐτὸν μυστικῆς, ἀρρήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας ἀποκεκαλυμμένη ψυχὴ πρόσωπον πρὸς πρόσωπον τῷ ἐπουρανίῳ νυμφίῳ ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ ἐν πληροφορίᾳ πάσῃ ἀνακιρναμένη καὶ συμμορφουμένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν ὑπὸ τοῦ πνεύματος δέξασθαι ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρθεῖσα διὰ τῆς χάριτος τοῦ πνεύματος καὶ ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ οὐρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθείη.

καὶ τῆς αἰωνίου βασιλείας 51-1-8 οἰκητήριον καθαρὸν τοῦ πνεύματος τοῦ ἁγίου ἐνταῦθα γενομένη.

εἰς ταῦτα δὲ τὰ μέτρα ἐλθεῖν ψυχὴν οὔτε ὑφ' ἓν οὔτε ἀδοκιμάστως ἔσται, ἀλλὰ διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἐν πᾶσιν δὲ εὑρεθεῖσα ἀνδρεία καὶ πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἡ ψυχὴ καταξιοῦται, καὶ οὕτω τῆς οὐρανίου βασιλείας κληρονόμος καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

52-τ-1 ΛΟΓΟΣ ΝΒʹ.

52-1-1 Πᾶσα ἡ φαινομένη τῆς ἐκκλησίας τοῦ θεοῦ οἰκονομία γέγονε διὰ τὴν ζῶσαν καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς τῆς λογικῆς τῆς κατ' εἰκόνα θεοῦ ποιηθείσης, ἥτις ἐστὶν ἡ ζῶσα καὶ ἀληθινὴ θεοῦ ἐκκλησία.

καὶ διὰ τοῦτο τοῖς ὁμοίοις ὀνόμασιν ἐτιμήθη τὰ ἄλογα καὶ ἄψυχα καὶ σωματικὰ τῶν λογικῶν καὶ ζώντων καὶ ἐπουρανίων, ἵνα διὰ τῆς σκιᾶς ὁδεύσασα ἡ νηπία ψυχὴ ἐπὶ τὴν ἀλήθειαν καταντήσῃ.

ἐκκλησία γὰρ Χριστοῦ καὶ ναὸς θεοῦ καὶ θυσιαστήριον ἀληθινὸν καὶ θυσία ζῶσα ὁ τοῦ θεοῦ ἄνθρωπος τυγχάνει, δι' οὗ καὶ τὰ σωματικὰ ἁγια52-1-2 ζόμενα τὴν ἐπίκλησιν τῶν οὐρανίων ἔλαχεν.

ὥσπερ γὰρ ἡ τοῦ νόμου λατρεία καὶ διαγωγὴ σκιὰ ἦν τῆς νῦν ἐκκλησίας τοῦ Χριστοῦ, οὕτως ἡ νῦν ὁρωμένη ἐκκλησία σκιά ἐστι τοῦ ἔνδον ἀνθρώπου τοῦ λογικοῦ καὶ ἀληθινοῦ.

ἰδοὺ γὰρ πᾶσα ἡ φαινομένη οἰκονομία καὶ διακονία τῶν μυστηρίων τῆς ἐκκλησίας παρέρχεται ἐν τῇ συντελείᾳ καὶ μένει ἡ λογικὴ καὶ νοερὰ οὐσία τοῦ ἔσω ἀνθρώπου, εἰς ἣν πᾶσα ἡ οἰκονομία καὶ ἡ διακονία τῶν μυστηρίων τῶν ἐπουρανίων τῆς τοῦ θεοῦ ἐκκλησίας ἐν δυνάμει πνεύματος ἁγίου ἐπιτελεσθῆναι ὀφείλει, ἵνα ἀληθῶς ναὸς ἅγιος θεοῦ καὶ ἐκκλησία Χριστοῦ διὰ τῆς ζώσης τοῦ πνεύματος ἐνεργείας καταρτισθεῖσα ζωῆς αἰωνίου κληρονόμος γένηται.

52-1-3 διὰ ταύτην τὴν αἰτίαν πολλοὶ τῶν νηπιαζόντων τῇ γνώσει τῆς ἀληθείας ἀντίκεινται ἡμῖν, ὡς ἐξαλλάσσουσιν ἀλλοτρίως τῶν οἰκείων γραφῶν διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα καὶ δικαιώματα καὶ λατρείας οἵτινες εἰς τὴν πρόσκαιρον οἰκονομίαν ἐμπληροφορούμενοι καὶ δικαιώμασι σαρκὸς μόνον πεποιθότες τῆς κατὰ τὸν λογικὸν ἔσω ἄνθρωπον ἐρεύνης καὶ ἀνακαινισμοῦ ψυχῆς ἀμελήσαντες καὶ καινῆς κτίσεως νοὸς ἐπίγνωσιν μὴ λαβόντες δι' ἄγνοιαν ἡμᾶς διαβάλλουσιν.

