Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ ΙΣΤ-ΚΕ

From MacariusOfEgypt
Jump to: navigation, search


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


16-τ-1 ΛΟΓΟΣ Ιςʹ.

16-1-1 Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς τὰ μέτρα τῆς τελειότητος καὶ γενέσθαι πλησίον τοῦ βασιλέως, τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιέρωνται.

ὡς γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν πάντων τιμιώτερον, διότι δι' αὐτοῦ βασιλεῖς καὶ ἱερεῖς καὶ προφῆται ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικὸν χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, εἰς τὸ γενέσθαι αὐτοὺς βασιλεῖς καὶ προφήτας μυστηρίων ἐπουρανίων.

καὶ οὗτοί εἰσιν υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι καὶ ᾐχμαλωτισμένοι καὶ ἀφιερωμένοι καὶ 16-1-2 ἐσταυρωμένοι.

εἰ γὰρ τὸ σύνθετον ἔλαιον τὸ ἀπὸ τῶν ἐλαιῶν τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους λοιπὸν εἶναι βασιλεῖς καὶ ἡγουμένους καθὰ καὶ ∆αβὶδ καὶ Σαοὺλ καὶ οἱ λοιποὶ προφῆται καὶ ἱερεῖς, πολλῷ μᾶλλον οἱ χριόμενοι τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τῷ ἁγιαστικῷ καὶ ἀχειροποιήτῳ τῆς ἀγαλλιάσεως ἐλαίῳ καὶ ἐκείνης τῆς ἀφθάρτου καὶ θείας δυνάμεως μετέχοντες καὶ λαβόντες τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ παράκλητον, καταξιοῦνται φθάσαι εἰς τὰ μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, καὶ γενέσθαι συμμύσται τοῦ ἐπουρανίου βασιλέως καὶ ἔχουσι παρρησίαν πρὸς τὸν πατέρα εἰσιόντες καὶ ἐξιόντες πρὸς αὐτόν, ἔνθα ἄγγελοι 16-1-3 καὶ τὰ πνεύματα τῶν ἁγίων.

καὶ εἰ μηδέπω ἔλαβον τὴν τελείαν κληρονομίαν διὰ τὴν περικειμένην σάρκα, διὰ τὸν ἀρραβῶνα τοῦ πνεύματος ἀσφαλεῖς εἰσι περὶ τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη στεφανωθέντες καὶ βασιλεύσαντες, καὶ οὐκ ἀμφιβάλλουσι ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ καὶ ἐν παρρησίᾳ καὶ πλεονασμῷ πνεύματος ἁγίου ἔσονται, διότι ἔτι ὄντες ἐν σαρκὶ ἔσχον τὸν νόστον ἐκείνης τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνης τῆς δυνάμεως.

16-1-4 Ὥσπερ γάρ τις ἐν παλατίῳ χρονίσας καὶ ἀναστραφεὶς καὶ συμμύστης βασιλέως γενόμενος, ἐὰν βασιλεύσῃ, οὐ θαμβεῖται οὔτε ξενοφωνεῖται, διότι πάντα τὸν χρόνον συνδιέτριβε τῷ βασιλεῖοὐδὲ γὰρ ἐνδέχεταί τινα τῶν τυχόντων εἰς βασιλέα χρισθῆναι, οὕτω καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται ἤδη προεγνωκότες τὰ μυστήρια τῆς θείας 16-1-5 χάριτος, διότι τὸ ἐπιτεθὲν μετὰ τὴν παρακοὴν τοῖς ἀνθρώποις ὑπὸ τοῦ σατανᾶ κάλυμμα ἡ χάρις ἀπεκδύει ἐρχομένη τέλεον.

καὶ ἐπαίρει ἀπὸ τῆς ψυχῆς πᾶν μίασμα καὶ πάντα λογισμὸν ῥυπαρόν, ὥστε τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, τελείως ἐνορᾶν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ.

16-1-6 Καὶ ὥσπερ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος περιαιρουμένου τοῦ στερεώματος τοῦ οὐρανοῦ οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ φωτὶ καὶ δόξῃ ὄντες οὐδὲν ἄλλο ἐνορῶσιν ἢ τὸν Χριστὸν ἐν τῇ δόξῃ αὐτοῦ πάντοτε ἐν δεξιᾷ τοῦ πατρός, οὕτω καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαγέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς ἐκεῖ θαυματουργίας ἐνορῶσιν.

καὶ ὧδε ὄντες οὐκ εἰσὶν ἐπὶ γῆς, ἀλλ' ἐπὶ γῆς ὄντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα καὶ ἐκεῖ ἔχουσι 16-1-7 τὴν πᾶσαν διαγωγὴν καὶ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον.

καὶ ὥσπερ ὁ σωματικὸς ὀφθαλμὸς ἀπαθὴς ὢν καὶ ὑγιὴς καθαρῶς ἐνορᾷ τὸν ἥλιον, οὕτω καὶ οὗτοι τέλεον κεκαθαρμένοι τὸν νοῦν πάντοτε ἐνορῶσι τὴν δόξαν τοῦ Χριστοῦ καὶ νυκτὸς καὶ ἡμέρας σύνεισι τῷ κυρίῳ, ὥσπερ καὶ τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ πνεύματι τῷ ἁγίῳ.

ἀλλὰ

τούτου τοῦ μέτρου οὐκ εὐθέως ἐπιτυγχάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ μετὰ καμάτου καὶ ἀθλήσεως καὶ ἀγῶνος πολλοῦ.

16-1-8 Εἰσὶ γὰρ πολλοί, οἷς σύνεστιν ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα καὶ σύνεστιν ἡ κακία ἔνδον οὖσα, καὶ τὰ δύο πνεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν, τό τε τοῦ φωτὸς καὶ τὸ τοῦ σκότους.

καὶ πάντως ἐρεῖς μοι·

«τίς κοινωνία φωτὶ πρὸς σκότος»; ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων»; 16-1-9 Ἀποκρινοῦμαί σοι κἀγὼ τὸ αὐτό·

«τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος»; ἢ ποῦ τὸ θεῖον φῶς ἐπισκιάζεται ἢ θολοῦται; ἢ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ·

«καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε».

μονοτρόπως οὖν οὐ χρὴ νοεῖν τὰ πράγματα οὐδὲ μονομερῶς λαμβάνεσθαι.

εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι καὶ γενναιότεροι γίνονται τῆς συνούσης αὐτοῖς ἁμαρτίας, καὶ ἔχοντες εὐχὴν νῦν καὶ ἀνάπαυσιν πρὸς τὸν θεὸν πολλὴν ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ ῥυπαρῶν λογισμῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ὄντες ἐν 16-1-10 τῇ τοῦ θεοῦ χάριτι.

οἱ δὲ ἐλαφροὶ καὶ ἄπειροι μερικῶς ἐνεργούσης αὐτοῖς τῆς χάριτος νομίζουσι μηκέτι εἶναι σὺν αὐτοῖς ἁμαρτίαν·

ἀλλ' οἱ ἔχοντες διάκρισιν καὶ οἱ ἔχοντες σύνεσιν οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι "1ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν.

"2 πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς τοσαύτην ἐσχηκότας χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι "1ἐξηράνθη ἡ ἐπιθυμία"2, καὶ μετὰ ταῦτα ὅτε ἐνόμισαν ἑαυτοὺς εἶναι ἐλευθέρους, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς, ὡς ξενισθῆναι αὐτοὺς καὶ λέγειν ὅτι "1μετὰ τοσούτους χρόνους οὕτω μοι ἐπανέστη ἡ κακία.

" οὐδεὶς οὖν τῶν συνετῶν τολμᾷ εἰπεῖν, ὅτι "1συνούσης μοι τῆς χάριτος τὸ λοιπὸν ἠλευθέρωμαι ἀπὸ τῆς ἁμαρτίας.

"2 ἐνεργεῖ δὲ τὰ δύο πρόσωπα ἐν τῷ αὐτῷ ἀνθρώπῳ, καὶ οἱ ἄπειροι τῶν πραγμάτων, μικρόν τι κίνημα πνευματικὸν ἔχοντες λέγουσιν·

"1ἤδη ἐνικήσαμεν καὶ Χριστιανοί 16-1-11 ἐσμεν"2.

ἐγὼ δὲ οὕτω φημὶ εἶναι τὰ πράγματα·

ὥσπερ ὄντος ἐν οὐρανῷ τοῦ ἡλίου καθαροῦ καὶ μὴ ἐπισκιαζομένου ὑπὸ νεφῶν ἄφνω ἐπιδραμὼν ἀὴρ σκοτεινὸς ἢ ὁμίχλη σκοτοῦσι τὴν λαμπρότητα τοῦ ἡλίου, οὕτως εἰσὶν οἱ μὴ τέλεον καθαρθέντες, ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν τῷ βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτῶν ἐρρωμένους πρὸς τὸν θεὸν καὶ μὴ ὄντες ἐν ἀγαθοῖς.

καὶ ὥσπερ ὁ ἥλιος ἔνδον ὢν τῶν νεφῶν ὁ αὐτὸς διαμένει, οὕτω πάλιν καὶ οἱ κατεχόμενοι ἐν βάθει τοῦ ἀγαθοῦ μέρους, τῆς χάριτος λέγω, ἔτι εἰσὶ δοῦλοι καὶ ὑπόχρεοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας.

16-2-1 Πολλῆς οὖν χρεία διακρίσεως, ὅπως διὰ πείρας γνοίη τις ταῦτα τοῦτον ἔχειν τὸν τρόπον.

λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παράκλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι, ἀλλὰ συνῆν τῇ χαρᾷ καὶ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας.

αὐτὴ γὰρ ἡ χάρις 16-2-2 ἠσφαλίζετο αὐτούς, ἵνα μηδὲ μικρόν τι ἐκτραπῶσι.

καὶ ὥσπερ τις νέος ψηφίδα λαβὼν μικρὰν καὶ πατάξας εἰς τεῖχος οὐδὲν ἤνυσεν, ἢ ὥσπερ τόξευμα ἀσθενὲς οὐδὲν ἀδικεῖ κλίβανον ἰσχυρόν, ἀλλὰ τῇ ἀντιτυπίᾳ εἰς τὰ ὀπίσω ἀκοντίζεται, οὕτω μέρος τι τῆς κακίας προσεγγίζον αὐτοῖς, οὐδὲν ἔβλαπτεν, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ.

πλὴν καὶ τέλειοι ὄντες εἶχον τὴν ἐκ τοῦ αὐτεξουσίου ἐλευθερίαν ἀπεργάσασθαι τὰς δικαιοσύνας.

16-2-3 Ἐπειδήπερ τινὲς λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία λοιπόν ἐστι τῇ ψυχῇ, ἀλλ' ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι καὶ τιμήσωσιν.

λέγει γὰρ ὁ ἀπόστολος·

«τὸ πνεῦμα μὴ σβέννυτε».

ἐν ἑαυτοῖς οἱ μὲν οὖν οὐκ ἤθελον ἐπιβαρεῖς γενέσθαι, ἀλλ' ἑαυτοῖς ἐπήρκουν, ἕτεροι δὲ λαμβάνοντες παρὰ κοσμικῶν, πτωχοῖς διεδίδοσαν καὶ τοῦτο ἐκείνου τοῦ μέτρου ἀνώτερόν ἐστιν.

καὶ οἱ μὲν ἔχοντες τὴν χάριν μόνον τὸ ἑαυτῶν

μεριμνῶσι, πῶς συμφωνήσωσι τῷ θεῷ, οἱ δὲ καὶ ἄλλας ψυχὰς ὠφελῆσαι σπουδάζουσι καὶ κάματον εἰς αὐτὰς ὑφ16-2-4 ίστανται·

πάλιν οὖν καὶ οὗτοι ἐκείνων εἰσὶν ἀνώτεροι.

εἰσὶ δὲ καὶ ἄλλοι θέλοντες κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ δεικνύναι ὅτι Χριστοῦ ἐσμεν μέτοχοι, ἄλλοι δὲ λανθάνειν καὶ κρύπτειν ἑαυτοὺς ἀπὸ τῶν ἀν16-2-5 θρώπων σπεύδουσιν·

καὶ οὗτοι ἀνώτεροι ἐκείνων καὶ μείζους εἰσίν.

ἄλλοι δὲ ἔχοντες τὴν χάριν τοῦ θεοῦ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὰ σώματα αὐτῶν εἰς πάθη καὶ ὕβρεις παραδιδόασι καὶ πάλιν οὗτοι ἀνώτεροί εἰσιν.

ὁρᾷς οὖν πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται μείζων εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη.

