Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ ΛΕ-ΜΔ

From MacariusOfEgypt
Jump to: navigation, search


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


ΛΟΓΟΣ ΛΕʹ.

35-1-1 Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεός, πανταχοῦ καὶ ἐν πᾶσι κτίσμασίν ἐστι καὶ πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια ἐν αὐτῷ εἰσι καὶ ἐν αὐτῷ συνεστήκασι, καθὼς ὁ Παῦλος εἶπεν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα» καὶ «οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον 35-1-2 αὐτοῦ.

» ἐν πᾶσιν οὖν ἐστι καὶ πανταχοῦ ἐστι, καὶ διὰ ποίαν αἰτίαν οὐ θεωροῦσιν αὐτὸν αἱ ψυχαὶ πάντων ἀνθρώπων, ἀλλὰ ἀφανὴς τυγχάνει ἐνταῦθα ὤν; τί τὸ ἐν μέσῳ ὂν καὶ τί τὸ ἐμποδίζον; ἀλλὰ τοῦτο δῆλον.

καὶ γὰρ τὸ πνεῦμα διὰ τῶν γραφῶν ἀνήγγειλεν ἡμῖν, ὅτι ἀπὸ τῆς παραβάσεως Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ παραβάντος τὴν ἐντολὴν τοῦ θεοῦ, εἰσελθοῦσα «ἡ ἁμαρτία εἰς τὸν κόσμον», τὸ πνεῦμα τῆς πονηρίας, «ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος», ὁ ἀπατήσας τὸν Ἀδὰμ καὶ κατασπάσας αὐτὸν ἀπὸ τῆς αὐτοῦ δόξης ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν καὶ δοῦλον καὶ ὑποχείριον αὐτὸν λαβὼν καὶ πάντα τὰ 35-1-3 αὐτοῦ τέκνα, οὗτος αὐτὸς τῷ ἑαυτοῦ σκότει ἐκάλυψε τὴν ψυχὴν τοῦ μὴ ἐνορᾶν τῷ ποιήσαντι αὐτήν, τοῦ μὴ ἀπολαύειν τοῦ φωτὸς αὐτοῦ.

αὕτη ἐστὶν ἡ αἰτία καὶ ἡ συμφορὰ ἡ ἐξ ἀρχῆς γενομένη τῷ ἀνθρώπῳ, τοῦ μὴ βλέπειν τὸν δεσπότην αὐτοῦ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιεῖν, ἀλλ' εἶναι ἐν τῷ σκότει τῆς ἁμαρτίας καὶ τὰ θελήματα τῆς ἁμαρτίας ἐργάζεσθαι τῆς εἰσελθούσης εἰς τὸν ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς τυφλωσάσης.

πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ καθαρὸς ὢν ἀπὸ ἁμαρτίας ἑώρα τὸν δεσπότην αὐτοῦ καὶ ὁμιλίας κατηξιοῦτο δεσποτικῆς καὶ μετὰ ἀγγέλων ἠγαλλιᾶτο.

ἐξ οὗ δὲ ᾐχμαλωτίσθη ὑπὸ τῆς πονηρίας, ἔκτοτε οἱ ὀφθαλμοὶ τῆς ψυχῆς ἐτυφλώθησαν, καὶ οὐκέτι ὁρᾷ τὸν κύριον αὐτῆς ἐνταῦθα ὄντα, ἄλλ' ἀφανὴς αὐτῇ καθέστηκεν.

ἐν πᾶσι τοίνυν καὶ πανταχοῦ τυγχάνει ὁ θεός, ἀλλὰ διὰ τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπικείμενον τῇ ψυχῇ ὡς μακρὰν ἀπὸ τῆς ψυχῆς ἐστιν.

35-1-4 Ὥσπερ γὰρ οἱ κατὰ σῶμα τυφλοὶ τὸν ἥλιον πανταχοῦ λάμποντα καὶ εἰς τοὺς ὀφθαλμοὺς αὐτῶν ὄντα οὐχ ὁρῶσι παρὰ τὸ τετυφλῶσθαι αὐτούς, καὶ ὥσπερ ὁ κωφὸς τὰς φωνὰς καὶ τὰς λαλιὰς οὐκ ἀκούει τὰς ἐγγὺς αὐτοῦ καὶ εἰς αὐτὸν γινομένας παρὰ τὸ κεκωφῶσθαι αὐτόν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τυφλωθεῖσα ὑπὸ τῆς ἁμαρτίας τῆς εἰσελθούσης εἰς αὐτὴν καὶ σκότει πονηρίας καλυφθεῖσα οὔτε βλέπει τὸν ἥλιον τῆς δικαιοσύνης οὔτε ἀκούει τῆς 35-1-5 φωνῆς τῆς ζώσης καὶ θείας καὶ πανταχοῦ οὔσης.

καὶ ὥσπερ νεκρὸς οὐκ ἀναπνεῖ τὸν ἔγγιστα ἀέρα ἐν ᾧ ἐστι διὰ τὸ μὴ ἔχειν αὐτὸν ψυχήν, καὶ ἰδοὺ κλαίουσιν ἐπ' αὐτῷ πάντες οἱ ἀγαπητοὶ αὐτοῦ καὶ οἱ γείτονες, ὁ δὲ οὐκ ἀκούει οὕτως ἡ ψυχὴ νεκρωθεῖσα ἀπὸ τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ ἔχουσα τὸν ἀέρα ἐκεῖνον τῆς βασιλείας τῆς θεότητος οὐκ ἀναπνεῖ ἐνταῦθα ὄνταὥς φησιν ὁ κύριος· «ἡ βασιλεία τοῦ θεοῦ χαμαὶ ἥπλωται καὶ οἱ ἄνθρωποι οὐκ ἐμβλέπουσιν αὐτήν», καὶ πάλιν· «ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι»καὶ κλαίει ἐπ' αὐτῇ ὁ κύριος καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντες οἱ ἄγγελοι διὰ 35-1-6 τὴν ἀπώλειαν καὶ τὴν νέκρωσιν αὐτῆς, ἡ δὲ οὐκ ἀκούει οὐδὲ ὁρᾷ.

ὥσπερ πάλιν ἐπὶ τῇ μετανοούσῃ καὶ ζῳοποιουμένῃ ψυχῇ χαίρουσι· καὶ γάρ φησιν· «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».

ὥσπερ οὖν ἐγγύς ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐν τῷ ἀνθρώπῳ, ὁ δὲ νοῦς πόρρω καὶ μακρὰν δύναται εἶναι, οὕτως ὁ θεὸς ἐγγὺς τῆς ψυχῆς ὢν μακρὰν ἀπὸ τῆς σῆς διανοίας ἐστίν, ἀλλὰ καὶ ἐγγύς ἐστι καὶ μακράν ἐστι.

35-1-7 Πιστεῦσαι τοίνυν χρὴ ἐξ ὅλης καρδίας καὶ ἀγάπης καὶ ζητῆσαι τὸν κύριον καὶ παρακαλέσαι, ἵνα φανερωθῇ καὶ ἐμφανίσῃ καὶ ἐνεργήσῃ ἐν ταῖς ψυχαῖς 35-1-8 ἡμῶν ὁ ἐνταῦθα ὢν καὶ ἐν ἡμῖν ὤν.

εἰ γὰρ ἡ τοῦ ἡλίου ἐνέργεια καὶ θερμότης ἕως ἔνδον τοῦ σώματος χωρεῖ, ὁμοίως καὶ ἡ τοῦ κρύους ψυχρότης ἕως ἔνδον τοῦ σώματος διήκει καὶ ἐνεργεῖ, καὶ εἰ ἡ τοῦ πυρὸς θερμότης καὶ ἐνέργεια ἕως ἔνδον τῶν λεβήτων εἴσεισιν, ἕψουσα τὸ κρέας χρήσιμον τοῖς ἀνθρώποις γινόμενον, πόσῳ μᾶλλον ὁ τούτων ποιητὴς καὶ κτίστης, ἡ τοῦ θείου πνεύματος δύναμις, ἐπὰν τῇ ἑαυτοῦ εὐδοκίᾳ φανερωθῇ καὶ ἐνεργήσῃ εἰς τὴν ψυχήν, τῷ ἑαυτοῦ φωτὶ φωτίσει καὶ τῷ ἑαυτοῦ θείῳ πυρὶ τῆς θερμότητος ἑψήσει ἐκ τῆς ὠμότητος τῆς ἁμαρτίας καὶ οὕτως ἡδὺ καὶ χρήσιμον καὶ βρώσιμον εἰς 35-1-9 τὴν ἐπουράνιον τράπεζαν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει.

εἰ γὰρ ὁ ἀὴρ οὗτος ἐν τῷδε τῷ βίῳ πανταχοῦ τυγχάνει, καὶ εἰ τὸ σκότος τῆς νυκτὸς πανταχοῦ ἐστι καὶ ἐν πᾶσι κτίσμασι, πόσῳ μᾶλλον ὁ τούτων κτίστης καὶ δημιουργός.

ἐνταῦθα τοίνυν ἐστὶν ὁ κύριος καὶ ἐγγὺς ἡμῶν τυγχάνει, ἀλλὰ τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀγαπῶσιν αὐτὸν καὶ προσδοκῶσιν ἀποκαλύπτεται καὶ φανεροῦται κατὰ τὸν τοῦ κυρίου λόγον· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθαἐγὼ καὶ ὁ πατήρ μουκαὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

35-1-10 Χρὴ τοίνυν τὸν προσερχόμενον τῷ κυρίῳ καὶ αἰτοῦντα ζωὴν αἰώνιον μετὰ πολλῆς πίστεως καὶ πεποιθήσεως προσέρχεσθαι καὶ πεποιθέναι ἐν τούτῳ, ὅτι διὰ τοὺς ἁμαρτωλοὺς καὶ αἰχμαλώτους καὶ τοὺς συντετριμμένους τῇ καρδίᾳ καὶ χωλοὺς καὶ τυφλοὺς καὶ κωφοὺς τῇ ψυχῇ ἦλθεν ὁ κύριος καὶ ἐσταυρώθη καὶ ἀπέθανεν, ἵνα ἀναστήσῃ καὶ ἰάσηται τὰς πάντων ψυχάς.

διὰ γὰρ Ἠσαΐου τὸ πνεῦμα προεφήτευσε περὶ τῆς ἐλεύσεως τοῦ κυρίου, πῶς μέλλει ἰᾶσθαι τὰς ψυχάς· «πνεῦμα κυρίου, φησίν, ἐπ' ἐμέ, οὗ ἕνεκεν ἐχρισέ με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τοὺς πενθοῦντας, δοῦναι τοῖς πενθοῦσιν ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας».

τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

36-τ-1 ΛΟΓΟΣ Λϛʹ.

20Περὶ παραδείσου καὶ νόμου πνευματικοῦ20 36-1-1 Ὥσπερ ἐκ τῶν φανερῶν ἔργων ἔστι νοῆσαι τὰ κεκρυμμένα νοήματα, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα ἐστι συνιέναι ἀπὸ τῶν τῆς γραφῆς διηγημάτων.

τοῦτο δὲ οὐ πάντες, ἀλλ' ὅσοι διὰ κακουχίας μερικῶς ἀπάθειαν ἐκτήσαντο.

36-1-2 ὥσπερ γὰρ τὰ μέλλοντα ἡ γραφὴ διηγεῖται, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα.

τὰ γὰρ μέλλοντα πάντα εἰς αὐτὴν πνευματικῶς ἐγκέκρυπται καὶ ὧν τις μετέχει 36-1-3 ἀπεντεῦθεν τούτων κἀκεῖ μέτοχος τυγχάνει.

ὅταν οὖν ἀκούσῃς τῆς γραφῆς διηγουμένης τὰ τοῦ παραδείσου καὶ τὰ τοῦ Ἀδὰμ καὶ τὰ τοῦ ὄφεως, προσέχε ἀκριβῶς τῇ καρδίᾳ σου, καὶ εὑρήσεις παράδεισον μὲν τὸν τοῦ κυρίου λόγον, τὴν δὲ ἐν αὐτῷ ἀπόλαυσιν τὴν μετοχὴν τοῦ ἁγίου πνεύματος, ὄφιν δὲ τὴν προσελισσομένην ἡδυπάθειαν, διὰ τῆς συντροφίας προσέρπουσαν καὶ ἀπατῶσαν ἡμᾶς τοῦ γεύσασθαι τοῦ ξύλου (τουτέστι μερίμνης βιωτικῆς) καὶ ἀποκτένωντα διὰ τῆς παρακοῆς· μὴ μεριμνήσητε γὰρ περὶ τῆς αὔριον.

τὰ συναμφότερα δὲ ὁ αὐτὸς θεὸς ἔφη, καὶ τὸ εἰρήμενον· «ᾗ δ' ἂν ἡμέρᾳ φάγητε τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε» καὶ τό· «βλέπετε μὴ βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ».

θανατοῖ γὰρ τὴν ψυχὴν τὸ ἐκ τῆς μερίμνης καὶ κραιπάλης ἐπιγινόμενον σκότος, ἐκβάλλον αὐτὴν ἐκ τοῦ πνευματικοῦ λόγου καὶ στεροῦν 36-1-4 αὐτὴν τῆς θείας ἐνεργείας.

τούτου οὖν τοῦ ξύλου ὁ κύριος ἡμᾶς ἀπείργει λέγων· μηδὲν μεριμνᾶτε πλὴν τῆς βασιλείας.

ὅσοι γὰρ εἰσῆλθον εἰς τὸν τοῦ θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ' ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνερ36-1-5 γῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης.

εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι.

ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες.

36-2-1 Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι».

διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ 36-2-2 φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα.

εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς.

τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε.

τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν.

ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν.

ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο.

ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη.

ἐν μέτρῳ γὰρ κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου.

ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον.

36-2-3 ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων.

ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην.

μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.

οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι.

πρὸς πάντας οὖν 36-2-4 εἶχον ἐνδιάθετον εὔνοιαν.

ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς.

ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων.

ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν 36-2-5 αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην.

καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν.

οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν».

οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».

πῶς δὲ πληροῦται, μάθε.

36-2-6 Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ.

οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ 36-2-7 μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή».

πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει.

πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον.

τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει.

φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις».

διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν τὸν νόμον ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν.

οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν».

ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.

36-2-8 Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην.

ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».

36-3-1 Ἀλλὰ ἐγὼ τοῦτο τὸ θαυμαστὸν ἐπερωτήσω· εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ἐν ταῖς Πράξεσιν ὁμολογήσαντες «ὁμοιοπαθεῖς» ἡμῶν εἶναι ἄνθρωποι; Ἀλλ' ἄκουε, τί ἀποκρίνεται πρὸς ταῦτα ὁ μακάριος ἀπόστολος· «ἡμῖν δέ, φησίν, ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.

τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ».

ἀλλ' ἵνα μή τις εἴπῃ, ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, διὰ τοῦτο λέγει ἐπευχόμενος· «ὁ θεὸς δώῃ ὑμῖν δυνάμει κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν λέγει· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

36-3-2 Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει λαβεῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος καὶ εἰσελθεῖν ὅθεν ἐξεβλήθημεν καὶ τοῦ λοιποῦ ἀποστραφῆναι τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς διὰ τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' εἶναι ἐν πληροφορίᾳ τοῦ πνεύματος καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετα36-3-3 νοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ.

τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τοῦ πνεύματος τὴν μετουσίαν χαριζομένῳ καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλ' ἐξ ἀκοῆς πίστεως».