ἡ γὰρ φιλαλήθης ψυχὴ τὴν ῥίζαν αὐτὴν τῶν πραγμάτων ἐρευνᾷ, οὐκ ἐπιπολαίως τὸν Χριστιανισμὸν εἶναι νομίζουσα οὐδὲ τύποις ἐξωτέροις δικαιωμάτων καὶ λατρειῶν ἐναπομένουσα, ἀλλ' ἐν δυνάμει πνεύματος ἁγίου κατὰ τὸν ἔσω ἄνθρωπον τὴν πληροφορίαν λαβεῖν πιστῶς ἐκδέχεται· ὅπερ ἐστὶν ὁ ἀληθινὸς Χριστιανισμός.

52-1-4 ∆ιὰ γὰρ τοῦτο ὁ θεὸς τὸ ἅγιον αὐτοῦ πνεῦμα τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ἐδωρήσατο καὶ συνεῖναι αὐτὸ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τῷ ὕδατι τοῦ ἁγίου βαπτίσματος ἐξῳκονόμησε καὶ εἰς πᾶσαν λειτουργίαν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπιπολάζειν καὶ κοινωνεῖν τὸ παράκλητον πνεῦμα διὰ τῶν ἀποστόλων ὁ σωτὴρ ἐχαρίσατο, κατὰ τὸ ὑπ' αὐτοῦ τοῦ κυρίου εἰρημένον· «καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», ἵνα ἐκ τοῦ βαπτίσματος καὶ τοῦ θυσιαστηρίου καὶ τῆς εὐχαριστίας τοῦ ἄρτου καὶ πάσης τῆς μυστικῆς λατρείας τῆς ἐν τῇ ἐκκλησίᾳ αἱ πισταὶ καρδίαι ἐνεργηθῶσιν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐν πάσῃ δυνάμει καὶ ἀρεταῖς καρπῶν ἐπουρανίων, καὶ οὕτως ἀνακαινισθεῖσαι καὶ ἀναπλασθεῖσαι τῇ δυνάμει τῆς χάριτος ζῶσαι ζωὴν ἀληθινὴν κατὰ τὸ ἐπουράνιον φρόνημα ἀναδειχθῶσι, τὸ ὑλικὸν καὶ ἐπίγειον 52-1-5 ἀποδυσάμεναι φρόνημα διὰ τῆς τοῦ πνεύματος δυνάμεως.

εἰ γὰρ ἐν τῇ κιβωτῷ τῇ κατὰ τὸν νόμον ἐπεσκίαζε, μᾶλλον δὲ συνῆν τὸ πνεῦμα, πόσῳ μᾶλλον ἐν τῷ θυσιαστηρίῳ καὶ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ μυσταγωγίᾳ τοῦ ἁγίου βαπτίσματος.

ἀλλ' ὥσπερ ἐκεῖ ἁμαρτανόντων τῶν Ἰσραηλιτῶν οὐκ ἐνήργει τὸ πνεῦμα καίπερ συνὸν τῇ κιβωτῷ τοῦ θεοῦἰδοὺ γὰρ κατὰ καιροὺς διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ αὐτὴ ἡ κιβωτὸς τοῖς ἔθνεσι παρεδόθη τοῖς ἀναξίοις αὐτῆς μηδὲν βοηθήσασα διὰ τὰ πολλὰ αὐτῶν παραπτώματα, καίπερ τὴν ἰδίαν ἐνέργειαν καὶ σημανσίαν τὸ πνεῦμα ἐδείκνυεν, ὅτι συνῆν τῇ κιβωτῷ τοῦ θεοῦ διὰ τὸ γεγενημένον τότε θεόσημον παρὰ τοῖς ἔθνεσιν, οὕτω καὶ νῦν συνὸν τὸ πνεῦμα τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ καὶ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ πάσῃ τῇ φαινομένῃ οἰκονομίᾳ τοῖς ἀξίοις μὲν καὶ πιστοῖς ἐνεργεῖ ἐν διαφόροις χαρίσμασιν, ἀπὸ δὲ 52-1-6 τῶν ἀναξίων πόρρωθεν ὑπάρχει.