16-2-6 Ὥσπερ γάρ τις πένης λειπόμενος ἐν ὁράματι δόξῃ ἑαυτὸν πλούσιον ὁρᾶν, ἀποβεβληκότα τοὺς ῥυπαροὺς χιτῶνας καὶ ἐνδυσάμενον ἐσθῆτα λαμπράν, καὶ ἐκ τῆς περιχαρείας ἧς εἶδεν ἀναστὰς εὕρῃ τὴν ἐν χερσὶ πενίαν·

οὕτως οἱ λόγον πνευματικὸν λαλοῦντες, εἰ καὶ ἀλήθειαν δοκοῦσι λαλεῖν, μὴ ἔχοντες τὸ ἔργον τοῦ λόγου ἐν γεύσει τινι καὶ δυνάμει καὶ πληροφορίᾳ ἐν τῷ νῷ κεκρυμ16-2-7 μένον ἐν φαντασίᾳ τινὶ ἑστήκασιν.

καὶ ὥσπερ γυνὴ ἐσθῆτα λαμπρὰν περιβεβλημένη καὶ ἐν πορνείῳ ἑστῶσα καὶ ἐν ἀκαθαρσίᾳ, οὕτω καὶ οὗτοι τὴν καρδίαν ἔχοντες πνευμάτων ἀκαθάρτων πορνεῖον, λαλεῖν θέλουσι περὶ δικαιοσύνης μηδὲ ὅλως ἐγκύψαντες εἰς τὴν ἀλήθειαν τῶν πραγμάτων.

16-2-8 Ὥσπερ γὰρ οὐκ ἐνδέχεται ἰχθὺν ἄνευ ὕδατος ζῆν ἢ ἄνευ ποδῶν ἄνθρωπον περιπατεῖν ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λαλεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως οὐκ ἔστιν ἄνευ τοῦ Ἰησοῦ καὶ τῆς θείας ἐνεργείας γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ εἰδέναι ἢ εἶναι πλούσιον ἐν πνεύματι ἢ Χριστιανὸν γενέσθαι, 16-2-9 ἀλλ' οὗτοι εἰσὶ σοφοὶ καὶ παλαισταὶ καὶ ἀνδρεῖοι καὶ φίλοι θεοῦ, οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θείας δυνάμεως.

καὶ οἱ μὲν φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι καὶ λογομαχίαν σοφιστικὴν ἀσκοῦσιν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ὄντες ἰδιῶται λόγου εὐφραίνονται καὶ 16-2-10 ἀγαλλιῶσιν ἐπὶ τῇ τοῦ θεοῦ χάριτι καὶ θεοσέβειαν ἀσκοῦσι.

διάκρινόν μοι οὖν, τίνες τινῶν διαφέρουσιν, οἱ λόγοις καὶ μύθοις πεποιθότες ἢ οἱ ἐν ἔργῳ καὶ δυνάμει τὴν ἀλήθειαν κατέχοντες.

φησὶ γὰρ ἡ γραφή·

«ἡ βασιλεία 16-2-11 τῶν οὐρανῶν οὐκ ἔστιν ἐν λόγῳ, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει».

καὶ τὸ μὲν εἰπεῖν καὶ λόγοις κατασκευάσαι πράγματα εὔκολόν ἐστιν·

εὐχερῶς γὰρ ἔχει πᾶς λέγειν, ὅτι "1ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται"2, τὴν δὲ κατὰ μέρος κατασκευὴν ἐκθέσθαι οὐκ εὔκολον, ὃ δὴ καὶ ἀληθέστερόν ἐστι καὶ τῶν πεπειραμένων ἔργον.

οὕτως οὖν καὶ τὸ λαλῆσαι περὶ ἀπαθείας καὶ τελειώσεως ἄκοπόν ἐστι, καὶ πείρᾳ δὲ καταλαβεῖν τὸ πρᾶγμα καὶ ἀληθείᾳ καὶ ἔργῳ καὶ 16-2-12 ἐλθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστίν.

καὶ τὸ μὲν εὐαγγέλιον ἀποφαντικῶς ἐκέλευσεν εἶναι πάντα ἄνθρωπον φίλον τοῦ βασιλέως θεοῦ ἐν τῷ λέγειν·

"1μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς·

ἂν τίς σου ῥαπίσῃ τὴν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·

ἐάν τις σοι κριθῇ, ἄρας τὸν χιτῶνα, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον"2 καὶ τὰ ἑξῆς.

ὁ δὲ ἀπόστολος κατὰ πόδας τῶν λαληθέντων, πῶς χρὴ ἐνεργεῖν κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας ἐκπαιδεύει, πρῶτον μὲν γαλακτοτροφῶν ὡς νηπίους, εἶτα 16-2-13 φέρων εἰς αὔξησιν καὶ προκοπὴν καὶ αὖθις εἰς τελειότητα.

οἷον εἶπε τὸ εὐαγγέλιον·

τέλειος ἐξ ἐρέας γινέσθω χιτών, ὁ δὲ ἀπόστολος πῶς δεῖ ξαίνεσθαι τὴν ἐρέαν καὶ ὑφαίνεσθαι τὸν χιτῶνα καὶ κατασκευάζεσθαι ἐδίδαξεν.

16-3-1 Ὅσοι λόγους πνευματικοὺς λαλοῦσιν ἄνευ γνώσεως καὶ πείρας ἐοίκασιν ἀνθρώπῳ ἐν μεσημβρίᾳ καὶ καύσωνι πεδιάδα ἄνυδρον διοδεύοντι καὶ διὰ τὴν πολλὴν δίψαν διαγράφοντι κατὰ νοῦν πηγὴν ψυχράν, διειδὲς καὶ λαμπρὸν καὶ γλυκὺ ῥέουσαν ὕδωρ, καὶ ἑαυτὸν ἀπολαύοντα ἐν ἀδείᾳ τοῦ νάματος, τῶν χείλεων αὐτοῦ ἐκφρυγέντων καὶ ἀποξηρανθέντων διὰ τὴν ὑπερβολὴν τῆς δίψης, ἢ ἀνθρώπῳ

ποτὲ μὴ γευσαμένῳ μέλιτος ποιότητα καὶ διηγουμένῳ ἑτέροις περὶ 16-3-2 τῆς γλυκύτητος.

τοιοῦτοι εἰσὶν οἱ λέγοντες λόγον περὶ τελειότητος καὶ ἁγιασμοῦ καὶ ἀπαθείας, μὴ ἔχοντες δὲ ἐν ἔργῳ καὶ πληροφορίᾳ τὰ πράγματα·

οὐ γὰρ ὡς λαλοῦσιν, οὕτως ἀπαντᾷ ἡ ἀλήθεια.

εἰ γὰρ δῴη ποτὲ ὁ θεὸς ἐλθεῖν τινα εἰς μικρὰν τῶν παρ' αὐτοῦ λαλουμένων αἴσθησιν, δι' ἑαυτοῦ διακρίνας γνώσεται τῶν πραγμάτων τὴν διαφοράν, ὅτι οὐ καθὼς ἐλάλει, εὗρε τὴν ἀλή16-3-3 θειαν, ἀλλὰ ἄλλως μὲν αὐτὸς ἐλάλει, ἑτέρως δὲ τὸ πνεῦμα εἰργάσατο.

ἀληθῶς γὰρ ὁ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις·

καὶ ὅσον ἐσθίει τις, διὰ τὴν ἡδύτητα πλεῖον ἐρεθίζεται εἰς ἐπιθυμίαν, καὶ γίνεται ὁ νοῦς ἀκόρεστος καὶ ἀκατάσχετος.

ὡς ἐάν τις διψῶντι δώσει πόμα ἡδὺ καὶ εὐόρεκτον, κἀκεῖνος ἀπογευσάμενος οὐ διὰ τὴν δίψαν μόνον, ἀλλὰ καὶ διὰ τὴν γλυκύτητα λαβρότερον προσέλθῃ τῷ ποτῷ·

οὕτω πῶς ἀκόρεστός ἐστιν ἡ τοῦ πνεύματος γεῦσις.

ταῦτα δὲ οὐ λόγοις ψιλοῖς νοούμενα, ἀλλὰ ἐργασίᾳ ἁγίου πνεύματος ἐν μυστηρίῳ 16-3-4 ἐν τῷ νῷ ἐπιτελούμενά ἐστι καὶ λέγεται οὕτως.

εἰσὶ δέ τινες πορνείας φαινομένης ἢ κλοπῆς ἢ τῶν ὁμοίων κακῶν ἀπεχόμενοι, καὶ νομίζουσιν ἑαυτοὺς εἶναι ἁγίους.

ἀλλ' οὐ καθὼς οἱ ἄπειροι τῆς ἀληθείας φάσκουσιν οὕτως εἰσὶ τὰ πράγματα.

ἡ γὰρ κακία ἔτι ἐν τῷ νῷ τῶν τοιούτων ζῇ καὶ ἐφέρπει·

ἅγιος δέ ἐστιν ὁ ἁγιασθεὶς καὶ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον.

πλὴν ὅπου ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχη τῆς πλάνης διεγείρεται·

σπουδάζει γὰρ καλύψαι καὶ θολῶσαι.

16-3-5 Οἷον ὅτε παρ' Ἑβραίοις ἦν ἱερωσύνη καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο οἱ πιστοὶ τοῦ θεοῦ.

νυνὶ δὲ ἀφ' οὗ ἔσχισαν τὸ καταπέτασμα τοῦ ναοῦ, τὸ ἅγιον πνεῦμα ἀπέστη τοῦ τυπικοῦ θυσιαστηρίου καὶ πρὸς τὴν τῶν ἐθνῶν ἐγένετο ἐκκλησίαν.

καὶ πάλιν ἀπ' αὐτῶν τῶν συμφυλετῶν διώκονται οἱ πιστοὶ καὶ μάρτυρες γίνονται οἱ φιλαλήθεις.

οὐ γὰρ φαίνεται ἡ ἀλήθεια 16-3-6 οὖσα ἀλήθεια, ἐὰν μὴ ἔχῃ τοὺς ἐναντιουμένους καὶ μαχομένους αὐτῇ.

εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις, ἵνα μὴ πέσωσιν.

εἷς γὰρ τῶν ἀδελφῶν συνευχόμενός τισιν ᾐχμαλωτίσθη ὑπὸ τῆς θείας δυνάμεως καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ τὰς ἐκεῖ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης·

"1οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων.

"2 καὶ μικρὸν φυσιωθεὶς καὶ νομίσας τι περὶ ἑαυτοῦ εὑρέθη μετὰ ταῦτα ἐκπεσὼν εἰς τὰ ἄδυτα καὶ εἰς τὰ βάθη τῆς ἁμαρτίας καὶ 16-3-7 εἰς μύρια κακά.

εἰ οὖν ὁ ἐσώτερος ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν ὅτι "1νηστεύων καὶ ξενιτεύων καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι"2, οὐ γὰρ ἡ τῶν φαινομένων κακῶν ἀποχή ἐστι τελεία κάθαρσις, ἀλλὰ ἡ κατὰ συνείδησιν τελεία κάθαρσις.

εἴσελθε γάρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν εἰς τὰ λεγόμενα ταμεῖα τῆς ψυχῆς ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν καὶ φονεύοντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν.

ἄβυσσος γάρ ἐστι καὶ ἀκατάληπτος ἡ καρδίακαὶ ἐὰν τοῦτον ἐφόνευσας καὶ εἰ τὴν ἀνομίαν καὶ πᾶσαν τὴν ἐν 16-3-8 σοὶ ἀκαθαρσίαν ἐξέβαλες, καύχησαι ἐν θεῷ περὶ καθαρότητος.

εἰ δὲ μή, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τῷ κυρίῳ.

πᾶσα γὰρ γραφὴ καὶ παλαιὰ καὶ νέα καὶ ὁ ἀπόστολος καὶ ἡ τοῦ σωτῆρος παρουσία περὶ καθαρότητος καὶ ἐλευθερίας τὸν λόγον ποιοῦνται, καὶ πᾶς ἄνθρωπος, εἴτε Ἰουδαῖος εἴτε Ἕλλην ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ μὴ δύναται καθαρεύειν.

16-3-9 Σὲ δὲ χρὴ ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνος δύναται ἡ καθαρότης τῆς καρδίας γενέσθαι καὶ εὑρήσεις, ὅτι οὐ δι' ἑνὸς ἑτέρου ἢ διὰ Ἰησοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος.

αὐτὸς γάρ ἐστιν ἡ ζωὴ καὶ ἡ ἀλήθεια, ἡ ὁδὸς ἡ εὐθεῖα, ἡ θύρα, ὁ μαργαρίτης, ὁ ζῶν καὶ ὁ οὐράνιος ἄρτος.

καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς 16-3-10 ἀληθείας ἀλήθειαν γνῶναι ἢ

σωτηρίας τυχεῖν.

ὥσπερ οὖν ἐν τοῖς φαινομένοις τῷ ἔξω ἀνθρώπῳ ἀπετάξω καὶ ἐψώμισας καὶ ἐσκόρπισας τὰ ὑπάρχοντα σου, οὕτως ἀποτάξασθαί σε δεῖ καὶ ταῖς τῶν ἠθῶν προλήψεσιν.

καὶ εἰ σοφίαν ἔμαθες σαρκίνην, εἰ γνῶσιν ἔσχες πραγμάτων, ἄρνησαι.

εἰ δικαιώμασι σαρκὸς πέποιθας, ἀπόστηθι ταπεινῶν ἑαυτόν·

καὶ οὕτω δυνηθήσῃ τῇ μωρίᾳ τοῦ κηρύγματος μαθητευθῆναι, ἐν ᾧ κηρύγματι εὑρήσεις τὴν ἀληθινὴν σοφίαν, οὐ λόγοις κεκαλλωπισμένην, ἀλλὰ δυνάμει τοῦ ἁγίου σταυροῦ ἐνεργουμένην ἐν τοῖς καταξιωθεῖσι κτήσασθαι αὐτὴν ἐν ὑποστάσει.

16-4-1 Τί γὰρ λέγει Παῦλος; ὁ δὲ σταυρὸς τοῦ Χριστοῦ «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία», «ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις καὶ θεοῦ σοφία», καὶ «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον».

καὶ ἴσως σοφιζόμενος αὐτὸν τὶς τῶν τότε ἀπεκρίνατο·

καὶ εἰς νεκρὸν ἄνθρωπον μὴ δυνηθέντα ἑαυτὸν διασώσασθαι, ἀλλὰ τὸν ἀτιμότατον ὑποστάντα θάνατον ὡς κακοῦργον πιστεύειν ἡμᾶς λέγεις καὶ φάσκεις τοῦτον εἶναι τῶν ὅλων δημιουργόν; τὶ θέλει εἶναι ὦ σπερμολόγοι καὶ ξένων δαιμονίων καταγγελ16-4-2 ταί.

ταῦτα γὰρ τῶν τότε σοφῶν τὰ ῥήματα μωρίαν εἶναι νομισάντων τὸ κήρυγμα·

«οὐ γὰρ ἔγνω διὰ τῆς σοφίας ὁ κόσμος τὸν θεόν, ἀλλὰ εὐδόκησε διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας».

σὺ δὲ εἰ καὶ ἔλαβες γεῦσίν τινα ἐξ οὐρανοῦ καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου καὶ μετέσχες ἐκείνης τῆς σοφίας ἐκείνου τοῦ αἰῶνος, μὴ τυφοῦσαι καὶ μὴ ἐπαίρου ὡς ἤδη πἐφθακὼς καὶ καταλαβὼν πάσαν τὴν ἀλήθειαν, μὴ καὶ σὺ ἀκούσης·

«ἤδη κεκορεσμένοι ἐστέ·

ἤδη ἐπλουτήσατε καὶ χωρὶς ἡμῶν ἐβασιλεύσατε·

καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν».

ἀλλὰ γευσάμενος ἔσω ὡς μὴ ἐναρξάμενος τοῦ Χριστιανισμοῦ·

τοῦτο δὲ οὐ λόγοις, ἀλλ' ἵνα ᾖ ἐμπεφυτευμένον ἐν αὐτῷ τῷ νῷ καὶ κεκυρωμένον, μένοντα πάντοτε τῇ 16-4-3 προαιρέσει.

ὥσπερ γάρ τις φιλόπλουτος μύρια συναγαγὼν χρήματα οὐκ ἔστησε τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ καθ' ἡμέραν προστιθέμενον αὔξησιν ποιεῖται τῆς τῶν πλειόνων ὀρέξεως, καὶ ὥσπερ τις ἀποσπασθεὶς ἀπὸ ἡδυτάτου καὶ γλυκυτάτου πόματος οὐ κόρον ἔλαβεν, ἀλλὰ μᾶλλον ἔκκαυσιν τῆς δίψης·

οὕτω καὶ ἡ τοῦ θεοῦ γεῦσις οὐκ ἔχει κόρον ἢ τέλος, ἀλλ' ὅσῳ πλουτεῖ τις, ὡς πένητα ἑαυτὸν ἔχει καὶ ἐσθίων καὶ πίνων ἐκκαίεται εἰς μείζονα ὄρεξιν τῶν λαμβανο16-4-4 μένων.

οἱ τοιοῦτοι Χριστιανοὶ οὐκ ἔχουσι τὴν ἑαυτῶν ψυχὴν τιμίαν, ἀλλ' ὡς ἐξουδενωμένοι παρὰ τοῦ θεοῦ διάκεινται καὶ δοῦλοί εἰσι πάντων ἀνθρώπων.

καὶ πολὺ χαίρει ὁ κύριος καὶ ἀναπαύεται ἐπὶ τῇ τοιαύτῃ καρδίᾳ διὰ τὴν ταπείνωσιν αὐτῆς.

«κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν».

16-4-5 Μὴ τοίνυν οἰηθῇ τις περὶ ἑαυτοῦ ὡς ὤν τι ἢ ἔχων ἢ καταλαβώνεἰ καὶ ἔχει τι καὶ πλουτεῖ, διότι ἡ τύφωσις καὶ ἡ οἴησις βδελυκτὴ παρὰ θεῷ εἶναι ἀποδέδεικται, καὶ δι' αὐτῆς ἐξέβαλεν ἀπ' ἀρχῆς ἀπὸ τοῦ παραδείσου τὸν ἄνθρωπον.

ἤκουσε γὰρ ὅτι «ἔσεσθε ὡς θεοί», καὶ ἐγαυριᾶτο ἐπὶ τῇ ματαίᾳ 16-4-6 αὐτοῦ ἐλπίδι.

πολὺ οὖν, ὡς εἴρηται, ἀποδοκιμάζει ὁ κύριος καὶ ἀποστρέφεται τὴν τοιαύτην προαίρεσιν.

κατάμαθε πῶς ὁ θεὸς καὶ βασιλεὺς καὶ υἱὸς θεοῦ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν» καὶ πῶς ἐπτώχευσεν, ἀτιμαζόμενος, ἐμπτυόμενος, πάσχων.

καὶ εἰ ὁ θεὸς οὕτως, σὺ αἷμα καὶ σάρκα φορῶν, γῆ καὶ σποδὸς ὅλος ὢν ἐν ῥυπαρίᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ, ὑψηλοφρονεῖς καὶ 16-4-7 καυχᾶσαι; εἰ δὲ ἦς συνετός, καὶ περὶ οὗ σοι ὁ κύριος ἔδωκεν, οὕτως λέγε·

"1οὐκ ἔστιν ἐμόν, ἄλλος μοι ἔδωκε, ξένον ἐστὶ τῆς φύσεώς μου καὶ ὅτε θέλει λαμβάνει αὐτὸ ἀπ' ἐμοῦ"2 καὶ πᾶν δὲ τὸ ἀγαθὸν τῷ κυρίῳ ἀπόδος.

εἰ δέ τι κακὸν εὑρεθῇ ἐν χερσί σου, τῇ ἑαυτοῦ ἀσθενείᾳ περίαπτε λέγων "1ἐγώ εἰμι ὁ 16-4-8 ἁμαρτωλὸς ὁ παροργίσας τὸν κύριον.

"2 «παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν» τοῦ Χριστοῦ κτήσασθε καὶ «ἐγκολπώσασθε τὴν ταπεινοφροσύνην», ἐφ' ἧς ὁ

κύριος ἀναπαύεται, καὶ καθ' ἡμέραν ὡς σήμερον ἀρχόμενοι τοῦ Χριστιανισμοῦ γίνεσθε ἐνώπιον κυρίου ταπεινότεροι ὄντες καὶ ἐνδεέστεροι ὅλων τῶν ἀνθρώπων, καὶ ἔχετε ἑαυτοὺς ἁμαρτωλοὺς παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Ἀμήν.

17-τ-1 ΛΟΓΟΣ ΙΖʹ.

17-1-1 Περὶ τῶν λεγόντων τὴν ἀποκάλυψιν, ἣν λέγουσιν αἱ γραφαὶ τοῖς πιστῶς νοοῦσι, γίνεσθαι ἐν λογισμοῖς καὶ ἑρμηνείαις καὶ οὐχὶ φῶς θεοῦ ἀληθινὸν λάμπειν, ἐκ τῶν γραφῶν τὰς μαρτυρίας λάβωμεν.

Τὸ ὁμοειδὲς τῆς δόξης τοῦ φωτὸς τοῦ περιλάμποντος τοὺς ἀξίους ὁ ἀπόστολος συγκρίνων τῇ δόξῃ τοῦ προσώπου Μωϋσέως «ἡμεῖς δέ, φησί, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι».

καὶ αὐτὸν δὲ τὸν Παῦλον ἐν ∆αμασκῷ ἀπερχόμενον ἐν τῇ ὁδῷ φῶς θεῖον περιέλαμψεν ἐξαστράψαν ὑπὲρ τὸν ἥλιον.

καὶ Στέφανος ἑστὼς εἶπεν·

ὁρῶ «τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν» τῆς δυνάμεως.

καὶ πάλιν·

«ὁ ἀγαπῶν με» φησίν «ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ 17-1-2 ἐμφανίσω αὐτῷ ἐμαυτόν».

ἀποδέδεικται οὖν ὅτι οὐκ εἰσὶ ταῦτα νοήματα, ἀλλ' ὑπόστασις καὶ οὐσία καὶ λάμπον θεῖον φῶς τοῦ ἁγίου πνεύματος, ἐπὶ τοῖς ἀξίοις καὶ πιστοῖς·

καὶ ἐκ τῶν λοιπῶν δὲ γραφῶν ἀναλεξάμενος εὑρήσεις σύμφωνα πολλὰ τυγχάνοντα.

ἐπειδὴ δέ τινες ἑνὶ προσώπῳ τὴν ἀποκάλυψιν μόνον λέγουσιν ἐν ἑρμηνείαις καὶ νοήμασιν, ἐπερειδόμενοι τῇ μαρτυρίᾳ τοῦ ἀποστόλου·

«ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ», «ὁ πρῶτος σιγησάτω» καί·

«ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς», καὶ ὅτι «λύχνος τοῖς ποσί μου 17-1-3 ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου».

ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι ἀποκάλυψιν καὶ ἐν ἑρμηνείᾳ γραφῶν ὑπὸ τοῦ πνεύματος γινομένην, ὁμολογησάτωσαν δὲ καὶ αὐτοὶ ἐν οὐσίᾳ καὶ ὑποστάσει φῶς θεϊκὸν ἐλλάμπειν ταῖς καρδίαις τῶν πιστῶν.

ἐν δυσὶν ἄρα προσώποις ἡ ἀποκάλυψις ἑρμηνεύεται, ἔν τε νοήμασι καὶ γνώσει γραφῶν καὶ ἐν φωτὶ θεϊκῷ καὶ οὐσιώδει, ὅπερ ἐστὶν ἐπιφαινόμενον καὶ ἐλλάμπον ὑπὲρ τὸ τοῦ ἡλίου φῶς ταῖς ψυχαῖς.

17-2-1 Περὶ τῶν ἀνυπομονήτων καὶ θεμέλιον πίστεως μὴ ἐχόντων, ὅτι αἱ προαιρέσεις τούτων τοιαῦταί εἰσιν·

ἐὰν μὴ μεταλάβω χάριν πνεύματος, ἀδυνάτως ἔχω παραμεῖναι, εἰ δὲ λάβω, τότε παραμενῶ.

Οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ εὐτρεπίσας οὕτως ἑαυτόν.

δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ' ἐμοῦ πάσῃ εὐνοίᾳ δουλεύειν, καί, εἴτε δίδωσί μοι ἢ οὔ, ἐγὼ οὐκ ἀφίημι τὸν δρόμον.

τοῦτο λογιζόμενος, ὅτι οὔκ εἰμι ἄξιος, ἵνα καὶ τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ' ἐμέ.

εἰ δὲ καὶ γεέννῃ με παραδώσει κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτόν.

ὡς καὶ ὁ Ἰώβ·

ἐάν με ἀποκτείνῃς, ἐγὼ οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην.

ὁ τοιοῦτος δικαίως τὴν ζωὴν κληρονομήσει.

17-2-2 Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀρετῶν προκοπὴν λαμβάνει, εἰς ταπεινοφροσύνην, εἰς χρηστότητα, εἰς μακροθυμίαν·

ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ πρὸς θεόν.

οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου.