36-4-1 Ἐρώτησις.

Εἶπας, ὅτι πάντα εἰς τὴν ψυχὴν πνευματικῶς ἐγκέκρυπται.

τί οὖν ἐστι· «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις.

Καὶ ἡ ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς.

ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι.

ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν.

πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία.

ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι.

ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ.

αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί.

τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶ36-4-2 σαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς.

πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ».

πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται.

πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας 36-4-3 ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ.

ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν.

εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας.

μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».

36-5-1 Ἐρώτησις.

Τί οὖν ἡ γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις.

Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ.

παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ.

τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι.

τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον.

ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει.

θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι.

«τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε».

ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα.

τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος.

36-5-2 Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνα36-1-4 θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ' ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνερ36-1-5 γῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης.

εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι.

ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες.

36-2-1 Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι».

διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ 36-2-2 φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα.

εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς.

τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε.

τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν.

ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν.

ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο.

ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη.

ἐν μέτρῳ γὰρ κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου.

ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον.

36-2-3 ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων.

ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην.

μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.

οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι.

πρὸς πάντας οὖν 36-2-4 εἶχον ἐνδιάθετον εὔνοιαν.

ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς.

ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων.

ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν 36-2-5 αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην.

καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν.

οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν».

οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».

πῶς δὲ πληροῦται, μάθε.

36-2-6 Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ.

οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ 36-2-7 μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή».

πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει.

πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον.

τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει.

φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις».

διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν τὸν νόμον ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν.

οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν».

ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.

36-2-8 Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην.

ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».

36-3-1 Ἀλλὰ ἐγὼ τοῦτο τὸ θαυμαστὸν ἐπερωτήσω· εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ἐν ταῖς Πράξεσιν ὁμολογήσαντες «ὁμοιοπαθεῖς» ἡμῶν εἶναι ἄνθρωποι; Ἀλλ' ἄκουε, τί ἀποκρίνεται πρὸς ταῦτα ὁ μακάριος ἀπόστολος· «ἡμῖν δέ, φησίν, ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.

τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ».

ἀλλ' ἵνα μή τις εἴπῃ, ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, διὰ τοῦτο λέγει ἐπευχόμενος· «ὁ θεὸς δώῃ ὑμῖν δυνάμει κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν λέγει· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

36-3-2 Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει λαβεῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος καὶ εἰσελθεῖν ὅθεν ἐξεβλήθημεν καὶ τοῦ λοιποῦ ἀποστραφῆναι τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς διὰ τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' εἶναι ἐν πληροφορίᾳ τοῦ πνεύματος καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετα36-3-3 νοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ.

τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τοῦ πνεύματος τὴν μετουσίαν χαριζομένῳ καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλ' ἐξ ἀκοῆς πίστεως».

36-4-1 Ἐρώτησις.

Εἶπας, ὅτι πάντα εἰς τὴν ψυχὴν πνευματικῶς ἐγκέκρυπται.

τί οὖν ἐστι· «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις.

Καὶ ἡ ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς.

ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι.

ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν.

πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία.

ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι.

ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ.

αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί.

τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶ36-4-2 σαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς.

πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ».

πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται.

πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας 36-4-3 ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ.

ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν.

εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας.

μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».

36-5-1 Ἐρώτησις.

Τί οὖν ἡ γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις.

Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ.

παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ.

τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι.

τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον.

ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει.

θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι.

«τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε».

ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα.

τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος.

36-5-2 Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνακαινίζων καθὼς ὁ προφήτης λέγει· «μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον36-5-3 τος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος»; οὕτω δέ ἐστι καὶ εἰς τὸ κακόν.

ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε ὁ σατανᾶς ἑτοιμάζει.

καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος.

σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα.

οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ὁ ἀναίσθητος σίδηροςἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολεμίου λογισμὸν μεταπίπτομεν, ἀλλὰ μᾶλλον ὡς βοῦς καὶ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω».

Εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ διὰ πνευματικοῦ παιδευθῆναι νόμου εἰς ὑπουργίαν τῶν αὐτοῦ ἐντολῶν.

Ἀμήν.

37-τ-1 ΛΟΓΟΣ ΛΖʹ.

37-1-1 Ὁ κύριος εἰπὼν «γενηθήτω σοι ὡς ἐπίστευσας», οὐχ ὅτε εἶπε τότε μόνον παρέσχεν, ἀλλὰ ἀπὸ κτίσεως κόσμου καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κατὰ τὴν πίστιν εὐεργετεῖ καὶ κατὰ τὴν εὐεργεσίαν δοκιμάζει.

μεγάλως εὐεργετεῖ τοὺς μεγάλως πιστεύοντας, μικρῶς δὲ τοὺς μικρῶς καὶ ἡ δοκιμασία ὁμοίως κατὰ τὴν ἀναλογίαν.

οὐδένα πειράζει, ἀλλὰ προκόπτειν παρασκευάζει καὶ κατὰ τὸ μέτρον τῆς εὐεργεσίας παραχωρεῖ.

εὐεργεσίαν δὲ λέγομεν θεοῦ γνῶσιν πνευματικὴν τὴν μετὰ χάριτος ἡνωμένην καὶ περὶ δοκιμασίας δὲ μερικῶς ἐροῦμεν· 37-1-2 τὸν Νῶε διὰ μὲν τῶν ἀποκαλύψεων εὐεργέτησεν, ἐδοκίμασε δὲ διὰ τῆς παρατάσεως τοῦ χρόνου ἐν τῇ κατασκευῇ τῆς κιβωτοῦ.

τὸν Ἀβραὰμ διὰ τῆς σφαγῆς τοῦ υἱοῦ αὐτοῦ, τὸν Λὼτ διὰ τῆς παροικίας τῶν Σοδομιτῶν, τὸν Ἰωσὴφ διὰ τῆς Αἰγυπτίας, τὸν λαὸν διὰ τῆς ἐρήμου, τὸν Μωϋσῆν διὰ τῆς ἀντιλογίας, τὸν ∆αβὶδ διὰ τοῦ Σαοὺλ τοῖς δέουσι χρόνοις, τοῖς προσήκουσι πράγμασι.

πρὸς δὲ τὰς εὐεργεσίας αὐτὸς συμμεταβαλλόμενος ἦν.

οὕτω πρὸς τὰ νῦν, οὕτω πρὸς τὰ ἀπ' ἀρχῆς «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως»ἡ μετοχὴ τῆς χάριτος καὶ 37-1-3 κατὰ τὴν μετοχὴν ἡ δοκιμασία.

«γενηθήτω» γάρ «σοι ὡς ἐπίστευσας» τῷ λόγῳ τοῦ θεοῦ.

περί τινος; περὶ τῆς δυνάμεως αὐτοῦ ὅτι αὐτός ἐστιν ἡ ἄναρχος βουλὴ τοῦ πατρός, ἡ παντοδύναμος σοφία, θεὸς ἐκ θεοῦ, ἄχραντος, ἀναλλοίωτος, ἀκατάληπτος, ἐν δικαιοσύνῃ ἀπαράλλακτος, ἐν γνώσει ἀλάθητος, ἐν δυνάμει ἀνίκητος, ἐν παντὶ ἀνεφεύρετος καιρῷ καὶ γνώσει καὶ πράγματι πάντα τῇ εὐσεβείᾳ δουλώσας καὶ δι' αὐτῆς πάλιν τῷ ἀνθρώπῳ ὑποτάξας, ἵνα καὶ ἡμεῖς πολυπλασίως διὰ πάντων ὑποταγῶμεν.

χαρισάμενος γὰρ ἡμῖν γνῶσιν εὐσεβείας, ᾗ τὰ πάντα ὑποτέτακται, προσέθηκε σύνεσιν, δι' ἧς γινώσκομεν ὅτι χρὴ πᾶσαν ἡμῶν ἐργασίαν κατὰ σκοπὸν τῆς εὐσεβείας ἐπιτελεῖν.

37-1-4 Ἐπειδὴ τοιγαροῦν ταύτης ὁ ἄνθρωπος ἐπελάθετο, διὰ τοῦτο αὐτὸς ἐλθὼν ἀνεπλήρωσεν ὑπὲρ ἡμῶν πᾶν τὸ τῆς εὐσεβείας ἔλλειμμα, ἵνα ὁ ἐναντίος ἐντραπῇ.

διὰ τοῦτο ἔρχεται ἐν ποικιλίᾳ, ποτὲ διὰ πυρός, ποτὲ διὰ νεφέλης, διὰ εἴδους, διὰ τεράτων, διὰ προφητῶν, εἶτα σαρκωθεὶς διὰ παρθένου, διὰ ὁμοτροφίας, διὰ αἰκισμῶν, διὰ ὀνειδισμῶν, εἶτα διὰ θανάτου καὶ ἀναστάσεως καὶ ἀναλήψεως.

πάντα ποιεῖ πρὸς τὸ δέον τοῖς χρόνοις καὶ πρὸς τὸ ἁρμόζον τοῖς ἀνθρώποις.

καὶ πάλιν ἄρτι διὰ τοῦ αὐτοῦ πνεύματος τοῖς πιστοῖς ἐνεργεῖ, διὰ συνειδήσεως, διὰ φύσεως, καὶ τοῖς σοφοῖς θαυμασίοις πείθει τοὺς ὑπηκόους καὶ τοῖς μυστηρίοις τοὺς ταπεινόφρονας, καθολικῶς δὲ διὰ τοῦ οἰκείου θανάτου πάντας ζῳο37-1-5 ποιεῖ ἐν τῇ ἁμαρτίᾳ ἀποθανόντας.

ὅταν οὖν Χριστὸν Ἰησοῦν υἱὸν θεοῦ 37-1-5 ἀκούσῃς, νόει θεὸν ἐκ θεοῦ γεννηθέντα, οὐ ποιηθέντα, ἀχρόνως καὶ ἀδιαστάτως κατὰ τὴν ἄκτιστον τοῦ γεννήσαντος φύσιν, περιεκτικῶς ὑπ' οὐδενὸς καταλαμβανομένην, μερικῶς δὲ διὰ τῆς χάριτος θεοπρεπῶς νοουμένην καὶ φανερουμένην.

ἐν δὲ τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ δείκνυσιν ἐν ἑαυτῷ τὰ πάντα τοῖς υἱοῖς τοῦ πνεύματος· «ὅτι ἐν αὐτῷ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».

ἐν αὐτῷ οὖν ὁρῶσι τὴν θεότητα, τὴν δύναμιν, τὸν πατέρα, τὸν υἱόν, τὸ ἅγιον πνεῦμα, τὸν καθαρὸν ἄνθρωπον, τὴν ὑποταγήν, τὴν εὐσέβειαν, ὁμοίως τὴν ὑπομονήν, τὴν λύτρωσιν, τὴν δούλην κτίσιν, τὴν μὲν ἀρχαίαν φύσιν φανερώσας, τὰ δὲ παρὰ φύσιν παραχωρίσας, φέρει «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ».

37-1-6 Ὁ μὲν οὖν διάβολος ἔσχεν ὑποχείριον τὸν ἄνθρωπον καὶ κρατῶν τὸ δικαίωμα τῆς παρακοῆς ἐγαυρίασεν ὡς κατακυριεύσας τῆς δεσποτικῆς εἰκόνος, θαρρῶν καὶ λέγων, ὅτι κἂν ὁ θεὸς θέλῃ ῥύσασθαι αὐτόν, ὑπὸ τῆς ἑαυτοῦ δικαιοσύνης κωλυθήσεται, οὐκ εἰδὼς, ὅτι παντοδύναμός ἐστιν ὁ θεός, δυνάμενος καὶ τὸ δίκαιον φυλάξαι καὶ τὸν ἄνθρωπον ῥύσασθαι, ὃ καὶ πεποίηκε πᾶν χρέος ὑπὲρ ἡμῶν ἀποτίσας.

πρῶτον μὲν διὰ τῆς οἰκείας ὑπακοῆς ἔσχισε τὸ τῆς παρακοῆς χειρόγραφον, εἶτα δι' εὐσεβείας κατέλυσε τὴν δυσσέβειαν.

ἡμεῖς ἄξιοι θανάτου, ἀλλ' ὑπὲρ ἡμῶν ἀπέθανεν.

ἡμεῖς καὶ ἄλλους ἀπωλέσαμεν, ἀλλ' αὐτὸς πάντας ἔσωσεν.

ὢ θαυμάσια δεσπότου· δυνάμενος πάντα λόγῳ συγχωρῆσαι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ πρῶτον τὰ ἐγκλήματα ὑποφέρει τὰ ἡμῶν καὶ ἔργῳ τὴν ἁμαρτίαν παραλύει, ἵνα καὶ τὴν ἀλήθειαν στήσῃ καὶ τὸ ἔλεος ἐν ἑαυτῷ φανε37-1-7 ρώσῃ, καθώς φησιν· «ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει»; ἀλλ' ἐρεῖ τις· "1εἰ τοὺς κινδύνους πάντων εἰς ἑαυτὸν ἀντικατήλλαξε, τίς ἔτι κολασθήσεται;"2 προείπομεν δέ, ὅτι αὐτὸς εἶπε· «γενηθήτω σοι ὡς ἐπίστευσας».

δῆλον οὖν, ὅτι οἱ ἀπιστοῦντες κατὰ τὸ μέτρον τῆς ἀπιστίας κολάζονται.

πιστὸν δὲ καὶ ἄπιστον αἱ ἐντολαὶ διακρίνουσι· πολλοὶ γὰρ δοκοῦμεν πιστεύειν μηδόλως τὰς ἐντολὰς ποιήσαντες καὶ ἔνθεν ἐλεγχόμεθα, λόγῳ μὲν τὴν πίστιν, ἔργῳ δὲ τὴν ἀπιστίαν ἐπανῃρημένοι.

37-1-8 Εὐξώμεθα οὖν, ἀδελφοί, ἔργῳ καὶ λόγῳ τὰς ἐντολὰς ὅση δύναμις ἐν πίστει καὶ πληροφορίᾳ τελείᾳ ποιεῖν τὰς τοῦ κυρίου, ὅτι αὐτῷ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

38-τ-1 ΛΟΓΟΣ ΛΗʹ.

38-1-1 Ἐρώτησις.

Τί ἐστι τὸ εἰρήμενον· «ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ»; Ἀπόκρισις.

Αὐτοὶ οἱ δαίμονες πονηροὶ ὄντες κατὰ τὴν οἰκείαν κακίαν ἐπελθεῖν τοῖς ἀνθρώποις ἀδυνατοῦσι· πεπεδημένοι γάρ εἰσι, τὴν δικαιοσύνην τοῦ θεοῦ ὑπερβῆναι μὴ δυνάμενοι.

ὅθεν πρῶτον παραδεικνύουσι τὰς ἡδονάς, ἵνα μόνον τὸ αὐτεξούσιον εἰς ἐπιθυμίαν κινήσωσι διὰ τῶν λογισμῶν, καὶ λοιπὸν δικαίως τοῖς ἀκολουθοῦσι χρήσωνται.