ἐνέργεια γὰρ ζῶσα πνεύματος ἁγίου ἐν ζώσαις καρδίαις παρὰ θεοῦ ζητεῖται, ὅτι πάντα τὰ φαινόμενα καὶ πᾶσα οἰκονομία παρέρχεται, ζῶσαι δὲ καρδίαι ἐν πνεύματι διαμένουσι.

δι' ὃ καὶ ὁ σωτὴρ παραγέγονε, δι' ὃ καὶ πᾶσα ἡ τῆς εἰκόνος τῆς ἐκκλησίας διατύπωσις, ἵνα νοεραὶ οὐσίαι ψυχῶν πιστῶν διὰ τῆς ἐνεργείας τῆς χάριτος ἀνακτισθεῖσαι καὶ ἀνακαινισθεῖσαι καὶ μεταβολὴν δεξάμεναι ζωὴν αἰώνιον κληρονομῆσαι δυνηθῶσιν.

52-2-1 Ὅτι δὲ τὰ φαινόμενα τύπος καὶ σκιά εἰσι τῶν κρυφίων καὶ ὁ ὁρώμενος τοῦ ναοῦ τῆς καρδίας καὶ ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἱερέως τῆς Χριστοῦ χάριτος καὶ πᾶσα ἡ λοιπὴ τῆς φαινομένης οἰκονομίας ἀκολουθία τῶν λογικῶν (κατὰ τὸν ἔσω ἄνθρωπον) καὶ κρυφίων πραγμάτων, τὴν καταφαινομένην τῆς ἐκκλησίας οἰκονομίαν καὶ διοίκησιν ἐνεργουμένην εἰς ψυχὴν ὑπὸ τῆς χάριτος 52-2-2 ὑπόδειγμα λάβωμεν.

ὥσπερ οὖν κατὰ τὴν ὁρωμένην ἐκκλησίαν· ἐὰν μὴ πρῶτον αἱ ἀναγνώσεις καὶ αἱ ψαλμωδίαι καὶ ἡ σύναξις τοῦ λαοῦ καὶ πᾶσα τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ ἡ ἀκολουθία ἐπιτελεσθῇ, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ ὁ ἱερεὺς οὐκ ἐπιτελεῖ καὶ ἡ μυστικὴ κοινωνία τῶν πιστῶν οὐ γίνεται, καὶ ἐὰν πᾶς ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτελεσθῇ, μὴ προσκομισθῇ δὲ ὕστερον ἡ μυστικὴ τῆς προσφορᾶς εὐχαριστία ὑπὸ τοῦ ἱερέως καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὐκ ἐπετελέσθη τὸ μυστήριον οὐδὲ ἐτελειώθη ὁ ἐκκλησιαστικὸς θεσμός, ἀλλ' ἐλλειπής ἐστιν ἡ λατρεία τοῦ θείου μυστηρίου ἐπὶ τοῦ θυσιαστηρίου παρὰ τοῦ ἱερέως μὴ τελεσθέντος καὶ ὥσπερ πάλιν λιτῶς καὶ γυμνῶς τὸ μυστήριον τῆς προσκομιδῆς οὐ προσφέρεται, ἐὰν μὴ προκαταρτισθῇ πᾶς ὁ ἐκκλησιαστικὸς κανών καὶ ταῦτα γὰρ ἀτελῆ ἐστι καὶ ἀργὰ χωρὶς τῆς τελειώσεως τοῦ μυστηρίου 52-2-3 κἀκεῖνο οὐ τελειοῦται, ἐὰν μὴ ταῦτα προκαταρτισθῇ.

ὥσπερ τις κόσμος καὶ δόξα τοῦ μυστηρίου, οὕτω καὶ ὁ Χριστιανός· ἐὰν ἔχῃ νηστείαν, ἀγρυπνίαν, ψαλμωδίαν, πᾶσαν ἄσκησιν καὶ πᾶσαν ἀρετήν, ἡ δὲ μυστικὴ τοῦ πνεύματος ἐνέργεια ἐν τῷ θυσιαστηρίῳ τῆς καρδίας ὑπὸ τῆς χάριτος ἐν πάσῃ αἰσθήσει καὶ ἀναπαύσει πνευματικῇ οὐκ ἐπιτελεῖται, ἐλλειπής ἐστι πᾶσα ἡ ἀκολουθία τῆς ἀσκήσεως, καὶ σχεδὸν ἀργά εἰσι μὴ ἔχοντα τὴν κεφαλήν, τὴν τοῦ πνεύματος ἀγαλλίασιν ἐν καρδίᾳ μυστικῶς ὑπὸ τῆς χάριτος ἐνεργουμένην.