καὶ ὥσπερ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳὑπόδειγμα γὰρ λάβωμεν αὐτοὺς ἐν τῷ κατὰ τῶν πνευματικῶν τῆς πονηρίας πολέμῳ, οὕτω καὶ οἱ γενναῖοι καὶ μεγαλόψυχοι τοῦ Χριστοῦ καὶ ἀληθινοὶ πολεμισταί.

17-3-1 Περὶ τοῦ μὴ δεῖν ἀπελπίζειν ὅλως τὸν ἄνθρωπον, ἀλλὰ τῇ ἐλπίδι ἀεὶ χαίρειν·

ὅτι τοῦτο βούλεται καὶ ἐπιζητεῖ ὁ πονηρός, τὴν ἀνελπιστίαν ὑποτιθέμενος ταύτῃ τῇ ψυχῇ εἰς τὸ ἀπολέσαι αὐτήν, ἁμαρτημάτων προτέρων ἢ πονηρῶν ἐννοιῶν ὑπόμνησιν φέρων.

Ὥσπερ γὰρ οἱ ἐν τῷ πολέμῳ τοὺς ὑπεναντίους ἀναιροῦντες ἅμα τῷ κροῦσαι τῷ ξίφει ἀλαλάζουσι φωνῇ μεγάλῃ, εἰς τὸ φοβῆσαι καὶ πτόησιν ἐμποιῆσαι καὶ τῇ φωνῇ πλέον αὐτοὺς παραλῦσαι, οὕτως ὁ πονηρὸς ὑποτιθέμενος ἐννοίας πονηρὰς καὶ ῥυπαρὰς καὶ ἀκαθάρτους τῇ ψυχῇ ἢ ἕτερά τινα ἀτοπήματα ἢ χαυνότητα ἢ καὶ εἰς παρεκτροπὴν ἁμαρτημάτων τὸν νοῦν ἄγων, εὐθέως ἀνελπιστίαν ὑποτίθεται τῇ ψυχῇ, ὡς μηκέτι δύνασθαι αὐτὴν ἀνακληθῆναι, ἵνα παντελῶς ἀπολέσῃ τὸν ἄνθρωπον.

ὧν δὴ ἐννοιῶν οὐ δεῖ φροντίζειν, ἀλλὰ καταφρονεῖν καὶ ἀνδρίζεσθαι τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ κυρίου, ὅτι αὐτὸς ἐπηγγείλατο δικαιῶσαι τὸν ἀσεβῆ.

εἰ δὲ καὶ παρέτρεψεν ἡμᾶς ἐν τοῖς ἁμαρτήμασιν ἢ διανοήμασιν ὁ σατανᾶς, ἡμεῖς ἐπὶ τὴν ἐλπίδα τοῦ θεοῦ κρεμασθέντες καὶ τῆς τοῦ πονηροῦ συμβουλίας καταφρονήσαντες ὅλῃ καρδίᾳ ἐπὶ τὸν κύριον καταφύγωμεν, ὅπως τῆς ζωῆς ἐπιτυχεῖν δυνηθῶμεν.

ὁ κύριος γὰρ διὰ τοὺς ἁμαρτωλοὺς παραγέγονεν, ἵνα ἐκδίκησιν ποιήσῃ τοῖς καταπονουμένοις, ὅτι «πιστός ἐστιν ὁ ἐπαγγειλάμενος».

17-3-2 ∆εῖ ἡμᾶς μὴ κατὰ τὸ ἔθος σωματικῶς εὔχεσθαι μηδὲ συνηθείᾳ κραυγῆς μηδὲ συνηθείᾳ γονάτων, ἀλλὰ νηφαλίως ἀεὶ τῷ νῷ προσδοκῶντας τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται καὶ ἐλεήσει τὴν ἐν ἀληθείᾳ προσδοκῶσαν αὐτὸν ψυχήν, καὶ λοιπὸν εἴτε χρεία κραυγῆς εἴτε χρεία ἡσυχίας τῷ νῷ νηφαλίως προσέχωμεν.

ὥσπερ γὰρ τὸ σῶμα ὅπου ἐὰν ἐργάζηται, ὅλον εἰς τὸ ἔργον ἐστὶ καὶ ἀλλήλοις τὰ μέλη βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν εὐχὴν μὴ ἤτω ῥεμβομένη τοῖς λογισμοῖς, ἀλλ' ὅσον δύναται βιαζέσθω ἑαυτὴν συναγαγεῖν πανταχόθεν, ἵνα ἡ ψυχὴ καὶ οἱ λογισμοὶ αὐτῆς ἐν τῇ εὐχῇ καὶ ἐν τῇ προσδοκίᾳ τοῦ θεοῦ ὦσιν, αἰτουμένη ἵνα αὐτῇ ἐπιστῇ ὁ ἀληθῶς διδάσκων καὶ διδοὺς εὐχὴν καθαρὰν καὶ θεοῦ ἀξίαν, ἵνα λοιπὸν προσκυνήσῃ ἡ ψυχὴ ἐν πνεύματι ἁγίῳ.

καὶ ὥσπερ ὁ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οἶδε πορίζειν κέρδος, ἀλλὰ πανταχόθεν θεωρεῖ, καὶ ἐὰν τύχῃ ἐντεῦθεν ἀποτυχεῖν αὐτόν, ἑτέρῳ ἐπιβάλλειμόνον γὰρ σκοπὸς αὐτῷ ἐστι τὸ κερδῆσαι, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν ἡμῶν ποικίλως καὶ ἐντρεχῶς καταρτίσωμεν, τὸ μέγα καὶ ἀληθινὸν κέρδος, διὰ τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἐξ ἀληθείας, ἵνα ἀναπαυθῇ ὁ κύριος ὁ καθίσας ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν.

17-3-3 Ὥσπερ γὰρ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα ἀπέθετο τὸν ὀνειδισμὸν αὐτοῦ, οὕτω καὶ ἡ ψυχή, ὅταν βλαστήσῃ τὸ ἄνθος τοῦ ἁγίου πνεύματος, ἀποτίθεται τὸν ὀνειδισμὸν τῶν ἐχθρῶν αὐτῆς.

Καὶ ὥσπερ τινὰ τῶν πετεινῶν ἐπὰν ἴδωσιν ἐν νυκτὶ πυρὸς αὐγήν, φέρουσιν ἑαυτὰ κατὰ τοῦ πυρὸς καὶ ἀπόλλυνται, οὕτω καὶ ὁ ἄνθρωπος ἐπὶ τὰ χείρω πλανώμενος ἡδέως καὶ ἐν σκότει ἐρχόμενος ῥίπτει ἑαυτὸν εἰς τὰ κακά, καὶ οὕτω λοιπὸν ὑπὸ τοῦ πυρὸς τοῦ σκότους ἀπόλλυται.

Τῷ δὲ θεῷ ἡμῶν πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

18-τ-1 ΛΟΓΟΣ ΙΗʹ.

18-1-1 Τὸ τῆς ψυχῆς νοερὸν καὶ τίμιον κατασκεύασμα ἐν πολλῇ τινι λεπτότητι δυσεξευρέτῳ καὶ βαθύτητι ἀνεξερευνήτῳ τυγχάνει ἀβύσσῳ τινὶ ἐοικός, ὡς τις φησί που·

«ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ», ἀβύσσῳ τὸ τῆς ψυχῆς 18-1-2 νοερὸν δημιούργημα παρεικάσας.

ἐκτραπέντος δὲ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονότος, τοῦτον λαβοῦσα ὑποχείριον ἡ ἁμαρτία καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις τῆς πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον ἀπαρξαμένη τοῦ ἐκτὸς τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων καὶ χωρίων κατεισελ18-1-3 θοῦσα καὶ πάθεσιν ἀτιμίας πληρώσασα.

τοιούτῳ δέ τινι τρόπῳ παραπλησιάσωμεν τὴν ψυχὴν καὶ τῆς ἁμαρτίας τὴν μετ' αὐτῆς ἕνωσιν,

ὥσπερ ἐὰν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας καὶ παρακλώνια καὶ κάρφη καὶ τὴν λοιπὴν τῆς θέσεως κατασκευήν, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς καὶ αὐτὰς ἐοικυῖας κλάδοις καὶ πάλιν νευραῖς καὶ ἰνῶν ἐκτάσεσι καὶ ἄλλη πολλὴ λεπτότης καὶ πλοκή τις ἐκεῖ τυγχάνει, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς μερῶν ἡ παρεισελθοῦσα διὰ τῆς παραβάσεως ἁμαρτία διὰ τῶν παθῶν προκατασχοῦσα ἐν νομῇ καὶ προλήψει καὶ συνηθείᾳ πολλῇ ἐν τῇ ἀνθρωπότητι γέγονεν, ἑκάστῳ συναναστρεφομένη καὶ κακοποιεῖν κρυπτῶς διδάσκουσα.

18-1-4 Ἐπὰν τοίνυν θεία χάρις ἐνεργείας ἐπισκιάσῃ τῇ πιστευσάσῃ καὶ δεηθείσῃ ψυχῇ καὶ βοηθείας τινὸς καὶ καθάρσεως τεύξηται μερικῶς, εἰ τύχοι ἐπὶ κλῶνα τινὰ καὶ ἐν μέρει τινι τῶν τῆς ψυχῆς τόπων ἡ θεία χάρις ἐπεσκίασεν, καὶ μὴ νομίσῃ τις οἰήσει κακίας ἀπατώμενος ἤδη ὅλην τὴν ψυχὴν πεφώτισθαι 18-1-5 καὶ τελείως κεκάθαρται.

ἀκμὴν γὰρ πολλὴ νομὴ βαθυτάτη τῆς κακίας ἐκεῖ τυγχάνει καὶ πολλοῦ δεῖται καιροῦ καὶ πόνου καὶ ἐργασίας καὶ σπουδῆς καὶ πίστεως αὐτοῦ τοῦ ἀνθρώπου συμφωνοῦντος καὶ συναινοῦντος τῇ πρὸς αὐτὸν χάριτι, ἵνα τελείως φωτισθῇ καὶ τελείως καθαρισθῇ.

καὶ γὰρ ἡ τῆς κακίας μέθοδος λανθάνειν βουλομένη καὶ ἐγκρύπτεσθαι θέλουσα διὰ οἰήσεως τὴν ψυχὴν ἀπατᾷ καὶ ποιεῖ νομίζειν αὐτὴν ὡς ὅτι διὰ τῆς ὀλίγης χάριτος ἤδη κεκάθαρται καὶ ὡς ὅτι ὅλη πεφώτισται, μόνον ἵνα αὐτὴ ἐγκρυπτομένη ἔνδον 18-1-6 λανθανόντως τὰ θελήματα αὐτῆς ἐπιτελῇ.

διὰ τοῦτο γὰρ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις τῇ πιστευσάσῃ ψυχῇ ἐπιφοιτᾶν, καίτοι δυναμένη διὰ ῥοπῇς ὥρας καθάραι τὸν ἄνθρωπον καὶ τελείως ἐλευθερῶσαι, ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν καιροῖς καὶ χρόνοις, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλοκλήρως ἀποσῴζει πάντοτε, μὴ συνδυάζων ἐν μηδενὶ τῷ πονηρῷ συμβούλῳ, ἀλλὰ μόνον τῇ χάριτι ὅλον ἑαυτὸν ἔκδοτον διδοὺς καὶ οὕτως εὐδοκιμούσης τῆς ψυχῆς καὶ εὐαρεστούσης τῷ κυρίῳ χρόνοις καὶ καιροῖς καὶ μετὰ πολλὰς δοκιμασίας τὴν χάριν ἐν μηδενὶ λυπούσης ἐκ τοῦ κατ' ὀλίγον αὐτὴ ἡ χάρις τοῦ 18-1-7 πνεύματος πάλιν νομὴν λαμβάνει ἐν τῇ ψυχῇ.

καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μελῶν καὶ μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθεῖσα ὑπὸ τῆς ἐπουρανίου χάριτος καὶ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος κυριευθεῖσα καὶ βασιλευθεῖσα δυνηθῇ ἐξωσθῆναι παντελῶς, ὅλη ἐξ ὅλου ἡ ἁμαρτία τῶν παθῶν καὶ τὸ σκότος τῆς ἁμαρτίας τελείως χωρισθῆναι.

τῆς χάριτος λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει, ὅλῳ σώματι τὲ λέγω καὶ ψυχή.

ὁ μετὰ πολλὰς οὖν δοκιμασίας καὶ πόνους καὶ χρόνους εὐαρεστήσας τῷ πνεύματι καὶ βεβαίως καὶ ἀσφαλῶς καὶ ἑδραίως ἄξιος τοῦ κυρίου καθίσταται.