διὰ τοῦτο πρῶτον κατὰ διάνοιαν δόξας ἀνθρώπων ἐπαγορεύουσιν, εἶτα λοιπὸν καὶ αὐτὸν τὸν ἰδικὸν ἔπαινον ἐπάγουσι παρὰ τῶν ἔξωθεν καὶ κέρδη τινά, καὶ ὅταν ἡδυπαθῶς καὶ ἀνθρωπίνως αὐτὰ καταδεξώμεθα, τῷ δεδωκότι μᾶλλον πᾶσαν ἀποκρινόμενοι τὴν εὐεργεσίαν ἢ παρὰ τοῦ θεοῦ, τότε λοιπὸν ἀποχρώμενοι τῷ δικαίῳ ἐπιφέρουσι τὸ ἐναντίον (ἐναντίον δὲ δόξης ἀτιμία καὶ κέρδους ζημία), καὶ οὕτως ὑπευθύνους ἡμᾶς ἐκ τῆς προσπαθείας τῆς προλαβούσης ἔχοντες ὕστερον διὰ τῶν ἐναντίων ταράττουσι, τοῦ προκρατοῦντος πάθους ἰσόμετρον τὴν ταραχὴν ἐκφέροντος.

ὅταν γὰρ εὕρωσιν ἐκ δικαίου τὴν ἀφορμήν, οὐ συγχωροῦσιν, ἕως πᾶσαν ἐξελκύσωσι· ἀφαιρουμένου γὰρ πάθους ὁ πόνος καὶ ἴσος συμβαίνει καὶ ἄφευκτος διὰ τὸ δίκαιον τῆς φύσεως.

38-1-2 Χρὴ οὖν ἅμα παρὰ τὰς ἀρχὰς ταῖς σωματικαῖς εὐεργεσίαις μὴ προσπάσχειν μηδὲ ταῖς δόξαις ἡδύνεσθαι, ἵνα μὴ ὕστερον πειραζόμενοι κινώμεθα, ἀλλ' ὧδε ζητητέον, διὰ τί θέλομεν εἶναι καλοὶ καὶ οὐ δυνάμεθα.

βούλεται γὰρ ἕκαστος ἀποκλεῖσαι τὴν προσβολὴν καὶ οὐκ ἰσχύει.

πόθεν δὲ τοῦτο, εἰ μὴ καθὼς εἶπεν ὁ ἀπόστολος ἐκ τῆς ἐνοικούσης ἁμαρτίας, ἥτις ἐστὶ ῥίζα τῶν παθῶν καὶ νομὴ 38-1-3 τῶν δαιμόνων.

περὶ τούτου εὔχεσθαι χρὴ νυκτὸς καὶ ἡμέρας, ὅπως ἐνοικήσῃ ἐν ἡμῖν καὶ ἐμπεριπατήσῃ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃς κρυπτῶς μὲν ἐν ἡμῖν καὶ μερικῶς ἐστιν, ἐμφανῶς δὲ ὅταν ἔλθῃ ἐν καρδίᾳ καθαρίζων τὸν ἄνθρωπον.

«ὁ θεὸς γὰρ ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσηται».

38-2-1 Ἐρώτησις.

Τί ἐστιν ὃ εἶπε «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»; Ἀπόκρισις.

Τοῦτο εἴρηκε διὰ τὴν εὐσεβῆ μνήμην, ὥστε ἀκρίτως ἐπιτηδεύειν πᾶν πρᾶγμα, ἀλλὰ πρῶτον αὐτοῦ δέεσθαι καὶ πάντα δι' αὐτοῦ πειρᾶσθαι ποιεῖν.

ἐν ἐκείνοις γὰρ εὐοδούμεθα, ἐν οἷς αὐτὸν ἐπικαλούμεθα, ἐν ἐκείνοις ὀδυνώμεθα, ἐν οἷς αὐτοῦ ἐπιλανθανόμεθα.

οὐ χρὴ οὖν ἀβοηθήτως τὶ ποιεῖν ἢ λαλεῖν ἢ πολεμεῖν ἢ ταράσσεσθαι πρὸς τὰ πράγματα, ἐπειδὴ πλεῖον ἑαυτοὺς καταβάλλομεν, πρῶτον μὴ ζητήσαντες τὸν ἔχοντα τὴν ἐξουσίαν.

μόνος γὰρ αὐτὸς κατευθύνει τὸν ἄνθρωπον, πάντα προφθάνων ἐν τοῖς θαυμασίοις τοῦ 38-2-2 πνεύματος.

ἐπιτελέσαι θέλεις τι ἔργον; αὐτῷ πρόσευξαι.

λαλῆσαι θέλεις; αὐτοῦ μνημόνευσον.

θέλεις ῥυσθῆναι τῶν κακῶν; τὸν κύριον ἐπικάλεσαι.

ἀφανίζει σε ἁμαρτία; «ἀμνός» ἐστιν «ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν».

φοβεῖ σε ἄνθρωπος; «πύργος» ἐστὶν «ἰσχῦος ἀπὸ προσώπου ἐχθροῦ».

θροοῦσι δαίμονες; ἐπιτιμᾷ καὶ ἀφανίζονται.

κρατεῖ ἀφροσύνη; «ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις».

κατέχει δειλία; αὐτὸς δίδωσι θάρσος.

ἐνεργεῖ λύπη; ἡ μνήμη αὐτοῦ ἐμποιεῖ χαράν.

οὐχ εὑρίσκεις ἔξοδον τῶν διαλογισμῶν; «ἐγώ εἰμι, φησίν, ἡ θύρα τῶν προβάτων».

πάντα ἐν αὐτῷ ἐστι, καθὼς εἶπεν· ὅτι «πάντα 38-2-3 μοι παρεδόθη ὑπὸ τοῦ πατρός».

σὺ οὖν ἐν πᾶσιν αὐτῷ πίστευε καὶ θάρσει ἐπ' αὐτῷ.

τοῦτο δὲ μόνον φοβοῦ καὶ παρακάλει, μήποτε αὐτοῦ ἐπιλάθῃ πλανηθεὶς ὑπὸ τῶν πνευμάτων.

ὅταν δέ σε ἀφελκύσωσι, σὺ μὴ προσομιλήσῃς, μηδὲ τῷ πράγματι μηδὲ τῷ πνεύματι, χωρὶς εὐχῆς.

ἀλλὰ «ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει».

38-2-4 Ὥστε οὖν οὐδὲν ἕτερον παρ' ἡμῶν ἐπιζητεῖ ἢ τὴν εἰς αὐτὸν ἐλπίδα περὶ παντὸς πράγματος, καὶ μέντοι κατὰ τὸ μέτρον τῆς ἐλπίδος, οὕτω καὶ ἡ ἀντίληψις γίνεται.

ὁ δὲ ἐλπίζων οὐκέτι μεριμνᾷ, περὶ ὧν ἤλπισε, πίστει καὶ διακρίσει παραλογιζόμενος· καὶ γὰρ τὸ «μέτρον τῆς πίστεως» ἐντεῦθεν γνωσθήσεται ἐκ τῆς ἰσοτιμίας τοῦ παραλογισθέντος πράγματος.

διὰ τοῦτο λέγει· «τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν»· θλίβεται γὰρ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων καὶ στενοῦται διὰ τῶν πειρασμῶν ψυχὴ ἡ ζητοῦσα τὸν κύριον, ἕως οὗ εὕρῃ, καὶ τότε κραταιωθήσεται ἐν τῷ ἁγίῳ 38-2-5 πνεύματι, καθὼς καὶ λέγει· «ζητήσατε τὸν κύριον καὶ κραταιώθητε».

ὅσοι δὲ λέγουσι τὴν βασιλείαν ζητεῖν διὰ τῆς εὐχῆς καὶ τὴν φιληδονίαν οὐ φεύγουσιν, ὑπὸ ταύτης αὐτῆς δελεαζόμενοι ἐπιλανθάνονται τοῦ κυρίου.

ἀδύνατον γὰρ τὸν κύριον ἢ τὸν πλησίον ἀγαπῆσαι, εἰ μὴ πρότερον ἡδονὰς καὶ δόξας μισήσωμεν.

«οὐ δύνασθε, γάρ φησι, δυσὶ κυρίοις δουλεύειν», «θεῷ καὶ μαμωνᾷ».

«ᾧ γάρ 38-2-6 τις ἥττηται, τούτῳ καὶ δεδούλωται».

δεῖ γὰρ «τὰ πνευματικὰ τῆς πονηρίας» παρελθεῖν κατὰ τὸν ἀπόστολον, καὶ οὕτως εἰς τὴν βασιλείαν εἰσελθεῖν.

βασιλεία δὲ οὐρανῶν ἐστι τὸ φιλάνθρωπον πνεῦμα Χριστοῦ, ἀπάθειαν καὶ πίστιν ἐνεργοῦν τῇ ψυχῇ καὶ παρέχον, οὐ τὸν ἀρραβῶνα ἐλάβομεν κατὰ τὴν γραφήν.

«πνευματικὰ» δὲ «τῆς πονηρίας» εἰσὶν αἱ τοῦ διαβόλου ὑποθέσεις, οἱ τῆς ἀπιστίας καὶ κραιπάλης λογισμοί, καθὼς λέγει· «τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς 38-2-7 καθαιροῦντα», ἕως οὗ γένηται πόλεμος τοῦ ἀντιλέγειν τοῖς λογισμοῖς.

ὁ γὰρ ἐχθρὸς κατέχει τὸν νοῦν καὶ δολερῶς ὑποδεικνύει τὰς ἔξω δόξας καὶ ἡδονάς, ἐξ ὧν γεννᾶται τὸ μῖσος, ὅ ἐστι κάλυμμα τῆς ψυχῆς, ὅθεν οὐ δυνάμεθα βλέπειν, οὐδὲ τὴν ἐκείνου κακίαν οὐδὲ τὴν τοῦ κυρίου βοήθειαν, καὶ οὕτως οὐκ οἴδαμεν πῶς οἰκεῖ ὁ Χριστὸς ἐν ἀνθρώπῳ καὶ πῶς δεσμεῖ τὸν ἰσχυρὸν καὶ τὰ σκεύη 38-2-8 αὐτοῦ διαρπάζει, ἅπερ ἐκεῖνος τοῦ ἀνθρώπου ἀφήρπασεν.

οὐ λέγομεν δὲ ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὧδε τέλος ἔχει, ὡς ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ' ὅτι ἀπεντεῦθεν ἔστι κοινωνῆσαι τῷ ἁγίῳ πνεύματι καὶ ἐνεργῶς πιστεῦσαι περὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως κατὰ τὸ εἰρημένον· «εἰ γὰρ τὸ πνεῦμα Χριστοῦ ἐνοικεῖ ἐν ὑμῖν ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἡμῖν».

ταῦτα δὲ οὐκ ἔστιν ἀτεκμάρτου πίστεως τὸ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε», «εἴ ἐστε ἐν τῇ πίστει», «ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς»; «εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε» διὰ τοῦτο μηδὲν σωματικὸν μεριμνᾶν κελεύει πρὸς τὸ ἀπερισπάστῳ μνήμῃ τὴν ἐλπίδα κρατεῖν.

οὕτω γὰρ κατοικήσει τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν.

ὑποδεικνύει δὲ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι αὐτός ἐστιν ἡ παρὰ τοῦ ἁγίου πνεύματος λύτρωσις.

38-2-9 Ὅσοις οὖν πόνος περὶ σωτηρίας, δεηθῶμεν πρῶτον μὴ ἐπιλανθάνεσθαι τῆς αὐτοῦ προνοίας τοῦ ὑποφέρειν πόνον καὶ ὀνειδισμόν, ἔχοντες τὴν βοήθειαν καὶ «κατὰ σκοπὸν» τρέχοντες «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἕως «καταντήσωμεν» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος, οὗ καὶ «τὴν ἀπαρχὴν» ἐλάβομεν οἱ δι' ἀκοῆς πιστεύσαντες ἐπ' ἐλπίδι τῆς τελείας καὶ ἐνεργοῦς πίστεως.

οὐ γὰρ περὶ ψιλῆς γνώσεως λαλοῦμεν, ἀλλὰ γνώσεως ἀληθείας ἐν μυστηρίοις θεοῦ.

ἡ μὲν γὰρ ἔξωθεν γνῶσις διὰ τῶν συμβάσεων καὶ τῆς περὶ τῶν φανερῶν ἐλπίδος προσγίνεται καὶ ὑποδεικνύει τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ ἐκ τῶν ἔξωθεν μερικῶς τὴν πεῖραν τῶν κεκρυμμένων λαμβάνει.

ὁ δὲ τὰ γήϊνα ὑπερβὰς οὐ μόνον ἔργῳ, ἀλλὰ καὶ ἐννοίᾳ, οὗτος ἀπερισπάστῳ νοῒ παραμένει τῇ πνευματικῇ θύρᾳ καὶ παρακαλεῖ τὸν κύριον τοῦ εἰσελθεῖν, καὶ ὅταν ἀκουσθῇ, οὐκέτι ἐν γνώσει ἢ 38-2-10 σημειώσει τῶν ἔξωθεν, ἀλλ' ἐνεργὴς ἡ πληροφορία γίνεται τῷ τοιούτῳ.

καὶ ἡ γνῶσις μὲν τῆς αὐτῆς ἐστι δωρεᾶς, ἀλλ' οὐκ ἀναλογεῖ πρὸς τὴν ὠφέλειαν οὐδὲ γὰρ τὸν κάματον ἴσον ἔχει.

ἄλλως γὰρ ἀγωνιᾷ ὁ κατὰ χεῖρα πολεμῶν καὶ ἄλλως ὁ ἀφ' ὑψηλοῦ βλέπων τὸν πόλεμον, ἄλλος ἐστὶν ὁ ἀθλῶν καὶ τυπτόμενος καὶ ἄλλος ὁ βλέπων καὶ τερπόμενος.

ὁ μὲν γὰρ κατέρχεται τῇ θεωρίᾳ πεφυσιωμένος, ὁ δὲ παρὰ τοῦ ἀγωνοθέτου πεπλουτισμένος.

οὕτω καὶ εἰς τὸ νοερόν· «ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ»· κατὰ ἀναλογίαν δὲ τῆς ἐλπίδος οὕτως ἡ ἡσυχία καὶ κατὰ τὴν νοερὰν ἡσυχίαν ἡ παράκλησις.

καθὼς (φησί) «περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν».

μέτρα γάρ εἰσι τῆς ἑκάστου πολιτείας καὶ ἐν αὐτοῖς βραβεύει ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ ὅσον τις ἀποθνῄσκει τῷ πνεύματι τοῦ κόσμου, τοσοῦτον ζῇ τῷ πνεύματι τοῦ κυρίου.

αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

39-τ-1 ΛΟΓΟΣ ΛΘʹ.

39-1-1 Τρεῖς εἰσιν ἀρεταὶ πολύτροποι προηγούμεναι τῆς καθαρότητος· ἀλήθεια παντοδαπή, ἐγκράτεια καὶ τῶν ἐπερχομένων ὑπομονή.

ταύτας δὲ ἄλλως οὐ λαμβάνει τις, εἰ μὴ διὰ νηστείας καὶ προσευχῆς, μὴ τὰς θλίψεις τῆς μακροθυμίας μισῶν, ἀλλὰ ὑπομονὴν αἰτῶνμὴ φέρων γὰρ τὸν πόνον προσφέρεις τὸν λόγον.

τότε δὲ γίνεται παράμονον τὸ ἀγαθόν, ὅταν μετὰ πόνου καρδίας συνά39-1-2 γηται· τὰ γὰρ ἀναλγήτως συναγόμενα εὐαφαίρετα τυγχάνει.

χωρὶς οὖν θλίψεως ἑκουσίου ἀδύνατον ἀκολουθῆσαι Χριστῷ καὶ ἐνεργῶς νοῆσαι περὶ βασιλείας καὶ γεέννης.