ὥσπερ πάλιν ἡ τοῦ πνεύματος ἀγάπη τὸ οὐράνιον μυστήριον τὸ τὴν ψυχὴν μεθύσκον ἐν τῇ ἀγαλλιάσει τῆς χάριτος οὐκ ἐνεργεῖται ἁπλῶς εἰς ἀσώτους καὶ ἀσελγεῖς ἀδιαφόρως, εἰ μὴ εἰς καρδίαν πιστὴν καὶ εὐλαβῆ καὶ πολιτείαν καὶ ἄσκησιν ἀκριβῆ ἔχουσαν.

ταῦτα γὰρ κόσμος καὶ ἀνάπαυσίς εἰσι τῆς τοῦ πνεύματος ἐνεργείας.

52-2-4 Ὅσῳ γὰρ ἐν ἀκριβεῖ ἀσκήσει καὶ πολλῇ ταπεινώσει καὶ πραότητι καὶ πολιτείᾳ ἐναρέτῳ εὑρίσκεται ἡ ψυχή, τοσοῦτον ἐπαναπαύεται εἰς αὐτὴν ἡ τοῦ πνεύματος χάρις ἐν πάσῃ δυνάμει καὶ ἐνεργείᾳ.

ἡ δὲ ἔχουσα μὲν τὴν πολιτείαν ψυχή, τὴν δὲ ἐνέργειαν τοῦ πνεύματος ἐν πάσῃ πληροφορίᾳ ἐν ἑαυτῇ μηδέπω αἴσθηται, λείπεται τοῦ ἁγιασμοῦ τῆς καρδίας.

διὸ ζητείτω, πενθείτω, κλαιέτω πρὸς τὸν κύριον, ἵνα τὸν ἁγιασμὸν τοῦ πνεύματος ἐν τῇ ἐναρέτῳ πολιτείᾳ ἔχῃ ὥσπερ κόσμον ὡραῖον, καὶ τὴν ἐνέργειαν τῆς χάριτος ἐν νῷ θεωρίαις ἀρρήτοις, ἵνα τέλειον τὸ μυστήριον τοῦ Χριστιανισμοῦ ἐν ἑαυτῇ κτήσηται κατὰ 52-2-5 τὴν προειρημένην τῆς ἐκκλησίας παραβολήν.

ἀλλ' ὥσπερ ἐν τῇ ἐκκλησίᾳ οἱ σωματικῶς ἁμαρτάνοντες ὑπὸ τοῦ ἱερέως ἀφορίζονται καὶ ἐπιστρέψαντες πάλιν τῆς κοινωνίας ἀξιοῦνται, οἱ δὲ μὴ ἁμαρτάνοντες καὶ ἀνεπίληπτοι προκόπτουσι καὶ εἰς ἱερωσύνην ἔρχονται καὶ μετατίθενται ἀπὸ τόπου τινὸς ἐξωτέρου ἐπὶ τὸ θυσιαστήριον, ἵνα ὦσι λειτουργοὶ θεοῦ καὶ πάρεδροι οὕτω εἰς τὴν προκειμένην ὑπόθεσιν οἱ Χριστιανοὶ ὑπὸ χάριτος ἐνεργούμενοι καὶ ἀναπαυόμενοι τῇ παρακλήσει τοῦ πνεύματος ἐν τῇ ἐπουρανίῳ εὐφροσύνῃ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας, περὶ ἧς ὁ ἀπόστολος εἴρηκεν· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ 52-2-6 ἁγίου πνεύματος» καὶ τὰ ἑξῆς.

πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις, καὶ εὑρήσεις τὴν ἁγίαν καὶ προσκυνητὴν τριάδα ἐνοικοῦσαν ἐν τῷ κεκαθαρμένῳ ἀνθρώπῳ διὰ τῆς ἄνωθεν βοηθείας καὶ τῆς ἀρίστης αὐτοῦ πολιτείας, ἐνοικοῦσαν δέ φημι οὐ καθ' ὃ ἐστίνἀχώρητος γὰρ ὑπάρχει πάσῃ τῇ κτίσει, ἀλλὰ κατὰ τὸ χωρητικὸν καὶ δεκτικὸν τοῦ εὐαρεστοῦντος αὐτῷ ἀνθρώπου.