18-1-8 Εἰ δὲ χάριτος ὀλίγης ἐπιτυχὼν εἰς οἴησιν προκόψει καὶ τοῦ ταπεινοῦ φρονήματος ἐκτὸς γένηται, καὶ οὗπερ ἔχει ὀλίγου χαρίσματος ἀλλότριος καθίσταται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτοῦ.

εἰ δὲ καὶ συμπάρεστιν ἡ τῆς ἐνεργείας χάρις κατὰ πολλὴν τοῦ θεοῦ καὶ ἄπειρον φιλανθρωπίαν αὐτοῦ μὴ συμφωνοῦντος τῷ πνεύματι εἰς κατάκρισιν καὶ τιμωρίαν καὶ ἔλεγχον τῷ τοιούτῳ γενήσεται, ὅτι τῆς τοῦ θεοῦ πολλῆς φιλανθρωπίας εἰς αὐτὸν γεγενημένης αὐτὸς τῶν ἰδίων θελημάτων οὐκ ἀνεχώρησεν, πάλιν δὲ ἐξαιτούμενος ὑπὸ τοῦ σατανᾶ εἰς θλίψεις μεγάλας παραδίδοται, ἵνα κἂν διὰ τῶν θλίψεων παιδευθεὶς μάθῃ 18-1-9 ταπεινοφρονεῖν.

ὥσπερ γὰρ ὁ Ἰὼβ ἐν τοῖς βιωτικοῖς πλούσιος σφόδρα τυγχάνων καὶ ὑπὸ τοῦ πονηροῦ ἐξητήθη καὶ ἐπειράσθη πρὸς τὴν τοῦ ἀνδρὸς ἄθλησιν τε καὶ δοκιμασίαν.

καὶ πάντων γυμνωθεὶς καὶ ἐρημωθεὶς τότε φανερὰν ἔδειξεν αὐτοῦ τὴν πρὸς θεὸν ἀγάπην, οὕτω καὶ ἐάν τις πλουτῇ ἐν τῇ χάριτι τοῦ πνεύματος μὴ ὑπτιούσθω μηδὲ νομιζέτω ἑαυτὸν κατειληφέναι ἢ ἐλευθερῶσθαι μηδὲ καυχάσθω ἐν ἑαυτῷ μήτε ἐπὶ ἀνθρώπων μήτε ἐπαιρέσθω καὶ ἀμεριμνήτω, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ ἀεὶ ὑπαρχέτω ὡς

φησὶν ἡ γραφή·

«ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» καὶ πάλιν·

«μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε» καὶ ἀλλαχοῦ·

«μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ», ὅτι ἐν τῇ ἐξουσίᾳ τοῦ θεοῦ ὁ πλοῦτος τῆς χάριτος αὐτοῦ τυγχάνει.

18-1-10 Ἐὰν δὲ μὴ οὕτως ἐν πολλῇ ταπεινότητι καὶ συντριμμῷ τυγχάνῃ, ἐξαιτεῖται ὑπὸ τοῦ σατανᾶ καὶ παραδίδοται ὁ τοιοῦτος καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης χάριτος καὶ πειράζεται καὶ δοκιμάζεται ἐν θλίψεσι πολλαῖς·

καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις καὶ ὁ μάταιος ὑπτιασμὸς καὶ οὕτω γνωρίζει, ὅτι 18-1-11 αὐτὸς γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει.

ὀφείλει τοίνυν ὁ πλουτῶν ἐν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινώσει καὶ συντρίψει καρδίας ὑπάρχειν καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι.

ἀλλότριον γάρ ἐστιν αὐτοῦ τὸ χάρισμα καὶ ἄλλος ἔδωκεν αὐτὸ καὶ ὅτε βούλεται ὅπερ ἔδωκεν ἀφελέσθαι δύναται, ἵν' οὕτω ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δυνηθῇ μεῖναι καὶ φυλαχθῆναι ἐν τῇ πρὸς αὐτὸν τοῦ κυρίου γενομένῃ χάριτι, καθὼς καὶ ὁ κύριος εἶπεν·

«ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται».

καίπερ ὢν ἐκλεκτὸς τοῦ θεοῦ αὐτὸς παρ' ἑαυτῷ ἀδόκιμος ἤτω, καίπερ ὢν πιστὸς καὶ ἄξιος δοῦλος κυρίου ὡς ἀχρεῖον ἑαυτὸν παντελῶς λογιζέσθω, καίπερ ὢν μέγας παρὰ τῷ δεσπότῃ.

αὐτὸς παρ' ἑαυτῷ μηδὲν ὄντα ἑαυτὸν ἡγείσθω.

αἱ τοιαῦται ψυχαὶ εὐάρεστοι παρὰ κυρίῳ τυγχάνουσι καὶ ἄπτωτοι διεξελθεῖν τὸν αἰῶνα τοῦτον δυνήσονται, καὶ εἰς τὴν ζωὴν τῆς βασιλείας τελείως εἰσελθεῖν ὑπὸ τοῦ ἁγίου πνεύματος καταξιοῦνται.

18-2-1 Ἡ τοῦ θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας τινὸς μυστικῆς καταρτίζεται μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου.

καὶ τότε τῆς χάριτος τὸ ἔργον τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὴν δοκιμασίαν εὐαρεστεῖν τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων πολλῶν τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης.

ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν.

18-2-2 Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν·

ἐπὶ τοῦ Ἰωσὴφ ἐν πολλοῖς καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ ἐν πολλαῖς πρότερον θλίψεσι καὶ πόνοις καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ θεῷ εὑρεθεὶς δοῦλος.

τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετελέσθη καὶ τὸ βούλημα τοῦ θεοῦ διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πλήρωσιν εἴληφεν.

18-2-3 Ὁμοίως καὶ περὶ τοῦ ∆αβίδ.

ὁ θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου·

καὶ ὅτε ἐχρίσθη, τότε ἔφευγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι.

καὶ ποῦ ἡ χρῖσις τοῦ θεοῦ καὶ ποῦ αἱ ἐπαγγελίαι, ὡς πρὸς τὸ τάχος; μετὰ γὰρ τὸ χρισθῆναι τότε ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος ἕως καὶ ἄρτου ὑστερούμενος καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν τὴν πρὸς αὐτὸν γινομένην.

ὁρᾷς ὃν ὁ θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιέχεται θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ ἐπίστευσε τῷ θεῷ καὶ ἑαυτὸν ἐπληροφόρησεν ὅτι «ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ καὶ ὅπερ εἶπεν ὁ θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ».

καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ θεοῦ βούλημα καὶ ἐβασίλευσε ∆αβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου αὐτῷ γενομένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.

18-2-4 Ὁμοίως καὶ περὶ Μωϋσέως.

ὁ θεὸς τοῦτον προγνοὺς καὶ προορίσας καὶ προευτρεπίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι τῆς θυγατρὸς Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ δόξαν καὶ τρυφὴν ηὐξήθη πάσῃ σοφίᾳ Αἰγυπτίων παιδευθείς, καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ

θεοῦ «μᾶλλον ἑλόμενος, κατὰ τὸν ἀποστολικὸν λόγον, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν»·

καὶ φυγὰς Αἰγύπτου γεγονὼς πολὺν χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ εἰς τοσαύτην τρυφὴν καὶ ἀπόλαυσιν βασιλικὴν ἀνατραφείς.

καὶ ὕστερον οὕτω δόκιμος τῷ θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας ἀναδειχθεὶς καὶ ἐν πολλοῖς πειρασμοῖς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ λαοῦ, καὶ θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ θεοῦ προσηγορεύθη·

δι' αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ θεὸς δι' αὐτοῦ εἰς τὸν Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν.

ἰδοὺ τὸ τοῦ θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσης δοκιμασίας καὶ θλίψεως ἐτελειώθη.

18-2-5 Ὁμοίως καὶ περὶ τοῦ Ἀβραάμ.

πρὸ πόσων χρόνων ἐπηγγείλατο αὐτῷ ὁ θεὸς υἱὸν χαρίζεσθαι καὶ οὐ παραυτὰ δίδωσιν αὐτόν, ἀλλὰ μεταξὺ πόσα ἔτη δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν.

αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας, ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτω πιστὸς εὑρεθεὶς ἔτυχε τῆς ἐπαγγελίας.

18-2-6 Ὡσαύτως Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ θεοῦ τὴν κιβωτὸν κατασκευάζεινἐπηγγειλαμένου μὲν τότε τοῦ θεοῦ κατακλυσμὸν ἐπενεγκεῖν τῷ κόσμῳ, τῷ ἑξακοσιοστῷ δὲ ἔτει ἐπαγαγόντος ἑκατὸν ἔτη ἐμακροθύμησε πιστῶς τὴν κιβωτὸν κατασκευάσας καὶ ἐν μηδενὶ διστάσας, εἰ ἄρα ποιεῖ ὅπερ εἶπεν ὁ θεὸς ἢ οὐ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς, ὅτι ὅπερ ἐλάλησεν ὁ θεός, ἀναμφιβόλως γενέσθαι δεῖ.

καὶ οὕτω δοκίμου τῆς προαιρέσεως αὐτοῦ ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθείσης διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας.

18-2-7 Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀποδεῖξαι, ὅτι ἡ τῆς τοῦ θεοῦ χάριτος ἐν τοῖς ἀνθρώποις ἐνέργεια καὶ τὸ χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, ὅπερ ψυχὴ πιστὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς καὶ πολλῆς μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης.

καὶ ἐπὰν ἐν πᾶσι δόκιμος εὑρεθῇ καὶ ἐν μηδενὶ τῷ πνεύματι λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς τῶν παθῶν ἐλευθερίας τυγχάνειν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ ἁγίου πνεύματος τὴν πλήρωσιν λαμβάνει καὶ τελείως τὸν ἁγιασμὸν ἐν πληρώματι χάριτος κτᾶται καὶ τέλειος υἱὸς τῆς βασιλείας ἀποδείκνυται, ὥστε τὸ τοῦ θεοῦ πνευματικὸν ἔργον ἐν ψυχῇ γινόμενον μετὰ μακροθυμίας καὶ εὐτονίας καὶ ὑπομονῆς καὶ προσοχῆς πολλῆς καὶ ἀγῶνος καὶ δοκιμασίας ἀποπληροῦται.

18-3-1 Ὥσπερ οὖν ἐν τοῖς πιστοτάτοις πατράσιν ὁ θεὸς τὰς ἐπαγγελίας μετὰ πολλῆς δοκιμασίας καὶ πειρασμῶν καὶ μακροθυμίας καὶ χρόνων οἰκονομήσας τότε ὅπερ ἐπηγγείλατο κατὰ τὸ βούλημα αὐτοῦ ἀπεπλήρου, πιστῶν καὶ δοκίμων καὶ ὑπομονητικῶν καὶ μακροθύμων αὐτῶν εὑρεθέντων, οὕτω καὶ νῦν εἰς τὸν τῶν Χριστιανῶν ἀγῶνα χρόνοις πειρασθέντων καὶ δοκιμασθέντων καὶ πάσῃ ὑπομονῇ δοκίμων καὶ μακροθύμων καὶ πιστῶν εὑρεθέντων ἡ τοῦ θεοῦ ἐπαγγελία καὶ τελεία χάρις τοῦ πνεύματος εἰς αὐτοὺς πληρωθήσεται, ἵν' ὥσπερ χάριτι οὕτω καὶ δικαιοσύνῃ τὴν ζωὴν κληρονομήσωμεν εὐδοκιμήσαντες, καὶ μετὰ τοὺς ἀγῶνας τῶν ἀνδραγαθημάτων τοὺς στεφάνους καὶ τὰ ἐπινίκια τῆς βασι18-3-2 λείας δικαίως ὦμεν κομιζόμενοι.

διὸ τὸ πᾶν τῆς προαιρέσεως ἡμῶν θέλημα θεῷ μόνῳ ἀνενέγκωμεν, ἑαυτοὺς πάντοτε αὐτῷ ἀνατιθέντες καὶ τὸ βούλημα αὐτοῦ μόνου, ὅσον ἐν ἡμῖν δυνατόν, ἐπιτελοῦντες.

οὕτω γὰρ ἀλλοτρίους ἑαυτοὺς εἰς πάντα τοῦ χείρονος καταστήσαντες καὶ ἐν μηδενὶ ἑκουσίως ἑαυτοὺς ὑποτάξαντες τοῖς τοῦ πονηροῦ θελήμασιν ἢ κοινωνίαν ἔν τινι μετὰ τῶν παθῶν ποιούμενοι, τότε ἀληθῶς γενναῖοι

ἀθληταὶ τοῦ Χριστοῦ ἀποδειχθησόμεθα καὶ τῆς χάριτος αὐτοῦ τὴν μετουσίαν τελείως ἑαυτοῖς κομισόμεθα καὶ τὸν ἁγιασμὸν καὶ τὴν καθαρότητα τῆς καρδίας διὰ τῆς χάριτος αὐτοῦ κτησάμενοι δικαίως καὶ χάριτι τὴν τοῦ θεοῦ βασιλείαν κληρονομῆσαι καταξιωθῶμεν.