διὰ τοῦτο λέγει· «ἐγώ εἰμι ἡ θύρα· καὶ ὁ εἰσερχόμενος δι' ἐμοῦ εἰσελεύσεται καὶ ἐξελεύσεται» καὶ πάλιν· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός 39-1-3 εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ».

ὁ οὖν πραΰτητι καρδίας ταπεινούμενος εἰσέρχεται εἰς τὴν πύλην αὐτήν, ὅπου πρώτη ἀλήθεια προτιμᾶται καὶ συνείδησις κατηγορεῖ, αἱ πράξεις τῶν ὑποκριτῶν ὁμολογοῦνται καὶ ὁ φόβος τοῦ θεοῦ φανεροῦται.

τότε καὶ ἡ ψυχὴ διὰ τοῦ φόβου φωτισθεῖσα εἶδεν ἐνδότερον τὴν λογικὴν αὐτῆς φύσιν ἑστῶσαν εὐτάκτως, ἡσύχιον, ἤρεμον, ἀτάραχον, ἀμετεώριστον, θεοφιλῆ, εὐσεβῆ, εὔελπιν, εἰς πίστιν καθαράν, μονοδέσποτον, φωτό39-1-4 κτιστον, αὐτεξούσιον, ἰδιότρεπτον, ἑτοιμολάτριν.

τότε βλέπει καὶ τὸ ἴδιον σκότος, καὶ μαθοῦσα πόσον ἀπέχει τῆς φύσεως χωρεῖ λοιπὸν εἰς ἀληθινὴν μετάνοιαν καὶ τούτου τυχεῖν θέλει· τὸ γὰρ φῶς πρὸς τὸ ἰδεῖν μόνον περιέλαμψεν, ὅθεν ἐμπόνως δέεται τοῦ δεσπότου καὶ ὁμολογεῖ σφόδρα ἡμαρτηκέναι καὶ συντίθεται πόνον καὶ αἰσχύνην ὑπὲρ ἀληθείας καταδέξασθαι, μόνον ἵνα ἃ εἶδε καταλάβῃ πάντα διὰ τῆς χάριτος τοῦ Χριστοῦ, τοῦ καὶ ὧδε τὴν ἀπαρχὴν διδόντος κατὰ τὸν ἀπόστολον καὶ τὰ ἐκεῖ ἀγαθὰ ὡς ἐν ἐσόπτρῳ προδεικνύοντος, ἵνα βεβαίως πιστεύσαντες μὴ ἐκκακῶμεν καθημέραν ὑπὲρ τῆς ζωῆς ἀποθνῄσκειν.

39-1-5 Ὁ δὲ μὴ θέλων ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν, μηδὲ παρ' ἑτέρου ἀκούειν, πῶς παρακληθήσεται; τὰ τῆς δικαιοσύνης φάρμακα εὐχαρίστως μὴ καταδεχόμενος οἰηματικοὺς ἐπίσταται λογισμοὺς ὁ τοιοῦτος, δόξας καὶ ἐπαίνους ἀνθρώπων θηρεύων λοιπόν.

ἕκαστος δὲ διὰ τῆς ἑαυτοῦ καρδίας εἰδέναι δύναται ποίας ἐστὶν ἄξιος ἑτοιμασίας.

ἰδέτω τοίνυν ἕκαστος ἑαυτόν, ποίῳ πνεύματι 39-1-6 μᾶλλον περιέχεται· δεῖ γὰρ τὰ δύο ἐνεργεῖν πρὸ τῆς ἀπαλλαγῆς.

μὴ οὖν χαιρέτω ὁ ἄνθρωπος, ὅτι μεμύηται τοῦ ἀγαθοῦ, ἀλλ' εἰ ὑπερέβαλε τὴν κακίαν, εἰ ἐπάνω γέγονε τοῦ ἀντιπάλου, εἰ ὑπερέχει τῷ μέτρῳ διὰ τῆς θλίψεως, εἰ προφθάνει τῇ νοερᾷ αἰσθήσει διὰ τῆς πραότητος, εἰ καθημέραν προκόπτει, εἰ οὐκέτι τῆς ὑπομονῆς ἐκβάλλεται καὶ οὕτω ζητεῖν ὀφείλει τὸν προειρημένον φόβον τοῦ θεοῦ πρὸς φωτισμὸν τῆς γνώσεως.

μήποτε ἡ κακία ἔκρυψε τὰ κακὰ τῆς ψυχῆς βουλομένη μονομερῶς δεῖξαι τὰ καλά, ἵνα μόνον τὴν οἴησιν ἐπενέγκῃ καὶ βεβαιώσασα τὸν νοῦν δι' αὐτῆς πάντα συλήσῃ· ἀναιρετικὴ γὰρ πάντων τῶν 39-1-7 καλῶν ἡ οἴησις τυγχάνει.

διὰ τοῦτο ὀφείλει ἕκαστος ἡμῶν τὸ μὲν ἀγαθὸν ποιεῖν, περὶ δὲ τῶν κακῶν καθημέραν ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν ἢ καὶ τοὺς ἐλέγχους ἀγαπᾶν, μὴ καταλέγων ἑαυτοῦ ψευδῶς προφάσει ταπεινοφροσύνης, ἐπεὶ καὶ ἐντεῦθεν λαβὰς εὑρίσκει ὁ ἐχθρός.

μάθετε γὰρ αὐτοῦ τὴν κακοτεχνίαν· τὰ ὄντα φαῦλα κρύπτει ὡς μηδὲν ὄντα· καὶ τὰ μὴ ὄντα ἑαυτοῦ καταλέγειν παρασκευάζει, ἵνα ὕστερον εἴπῃ· "1μακάριος εἰ, ὅτι οὐκ εἶ τοιοῦτος.

"2 καὶ οὕτως εἰς τὴν ταπεινοφροσύνην τὴν ὑψηλοφροσύνην ἐγκρύψας θανατοῖ τὸν μὴ 39-1-8 τηροῦντα τὴν ἀλήθειαν.

ἀρξώμεθα τοιγαροῦν τῆς ἀληθείας· ἐρασθῶμεν τῶν ὑπὲρ αὐτῆς θλίψεων ὁδηγουσῶν εἰς τὴν καθαρότητα τῆς ψυχῆς· μὴ καταδεξώμεθα ψευδῆ λογισμόν.

λάβωμεν πεῖραν μελλόντων ἀγαθῶν, κτησώμεθα πίστιν βεβαίαν.

ἡ γὰρ βεβαία πίστις διὰ τῆς πείρας ἐγγίνεται, ἡ δὲ πεῖρα διὰ καθαρισμοῦ καρδίας, ὁ δὲ καθαρισμὸς διὰ μακροθυμίας, ἡ δὲ μακροθυμία διὰ νηστείας καὶ προσευχῆς.

39-2-1 Ἐρώτησις.

Τί οὖν· μηδὲ ποσῶς εἰς τὴν καρδίαν εἰσελθόντες, πῶς ἀρξώμεθα; Ἀπόκρισις.

Προείπομεν, ὅτι διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς αὐτὸς ἐκέλευσεν εἰπών· «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν».

μακάριοι οὖν οἱ εἰσελθόντες καὶ παραμείναντες εἰς τέλος καὶ καρδίαν καθαρὰν κτησάμενοι· καθαρὰν δὲ καρδίαν λέγομεν οὐχ ὡς ἀπαράδεκτον κακίας· οὐ γὰρ ἀναιρεῖταί ποτε τὸ αὐτεξούσιον, ἀλλὰ χάριτι μὲν καθαριζομένην, ἔχουσαν δὲ τὸ κατὰ φύσιν ἰδιότρεπτον, ὡς καὶ ὁ κύριος εἶπεν· «ἴδε ἐκαθαρίσθης· μηκέτι ἁμάρτανε», δεικνύς, ὅτι καὶ μετὰ τὴν χάριν ἕκαστος ἡμῶν ἔχει τὸ θέλημα.

τῶν γὰρ μαθητῶν αὐτοῦ λεγόντων· «πρόσθες ἡμῖν πίστιν», ἔφη αὐτοῖς· «ἐὰν εἴχητε πίστιν ὅσον κόκκον σινάπεως, ἐλέγετε τῷ ὄρει τούτῳ· μετάβηθι καὶ εἴσελθε εἰς τὴν θάλασσαν, καὶ ἐγίνετο».

τοῦτο δὲ ἔλεγε σημαίνων τὴν δι' ἐνεργείας πίστιν οὖσαν δυσκατάληπτον· οὔπω γὰρ βεβαία τῷ διὰ καρδίας τὰ πράγματα θεασαμένῳ, ἔνθεν διὰ παρακοῆς ἐκβαλλόμεθα καὶ ἔνθεν δι' ὑπακοῆς εἰσαγόμεθα καὶ ἐφ' ἑκάστῳ, ὅπου ῥέψει τὸ θέλημα.

Ἐρώτησις.

Εἶπας, ὅτι χρὴ ἑαυτὸν ἐπὶ θεοῦ κατὰ συνείδησιν ἐλέγχειν· καὶ πῶς δύναμαι, ὅτι τὰ πλείονα ἀγνοῶ· ἡ γὰρ ἁμαρτία ἐκάλυψέ με; Ἀπόκρισις.

Ὁ ἄνθρωπος ἀγνοεῖ, ἀλλὰ πιστεύειν ὀφείλει, ὅτι ἡ χάρις ἀλάθητός ἐστι· καὶ ὅταν εὕρῃ κεκαλυμμένα τῆς ψυχῆς τραύματα, τότε τοῖς ἔξωθεν θλιβεροῖς ἁρμοδίως παραχωρεῖ σε· καὶ ἐὰν φέρῃς διὰ τῆς ὑπομονῆς, τὰ κεκρυμμένα θεραπεύει καὶ ἐκ τῆς ὁμοιοτρόπου ἐπιφορᾶς δεικνύει σοι τὸ κεκρυμμένον ἁμάρτημα.

ὁ δὲ μὴ ὑπομένων τὰ ἐπερχόμενα οὐδὲ βλέπει τὰ κεκρυμμένα πάθη οὐδὲ τῆς θεραπείας τυγχάνει.

μὴ τοίνυν ἐπὶ συμφορᾷ ταραχθῇς κατὰ τοῦ πλησίον, ἀλλ' ἴσος γίνου ἐπὶ πάσῃ συμβάσει, καὶ οὐκ ἔσται σοι τραῦμα κεκρυμμένον ἢ ἀνίατον.

ὥσπερ γὰρ τῷ πυρέττοντι ἐπιβλαβὲς τὸ χρίεσθαι ἐλαίῳ, οὕτως ἀδικουμένῳ ἁμαρτωλῷ ἐκζητεῖν τὸ δίκαιον· καθὼς γὰρ ἐκεῖνος ἀλειφεὶς ἀκαίρως μᾶλλον ἐβλάβη, ὁμοίως οὗτος ἐκδικηθεὶς ἀδεῶς μᾶλλον κατεκρίθη.

τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ Μʹ.

40-1-1 Γινώσκειν βούλομαι τὴν σύνεσίν σου ὅτι χρὴ τὸν τέλειον ἐν Χριστῷ ἄνδρα ἀφιερωμένον τυγχάνοντα μὴ μόνον αὐτὸν ἐν θεῷ εἶναι, ἀλλὰ καὶ τὸν θεὸν ἐν αὐτῷ οἰκεῖν, καθώς φησιν ὁ κύριος· «ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ».

δεῖ γὰρ τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ παροικῆσαι ἐν τῷ σκηνώματι τῷ θεϊκῷ καὶ κατασκηνῶσαι ἐν τῷ ἁγίῳ ὄρει τῆς ἀχράντου θεότητος, ἵνα μὴ μόνον περιέχων ᾖ, ἀλλὰ καὶ περιεχόμενος ὑπὸ τῆς δόξης τοῦ μὴ συγχωροῦντος καταδυναστεύεσθαι ὑπὸ τῆς τοῦ σκότους ἐνεργείας τῶν παθῶν.

ἁγιασμοῦ γὰρ χάριν καὶ τῆς οἰκείας ἀπαθείας ἐνοικεῖ τοῖς ἀξίοις ὁ σωτήρ, ἵνα, καθὼς αὐτὸς ἀπαθὴς τυγχάνει, καὶ τοὺς δεξαμένους αὐτὸν ἀπαθεῖς κατασκευάσῃ, μηκέτι 40-1-2 κλυδωνιζομένους καὶ περιφερομένους ὑπὸ παντὸς ἀνέμου.

εἰσὶ γάρ τινες οἱ οὐ μόνον αὐτοὶ πόρρωθεν τῶν τοῦ Χριστοῦ στιγμάτων τυγχάνοντες, ἀλλὰ καὶ τοὺς πλησίον ποτίζοντες ἀνατροπὴν θολεράν, οἵτινες «τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ» κατέχουσιν, «ἐν οἷς (φησι) τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστι».

ματαιωθέντες γὰρ «τοῖς λογισμοῖς αὐτῶν» καὶ σκοτισθέντες κατὰ τὴν ἀσύνετον αὐτῶν καρδίαν φάσκουσι φυσικὰ εἶναι καὶ ἐκ θεοῦ γεγενῆσθαι τὰ «πάθη τῆς ἀτιμίας», ἡδονὴν λέγω φθορᾶς καὶ θυμὸν ἄδικον, ὀργήν τε καὶ λύπην μὴ κατὰ 40-1-3 θεὸν γινομένην καὶ ὅσα τοιαῦτα.

ἡμεῖς τοίνυν αὐτούς τε καὶ τὰς σφῶν αὐτῶν ἐκτροπὰς ἐάσαντες ἐπιγνῶμεν τὴν δοθεῖσαν ἡμῖν τῆς ἐλευθερίας αὐτεξουσιότητα παρὰ τοῦ κτίσαντος ἡμᾶς, ἵνα ἐφ' ἡμῖν ᾖ τὸ καὶ τῶν κρειττόνων ὀρέγεσθαι καὶ τῶν χειρόνων ἀπέχεσθαι.

οὐ γὰρ ἂν ὁ δίκαιος κριτὴς ἐκόλαζεν ἡμᾶς, εἴπερ ἦν αὐτῶν τῶν κακῶν αὐτὸς ποιητής.

ἄπαγε, παρακαλῶ, ἄπαγε, μηδὲ εἰς ἔννοιαν ἔλθῃ τῆς σῆς εὐλαβοῦς διανοίας τὸ ἄτοπον τοῦτο καὶ εὔηθες ῥῆμα.

καθαρῶν γὰρ καὶ λίαν καλῶν φύσεων δημιουργὸς ὁ θεός, καθὼς διαγορεύει τὸ ἅγιον πνεῦμα ἐν τῇ κοσμοποιίᾳ· «ἰδού, γάρ φησι, πάντα καλὰ λίαν».

40-1-4 Ἰερεμίας δὲ ὀδυρόμενος καὶ ἀμφισβητῶν περὶ τῆς τῶν παθῶν αἰτίας «κύριος, φησί, οὐκ εἶπε· τίς οὕτως εἶπε, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακά, ἀλλὰ τὰ ἀγαθά».

καὶ αὖθις ἡ ἐν τῷ εὐαγγελίῳ πρὸς τὸν κύριον ἐπερώτησις τῶν λογικῶν δυνάμεων· «κύριε, φησίν, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν τοῦτο τὸ ζιζάνιον;» ἑτέρωθι δὲ αὐτὸς ὁ σωτὴρ περὶ τῶν αὐτῶν φησι· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται».