52-2-7 Ἐὰν οὖν τι τραπῇ ἡ προαίρεσις ἐν τῇ κατὰ συνείδησιν πολιτείᾳ πάθεσι τισὶν ἀοράτως ἐπιβλαβέσιν ὑποτασσομένη καὶ ἐν τούτῳ τὸ πνεῦμα λυποῦσα, ἐκβάλλεται καὶ ἀφορίζεται ὁ νοῦς ἀπὸ τῆς πνευματικῆς εὐφροσύνης ὑποστελλούσης τῆς χάριτος καὶ ἀγάπης καὶ πάσης ἐναρέτου καὶ ἀγαθῆς ἐνεργείας καὶ παραδίδοται εἰς θλίψεις καὶ πειρασμοὺς τοῖς πονηροῖς πνεύμασιν, ἕως οὗ πάλιν ἐπιστρέψασα ἡ ψυχὴ ὀρθοποδήσῃ πρὸς τὴν εὐαρέστησιν τοῦ πνεύματος ἐν πάσῃ ταπεινώσει καὶ ἐξομολογήσει μετανοοῦσα, καὶ τότε πάλιν τῆς ἐπισκοπῆς καταξιοῦται τῆς χάριτος τοῦ πνεύματος καὶ τὴν οὐράνιον εὐφροσύνην μειζόνως 52-2-8 ἀπολαμβάνει.

εἰ δὲ οὐ παραπικραίνει τὴν χάριν καὶ τὸ πνεῦμα οὐ λυπεῖ διὰ τῆς κακοτρόπου καὶ χυδαίας ἀναστροφῆς, ἀλλὰ πᾶσιν εὐαρέστως τοῖς δεσποτικοῖς προστάγμασιν ἐξακολουθεῖ καὶ ἀπὸ αὐτεξουσίου γνώμης ἐν πάσῃ σεμνότητι καὶ ἀγῶνι τελείῳ πρὸς τοὺς πονηροὺς λογισμοὺς ἀντιτάσσεται, καὶ τῷ κυρίῳ ὅλῃ προαιρέσει πάντοτε προσκολλᾶται καὶ ἀναπαύει τὴν χάριν, καὶ λοιπὸν ἡ τοιαύτη ψυχὴ δικαίως καὶ ἀκολούθως προκοπῶν καὶ θαυμασίων καὶ δωρημάτων ἐπουρανίων καταξιοῦται καὶ μεταθέσεως καὶ ἀξιώματος πνευματικοῦ ἀπὸ μυστηρίων θείων εἰς μυστήρια ἐπουράνια καὶ ἀπὸ δόξης εἰς δόξαν καὶ ἀπὸ ἀναπαύσεως εἰς ἀναπαύσεις ἐναργεστέρας καὶ τελειοτέρας μετατίθεσθαι καταξιοῦται, εἰς τὸ εἶναι αὐτῆς τὸν νοῦν ἐν μεγάλοις μέτροις καὶ παρρησίᾳ πολλῇ καὶ πλούτῳ ἐνδόξῳ χάριτος, καὶ οὕτως εἰς τέλεια μέτρα Χριστιανισμοῦ φθάσασα καὶ διὰ τοῦ αὐτεξουσίου ἀγῶνος καὶ διὰ τῆς ἄνωθεν βοηθείας εἰς τελείους ἐργάτας καὶ εἰς ἀμώμους Χριστοῦ λειτουργοὺς καὶ παρέδρους ἐν τῇ βασιλείᾳ καταλεγήσεται, διὰ τὴν εὐσυνειδησίαν καὶ πολλὴν σπουδήν, ἣν εἰς τὸ ἀγαθὸν ἐνεδείξατο κληρονομοῦσα τὸν κύριον εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

53-τ-1 ΛΟΓΟΣ ΝΓʹ.

53-1-1 Τὸ πῦρ τὸ οὐράνιον τὸ τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν λυθῇ τὸ σῶμα ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει 53-1-2 τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν.

ὥσπερ δὲ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ ἦν χωσθὲν ἐν λάκκῳ καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πιαινόμενον σῶμα, ὅπερ μετὰ τὸ λυθῆναι αὐτὸ γίνεται βόρβορος, ἐργάζεται καὶ τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ πεφθαρμένα σώματα.

τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται 53-1-3 καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων.

καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ τὸ ὂν ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ' ἦν κτίσμα, οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπέσχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τοὺς δικαίους.

53-1-4 ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τὸ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρείαν τραπῆναι ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια, καὶ λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο.

ἴδε θαυμαστὸν πρᾶγμα, ὅπως ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν.

ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ ἐν τοῖς λογισμοῖς αὐτῶν, ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως ἐμβληθέντα τὰ σκεύη εἴδωλον εἰργάσατο, 53-1-5 καὶ λοιπὸν φαινομένως εἰδωλολάτρησαν.

ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ πῦρ τοῦ θεοῦ καὶ προσεκύνησαν τῷ κυρίῳ ἐν ἀληθείᾳ, οὕτω καὶ νῦν δέχονται αἱ πισταὶ ψυχαὶ ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.

53-1-6 Καὶ ὥσπερ ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένοντο εἴδωλον, οὕτω καὶ ὁ κύριος, ὥσπερ μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν εἰς τὴν ψυχήν, καὶ ἐν τῇ ἀναστάσει ἐξωτέρᾳ αὐτοῖς ἐμφαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν καὶ ἔξωθεν καὶ ἔσωθεν.

ἀλλ' ὃν τρόπον τὰ σώματα πεφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοὶ ὑπὸ τοῦ σατανᾶ πεφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωρισμένοι, μᾶλλον δὲ συγκεχωσμένοι εἰς βόρβορον καὶ γῆνἀπώλετο γὰρ ἡ ψυχήκαὶ ὥσπερ οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τὰ χρυσᾶ σκεύη, τοὺς λογισμοὺς τοὺς καθαροὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας.

καὶ ὡς ἐν εἰδωλείῳ ἀνάκειται ἡ ψυχὴ οὖσα ἐν τῷ σκότει τῆς ἁμαρτίας.

53-1-7 Καὶ πῶς τις αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου οἴκου; ὧδε λοιπὸν θεϊκοῦ φωτὸς χρείαν ἔχει ἡ ψυχὴ καὶ πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον τοῦ φωτεινοῦ τῆς δικαιοσύνης ἡλίου τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν· ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν 53-1-8 πόλεμον.

καὶ γὰρ ἐκείνη ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἀναφθέντος ηὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη.

καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς λογισμοὺς αὐτῆς τοὺς ἰδίους καὶ διαχωρίσαι, ἀλλ' ὅταν ἀναφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσιν εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας κεχωσμένοι.

ἀνατέλλει ὁ ἥλιος καὶ τότε ὁρᾷ ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς.

ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.

53-2-1 Ὥσπερ ἵνα τις ᾖ βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναιτούτου δὲ παραληφθέντος καὶ ἐξορισθέντος ἀνάγκη ὅτι καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπηρέται ὀπίσω ἀκολουθοῦσιν αὐτῷ, οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθηκύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων, ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συνελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετου53-2-2 μένη αὐτῷ κτίσις.

δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν «ἐβασίλευσεν ὁ θάνατος» καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων.

ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες· προσέφερον τοῖς δαίμοσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ 53-2-3 υἱοὺς αὐτῶν καὶ θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις.

νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν 53-2-4 βασιλεὺς Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων.

ὡς εἰς τὴν σκιὰν τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐκαλεῖτο τοῦ Ἰσραὴλ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς Αἰγύπτου, οὕτω νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς εἰς τὰ κρύφια διέρχεται τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας.

ἐντέλλεται οὖν ἡμῖν, ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξας τὰς συγκεκλεισμένας καρδίας ἐπιχέει ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος.

53-2-5 εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον καὶ συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ εἰς τοὺς οὐρανούς, «ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».

εἶδεν ὁ κύριος, ὅτι ἔνδον ὁ σατανᾶς ἐν τούτῳ κατισχύει τοῦ λογισμοῦ, ἐν τῷ καταφέρειν αὐτὸν εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων.

διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐρανὸν καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν.

ἐὰν γὰρ καὶ θελήσῃς πάλιν ἐπιστραφῆναι εἰς τὰ κτήματά σου, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος.

καὶθέλεις οὐ θέλειςὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ βλέπειν, ἤγουν πρὸς τὸν οὐρανόν· «ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».

53-2-6 Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου, καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον.

καὶ ἐνταῦθα δὲ τοῦτο οἰκονομικῶς γίνεται.

οἱ κατεχόμενοι γὰρ εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρείας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τοιούτου τρόπου μερικῶς πως ἀνανεύουσιν ἐπὶ τὰ ἄνω καὶ ἀνακύψαντες ἀπὸ τῶν κάτω προσέχουσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ οὕτω κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότατον καὶ ἀνώτερον μέρος ἐπιγινώσκουσιν, ὅτι ἐστι θεὸς ὕψιστος παρὰ 53-2-7 πᾶσαν τὴν κτίσιν.

οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα διαδοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ἕρψαι ἐπὶ τῆς γῆς μὴ δυνηθῇς.

ἐρευνᾶς γὰρ εἰς τὴν καρδίαν σου καὶ ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι· "1ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα.

"2 ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος καὶ ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ.