18-4-1 Ὃν τρόπον ἀνήρ τις πλούσιος καὶ ἐν πᾶσι κόσμιος βουλόμενος ἑαυτῷ οἶκον κατασκευάσαι, πάσῃ σπουδῇ καλλωπίσας καὶ κοσμήσας εὔχρηστον ἀποδείξει εἰς μονὴν καὶ κατοικητήριον ἑαυτοῦ, οὕτως ὁ Ἀδὰμ ἀπ' ἀρχῆς ἐκτίσθη καὶ διεπλάσθη σκεῦος καθαρὸν καὶ κεκαλλωπισμένον καὶ εὔχρηστον εἰς κατοικητήριον τοῦ δεσπότου, εἰς μονὴν βασιλέως.

μετὰ δὲ τὴν παράβασιν «ἐπέσπειρεν ὁ ἐχθρὸς ζιζάνια» καὶ δένδρον πικρὸν ἐφύτευσεν ἐκεῖ.

18-4-2 Καὶ ὥσπερ βασιλεὺς τὰς ὑποκειμένας αὐτῷ πόλεις δι' ἀρχόντων καὶ διοικητῶν πάντοτε ἐπισκεπτόμενος, ἡνίκα δεῖ καὶ αὐτὸς ἐφίσταται καὶ μάλιστα ἐν ἐφόδῳ πολεμίωνπάντα γὰρ τὸν λαὸν τότε συμπαραλαμβάνει, οὕτως ἀπ' ἀρχῆς τοῦ ἀνθρώπου εἰς ἐρημίαν καὶ ἀκαταστασίαν ἐμπεσόντος διὰ πρεσβυτέρων καὶ πατριαρχῶν καὶ προφητῶν καὶ νόμου ὁ θεὸς πάντοτε ἐπισκοπὴν ἐποίει τοῦ ἰδίου ἔργου, ἔσχατον δὲ καὶ αὐτὸς ὁ βασιλεὺς παραγέγονε, δύναμις θεῖα κατὰ τῆς ὑπεναντίας δυνάμεως, παρεμβολὴ ἀγγέλων κατὰ τῆς παρατάξεως τῶν δαιμόνων.

γεννᾶται γὰρ ἐκ γυναικὸς παρθένου, ὅπως τὴν καταπεσοῦσαν ψυχὴν διεγείρας ἀνασκευάσῃ καὶ ἀνακαινίσῃ, καὶ ποιήσῃ τέκνα ἄνωθεν διὰ πνεύματος ἁγίου προελθόντα.

18-4-3 Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν ἔργον τῆς θεότητος, ὅτι τὸν ἄσαρκον διὰ σαρκὸς καὶ αἵματος ἐθανάτωσεν.

ἐπεὶ τίς ἦν κόπος ἐν πνεύματι αὐτὸν ἀναιρεθῆναι καὶ χωρὶς σαρκὸς θανατωθῆναι; ὅμως εὐδόκησεν ἐν σαρκὶ ὢν καὶ ὡς εὐτελὴς ἄνθρωπος ἀτιμασθῆναι καὶ παθεῖν καὶ «διὰ τοῦ θανάτου καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἔστιν τὸν διάβολον».

18-4-4 Ὁ ἥλιος ὅλον τὸν κύκλον ἐν οὐρανῷ ἔχων ὅλος εἰς τὴν γῆν νένευκε διακονῶν τοῖς ἐν γῇ καὶ τὰς ἀκτῖνας πανταχοῦ ἐκπέμπων καταλάμπει πάντα, καὶ ἐὰν θελήσῃς ἀτενίσαι τῷ κύκλῳ, πληροῦσαι τοῦ φωτὸς αὐτοῦ, οὕτω καὶ ὁ κύριος τὸν Ἀδὰμ ἐκ τοῦ ἡμετέρου γένους λαβὼν ἀνήνεγκεν ἐν ὑψηλῷ ἐν δεξιᾷ τοῦ πατρός, ὅλον δὲ τὸν νοῦν κάτω ἔχειν ἐποίησε πρὸς τοὺς ὁμογενεῖς, καὶ ὅσοι ἀτενίζουσιν αὐτῷ καὶ ὅλον πέμπουσι τὸν νοῦν πρὸς αὐτόν, πληροῦνται τῆς ἐνεργείας τοῦ πυρὸς τοῦ ἁγίου πνεύματος καὶ τοῦ φωτὸς αὐτοῦ.

18-4-5 Καὶ ὥσπερ τὰ νέφη ὄμβρον βαστάζοντα καὶ διυγραίνοντα καὶ ἐν ὕψει κρεμάμενα τῇ κάτω οὔσῃ διακονεῖ γῇ καὶ τὰ ἐν αὐτῇ φυτὰ διεγείρει καὶ ἀναχλοάζει, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ ὑετοῦ τοῦ θείου αὐτοῦ ὄμβρουγῆ γάρ ἐστι τοῦ θεοῦ ἡ ψυχή, καὶ οὕτω θάλλουσα ἀναζωπυρεῖ, τῶν λογισμῶν βοηθουμένων καὶ ἐνδυναμουμένων.

18-4-6 Καὶ ὥσπερ ἔρεα βαφεῖσα ἀλλάσσει τῆς χροίας τὴν φύσιν, οὕτως ἡ ψυχὴ βαφεῖσα ἀλλάσσεται καὶ μεταβάλλεται ἐκ τῆς ἀρχαίας φύσεως ἀνατρέχουσα καὶ ἀναδυομένη εἰς τὴν τοῦ ἁγίου φωτὸς καὶ πυρὸς φύσιν.

18-4-7 Καὶ ὥσπερ ξύλον εἰς πῦρ βληθὲν ὅλον πῦρ γίνεται καὶ κατακαίει τοὺς πλησιάζοντας ἢ καὶ ἁπτομένους, οὕτω τὰ πνεύματα τῆς πονηρίας ἐπερχόμενα τῇ πνευματοφόρῳ ψυχῇ κατακαίονται.

18-4-8 ∆ιὰ γὰρ τοῦ παρακλήτου μεταβέβληται τὴν φύσιν καὶ ἔστησε τὰς ἐν αὐτῇ πηγαζούσας καὶ ῥεούσας τοῦ θανάτου ὁρμάς, ὡς καὶ τῆς αἱμορροούσης «ἡ τοῦ αἵματος πηγὴ» διὰ τῆς τοῦ θεοῦ δυνάμεως «ἐξηράνθη».

18-4-9 Οἱ ἔμποροι μετὰ τὸ τῆς οἰκίας ἀποστῆναι καὶ ἐν ἀλλοδαπῇ διατρίψαι καὶ αὐξῆσαι τὴν οὐσίαν, ἐὰν συληθῶσιν ὑπὸ λῃστῶν ἐν μέσῃ τῇ ὁδῷ, μάτην τὸν τοσούτου χρόνου ὑπέστησαν κάματον μηδὲν ἔχοντες ἐν χερσί, καὶ ὁ οἰκίαν οἰκοδομῶν ἑαυτῷ μετὰ τὸ τελέσαι ἐὰν ἀποθάνῃ καὶ μὴ καταμείνῃ, οὐδὲν ὠφελήθη ἐκ τῶν πολλῶν πόνων·

καὶ οἱ τὴν τῶν Χριστιανῶν ὁδὸν τρέχοντες ἐὰν μὴ ἕως τέλους ἐμμείνωσιν ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, οὐδὲν ἐκ τοῦ προλαβόντος κόπου ὠφελήθησαν.

18-4-10 Καὶ ναῦς ἕως ἐστὶν

ἐν θαλάσσῃ, καίτοι αἰσίων ἀνέμων κινούντων αὐτὴν ὑπὸ φόβον ἐστί, μήποτε πρὸ τοῦ λιμένος ἐναντίων διεγερθέντων ἀνέμων ὑποβρύχιος γένηται·

καὶ ἡ ψυχὴ μετὰ τὴν παρακοὴν μέση δύο πνευμάτων ἐγένετο, ἀγαθοῦ καὶ πονηροῦ, καὶ ἐπεισελθούσης τῆς παλαιᾶς ζύμης τῆς ἁμαρτίας ἐκ δύο πνευμάτων λοιπὸν ἀνέρχονται οἱ λογισμοὶ ἐπὶ τὴν καρδίαν.

καὶ εἰσὶν ἐκεῖ καὶ ξένοι τῆς φύσεως λογισμοί, διὰ τοῦτο ὁ συνετὸς διακρίνων τὰ βλάπτοντα ἀπὸ τῶν ὠφελούντων τὰ μὲν ὡς ἐχθρὰ καταδικάζει καὶ ἐξορίζει, τὰ δὲ ὡς φίλα σεμνύνει καὶ διακατέχει.

18-4-11 Οἱ δὲ λόγῳ τὸν Χριστιανισμὸν ἐκμαθεῖν σπεύδοντες ἐοίκασι τυφλοῖς καὶ χωλεύουσι καὶ παντάπασιν ἠχρειωμένοις ἀνδράσι τοῖς ἐπὶ τῶν κλινῶν κατακειμένοις καὶ μηδὲν ἕτερον ποιεῖν δυναμένοις ἢ μόνον λαλεῖν.

οὕτω γὰρ καὶ αὐτοὶ τυφλωθέντες καὶ χωλεύοντες καὶ ἀσθενοῦντες κατὰ τὸν ἔσω ἄνθρωπον ἐν τῷ λαλεῖν μόνον σπεύδουσι, μηδὲν τὸ συνόλον ὠφελοῦντες τὰς ἀσθενούσας αὐτῶν ψυχάς.

18-4-12 Ὡς γὰρ ὁ ἀπόστολος Πέτρος λόγῳ καὶ δυνάμει θεοῦ τὸν ἀπὸ γενετῆς χωλὸν διεγείρας καὶ ἐκθεραπεύσας ἅλλεσθαι ἐποίησεν, οὕτω καὶ νῦν ὁ αὐτὸς ζῶν λόγος οὐσιωδῶς καὶ ὑποστατικῶς ἐνεργῶν ἀνιστᾷ τὸν ἔσω ἄνθρωπον ἐκ τῆς χωλότητος εἰς τὸ ἐξάλλεσθαι εἰς τὸν ἀέρα τὸν θεϊκόν.

18-4-13 Ἡ σοφία τοῦ κόσμου, ἣν μανθάνουσιν οἱ ἄνθρωποι, ἀφανὴς τίς ἐστι καὶ ἀνυπόστατος, καὶ ὅμως ὥσπερ φύσις τις παραμένει προσοικειουμένη τῇ ψυχῇ·

πόλλῳ μᾶλλον οἱ σοφισθέντες τῇ τοῦ θεοῦ σοφίᾳ καὶ ὁδηγούμενοι ὑπ' αὐτῆς παράμονον ἔχουσι τὴν παιδείαν καὶ τὴν γνῶσιν εἰς αἰῶνα αἰῶνος.

18-4-14 Οἱ ἄνθρωποι τοὺς ἑαυτῶν φίλους ὁρῶντες ἐν τοῖς ἰδίοις οἴκοις τῆς ἀγάπης τὰ σύμβολα, τὴν ἐν τραπέζαις τιμὴν ἐπιδείκνυνται οἱ Χριστιανοὶ δὲ ἐπισκεπτόμενοι τοὺς ἑαυτῶν ἑταίρους εὐωχεῖν ὀφείλουσι τὴν ἐπουράνιον αὐτοῖς παρατιθέντες τράπεζαν καὶ ταύτην μυρίοις καὶ πολυτελέσι κοσμήσαντες ἐδέσμασι τοῖς λόγοις τοῦ πνεύματος, ἀφ' ὧν εὐφραίνεται ἡ ψυχὴ καὶ μανθάνει, πῶς δύναται ἀπὸ τοῦ ἀγαθοῦ ἀμετάθετος εἶναι ὡς στύλος ἰσχυρὸς βαστάζων βάρη οἴκου.

18-4-15 Ὥσπερ δὲ πατὴρ ἔχων υἱὸν ἀγαπώμενον δώσει αὐτῷ μαργαρίτας ἢ ἐνδύματα λαμπρὰ καὶ διδοὺς ἀπειλητικοῖς χρήσεται λόγοις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας καὶ περιποιήσεως μήποτε καταφρονήσας ἀπολέσῃ.