ὅτι γὰρ πᾶσα ἡ ἐκ θεοῦ φυτεία καλή, 40-1-5 μαρτυρεῖ Παῦλος (ἐν ᾧ Χριστὸς λαλεῖ)· «ὅτι πᾶν κτίσμα θεοῦ καλόν».

γίνωσκε τοίνυν μὴ ἡμέτερα εἶναι τὰ ἐναποκεκρυμμένα ἐν ἡμῖν πάθη, ἀλλὰ ἀλλότρια· «ἐκ τῶν κρυφίων μου, γάρ φησι, καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φείσαι τοῦ δούλου σου», καί· «ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου», καί· «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με».

τί οὖν τὰ κρύφια ἢ τίνες οἱ ἀδικοῦντες καὶ πολεμοῦντες ἢ τίνες οἱ ἀλλότριοι, εἰ μὴ τὰ τῆς πονηρίας πνεύματα τὰ ἀντικείμενα ταῖς Χριστοῦ ἀρεταῖς; 40-1-6 Πρόσεχε ἀκριβῶς, ὅπως καὶ ὁ νόμος μαρτυρεῖ καὶ βοᾷ περὶ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος· «οὐ λήψῃ, φησί, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσει κύριος τὴν καρδίαν τοῦ λαμβάνοντος τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ».

διὸ καὶ ὁ ἀπόστολος παραινεῖ φάσκων· «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ», οὐ μόνον σαρκός, ἀλλὰ καὶ πνεύματος, καὶ ἑτέρωθί φησι· «ἐρραντισμένοι (φησίν) ἀπὸ συνειδήσεως πονηρᾶς τὴν καρδίαν», καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως 40-1-7 διαφυλαχθείη», καί· «ἵνα γένησθε τέκνα θεοῦ ἀμώμητα».

ὅσοι τοίνυν βούλονται τῆς υἱοθεσίας καταξιωθῆναι, οὐ τὸ σῶμα μόνον ἁγνὸν φυλάττουσιν, ἀλλὰ καὶ τὴν ψυχὴν κατὰ τὸν λέγοντα· «γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ».

οἱ μὲν γὰρ ὑπὸ νόμον τὰ τῆς σαρκὸς δικαιώματα ἐπιτελοῦντες μόνον τὴν ἐκτὸς φυλάττουσι καθαρότητα, οἱ δὲ ὑπὸ χάριν καὶ τῆς ἔνδον ἐν ἁγιασμῷ εἰρήνης ὀρέγονται, πεισθέντες τῷ εἰρηκότι· «ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ 40-1-8 Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».

οἱ γὰρ Φαρισαῖοι τυφλωθέντες τὴν διάνοιαν «τὰ ἔξω τοῦ ποτηρίου» πλύνουσιν, ὡς καὶ νῦν οἱ κατ' αὐτοὺς νέοι Φαρισαῖοι τὸν ἔξω ἄνθρωπον ἐν ἐπιτηδευτῷ νοῒ σχηματίζοντες ἑαυτοὺς δικαιοῦσι, μὴ συμμαρτυροῦντος τοῦ ἁγίου πνεύματος τῷ πνεύματι αὐτῶν, ἵνα ὦσι τέκνα θεοῦ κατὰ τὸν λέγοντα ἀπόστολον· «αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ»καὶ μὴ βουλόμενοι γνωρίσαι τὴν ἐν ἁγιασμῷ αὔξησιν τοῦ ἔσω ἀνθρώπου, ἀλλὰ πληροφορούμενοι ἐν τοῖς τῆς σαρκὸς κατορθώμασι, μὴ γνόντες, ὅτι «πᾶσα ἡ δόξα τῆς θυγατρὸς 40-1-9 τοῦ βασιλέως ἔσωθεν».

ἔστι γάρ τιςὡς ἔοικεν ἕκαστος ἡμῶννοητὴ 40-1-9 συκῆ, παρ' ἧς ὁ κύριος τὸν ἔνδον καρπὸν ἐπιζητεῖ καὶ οὐ τὸν ἐκ τῶν φύλλων ἐπικείμενον σχηματισμόν.

40-1-10 Ὁ τοίνυν συνηγορῶν τοῖς πάθεσι τῆς ἀτιμίας ὡς φυσικοῖς καὶ οὐχ ὡς συμβεβηκόσι μετήλλαξε «τὴν τοῦ θεοῦ ἀλήθειαν ἐν τῷ οἰκείῳ ψεύδει».

ὡς γὰρ προέφημεν, ὁ ἄχραντος καὶ καθαρὸς καὶ τὴν εἰκόνα αὐτοῦ ὁμοίαν ἑαυτοῦ κατε40-1-11 σκεύασε, «φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν».

ἐπειδὴ τοίνυν τὸ τῶν ἀνθρώπων γένος ἐν ἀνομίαις κισσηθὲν καὶ ἐν ἁμαρτίαις γεννηθὲν ἀπηλλοτριώθη ἀπὸ μήτρας καὶ ἐπλανήθη ἀπὸ γαστρός, βασιλευσάσης τῆς ἁμαρτίας ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἦλθεν ἱλασθεὶς «ὁ ἀμνὸς τοῦ θεοῦ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου», διὰ τῆς οἰκείας αὐτοῦ δυνάμεως δήσας τὸν ἰσχυρόν, καὶ οὕτω διαρπάσας τὰ ᾐχμαλωτισμένα αὐτοῦ σκεύη ἡμᾶς, κατὰ τὸ εἰρημένον· «ᾐχμαλώτευσεν αἰχμα40-1-12 λωσίαν».

εἰ οὖν ἔστιν ἡμῖν φροντὶς ἀνακληθῆναι ἀπὸ τῆς αἰχμαλωσίας καὶ φορέσαι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» καὶ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ δικαιοσύνῃ καὶ τῷ ἁγιασμῷ, καθὼς παρεστήσαμεν τῇ ἁμαρτίᾳ, πιστεύσωμεν, ὅτι χρὴ ἡμᾶς ἐν τῷ φωτὶ περιπατοῦντας ἀπροσκόπως ὁρᾶν τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν φήσαντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμά40-1-13 σια ἐκ τοῦ νόμου σου».

ὡς γὰρ κατὰ τὸ αἰσθητὸν ὁ ἐν τῷ φωτὶ περιπατῶν οὐ προσκόπτει, οὕτω καὶ κατὰ τὸ νοητὸν ὁ ἐν τελείῳ ἁγιασμῷ ὑπάρχων οὐκ ἐνθυμεῖται πονηρά, οὐ λογίζεται φαῦλα.

οὐ τίς «γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων».

ὡς οὖν ναὸς θεοῦ ἐπίγνωθι σεαυτόν, ἀποδιδράσκων τὴν τῶν ἐν καρδίᾳ νοημάτων εἰδώλων ἀποτύπωσιν.

πᾶν γὰρ πάθος ἐνεργοῦν τῇ ψυχῇ εἴδωλόν ἐστιν, ὅθεν καλῶς εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται».

εἰ δὲ τοῖς τῆς σαρκὸς πάθεσι δεδουλώμεθα, δηλονότι τῷ ἁγίῳ 40-1-14 καὶ ἀπαθεῖ πνεύματι οὐ δεδουλώμεθα.

οὐ γὰρ δύναταί τις «δυσὶ κυρίοις δουλεύειν».

«οὐ δύνασθε, φησί, θεῷ δουλεύειν καὶ μαμωνᾷ».

«ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστι», μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων».

διότι «ἅγιον πνεῦμα φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» καὶ «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία».

40-2-1 Πιστεύσαντες οὖν ὅτι πᾶς ὁ ἡμῶν νόμος «δακτύλῳ θεοῦ» ἐν καρδίᾳ γράφεται, «οὐ μέλανι, ἀλλὰ πνεύματι» θείῳ, δεξώμεθα τὴν ἀλήθειαν τοῦ νομοθέτου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἀλήθεια», τοῦ καὶ τὴν τῆς καρδίας περιτομὴν ποιουμένου καὶ ἐπιγράφοντος ἐπὶ τὰς καρδίας τῶν ἀξίων τὸν τῆς χρηστότητος αὐτοῦ νόμον, ὥς φησιν ἐν τῷ προφήτῃ· «διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, 40-2-2 καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς».

αὐτίκα γοῦν ὅσοις φροντίς ἐστιν εἰς «γένος ἔκλεκτον» φθάσαι, εἰς «βασίλειον ἱεράτευμα», εἰς «ἔθνος ἅγιον», εἰς «λαὸν περιούσιον», ῥᾳδίως δέχονται τὴν τοῦ ζωοποιοῦ πνεύματος ἐνέργειαν.

διόπερ παρακλήθητι εὔχεσθαι, ὅπως καταξιωθῶμενκἂν γοῦν 40-2-3 βραχέωςσυνιέναι τὴν μονότροπον τῆς ἐν Χριστῷ πολιτείας εὐθύτητα.

ἡ γὰρ τοιαύτη ψυχή, ἀποθεμένη τὴν τοῦ προσώπου αἰσχύνην καὶ μηκέτι κατακυριευομένη ὑπὸ τῆς αἰσχρότητος τῶν λογισμῶν καὶ μὴ μοιχευομένη ὑπὸ τοῦ πονηροῦ, μόνῳ δηλαδὴ τῷ ἐπουρανίῳ νυμφίῳ κοινωνεῖ ὡς ἅτε μονότροπος.

τετρωμένη γὰρ τῇ εἰς αὐτὸν ἀγάπῃ ἐπιποθεῖ καὶ ἐκλείπει ἵνα τολμήσας εἴπω τὴν πρὸς αὐτὸν ὡς κόρη νοητὴν καὶ μυστικὴν συνουσίαν κατὰ τὴν ἄφθαρτον 40-2-4 συνάφειαν τῆς ἐν ἁγιασμῷ ἑνώσεως.

μακαρία ὡς ἀληθῶς ἡ τοιαύτη ψυχή, ἥτις ἡττηθεῖσα τῷ πνευματικῷ ἔρωτι ἀξίως ἐνυμφεύθη τῷ θεῷ λόγῳ.

λεγέτω τοίνυν αὐτή· «ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ με ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ».

ταύτης γὰρ τοῦ κάλλους ἐπιθυμήσας ὁ βασιλεὺς τῆς δόξης κατηξίωσε χρηματίζεσθαι οὐ μόνον ναὸν θεοῦ, ἀλλὰ καὶ θυγατέρα βασιλέως καὶ βασιλίδα· ναὸν μὲν θεοῦ ὡς οἰκειωθεῖσαν τῷ ἁγίῳ πνεύματι, θυγατέρα δὲ βασιλέως ὡς τεκνοποιηθεῖσαν «παρὰ τοῦ πατρὸς τῶν φώτων» καὶ βασιλίδα ὡς συναφθεῖσαν τῇ θεότητι τῆς δόξης τοῦ μονογενοῦς.

40-2-5 Καθ' ὃν γὰρ τρόπον ὁ κύριος ἡμῶν, εἷς ὢν κατ' οὐσίαν, πολυώνυμος γέγονε κατὰ τροπολογίαν ἕνεκεν τῆς ἐν οἰκονομίᾳ σωτηρίας τῶν ἀνθρώπωνπῇ μὲν πέτρα ὀνομασθεὶς καὶ θύρα, πῇ δὲ ἀξίνη καὶ ὁδός, καὶ αὖθις ἄμπελος καὶ ἄρτοςπέτρα μὲν διὰ τὸ τῆς ῥώμης αὐτοῦ ἄσειστόν τε καὶ ἀπρόσιτον, θύρα δὲ διὰ τὸ αὐτὸν εἶναι εἴσοδον τῆς αἰωνίου ζωῆς, ἀξίνη δὲ διὰ τὸ ἐκκόπτειν αὐτὸν τὰς τῆς κακίας ῥίζας, καὶ ὁδὸς διὰ τὸ ἄγειν αὐτὸν τοὺς ἀξίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν, καὶ ἄμπελος, ὅτι ἐξ αὐτοῦ ὁ εὐφραίνων καρδίαν ἀνθρώπου οἶνος καρποφορεῖται, ὁμοίως δὲ καὶ ἄρτος οἷα στηρίζων καρδίαν λογικοῦ ζῴου, τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκειωθεῖσα τῷ τοῦ θεοῦ λόγῳ ἄμωμος ψυχὴ μονότροπος τυγχάνουσα κατὰ τὰς πολλὰς προκοπὰς τῶν πνευματικῶν ἀρετῶν πλεί40-2-6 στων καὶ τῶν δωρεῶν ἀξιωθήσεται.

εἴρηται δέ μοι ταῦτα ἕνεκεν τοῦ οὐ μόνον τριχῇ νοεῖσθαι τὸν χρηματισμὸν τῆς νύμφης, ἀλλὰ καὶ πολλαχῶς.

γίνωσκε δὲ τοῦτο ὅτι κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθωμεν «εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητα» ἡμῶν.

βούλεται γὰρ ἡμᾶς ὁ σωτὴρ ἐν σαρκὶ ὄντας καὶ τῆς ἀπαθείας αὐτοῦ καταξιωθῆναι καὶ τοῦ ἁγιασμοῦ πληρωθῆναι, ἵνα θαρροῦντες λέγωμεν· «ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαι40-2-7 ροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

χρὴ τοίνυν ἀπεντεῦθεν ἤδη προσηλῶσαι ἡμᾶς τῷ σταυρῷ τὰ πάθη τῆς ἁμαρτίας, κατὰ τὴν τοῦ προφήτου εὐχήν· «καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου».

σὰρξ γὰρ καὶ αἷμα, περὶ ὧν λέγει μὴ δύνασθαι βασιλείαν θεοῦ κληρονομῆσαι ὁ ἀπόστολος, οὐ τοῦτό ἐστι τὸ ὁρώμενον σῶμα, τοῦτο γὰρ ὑπὸ θεοῦ ἐπλάσθη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς τὸ κινούμενον ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας τῶν ἐνεργούντων «ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας».

οὐ γὰρ «πρὸς αἷμα καὶ σάρκα» τοῖς ἐν Χριστῷ τελείοις ἀγωνισταῖς «ἡ πάλη», «ἀλλὰ πρὸς τοὺς 40-2-8 κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας».

εἰ οὖν ὁμολογοῦμεν μὴ φυσικὴν εἶναι τὴν ἐνέργειαν ταύτην, ἀλλ' ἐκ τῶν ἀντικειμένων δυνάμεων, δυνησόμεθα κατ' αὐτῶν ἀναλαβόντες τὴν Χριστοῦ πανοπλίαν ἀντιστῆναι ταῖς μεθοδείαις αὐτῶν, δωρουμένου ἡμῖν δύναμιν τοῦ σωτῆρος πρὸς τὸ πατεῖν ἡμᾶς ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου, ἵνα θαρρῶμεν λέγειν ἐν σαρκὶ ὄντες· «ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος», καί· «ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα», τουτέστιν ἄνευ πάθους τινὸς σαρκικοῦ τὴν ἐν οὐρανοῖς πολιτείαν ῥᾳδίως βαίνων κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

40-2-9 παντὸς γὰρ πάθους ἀλλοτριωθέντες τολμήσωμεν λέγειν· "1οὐ μόνον τὴν πίστιν τετηρήκαμεν, ἀλλὰ καὶ τὸν δρόμον τετελέκαμεν.