53-2-8 Τί δέ ἐστιν· ὅτι "1ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους;"2 ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου.

τὸ σῶμα γάρ, ὃ ἔλαβεν ἐκ τῆς θεοτόκου Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ προσέπηξε καὶ ἐκρέμασεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄντα ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινενὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν, ἀλλ' ὃν τρόπον ἐκεῖ ὁ Μωϋσῆς ἐποίησε τὸν ὄφιν τὸν χαλκοῦνκαὶ ἀπ' ἀρχῆς κτίσεως οὐκ ἐγένετο ὄφις χαλκοῦς, ἀλλ' αὐτὸς ὁ Μωϋσῆς καινὸν ἔργον ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησενοὕτω καὶ ὁ κύριος καινὸν σῶμα ἐκ τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο, ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ· τὸ δὲ πνεῦμα οὐράνιον ἦν, ἀλλὰ ἄνθρωπον καινὸν ἐν τῷ Ἀδὰμ εἰσελθὼν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο τὴν ἀν53-2-9 θρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ.

ὥσπερ οὖν ὁ ὄφις ὁ χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου γενέσθαι ἐν τῷ κόσμῳ, οὕτως οὐδὲ καινὸν σῶμα καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου ἐφάνη ἐν τῷ κόσμῳ.

παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ «ἐβασίλευσεν ὁ θάνατος» ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ.

ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.

53-3-1 Καὶ τοῦτο τὸ θαυμάσιον «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία».

τί δὲ λέγει ὁ ἀπόστολος; «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν».

ὧδε ζωή, ὧδε τὸ φῶς, ὧδε ἡ νίκη, 53-3-2 ὧδε ἡ ἀπολύτρωσις.

ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι.

αὐτὸς δὲ πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται εἰς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις.

καὶ προφέρει ὁ ἄρχων τὰ χειρόγραφα καὶ λέγει· "1ἴδε ὅπου ὑπήκουσαν τῷ λόγῳ μου, ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι.

"2 ὁ δὲ θεός, δικαιοκρίτης ὤν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει· "1ναί, ὑπήκουσέ σου ὁ Ἀδάμ, κατέσχες αὐτοῦ πάσας τὰς καρδίας, ὑπήκουσέ σου ἡ ἀνθρωπότης, τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; τοῦτο ἀναμάρτητόν ἐστι.

τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα.

ἐμοὶ δὲ πάντες μαρτυροῦσιν, ὅτι οὐχ ἥμαρτον.

οὐ χρεωστῶ σοι 53-3-3 οὐδέν.

καὶ ὅτι υἱός εἰμι τοῦ θεοῦ, πάντες μαρτυροῦσιν.

"2 ἐπάνω γὰρ ἐκ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα» Ἰωάννης μαρτυρεῖ· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ πάλιν ἡ γραφή· «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ», καὶ ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου· καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν».

καὶ σὺ δὲ αὐτός, ὁ σατανᾶς, μαρτυρεῖς μοι λέγων· «οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ», καὶ πάλιν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς».

τρεῖς μοι μαρτυροῦσιν· οἱ ἐπάνω τῶν 53-3-4 οὐρανῶν φωνὴν ἀφίασιν, οἱ ἐπὶ γῆς καὶ αὐτὸς σύ.

ἐξαγοράζω οὖν διὰ τοῦ ἐμοῦ ἀναμαρτήτου σώματος τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σοι τὰ χειρόγραφα· ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν εἰς τὸν ᾅδην.

κελεύω οὖν, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς (ἤγουν τοῦ Ἀδαμιαίου γένους).

καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις 53-3-5 τρόμῳ ἀποδιδόασι τὸν ἐγκεκλεισμένον Ἀδάμ.

Ἀλλ' ὅταν ἀκούσῃς ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθε πρὸς τὸν ᾅδην ὁ κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ταῦτα ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα εἶναι νομίσῃς.

ὁ γὰρ ᾅδης καὶ ἄνθρωπος νοεῖται χωρητικὸς καὶ κτητικὸς τοῦ πονηροῦ.

κατέχει οὖν ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδάμ, ἤγουν ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι.

καὶ ὅταν ἀκούσῃς περὶ μνημείου, οὐ τοῦτο τὸ φαινόμενόν ἐστι· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σου ἐστίν.

ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι, καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους, ὅπου ἐμπεριπατοῦσιν, αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τὸν λογισμόν σου ἔχωσιν, οὐκ εἶ ᾅδης καὶ μνημεῖον καὶ νεκρὸς τῷ θεῷ; ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐνεχάραξεν, ἐν τῇ ψυχῇ ἐνέσπειρε σπέρματα πικρά, ἐζύ53-3-6 μωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου.