ἢ ὥσπερ οἱ παιδαγωγοὶ καὶ οἱ διδάσκαλοι ἐκπαιδεύοντες τοὺς ἑαυτῶν μαθητὰς τὸν ἱμάντα προβάλλονται καὶ φόβῳ τῆς μάστιγος σπουδαιότερον προσέχειν τοῖς μαθήμασι ἀναγκάζουσιν, οὕτως ὁ θεὸς τοὺς ἐκλεκτοὺς αὐτοῦ παιδεύει διαφόρως κατ' οἰκονομίαν ἐπιφέρων αὐτοῖς τὰς θλίψεις καὶ προβάλλεται τὴν ἐναντίαν δύναμιν ἄντικρυς τῶν λαμβανόντων τὴν χάριν αὐτοῦ καὶ ἀναγεννωμένων ὑπὸ τοῦ πνεύματος αὐτοῦ.

γυμναζόμενοι γὰρ ἐν τοῖς πειρασμοῖς κατορθοῦσι τὴν ὑπομονὴν καὶ ἀκριβῶς διακατέχουσιν ἐν ἀσφαλείᾳ τὰ παρὰ θεοῦ δοθέντα·

ἡ γὰρ ἀνθρωπίνη φύσις καθαρεύουσα ἀπὸ τῆς ἁμαρτίας ἐπαίρεται.

διὰ τοῦτο λέγει καὶ ὁ θεοφόρος Παῦλος τὸ πνεῦμα τὸ παράκλητον λαβὼν «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι» ἐν ταῖς ἀποκαλύψεσιν «ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ» λαμβάνει γὰρ κατὰ καιρούς τινας ἐξουσίαν ὁ πονηρὸς κατὰ τῶν ἐν θεῷ τελειουμένων τοῦ θεοῦ τοῦτο παραχωροῦντος κατ' οἰκονομίαν πρὸς τὸ πλήσσειν καὶ κακοῦν διὰ τῶν ἔξωθεν τὸ σῶμα.

ἔσωθεν δὲ οὐκέτι ἔχει νομὴν οὐδὲ δύναται εἰσελθὼν ἀδικῆσαι τὴν ψυχήν, ἐπειδὴ ἐν τῇ θεότητι αὐλίζεται ὁ ἔσω ἄνθρωπος περιτειχισθεὶς ὑπὸ τῆς χάριτος·

ὥστε εἰ μὴ παρῆν ἡ τοῦ σώματος ἀσθένεια καὶ ὁ σκόλοψ ὁ τοιοῦτος, οὐκ ἂν ἔλεγεν ἑαυτὸν φύσεως ἀνθρωπίνης εἶναι.

ἵνα οὖν γνοὺς τὴν ἑαυτοῦ ἀσθένειαν παρακαλέσῃ τὸν θεόν, ταύτην οὕτως ἔχειν παρεχωρήθη·

ἴσως γὰρ λογισάμενος, ὅτι θεός εἰμι τὸν κόσμον ὅλον ἂν ἔκρινε καὶ ἐξουδένωσεν.

18-4-16 Ὥσπερ δὲ λύκος ἢ λέων ἐπερχόμενος προβάτοις ἐν

ἀσφαλείᾳ οὖσι καὶ ἐν σκέπῃ ἀσφαλεῖ καὶ ἀνεπιβουλεύτῳ κατακεκλεισμένοις καταγελᾶται, μὴ δυνάμενος ἐπιπηδῆσαι ἢ διαρρῆξαι, καὶ πάλιν τὰ πρόβατα ἔνδον ὄντα καὶ τῷ περικειμένῳ τείχει θαρροῦντα οὐ παντελῶς ἄφοβά εἰσιν, ἀλλὰ τρόπον τινὰ ἐπτυρμένα ὁρῶνται διὰ τὴν παρουσίαν τοῦ θηρίου, καίτοι εἰδότα ἀκριβῶς, ὅτι οὐ κυριεύσει αὐτῶν οὐδὲ εἰσελεύσεται εἰς τὴν αὐλὴν ὁ λύκος.

ἢ ὥσπερ πόλις τειχήρης ἀκαταγώνιστος, ἔχουσα ἔνδον ἀποκειμένην τῶν ἀναγκαίων τὴν αὐτάρκειαν καὶ πολιορκουμένη, ἔνδον ἀποκεκλεισμένη ἐν πολλῇ πεποιθήσει καὶ ἀμεριμνίᾳ ἐστί, καὶ ὅμως οἱ στρατιῶται φόβον ἔχουσικαίτοι θαρροῦντες τῷ τείχει καὶ τοῖς ἀποκειμέναις τροφαῖς, διὰ τοῦτο καθωπλισμένοι ἀπὸ τῶν τειχῶν κατασκοπεύουσι τοὺς πολεμίους, μήποτε ἐπελθόντες μηχαναῖς τισι κατὰ τῆς πόλεως χρήσωνται.

οὕτως ἦν τὰ κατὰ τοὺς ἀποστόλους.

πόλεις γὰρ καὶ αὐτοὶ ὑπὸ τοῦ θεοῦ προσηγορεύθησαν, τετειχισμένοι πανταχόθεν τείχει ἀσφαλεῖ, τῷ ἁγίῳ πνεύματι τοῦ θεοῦ, καὶ ἔνδον γέμοντες παντὸς εἴδους ἀγαθοῦ, ἐνδυμάτων καὶ θησαυρῶν ἀεννάων, καὶ ὅμως ἐν τούτοις ὄντες εἶχον ἔνδον τὸν φόβον, οὐχ ὅπως μὴ πέσωσι τῆς ὁδοῦ τῆς ζωῆς, ἀλλ' ἵνα μή τινες βάσκανοι ἢ μισόκαλοι διὰ τὸν ἐν χερσὶ πλοῦτον ἐπελθόντες θλίψωσιν αὐτούς.

ἐν ἀγαλλιάσει οὖν εἶχον τὸν φόβον συντηροῦντες τὰ δοθέντα αὐτοῖς ἀπὸ τοῦ θεοῦ.

ἐπεὶ καὶ ὁ ψαλμωδὸς λέγει·

«δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ».

ὁ δὲ ἀπόστολος·

«ἔξωθεν φόβοι, ἔσωθεν μάχαι».

αἱ δὲ μάχαι δύο ἔχουσι τρόπους ἢ δι' ἀνθρώπων ἐπολεμοῦντο ὑβριζόμενοι, διωκόμενοι, ἢ δυνάμεις τινὲς κατὰ καιροὺς τοῦ πονηροῦ παρεχωροῦντο προσελθεῖν ἔξωθεν τῷ σώματι αὐτῶν τρόπῳ τινὶ τῆς αὐτῆς ὑποθέσεως.

18-5-1 Ἐρώτησις.

∆ύναται ἁμαρτία οἰκεῖν εἰς τὸν ἄνθρωπον καὶ πνεῦμα ἅγιον καὶ συμφωνεῖν μετ' ἀλλήλων; Ἀπόκρισις.

Ἐν ἑνὶ αἰῶνι καὶ κόσμῳ δύο εἰσὶ φύσεις τὸ ἴδιον ἔργον ἐργαζόμεναι καὶ οὐ συμφωνοῦσιν ἀλλήλαις εἰς τὴν ἐνέργειαν.

οἷον ἔστιν ἥλιος λάμπων εἰς τὴν ὑπ' οὐρανὸν καὶ ἔστιν ἄνεμος πνέων καὶ οὔτε ὁ ἥλιος μεταλαμβάνει τι ἐκ τῆς αὔρας καὶ τῆς ψυχρίας τοῦ ἀνέμουφύσεως γάρ ἐστι θερμῆς, οὔτε πάλιν ὁ ἄνεμος ἐκ τῆς θέρμης τοῦ ἡλίου μεταλαμβάνει, ἀλλὰ ἑκάτερον αὐτῶν μένει ἐν τῇ ἰδίᾳ ὑποστάσει.

οὕτως εἰσι καὶ αἱ ψυχαὶ αἱ γευσάμεναι τῆς χάριτος τοῦ θεοῦ, μηδέπω δὲ φθάσασαι εἰς τέλειον μέτρον.

νῦν γὰρ ἐνεργεῖ ἐν αὐταῖς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀναπαύει, ἐν ἄλλῃ δὲ ὥρᾳ ἐνεργοῦσιν οἱ ἄνεμοι τῆς πονηρίας, καὶ ἀμφότερα ἐν τῇ ἰδίᾳ ἐργασίᾳ μένει, καὶ οὔτε τὸ ἀκάθαρτον πνεῦμα μετέχει ἐκ τῆς καθαρότητος τοῦ ἁγιασμοῦ οὔτε τὸ πνεῦμα τὸ ἅγιον ἐκ 18-5-2 τῆς ῥυπαρίας τοῦ σκότους μεταλαμβάνει.

καὶ καθάπερ ἐν τῷ τοῦ ἔαρος καιρῷ πολλαὶ μεταβολαὶ καὶ ἀλλαγαὶ γίνονται τοῦ ἀέρος, ποτὲ γὰρ σκέπεται ὁ οὐρανὸς ὑπὸ νεφῶν ὅλος καὶ ἔσω ὢν καὶ καλυπτόμενος ὁ ἥλιος οὐκ ἀλλοιοῦται οὔτε ἀδικεῖταί τι ἐκ τῆς ἐπικειμένης ἀχλύος οὔτε μὴν ὁ οὐρανὸς ἀπόλλει τὴν οἰκείαν εὐπρέπειαν, ἀλλ' ἐν τῷ καιρῷ τῆς διαλύσεως τῶν νεφῶν ὁρᾶται ὁ οὐρανὸς τὴν ἰδίαν λαμπρότητα ἀποσῴζων καὶ ὁ ἥλιος ἐν τῇ ἰδίᾳ μένων φύσει καὶ ἀκωλύτως ἐκπέμπων τὰς λαμπρὰς ἀκτῖνας·

οὕτω καὶ οἱ ἔτι νηπιάζοντες.

οἱ δὲ τέλειοι τὴν τοῦ θερινοῦ καιροῦ ἀποσῴζουσιν εἰκόνα, οὐκέτι εἰσὶ νέφη καὶ ὁμίχλαι, ἀλλὰ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καθαρεύονται, οὕτω καὶ αὐτοὶ καθαρεύουσι τὸν νοῦν καὶ τὸν ὅλον ἄνθρωπον καί εἰσι πάντοτε ἐν φωτὶ τετελειωμένοι, μηδέν τι ῥύπου μετέχοντες ἐν τῇ ψυχῇ.

18-5-3 Ὥσπερ γὰρ ὁδοιπόρος μακρὰν ὅδον τρέχων καὶ πολλὰς βλέπων βοτάνας καὶ ὄρη καὶ ποταμοὺς καὶ ζῷα καὶ πετεινὰ ὑπ' οὐδενὸς κατέχεται πρὸς τὸ καταγώγιον τρέχων, ἢ ὥσπερ ὁ εἰς πόλιν τινὰ εἰσιὼν καὶ πρὸς τὸ ἴδιον ἐπειγόμενος ἔργον πρὸς οὐδὲν τῶν ἐν τῇ πόλει προκειμένων τρέχει οὐδὲ μετεωρίζεται διὰ τὴν τῆς προθέσεως ἀνάγκην, οὕτως οἱ τέλειοι παντελῶς ἀμέριμνοι ὄντες οὐ κρατοῦνται ἢ ἐμποδίζονται ὑπὸ τῆς κακίας,

ἀλλ' ἔστιν ὁ νοῦς αὐτῶν εἰς λιμένα ἀναπαύσεως καὶ εἰς αἰῶνα πάσης ἀπηλλαγμένον κακίας·

ἐκεῖ ἔχουσι τὸν σκοπὸν πάντοτε καὶ τὴν πρόθεσιν, καίτοι τῆς κακίας ἔξωθεν μὴ ἡσυχαζούσης μηδὲ ἀνιεμένης, ἀλλὰ μετὰ πλήθους δαιμόνων κατὰ καιρούς τινας εἰς πολλὰς ὁράσεις μεταμορφουμένης καὶ παρισταμένης, καὶ ἐν τούτῳ δὲ τῷ μέρει πολεμοῦντες εὐεργετοῦσι τὴν ψυχήν.

ἀποκαλύπτεται γὰρ ἡ τούτων φύσις εἰς τὸν 18-5-4 σοφισθέντα νοῦν γνῶναι αὐτῶν τὰς μεθοδείας·

πολυποίκιλοι γάρ εἰσιν.

ὡς δὲ τὰ κύματα τῆς θαλάσσης καὶ τὰ ἐν ὄρεσι δένδρα καὶ αἱ τῶν ποταμῶν συνεχεῖς καὶ ἀδιάστατοι ἐπιχύσεις πάντα ὑπερβαίνουσιν ἀριθμόν, οὕτω καὶ τὰ πνεύματα τῆς πονηρίας πάντοτε κινούμενα πολυτρόπως καθ' ἑκάστην ὥραν πολεμεῖ, ἔτι μὴν καὶ ἡ χάρις πλουσίως καὶ διαφόρως ἐνεργεῖ ἐν τοῖς ἀνθρώποις.