"2 οὐ γὰρ πιστεύειν δεῖ Χριστῷ μόνον, ἀλλὰ καὶ συμπάσχειν αὐτῷ κατὰ τὸ εἰρημένον· «ὑμῖν γὰρ ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν».

τὸ γὰρ μόνον πιστεύειν θεῷ τῶν τὰ ἐπίγεια φρονούντων ἐστίν, ἵνα μὴ λέγω ὅτι καὶ τῶν ἀκαθάρτων πνευμάτων τῶν λεγόντων· «οἴδαμεν τίς εἶ, υἱὲ τοῦ θεοῦ».

ἑκάτερα γὰρ τὰ μέτρα ἐχθρὰ ὑπάρχει τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ σταυροῦ, καθώς φησιν ὁ ἀπόστολος· «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, 40-2-10 καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες».

ὁρᾷς ὅτι οὐ μόνον αἱ ἀποστατικαὶ δυνάμεις ἐχθραὶ τοῦ σταυροῦ τυγχάνουσιν, ἀλλὰ καὶ «οἱ τὰ ἐπίγεια φρονοῦντες», διότι ἐξ αὐτῶν τούτων ἐνεργοῦνται.

τὸ πιστεύειν εἰς Χριστὸν κοινὸν πάσῃ κτίσει καὶ προαιρέσει ἀγαθῇ καὶ φαύλῃ, τὸ δὲ συμπάσχειν Χριστῷ καὶ συνδοξάζεσθαι μόνον τῶν ἑαυτοὺς σταυρωσάντων τῷ κόσμῳ τούτῳ καὶ «τὰ Χριστοῦ στίγματα» ἐν τοῖς οἰκείοις σώμασι βαστασάντων.

40-3-1 Παθεῖν τοίνυν ἡμᾶς δεῖ ὡς καὶ τὸν Χριστόν, ἵνα τυθέντες κατὰ τὸν χοϊκὸν ζωοποιηθῶμεν κατὰ τὸν ἐπουράνιον.

ἐὰν γὰρ μὴ φθαρῇ τὸ κατὰ τὸν χοϊκὸν φρόνημα ἐν τῷ φανερῷ, οὐκ ἀνακαινίζεται ὁ ἐν τῷ κρυπτῷ κατὰ τὸ πνευματικὸν φρόνημα, περὶ οὗ ὁ ἀπόστολός φησιν· «ἀνακαινοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα», καὶ αὖθις· «καθ' ὅσον ὁ ἔξω φθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται».

τίς ὁ ἔξω, ἢ τάχα περὶ οὗ ὁ ∆αβὶδ λέγει· «τοῦτον ταπεινοῖ»; τίς ὁ ἔσω, περὶ οὗ ὁ αὐτός· «τοῦτον ὑψοῖ».

ὁμοίως γὰρ καὶ ὁ ἀπόστολος· «ὅτε ἀσθενῶ κατὰ τὸ φρόνημα τῆς σαρκός»; δυνατός εἰμι κατὰ «τὸ φρόνημα τοῦ πνεύματος»· ἡ γὰρ δύναμις 40-3-2 τοῦ κυρίου ἐν τῇ κατὰ τὸν χοϊκὸν ἄνθρωπον ἀσθενείᾳ τελειοῦται.

χρὴ μέντοι, ὡς προεῖπον, ἐντεῦθεν ἤδη ἐν σαρκὶ ἡμᾶς ὄντας ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, εἰθ' οὕτως καταξιωθῆναι τῆς τελείας ἀνακλήσεως τοῦ πνεύματος.

προηγουμένης γὰρ τῆς καθάρσεως ἕπεται καὶ ὁ ἁγιασμός.

καὶ ἐν ἑτέρῳ γάρ φησι· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου» καὶ τὰ ἑξῆς, καὶ αὖθις· «τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφα40-3-3 νοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς».

ἀναλύσαντες γὰρ ἀπὸ τοῦδε τοῦ μοχθηροῦ βίου ἄνευ τῆς καθάρσεως καὶ τοῦ ἁγιασμοῦ ἐσόμεθα κενοὶ καὶ ὡς οὐχ ὑπάρξαντες.

διὰ τοῦτο φησίν· «ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω».

πρόδηλον γὰρ ὅτι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐξομολόγησις.

διό φησιν ὁ αὐτὸς προφήτης· «μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένη;» καὶ ὁ Ἠσαΐας φησίν· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν», καὶ ὁ Ἐζεκίας· «οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ».

καὶ ὁ Ἰώβ φησιν· 40-3-4 «ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ».

βεβαίως οὖν νεκροὶ οἱ διὰ τὸ σαρκικοὶ εἶναι ἀνάξιοι εὑρεθέντες τῆς ἐνοικήσεως τοῦ ζωοποιοῦ πνεύματος, καὶ ᾅδης κυριεύων ὁ τῆς ματαιότητος χῶρος, ἐν ᾧ τὸ σκάμμα τῆς ἁμαρτίας.

ἐντεῦθεν οὖν ἔστι τὸ τοῦ Χριστοῦ στάδιον, ἐν ᾧ μὴ νομίμως τις ἀθλήσας οὐ στεφανοῦται.

40-3-5 ∆ιὰ τοῦτο τοίνυν ἀγωνισώμεθα, ἵνα τύχωμεν θείου πνεύματος ἔτι ἐν τῷ βίῳ ὄντες, εἰδότες ὅτι «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

οὕτω διώξωμεν, ἵνα καταλάβωμεν, οὕτω δράμωμεν «ὡς οὐκ ἀδήλως», ἀλλ' ὡς πεισθέντες τῷ εἰρηκότι, ὅτι «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστι».

τίς δέ ἐστιν αὕτη 40-3-6 ἡ βασιλεία, εἰ μὴ τὸ ἐν ταῖς ψυχαῖς πλήρωμα τοῦ θείου πνεύματος; τούτου ἀπεντεῦθεν ἤδη χρὴ ἀξιωθῆναι τοὺς τοῦ Χριστοῦ ἀθλητάς, μηδενὸς ἑτέρου ὑπολειπομένου αὐτοῖς ἢ μόνον τῆς ἐν τῇ ἀναστάσει ἀπολυτρώσεως τῶν σωμάτων, ἧς ἕνεκεν ὁ ἀπόστολος ἔφασκε· «συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσωμεν εἰς τὴν ἐξανάστασιν τὴν ἐκ τῶν νεκρῶν».

οὐδενὸς γὰρ ἐνέδει ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα καὶ τὰ ὑστερήματα αὐτοῦ ἐληλυθὼς ἀποπληρῶσαι ἢ μόνον, ὡς προεῖπον, τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος, περὶ ἧς ἔλεγεν· «οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι».

οὐ γὰρ ὡς ἀτελὴς ἔλεγεν, 40-3-7 ὅτι «ὅσοι τέλειοι, τοῦτο φρονοῦμεν».

ἡμεῖς γοῦν ἀρνησώμεθα «τὸν ἕτερον νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσιν ἡμῶν» καὶ δεξώμεθα τὸν τοῦ θεοῦ πνευματικὸν νόμον ἐν ἑαυτοῖς, ὅπως μὴ ὑποσκελίζηται ἡμῖν τὰ τῆς ψυχῆς διαβήματα κατὰ τὸν λέγοντα· «ὁ νόμος τοῦ θεοῦ ἐν 40-3-8 καρδίαις αὐτῶν, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτῶν».

καὶ ταῦτα ἡμεῖς μὲν γράφομεν, ὑμεῖς δὲ πράττετε.

πιστεύω γάρ σε θεοδίδακτον ὄντα ἀπεκδύσασθαι πᾶσαν ἐνέργειαν ῥυπαρίας πονηρῶν λογισμῶν καὶ ἐνθυμήσεων αἰσχρῶν καὶ ἀνειληφέναι τὴν τοῦ κυρίου πανοπλίαν ἐν τῷ ἀγαθῷ φρονήματι τοῦ πνεύματος.

εὖξαι τοίνυν καὶ ἡμᾶς φθάσαι εἰς τὸν «τέλειον ἄνδρα», εἰς τὸ «μέτρον τῆς ἐν Χριστῷ ἡλικίας», ὅπως προσοικειωθέντες τῇ θείᾳ δυνάμει, ἔνθα τὸ ἁγιαστήριον τοῦ θεοῦ, ἀδεῶς παραστῶμεν τῷ βήματι αὐτοῦ ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς ἐνδόξου αὐτοῦ παρουσίας.

Ἀμήν.

41-τ-1 ΛΟΓΟΣ ΜΑʹ.

41-1-1 Ἠκούσατε τῆς γραφῆς λεγούσης, ὅτι ἀφῆκαν τὸν κύριον «πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν».

τοῦτο δὲ περὶ τῶν λογισμῶν εἴρηκεν, ὅτι ἀφίεμεν τὴν ζήτησιν τῆς μετουσίας τοῦ κυρίου, ἥτις δι' ἡσυχίας καὶ ἐλπίδος εὑρίσκεται, καὶ τὰ φθαρτὰ καὶ ἐπιβλαβῆ ἐννοοῦμεν, τοῦ κυρίου εἰπόντος· «ζητεῖτε τὴν βασιλείαν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

τὸ δὲ «προστεθήσεται» τί ἐστιν; οὐχ ἵνα μερι41-1-2 μνῶμεν, ἀλλ' ἵνα ἐλπίζωμεν, καὶ οὐχ ὡς ἡμεῖς θέλομεν, ἀλλ' ὡς αὐτός.

τί γὰρ ὠφέλιμον; τῶν ἐπιθυμιῶν ἐμπλησθῆναι ἢ καθαρισθέντας μὴ ἐπιθυμῆσαι; καὶ πάλιν τί συμφέρον; τοῦ ἐχθροῦ ἀνθρώπου κατακυριεῦσαι ἢ μᾶλλον ἀγαπῆσαι; καὶ τί βέλτιον; διαλογίζεσθαι καὶ μεριμνᾶν καὶ συνεχῶς ἀποτυγχάνειν ἢ πιστεύειν καὶ ἐλπίζειν καὶ εὐοδοῦσθαι; γίνεται γάρ, ὅτι πρᾶγμά τι βιαίως ἢ ἀλόγως ἀφέλκει ἡμᾶς τῆς εὐχῆς καὶ τῆς νοερᾶς ἡσυχίας καὶ ἀφέντες τὴν ἐλπίδα ἐπεξερχόμεθα γυμνῇ τῇ διακρίσει καὶ οὐ νοοῦμεν τὰ μεγάλα ζημιούμενοι.

ὁ δὲ πρὸ πάντων τὴν βασιλείαν προκρίνων καὶ πιστεύων τῷ κυρίῳ τὰ παρ' αὐτοῦ οἰκονομούμενα ὑπομονητικῶς καταδέχεται.

οἶδε γάρ, ὅτι τῷ ἐλπίζοντι τὰ πεμπόμενα εἰς τὸ συμφέρον εἰσί, μόνον μὴ ἡμεῖς αὐτὰ τῇ ἀπιστίᾳ μεταβάλωμεν.

κἂν γὰρ πρὸς παρὸν λυπηρὰ εἶναι δοκῇ, ὕστερον διὰ τῆς ὑπομονῆς σωτηρίους καρποὺς ἀποκυΐσκει.

ὅταν δὴ οὖν λέγωμεν "1κύριε ὁ θεὸς ἡμῶν"2, ἵνα πιστεύωμεν τῇ δυνάμει τοῦ ὀνόματος, ὅτι αὐτός ἐστι πάντων κύριος ὡς οὐρανοῦ καὶ γῆς, ὡς ζωῆς καὶ θανάτου, ὡς ψυχῆς καὶ σώματος, ὡς φανερῶν καὶ κρυφίων, ἐν πᾶσι δὲ τούτοις διὰ καρδίας γνωρίζεται.

«μακάριοι» γὰρ 41-1-3 «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται».

χαρισάμενος γὰρ ἡμῖν τὸ νοερὸν καὶ αὐτεξούσιον εἶπεν ἐν αὐτῷ ζητεῖν τὴν κεκρυμμένην βασιλείαν τοῦ μὴ τοῖς ἔξωθεν ἐρχομένοις ἔξωθεν προστρέχειν· ἡ γὰρ αἰτία αὐτῶν ἔσωθέν ἐστι.

καὶ ἡ ῥίζα παντὸς αἰσθητοῦ τὸ νοερὸν τυγχάνει.

καὶ ὅσον γίνεται ἔλλειμμα τῆς εὐσεβείας τοσοῦτον καὶ ἡ ἐπαγωγὴ τῶν κακῶν ἐπέρχεται, ἣν οὐδεὶς δύναται ἀποστρέψαι εἰς τέλος, εἰ μὴ τὸν κύριον παρακαλέσει.

αὐτὸς γάρ ἐστιν ὁ τὴν σωτηρίαν ἡμῶν κατεργαζόμενος· οὐ γὰρ εἰς ὀργὴν ἔθετο τὰς ἐπαγωγὰς ἀλλ' εἰς μετάνοιαν καθὼς γέγραπται· «μακάριος ὃν ἤλεγξε κύριος 41-1-4 ἐπὶ τῆς γῆς».

Μὴ οὖν τὰ ἔξωθεν ἀπωθώμεθα παρὰ φύσιν αὐτὰ ἡγούμενοι, ἀλλὰ μᾶλλον διὰ τῆς εὐχῆς νικῶμεν.

ὅταν γὰρ αὐτὰ τῷ δοκεῖν σωματικῶς ἀποβάλλωμεν χαλεπώτεροι ἡμῖν ἐπιφέρονται κίνδυνοι.

ὅσοι οὖν τῆς περὶ τῶν αἰωνίων ἀμελοῦμεν εὐχῆς, καὶ τὸν ἐπὶ γῆς κίνδυνον τὸν ἐκ τῆς ἀμελείας συμβαίνοντα φοβηθῶμεν.

οὐδαμοῦ γὰρ ἀκίνδυνος ἄνθρωπος μὴ φυλασσόμενος τῷ κυριακῷ πνεύματι.

οὐχὶ παντὸς πόνου ὀδυνωτέρα ἐστὶ στενοχωρία πνεύματος καὶ πόνος καρδίας; καθὼς λέγει· «πᾶς πόνος καὶ μὴ πόνος καρδίας», 41-1-5 καὶ πάλιν φησίν· «ἐν στενοχωρίᾳ πνεύματος κεκράξεται».

ἔχοντι τοίνυν καρδίαν καὶ πνεῦμα σαρκὶ συνδεδεμένον, ποῖος σοι τόπος λοιπὸν πρὸς ἀφοβίαν; διὰ τοῦτο αὐτὸν φοβοῦ μετ' εὐχῆς καὶ οὐδὲν φοβηθῇς.

ὅταν δὲ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο, καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας καὶ σκολιάζων πορεύεται· διὰ τοῦτο συναντᾷ θηρίοις.

εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος πόνον ἐκκόπτομεν, οὐκ ἂν ἐπλημμελήσαμεν καὶ τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς περιεπέσαμεν, τοῖς μὲν γὰρ περὶ ψυχῆς θλιβομένοις λέγει· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε»· ἀπαιδεύτοις δὲ συναντήσει κακά.

41-1-6 Σπουδάσωμεν τοίνυν δι' εὐχῆς ποιεῖν, ὅσα ἡμῖν αὐτὸς κελεύει καὶ μὴ ὡς ἡμεῖς φιλονεικοῦμεν.

αὐτὸς γὰρ ἀκριβῶς οἶδε τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ παρ' ἡμῶν θέλει τὴν ἐκ πίστεως ἐλπίδα.