ἔρχεται οὖν ὁ κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου, τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· "1ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως.

"2 διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.

53-3-7 Ὃν τρόπον δὲ ἵνα ᾖ ἄνθρωπος καὶ δεθῇ χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμά, καὶ ἀφίησιν αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτω τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν ἀκόπως ἐν 53-3-8 ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα.

καὶ ὥσπερ ἵνα ᾖ ἄνθρωπος ἐν πλημμύρᾳ ποταμοῦ ἐμπεσὼν καὶ καταβυθισθείς, λοιπόν ἐστιν ἐν τῇ πλημμύρᾳ, τοῦ σώματος προκειμένου ἀνὰ μέσον θηρίων δεινῶν· καὶ ἐὰν θελήσῃ ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασώσασθαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται.

λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ καὶ δυνατοῦ χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσηται καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ πεπνιγμένον καὶ ὄντα ἀνὰ μέσον θηρίων δεινῶν.

καὶ αὐτὸ δὲ τὸ ὕδωρ, ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλεῖν, βοηθεῖ τούτῳ 53-3-9 καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα, οὕτω καὶ ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ κόλπου τοῦ θανάτου καταπεποντισμένη πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ θεοῦ ἀνὰ μέσον θηρίων δεινῶν.

καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου κατελθεῖν, εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη καὶ εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ.

καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοή53-3-10 θειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι.

τί γὰρ δυσχερές ἐστι τῷ θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκοδομαὶ καὶ οἰκίαι, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ, καί εἰσι σπήλαια, ὅπου θηρία ἢ λέοντες ἢ δράκοντες καὶ ἄλλα θηρία ἰοβόλα.

εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν, διὰ θυρίδων καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ θεός, ὁ δεσπότης πάντων, εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου.

καὶ ὡς ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι «εἰς τὰ κατώτατα τῆς γῆς» κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ὑγρᾶναι καὶ ἀνακαινίσαι καὶ ἐξυπνίσαι καὶ ποιῆσαι ἐκεῖ γέννημα καινόν.

53-4-1 Ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν, οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν.

εἰ τοίνυν ἐν τούτοις τοῖς πράγμασι στήκει ὁ τοιοῦτος εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ κύριος καὶ φυλάσσει αὐτὸν καὶ ἐπιζητεῖ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει.

πάλιν εἰ φαίνεταί σοι ἀδελφὸς χρηστός, ἐπιεικής, φιλάδελφος, ἀγαθός, ὁ δὲ ὑπὸ χάριτος ἐστιν ὑπεστηριγμένος καὶ 53-4-2 ἀναπεπαυμένος.

ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον θεοῦ, οὐδὲ συντέτριπται αὐτοῦ ἡ καρδία, οὐδέ ἐστιν ἐν φόβῳ οὐδὲ ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ λοιπὰ μέλη τοῦ μὴ ἀτάκτως πορεύεσθαι.

οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα.

ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος.

καὶ γὰρ τὰ σπέρματα ὅταν ἐμβληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τοὺς χειμῶνας, εἰς τὴν ψυχρότητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι 53-4-3 καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα.

συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· "1ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πεπλήρωταί σου ἡ ψυχὴ πασῶν ἀνομιῶν, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν.

"2 ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, ὅτι οὐκέτι δύνασαι σωθῆναι οὐδέ ἐστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου.

ἐπειδὴ γὰρ ἐπεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν 53-4-4 καθ' ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου.

ἀποκρίθητι αὐτῷ καὶ σύ, ὅτι "1ἔχω τὰς μαρτυρίας τοῦ κυρίου ἐγγράφως"2, ὅτι "1οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, ὥστε ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν"2-διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ἀναζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ.

ἀληθῶς γὰρ ὁ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσε, εἰς πόλιν ἁγίαν εἰρηνευομένην, εἰς ζωὴν τὴν μηδέποτε ἀποθνῄσκουσαν, 53-4-5 εἰς δόξαν ἄφθαρτον.

μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν ἐν τῇ πτωχείᾳ, ἐν τῇ ξενιτείᾳ, ἐν τῇ κακουχίᾳ, ἐν τῇ αἰτήσει τῇ πρὸς τὸν θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν.

ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερός ἐστιν ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν πλοῦτον τὸν οὐράνιον.

ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, μόνον ἵνα ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν.

∆όξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει.

Ἀμήν.