πάντα οὖν αὐτῷ ἀναθέμενοι μηδὲν μεριμνήσωμεν, εἰ μὴ τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος.

οὕτω γὰρ καὶ τοὺς πονηροὺς φύγωμεν δαίμονας καὶ τὰς συμβαινούσας θλίψεις ὑπομενοῦμεν καὶ ἐν κυρίῳ ὑπὸ τῆς χάριτος αὐτοῦ συνετιζόμενοι εὐχαριστῆσαι τῷ ἁγίῳ πνεύματι 41-1-7 δυνηθῶμεν, τῷ λυτρουμένῳ ἡμᾶς τῆς ἔνδον ἁμαρτίας.

τὴν οὖν εὐχὴν περὶ τούτου πανταχῇ προσήκει φυλάσσειν.

ἐντεῦθεν γὰρ φανούμεθα ἢ πιστεύοντες τῷ ἀποστολικῷ λόγῳ ἢ ἀπιστοῦντες.

μὴ οὖν φοβηθῶμεν τοὺς ἐχθρούς, ἀλλὰ τὸν κύριον.

οἱ γὰρ φαῦλοι λογισμοὶ τοὺς μὲν ἀγωνιστὰς θλίβοντες, μᾶλλον ἔτι προσφεύγειν τῷ κυρίῳ ἀναγκάζουσιν ὡς οὐ θέλουσι, τοὺς δὲ ἡδυπαθεῖς περιπλανῶντες εἰς λήθην καθέλκουσι.

διὰ τοῦτο καὶ αἱ φανεραὶ θλίψεις ἐπέρχονται, ἵνα κἂν δι' αὐτῶν πάλιν ἐπὶ τὴν εὐσέβειαν ἐπιστρεφώμεθα.

οἱ μὲν οὖν νήπιοι θεὸν ζητοῦσι φοβούμενοι τὸν ἐπὶ γῆς κίνδυνον, οἱ δὲ προκόψαντες τῷ πόθῳ κρατοῦνται· ἡ γὰρ «τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον».

Ἀμήν.

42-τ-1 ΛΟΓΟΣ ΜΒʹ.

42-1-1 Ἡ τοῦ πονηροῦ δεινότης καὶ δύναμις ἄνευ τῆς συνεργίας τῆς προαιρέσεως τοῦ ἀνθρώπου νεκρὰ σχεδὸν καὶ ἄτονος τυγχάνει ἢ καὶ μόνον δόκησιν φόβου καὶ ἀπειλῆς ἔχει.

ἐπὰν δὲ ἔχῃ τὴν προαίρεσιν τῷ βουλήματι αὐτοῦ συνεργοῦσαν καὶ ταῖς ὑποβολαῖς αὐτοῦ ἡδομένην, ὥσπερ ζῶν καὶ δυνατὸς ἄνθρωπος πολεμεῖ δι' αὐτοῦ αὐτόν.

παραφυλακτέον οὖν καὶ σπουδαστέον παντὶ τρόπῳ ἀσύμφωνον καὶ ἀσυνδύαστον τὴν προαίρεσιν πάντοτε τῷ πονηρῷ εἶναι, ἵνα ἐξασθενῇ καθ' ἑαυτὸν καὶ νεκροῦται, μηδὲν δυνάμενος δι' ἡμῶν ἐργάσασθαι ὧνπερ ἐπιθυμεῖ.

42-1-2 αὕτη γάρ ἐστιν ἡ ἄθλησις τῶν Χριστιανῶν καὶ ὁ ἀγών, μὴ συνεργεῖν ταῖς κακαῖς αὐτοῦ ὑποσποραῖς, ἵνα μὴ ἰσχὺν καὶ νεῦρα δι' ἡμῶν λαμβάνῃ, ἀλλὰ καθ' ἑαυτὸν ἀσθενῶν καὶ μὴ δυνάμενος ποιεῖν δι' ἡμῶν ὃ βούλεται ἀποθάνῃ τελείως ἐξ ἡμῶν, τῆς χάριτος βασιλευούσης ἐν ἡμῖν.

τὸ γὰρ ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ ἐπισυμβεβηκὸς τῇ ψυχῇ τῆς ἁμαρτίας πάθος τὸ παρὰ ἀνθρώποις ἀνίατον μόνῳ θεῷ ἰᾶσθαι δυνατόν.

διὸ καὶ ἡ τοῦ κυρίου ἐπιδημία γέγονεν· «ἴδε, γάρ φησιν, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

ἀδύνατον δὲ ἄλλως θεραπείαν ἐπιδέξασθαι μυρίοις τοῦ πνεύματος φαρμάκοις, ἐὰν μὴ τὸ αὐτεξούσιον καὶ προαιρετικὸν παύσηται τοῦ ἁμαρτάνειν συνδυάζον τῇ κακίᾳ.

42-1-3 Ὥσπερ γὰρ ἀκάνθης ἐν ποδὶ πεπηγμένης ἢ ἑτέρου τινὸς ἐν τῷ σώματι κειμένου ἀδύνατον θεραπευθῆναι τὸν πόνον μυρίοις φαρμάκοις, ἐὰν μὴ πρότερον ἐξέλῃ τις τὸ ἐν τῷ σώματι κείμενον, οὕτως εἰς πᾶν, ὃ ἔχει ἡ ψυχὴ ἐκ προαιρέσεως πάθος ἤτοι μῖσος πρὸς τὸν πλησίον ἢ φθόνον τινὰ ἢ ζῆλον ἢ χαύνωσιν ἢ ἑτέραν τινὰ προσπάθειαν ἢ δεσμόν τινα εὐλογοφανῆ, ἐὰν μὴ ἀποστραφῇ τελείως ἡ προαίρεσις ἀπὸ τῶν προλήψεων καὶ συνηθειῶν οὐ καλῶν καὶ παύσηται καὶ ἡσυχάσῃ ἀπ' αὐτῶν, ἀδύνατον τελείαν ἴασιν τῆς ψυχῆς γενέσθαι διὰ τῆς τοῦ πνεύματος δυνάμεως καὶ ἀποκαταστῆναι εἰς τὴν προτέραν τῆς ἀρχαίας 42-1-4 καθαρότητος εὐγένειαν.

τὸ γὰρ διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ εἰς πάντας διαδοθὲν κακόν, προτρεπτικὴν ἔχον δύναμιν οὐκ ἀναγκαστικήν, ὑπόθου μοι εἶναι οὐγκίαν μίαν ἑκάστῳ ἐξ ἴσου.

ταύτην διαφόρως αἱ προαιρέσεις ἀπεργασάμεναι ἐν κακίας προθέσει αἱ μὲν δέκα οὐγκίας πρακτικῶς ἁμαρτιῶν εἰργάσαντο, αἱ δὲ ἑκατόν, αἱ δὲ χιλίας, καὶ οὕτω διαφορὰν ἐργασίας ἐκ συνηθείας κακῶν ἀνθρώπων τὰ κακὰ ποιεῖν ἔμαθεν, ὃ οὖν ὕστερον οἱῳδήποτε τρόπῳ ἐπολυπλασίασεν ἡ προαίρεσις, ἵν' οὕτως εἴπω, τῆς κακίας τὸ τάλαντον.

τοῦτο χρὴ πάλιν ἀναλυθῆναι τῇ προαιρέσει διὰ τοῦ γενναίως ἀποστραφῆναι καὶ μισῆσαι πάσας τὰς προτέρας συνηθείας τὰς κακὰς καὶ προλήψεις οὐκ ὀρθάς, ὥσπερ 42-1-5 προαιρέσει προσεπηύξησε τὰ κακά.

εἰς τοσοῦτον οὖν χρὴ νεκρῶσαι καὶ ἐλαττῶσαι τὰ πάθη, ἕως οὗ καταντήσῃ πάλιν εἰς τὴν οὐγκίαν τοῦ μέτρου τῆς κακίας κατὰ τὸ ῥηθὲν ὑπόδειγμα, παντελῶς τῆς προαιρέσεως ἀποστάσης τοῦ προθέσει ἁμαρτάνειν, καὶ τότε ὑπὸ τοῦ δικαίου κριτοῦ τελείως ἡ ἐκδίκησις κατὰ τῶν παθῶν γενήσεται τῆς καρδίας τελείως ὑπὸ τοῦ πνεύματος καθαριζομένης καὶ ἁγιαζομένης καὶ οὕτω τῆς βασιλείας καταξιουμένης.

∆όξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

43-τ-1 ΛΟΓΟΣ ΜΓʹ.

43-1-1 Πρὸς τοὺς λέγοντας· εἰ πιστὸν ἦν ὑμῖν τὸ βάπτισμα καὶ ἀληθές, οὐκ ἂν ἄλλο τι προσεδοκᾶτε ἐξ οὐρανοῦ λαμβάνειν· νῦν ἰδοὺ φανερόν ἐστιν, ὅτι λύεται αὐτὸ διὰ τὸ ἄλλο τι ἐκδέχεσθαι.

43-1-2 Ἀπόκρισις πρὸς ταῦτα: Τὴν ἀρχὴν τῆς ὑποστάσεως τοῦ πνεύματος καὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν λαμβάνομεν.

φησὶ γὰρ ὁ ἀπόστολος· «ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως αὐτοῦ μέχρι τέλους βεβαίαν κατάσχωμεν» καὶ αὐτὸ ἐκεῖνο, ὅπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα ἕκαστος, «κατὰ ἀναλογίαν τῆς πίστεως» ἐν τῇ ἀρετῇ προκοπτόντων καὶ ταῖς εὐχαῖς προσκαρτερούντων αὔξει ἐν τοῖς σπουδάζουσι καὶ πιστεύουσι καὶ ἕως αἰσθήσεως καὶ ἀποκαλύψεως προκοπτόντων καὶ ὀρθῶς διοδευόντων τὴν τελείωσιν τῆς καθαρότητος καὶ τῆς λυτρώσεως τῆς ἀπὸ τῶν παθῶν ἐξεργάζεται, τελείως τοῦ καλύμματος τοῦ σκότους περιαιρουμένου καὶ τὸ τῆς υἱοθεσίας πνεῦμα τὸ παράκλητον λαβεῖν καταξιούμεθα.

ἀπὸ δὲ πολλῆς λεπτότητος τὴν ἀρχὴν λαμβάνει ὁ ἄνθρωπος ὁ πιστεύων τὴν μετουσίαν τοῦ πνεύματος κομίσασθαι ὡς ἀγνοεῖν τὴν ἐνέργειαν καὶ νεύματι χάριτος οἰκονομούμενος κατὰ βραχὺ εἰς αὔξησιν καὶ φανέρωσιν ἔρχεται.

43-1-3 Ὥσπερ γὰρ τὸ γεννώμενον παιδίον τὰ αὐτὰ μέλη καὶ σῶμα ἔχον καὶ βραχὺ 43-1-3 ὂν αὔξει ἕως τέλειος ἀνὴρ ἀποκατασταθῇ, καὶ ὥσπερ ὁ τοῦ σινάπεως κόκκος καθὼς ὁ κύριος εἶπε σπειρόμενος κατὰ βραχὺ εἰς αὔξησιν δένδρου ἀποκαθίσταται, ᾧ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν παρείκασεν, οὕτως ἐν τῷ πιστεύοντι λέγομεν αὔξεσθαι τὴν τοῦ πνεύματος δωρεὰν καὶ τὸν ἀρραβῶνα τῆς κληρονομίας ἕως ὅλης τῆς κληρονομίας (τουτέστι τοῦ παρακλήτου πνεύματος τῆς υἱοθεσίας) διὰ πάσης ἀρετῆς καὶ σπουδῆς προκόπτων καὶ εὐθέως τρέχων τελείως καταξιωθῇ.

ὡς καὶ ὁ ἀπόστολος ἐκ τῆς τῶν χαρισμάτων κατὰ μέρος τελειότητος ἀνάγων πρὸς τὴν τῆς ἀγάπης τελείωσιν ὥσπερ νηπίων αὐτῶν ὄντων.

43-1-4 «Ἔτι, φησί, καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.

καὶ ἐὰν ἔχω πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.

καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι».

ὅρα τὸ «οὐδέν εἰμι» καὶ τὸ «οὐδὲν ὠφελοῦμαι» καὶ τὴν πρὸς τὸ τέλειον τῆς ἀγάπης σύγκρισιν ὥσπερ νηπίου τελείῳ ἀνδρὶ συγκρινομένου.

ἐπείτοιγε πῶς ὁ αὐτὸς λέγει· 43-1-5 «θέλω δὲ ὑμᾶς πάντας λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε».

οὕτως ἡ ἄφραστος σοφία τοῦ θεοῦ ᾠκονόμησε κατὰ βραχὺ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἀνθρώπῳ πιστεύοντι τὴν φανέρωσιν καὶ μετουσίαν γίνεσθαι πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν καὶ τὸν ἀγῶνα, ἵνα φανεροὶ ὦσιν οἱ ὄντως ἕως τέλους θεὸν μόνον ὑπὲρ πάντα ἠγαπηκότες μικροὺς ἑαυτοὺς ἀνατιθέντες αὐτῷ καὶ ἐν παντὶ ἀγῶνι ὑπομείναντες ἕνεκεν τῆς βασιλείας, οἱ ὀκνηροὶ δὲ καὶ ῥᾴθυμοι καὶ δειλοὶ ἀποστραφέντες τῆς ὁδοῦ καὶ μὴ εἰς τέλος ὑπομείναντες τῆς βασιλείας ἀλλοτριούμενοι ἐλεγχθήσονται.

43-1-6 Ἀπὸ τοσαύτης τοίνυν λεπτότητος ἄρχεται ἡ θεία χάρις ἐν ἀνθρώπῳ γίνεσθαι, ὡς μὴ δὲ νοεῖν μηδὲ καταλαμβάνειν, καὶ ὥσπερ τοῖς βασιλευομένοις ὑπὸ τοῦ πνεύματος διὰ τὸ ὑπερπλεονάζον τοῦ πλούτου τῆς χάριτος καὶ τῆς ἀναστροφῆς τοῦ πνεύματος τὰς ποικιλότητας τῶν ἐνεργειῶν καὶ ἀρρήτων μυστηρίων ἀδύνατον καταλαμβάνειν ἢ διηγεῖσθαι διὰ «τὸ ὑπερβάλλον μέγεθος» καὶ «πλοῦτον» οὐράνιον «τῆς χάριτος», οὕτω καὶ τὴν λεπτότητα τῆς χάριτος καὶ τῆς τοῦ πνεύματος οἰκονομίας, ἐν οἷς γίνεται, ἀδύνατόν τινα καταλαβεῖν καὶ γνῶναι οὔτε τὴν λεπτότητα καὶ σμικρότητα οὔτε τὸ μέγεθος καὶ τὸν ἄρρητον τῆς δυνάμεως καὶ ἐπουράνιον πλοῦτον.

ὥστε ἀληθὲς ἡμῖν καὶ βέβαιον τὸ βάπτισμα καὶ τὴν ζωὴν τοῦ πνεύματος ἐκεῖθεν λαμβάνομεν, καὶ ἐμμενόντων καὶ προκοπτόντων ἐν πάσαις ἀρεταῖς, ἐν πάσῃ σπουδῇ καὶ ἀγῶνι αὔξει καὶ φανεροῦται ἐν ἡμῖν τελειοῦν ἡμᾶς ἐν τῇ ἰδίᾳ χάριτι.

Ἀμήν.

44-τ-1 ΛΟΓΟΣ Μ∆ʹ.

44-1-1 «Ἐπηρώτησέ τις» τὸν κύριον «λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» ὁ δὲ κύριος ἀπεκρίθη αὐτῷ.

«τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.

» ἆρα οὐκ ἦν ἀγαθὸς ὁ κύριος, οὐκ ἦν χρηστός; ἀλλὰ πρὸς ἐκεῖνον τὸν ἐπερωτήσαντα ἀπεκρίθη· ἐνόμιζε γὰρ αὐτὸν ἐκεῖνος ἄνθρωπον διδάσκαλον εἶναι ὅμοιον πάντων.

ὁ δὲ κύριος ἑαυτὸν μετὰ τοῦ γένους Ἀδὰμ ἔθηκεν εἰπών· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστιν ὡς σὺ νομίζεις, οὐκ εἰμὶ ἀγαθός, ἀλλ' ὡς οὐκ οἶδας, οὕτως εἰμὶ ἀγαθός.

ἀπὸ γὰρ τοῦ γένους Ἀδὰμ οὐδεὶς ἀγαθόςπάντες γὰρ ὑπὸ ἁμαρτίαν γεγόνασινεἷς δὲ ὁ θεὸς ἀναμάρτητος.

οὗτος ἐλυτρώσατο τὸ γένος τοῦ Ἀδὰμ ἀπὸ τῆς κατε44-1-2 χούσης αὐτὸ «ἐξουσίας τοῦ σκότους» τοῦ διαβόλου.

ἔχει δὲ πάλιν καὶ ἑτέρως νοήματα.

«οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστι μόνος ὁ Ἰησοῦς ἀγαθός· χωρὶς γὰρ ἁμαρτίας ἐγεννήθη, ὥσπερ καὶ μόνος ἄνευ κοινωνίας ἀνδρὸς ἐγεννήθη.

οὗτος μόνος ἐλεύθερος καὶ ἄπτωτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα λυτρώσηται τῆς ἁμαρτίας.

44-2-1 Οὗτος γὰρ ἦν «ὁ λόγος» ὁ «ἐν ἀρχῇ», «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος».

«πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

ἐν αὐτῷ ζωὴ ἦν», τουτέστι πᾶν «ὃ γέγονεν ἐν αὐτῷ» ζῇ καὶ κινεῖται, ὅτι πάντων θεός ἐστι καὶ πάντα ζῇ ἐκ τοῦ θεοῦ, καὶ ἕκαστον ἰδίαν ζωὴν κατὰ τὸ μέτρον αὐτοῦ καὶ τὴν ποσότητα ἔχει ἐκ τοῦ θεοῦ· οἷον τὰ πετεινὰ ἰδίαν ζωὴν κέκτηνται, τὰ θηρία, τὰ ἑρπετά, οἱ ἰχθύες, ἕκαστον τῶν ὄντων ζῇ, ἐκ τοῦ θεοῦ ἔχον ζωήν.

ἀλλὰ καὶ τὰ κτίσματα, ὁ οὐρανὸς καὶ ἡ γῆ, φυτά, σπέρματα, ἀλλὰ καὶ τὰ ἀόρατα, λέγω δὴ οἱ ἄγγελοι, ἀρχαί, ἐξουσίαι ζῶσιν 44-2-2 ἐκ τοῦ θεοῦ.

ὁ θεὸς γάρ ἐστιν ἡ ζωὴ τῶν πάντων.

ὁ θεὸς «φῶς» ἐστι «τῶν ἀνθρώπων» καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ θεοῦ καὶ τέκνα ὄντες θεοῦ.

τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ πνεύματος γεννηθέντων.

τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις, ζωή, βρῶσις, πόσις, τὰ ἐνδύματα, ὅπλα, τὸ νῖκος, ὁ στέφανος, ἡ χαρά.

τοῦτο «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν ἡ ἁμαρτία οὐκ ἔγνωκεν αὐτὸ οὔτε ἑώρακεν αὐτό, ἢ οἱ ὑπὸ κάλυμμα ὄντες ἄνθρωποι οὐ δύνανται γνῶναι ἢ ἰδεῖν «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός.

44-2-3 Ὥσπερ γὰρ ὁ ἥλιος φαίνει καὶ ἐπὶ τοὺς τυφλοὺς καὶ ἐπὶ τοὺς βλέποντας, ἀλλ' οἱ τυφλοὶ παρὰ τὸ τετυφλῶσθαι οὐχ ὁρῶσι τὸν εἰς αὐτοὺς φαίνοντα, οἱ δὲ βλέποντες καθαρῶς ὁρῶσι τὸ φῶς διὰ τὸ τοὺς ὀφθαλμοὺς αὐτῶν ἠνεῳγμένους εἶναι, οὕτω καὶ τὸ φῶς τοῦ θεοῦ πανταχοῦ φαίνει διὰ τὸ εἶναι αὐτὸ ἀπερίγραπτον, ἀλλὰ οἱ ὄντες ὑπὸ τὴν σκοτεινὴν νεφέλην τῆς ἁμαρτίας οὐ γινώσκουσιν αὐτὸ οὔτε ὁρῶσι διὰ τὸ τοὺς ὀφθαλμοὺς τῆς καρδίας τετυφλῶσθαι.

οἷς δὲ ἐπέλαμψεν ἡ χάρις καὶ ἐγεννήθησαν ἄνωθεν ἐκ πνεύματος ἁγίου, οὗτοι γινώσκουσι καὶ ὁρῶσι «τὸ ἀληθινὸν φῶς» ἐν πάσῃ πληροφορίᾳ, ἐπειδὴ τὸ σκότος τῆς ἁμαρτίας ἐχωρίσθη ἀπ' αὐτῶν καὶ τὸ κάλυμμα περιῃρέθη ἀπὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς καὶ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς πεφωτισμένοι εἰσὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας.

ἐν τούτῳ τῷ φωτὶ ζῶσι τὰ γεννώμενα τέκνα τοῦ θεοῦ.

44-2-4 Οὐαί, εἴ τινι οὐκ ἔλαμψε τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» εἰς τὴν καρδίαν.

οὐαί, εἴ τινος οὐκ ἤρθη τὸ κάλυμμα.

ὁ τοιοῦτος ἐν τῷ σκότει ἐστὶ τῆς ἁμαρτίας.

τὸν δὲ ἐν τῷ σκότει ὄντα ἀνάγκη ὅτι τὸ σκότος διαδέχεται.

44-2-5 Ὁ δὲ γεννώμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἀνεκλαλήτῳ «μεταβέβηκεν ἀπὸ θανάτου» αἰωνίου «εἰς ζωὴν» αἰώνιον.

πάλιν δὲ ὁμοίως τὸ φῶς τὸ ὂν ἐν τῷ καταξιωθέντι ἀπὸ τοῦ νῦν διαδέχεται ἀνακαινούμενον ἡμέραν ἐξ ἡμέρας καὶ σὺν αὐτῷ ἀναλύει πρὸς τὸν ἐπουράνιον πατέρα.

ὅπου γὰρ τὸ φῶς τοῦτο ἐλλάμψει καὶ ἐνεργήσει, τὸ σκότος τῆς ἁμαρτίας φεύγει ἀπὸ τῆς καρδίας καὶ γὰρ ἀπὸ φωτὸς ἡλίου τὸ σκότος φεύγει.

καὶ ὁ ὁρῶν τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» καὶ ἔχων αὐτὸ ἐν ἑαυτῷ, ἀνάγκη ὅτι ὁρᾷ τὸ σκότος ἀφαντούμενον, κεκτημένος τοὺς καρποὺς τοῦ πνεύματος· τοῦτο γὰρ τὸ φῶς «ἀγάπη» ἐστὶν ἀνεκλάλητος, «μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις» καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἐνεργήματα.

ταῦτα πάντα «τὸ φῶς» τοῦτό ἐστι «τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, ὥς φησιν 44-2-6 Ἰωάννης ὁ ἀπόστολος· «ἡ δὲ ἀγάπη ἐστὶν ὁ θεός».

ὥσπερ γὰρ τὸ πῦρ φύσιν ἔχει τοῦ εἶναι θερμὸν καὶ τὸ ὕδωρ τοῦ εἶναι ὑγρόν, οὕτω καὶ «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, φύσιν ἔχει τοῦ εἶναι ἀγάπην, χαράν, εἰρήνην, ἀγαθωσύνην ἄπειρον καὶ ἀμέτρητον, καθὼς γέγραπται· «κατὰ τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ».

εἰς ἣν δ' ἂν ψυχὴν ἐλλάμψῃ τοῦτο τὸ φῶς τὸ ἄρρητον, ἀδιάλειπτον ἐκεῖ ἐστι.

44-2-7 Παρακαλέσωμεν οὖν τὸν θεὸν νυκτὸς καὶ ἡμέρας, ἵνα ἀποκαλύψῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν καὶ χωρίσῃ τὸ σκότος τῆς ἁμαρτίας ἐκ τῶν καρδιῶν ἡμῶν καὶ ἐλλάμψῃ ἡμῖν «τὸ φῶς αὐτοῦ τὸ ἀληθινὸν» καὶ κοινωνήσῃ τῇ ψυχῇ ἡμῶν κοινωνίαν ἄρρητον ὥσπερ ἰδίᾳ νύμφῃ, ἵνα συμμέτοχοι γενώμεθα τῆς ἀγαθότητος αὐτοῦ συγκερασθέντες αὐτῷ, καὶ ἄρῃ ἀφ' ἡμῶν πάντα μῶμον καὶ ῥυτίδα τῆς ψυχῆς, ἵν' οὕτως ἀπὸ τοῦ νῦν φωτισθέντων καὶ ἐχόντων τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» ἐν ταῖς καρδίαις ἡμῶν αὐτὸ τὸ φῶς δέξηται ἡμᾶς εἰς αἰώνιον ζωήν.

ἀλλὰ καὶ ἐν τῇ ἀναστάσει ἀνίσταται τὰ σώματα ἡμῶν ὑπ' αὐτοῦ τοῦ φωτὸς δεδοξασμένα καὶ πεφωτισμένα τοῦ ἀπὸ τοῦ νῦν ἐν ἡμῖν ὄντος, καὶ οὕτω φῶς ὅλοι ψυχῇ καὶ σώματι γενόμενοι καὶ συγκερασθέντες τῷ τοῦ θεοῦ φωτὶ συμβασιλεύσωμεν αὐτῷ εἰς ἀπεράντους αἰῶνας.

44-3-1 Ὥσπερ δὲ ὁ ἥλιος διὰ θυρίδος φαίνων ἐν οἴκῳ εἰς ἓν μέρος τοῦ οἴκου ἐστίν, ἐν δὲ τῷ καθαρῷ ἀέρι καὶ ἐν τῇ γῇ ἔξωθεν τοῦ οἴκου ὅλον ἐξ ὅλου φῶς λάμπει ἀσκίαστον, οὕτω καὶ «τὸ φῶς ἀληθινόν», ἐπὰν λάμψῃ τῇ ψυχῇ, ὥσπερ ἐν μέρει ἐστὶ καὶ οὔπω ὅλη πεφώτισται, ἀλλ' ἔτι σκότος περίκειται.

ἀρχὴν μὲν φωτισμοῦ ἔχει καὶ ἐπιγνώσεως θείας, οὔπω δὲ τελείως πεφώτισται.

ἐπὰν δὲ σκότος ἐν αὐτῇ μηκέτι ᾖ, ἀλλὰ ἀδιαλείπτως ὅλη ἐξ ὅλου φωτισθῇ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς ὥσπερ γῆ ἐν αἰθερίῳ ἀέρι ὑπὸ τοῦ ἡλίου, τότε ὅλου τοῦ σκότους ὑποχωρήσαντος ἐν τῷ φωτὶ ἀϊδίως οὖσα τελειοῦται ἐν τῷ φωτὶ φῶς καὶ αὐτὴ ἡ ψυχὴ γενομένη.

44-3-2 Καὶ ὥσπερ ἥλιος τὰς μαρμαρυγὰς τῶν ἀκτίνων ἐξ ἑαυτοῦ ἔχει, αἵτινες εἰ καὶ μεμερισμέναι εἰσὶν ἀπ' ἀλλήλων, ἀλλ' ἐκ τοῦ ἑνὸς σώματος τοῦ ἡλίου εἰσὶ πᾶσαι, καὶ εἰ καὶ ἑτέρα τῆς ἑτέρας κρείττων, ἀλλ' ἐκ μιᾶς δὴ φύσεως εἰσὶ πᾶσαι καὶ ἐκ τοῦ αὐτοῦ κύκλου τοῦ ἡλίου, οὕτω καὶ οἱ ἅγιοι οἱ γεννηθέντες ἐκ τοῦ θείου πνεύματος καὶ τέκνα ὄντες θεοῦ καὶ ἔχοντες τὸ φῶς τῆς θεότητος ἐν 44-3-3 ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ πνεύματός εἰσιν.

ὥσπερ δὲ αἱ ἀκτῖνες τοῦ ἡλίου κεχωρισμέναι εἰσὶν ἀπ' ἀλλήλων, οὕτω καὶ οἱ ἅγιοι κεχωρισμένοι εἰσὶ καὶ τὰ σώματα καὶ τὰς ψυχάς.

Πέτρος γὰρ Πέτρος ἐστί, καὶ Παῦλος Παῦλος καὶ πάντες οἱ ἅγιοι ὁμοίως.

ἕκαστος ἴδιον σῶμα ἔχει καὶ τὴν ψυχὴν ἔχει ἰδίαν, ἐν πᾶσι δὲ ὁ αὐτὸς θεὸς οἰκεῖ, καὶ αὐτοὶ πάντες ἐν τῷ θεῷ ἐνοικοῦσιν, ἕκαστος ἰδίαν ἀρετὴν καὶ κάλλος ἔχων τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τὴν τοῦ θεοῦ πολυποίκιλον σοφίαν καὶ τὴν τοῦ πνεύματος πολύτροπον χάριν καθὼς βούλεται εἰς αὐτοὺς ἐνεργεῖ.

ἐκ τοῦ αὐτοῦ σώματος τῆς θεότητος, ἐκ τῆς αὐτῆς ὑποστάσεως, ἐκ τῆς αὐτῆς οὐσίας πάντες οἱ ἅγιοι μετέχουσι καὶ εἰσὶν ὥσπερ 44-3-4 ἀκτῖνες ἡλίου συνδεδεμένοι τῇ τοῦ θεοῦ δικαιοσύνῃ.

ὅταν γὰρ ὁ αὐτὸς ἥλιος πρὸς δυσμὰς γένηται, πάσας τὰς ἀκτῖνας συστέλλει πρὸς ἑαυτὸν καὶ οὐδὲ μίαν ἀκτῖνα τῷ σκότει ἐπαφίησιν, οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἐρχομένης τῆς κρίσεως καὶ τῆς γεέννης φανερουμένης πάσας τὰς ἀκτῖνας (τουτέστι τοὺς ἁγίους) ἐν οἷς ἐνήργησε καὶ οἷς μετέδωκε τοῦ πνεύματος αὐτοῦ, συνάγει πρὸς ἑαυτὸν εἰς τὰ ἴδια μέρη ἱστῶν αὐτούς, οὐδένα ἐάσας ἐν τῇ νυκτὶ καὶ τῷ σκότει, ἀλλὰ τοὺς πάντας εἰσδεχόμενος εἰς ἑαυτὸν ἐν τῇ αἰωνίᾳ αὐτοῦ βασιλείᾳ.

Ἀμήν.