18-5-5 Ὥσπερ γάρ τις νέος τὴν ἡλικίαν καὶ ἁδρὸς ταῖς οὐσίαις καὶ κύριος πολλῶν κτημάτων καὶ πλούσιος ταῖς αὐτοῦ ἀποθήκαις ἐναβρυνόμενος τῇ εὐδαιμονίᾳ ὑπερφυσᾶται, ἐπαιρόμενος τοῖς τῶν κολάκων ἐπαίνοις, οὕτω καὶ ἡ φύσις ἡ ἀνθρωπίνη ὅταν εἰς ἀνάπαυσιν καὶ πλοῦτον ἐπουράνιον ἔλθῃ, ἄρχεται τυφοῦσθαι καὶ ἐπαίρεσθαι.

διὰ τοῦτο ἐνδίδωσι καὶ ὑποστέλλεται αὐτὴ ἡ χάρις, ὅπως παραδοθεῖσα ἡ ψυχὴ τοῖς πνεύμασι τῆς πονηρίας ταπεινωθῇ καὶ ἐπιγνῶ τὴν ἑαυτῆς ἀσθένειαν πλὴν ἐν ᾧ καιρῷ παραδίδοται ὁ ἄνθρωπος ὁ κύριος κρυπτῶς παρὼν παρακρατεῖ τὴν ψυχὴν καὶ φυλάσσει ἐπεὶ οὐκ ἂν ἠδυνήθη ὑποστῆναι 18-5-6 ὁ ἄνθρωπος τὰς μεθοδείας καὶ θλίψεις τοῦ διαβόλου.

οἱ γὰρ πρόσφατον ὑπὸ θεοῦ ἀναγεννώμενοι ἔτι νηπιάζουσι καὶ ἐν νηπιότητι εἰσὶ καὶ ὥσπερ τὰ ἄρτι γεννηθέντα βρέφη πᾶσι τοῖς μέλεσιν ἀπαρτισμένα προέρχεται καὶ διὰ τὴν ἁπαλότητα καὶ σμικρότητα ἐνεργεῖν τί ἢ πράττειν οὐ δύνανταιδιὸ καὶ πολλῆς ἀνατροφῆς καὶ ἐπιμελείας δέονται πρὸς τὸ εἰς τελείαν αὔξησιν ἐλθεῖν, οὕτως οἱ τεχθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ ὑπ' αὐτοῦ παιδαγωγούμενοι καὶ ἀνατρεφόμενοι αὔξουσι τὴν αὔξησιν τοῦ κυρίου.

18-6-1 Ἐρώτησις.

Ἆρά γε ἀνιστάμενα τὰ σώματα τὰ ἐκ τοῦ Ἀδὰμ γυμνὰἵστανται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐνδύματα καὶ τρέφονται τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐνδύμασι τὸ σῶμα καὶ βρώμασι τρέφεταιἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας καὶ γυναῖκας περιβεβλῆσθαι τὴν ἀσχημοσύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν; εἰ ἔτι οὖν ἀναστάντα ἀπὸ τῆς γῆς τῆς διαλύσεως καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελθόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ; Ἀπόκρισις.

Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται·

οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ.

πόθεν οὖν ἔτι τροφὴ τοῖς ἀνθρώποις χορηγηθήσεται καὶ τὰ περιβόλαια κατασκευασθήσεται 18-6-2 λυομένων τῶν ὁρωμένων κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι παρὰ τὸ ὁρώμενον τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι.

εἰ δὲ τὸ μάννα ὃ ἐδόθη τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶνγέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος», πόσῳ μᾶλλον ἐν τῷ μέλλοντι αἰῶνι τροφὴν δίδωσιν ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν·

ὅσοι γοῦν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις» αὐτῶν καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, αὐτοὶ ἀναμφιβόλως ἀπολαύσουσι καὶ τῆς τοῦ σώματος δόξης.

τὸ γὰρ νῦν κρυπτόμενον καὶ ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος ἐν τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προκύψαν καὶ ἐπιχυθὲν καλύψει καὶ δοξάσει τὸ 18-6-3 ἔξω σῶμα τῷ αἰωνίῳ φωτί.

ἀνάγκη οὖν τὸν νοῦν τίμιον ὄντα ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ

θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα συνδοξασθῆναι καὶ τὸ σῶμα.

ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ καταποθῆναι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσδοκωμένῳ καιρῷ καὶ τὸ σῶμα περιβαλεῖ καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν ἀγγέλων.

18-6-4 Ἐν τοῖς ὁρωμένοις πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ ἡμέρα.

καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά·

ἐν αὐτῇ γὰρ οἱ κακοῦργοι τὴν ἀνομίαν ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι, φονεύουσι καὶ μοιχεύουσι ἀδεῶς ὑπὸ μηδενὸς ἐλεγχόμενοι.

τὰ δὲ τῆς ἡμέρας ἔργα φωτεινά, ἔργα δικαιοσύνης καὶ θεοσεβείας, πάντα γὰρ τὰ ἐν φωτὶ γινόμενα «φῶς ἐστιν», ἐν τῷ θεῷ εἰργασμένα.

οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς ἐν νυκτὶ νῦν μὲν λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται».

οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ κρύπτειν τὰ πονηρὰ αὐτῶν ἔργα, ἀλλ' οὐ δύνανται λαθεῖν τὸν θεόν·

«πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος».

τὸ γὰρ σκότος τὸ νῦν καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὸ σῶμα συγκαλύψει καὶ συσκιάσει·

κατακαλύπτεται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα τῶν δικαίων ἐκλάμψει ὡς ὁ ἥλιος, οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται.

18-6-5 ὥσπερ δὲ τὰ κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως καιρὸν ἔνδον κυοφορήσαντα τοὺς καρπούς, οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς τὴν γῆν θαπτόμενον πρῶτον ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ οὕτως αὐξάνον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφόμενον καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς στάχυν πληρόκοκκον ἀποδιδόμενον, καὶ ὃν τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ οὕτως εἰς φανέρωσιν προφέρει τοὺς συλληφθέντας καρποὺς καὶ τὸν οἶνον ἐν καιρῷ ἀποδίδωσιντὸν αὐτὸν τρόπον οἱ Χριστιανοὶ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ καὶ ῥίζας γλυκυτάτας εἰς τὴν γῆν τῆς ἐπαγγελίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλήψεται τὸ σῶμα·

καὶ αὐτὸ εὐφραῖνον καὶ 18-6-6 χαροποιοῦν.

οὕτω δὲ πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται.

ὥσπερ δὲ σώφρων παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν·

τὸ γὰρ ἔμβρυον εἰς τελείαν σύμπηξιν ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ παμφάγον πῦρ, ἀλλ' αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν ὁμοῦ καταδικάζονται.

18-6-7 Τοῦτο ἐστὶ τὸ ζητούμενον·

ἀπὸ τοῦ νῦν οὖν σπουδάσωμεν εἰς τὸν ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι' αὐτοῦ ἐν ἐκρίνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν, ἀποκαθιστᾷ γὰρ ὁ κύριος τοὺς τοιούτους εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον, κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν τὴν κληρονομίαν τῆς ἐπαγγελίας.

καὶ οἱ τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες ἐνώπιον τῆς θεότητος·

οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν τίμιοι καὶ ἀετοὶ καὶ περιστεραί.

ὁ δὲ ἀρχιτέκτων Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται·

«λογισμοὺς

καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

ταῦ18-6-8 τα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν, ἃ καὶ καθελὼν τίθησι τὸν θεμέλιον ἐν ταῖς καρδίαις ἡμῶν καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς λίθους (λέγω δὴ τοὺς τῆς φύσεως διαλογισμούς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ τῶν ἁγίων ἀποστόλων.

ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή·

ἀνάγει οὖν αὐτὸς πρῶτος τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ ἀγγέλων καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἔσωθεν κάτεισι πρὸς τοὺς ἐπιγείους καὶ σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος τόπον καταμείνει.

18-6-9 Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτω διὰ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὁρῶμεν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς δικαιοσύνης.

καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται φέρειν τῶν ἀέρων τὴν τραχύτητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος καιρῷ ἐπανέρχονται, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινομένης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι νοσσοποιοῦσι καὶ ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως φωναῖςοὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ, παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας 18-6-10 ἐπεισελθούσης τῷ τοιῷδε οἴκῳ.

ἐν τῷ καιρῷ τοίνυν τοῦ θέρους, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς·

ἄμπελοί τε καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι δασύνονται κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς ἄνθεσιν.

ἔτι μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε εἶναι λοιπὸν καινὰ σώματα ἀρνῶν καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μεταβέβληται καρποφοροῦντα καὶ κινούμενα καὶ τρεφόμενα.

ἥ τε γὰρ ὑπὸ τοῦ κρύους πεπηγμένη γῆ διαλυθεῖσα καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ καὶ εὐκραεῖ καιρῷ καὶ ἀφθόνως τρεφόμενα χαίρει.

18-6-11 Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν νοερῶν καὶ πνευματικῶν πραγμάτων.

ἀπὸ γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδουλωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ·

πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ ξένοι τῆς φύσεως σου 18-6-12 καὶ ἕκαστος διαλογισμὸς ἐκ τοῦ σατανᾶ ἐστιν.

ἐν δὲ τῷ καιρῷ τῆς ἐπισκέψεως τοῦ πνεύματος τοῦ ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή.

ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρίβολοι καὶ οἱ φραγμοὶ καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος.

ἄρχεται δὲ αὐτὴ ἡ καρδία κινεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ πολλῇ γαλήνῃ καὶ πολλῇ εἰρήνῃ, καὶ μακάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

18-7-1 Ἐρώτησις.

Τί ἐστι τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ; Ἀπόκρισις.

Ὥσπερ ὁ θεὸς

ἀκατάληπτός ἐστι καὶ ἀπερίγραπτος, οὕτω καὶ ὁ νοῦς πανταχοῦ φέρεται καὶ ἔνθα οὐκ ἐγένετο παραγίνεται, καὶ εἰ βουληθείη ἄπεισιν εἰς τὰ ἐξώτερα καὶ εἰς τὰ κατώτερα καὶ ἀνώτερα τῆς γῆς μέρη, ὅσῳ δέ τις προκόπτει εἰς τὴν ἐπίγνωσιν τοῦ πνεύματος, τοσούτῳ μεῖζον 18-7-2 γνωρίζει τὴν ἰδίαν ὑπόστασιν.

ὃν τρόπον δὲ ἀνδριαντοπλάσται καὶ πάντες οἱ χαλκουργοὶ πρῶτον κηροπλαστήσαντες ἐκτύπωμα, οὗ βούλονται κατασκευάσαι ζωδίου, καθ' ὁμοίωσιν τοῦτο διὰ χαλκοῦ μετὰ τοῦτο ποιοῦσιν ἐγχέοντες τὸν τετηγμένον χαλκόν, οὕτως ὁ θεὸς λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἐποίησε τὴν εἰκόνα τοῦ ἔξω ἀνθρώπου καὶ κατὰ τὴν ὁμοιότητα τούτου ἐποίησε τὸν ἔσω ἄνθρωπον, ὃς καλεῖται ψυχὴ καὶ νοῦς, σκεῦος τίμιον, μόνῳ θεῷ καὶ τοῖς τελείοις καὶ πνευματοφόροις γνωριζόμενον καὶ νοούμενον.

τιμιώτερον δέ ἐστι πάντων τῶν κτισμάτων ἡ ψυχὴ τοῦ ἀνθρώπου.

ὁ δὲ ἔξω ἄνθρωπος γεννᾶται ὡς καὶ τὰ λοιπὰ ζῷα, ἐσθίει ἐκ τῆς γῆς, γηρᾷ, ἀποθνῄσκει.

ὁ δὲ ἔσω ἄνθρωπος (τουτέστιν ἡ ψυχή) «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ θεοῦ γεγένηται καὶ τούτῳ συγκρίνεται, ἔστι γὰρ νύμφη βασιλέως καὶ ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφραίνεται ἐπὶ ψυχῇ κύριος.

κέκληται 18-7-3 δὲ εἰς υἱοθεσίαν.

«ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσι» καὶ ἀδελφοὶ καὶ φίλοι τοῦ νυμφίου.

καὶ ὥσπερ ἀνελθὼν εἰς τὸ ὄρος ὁ κύριος «μετεμορφώθη» εἰς τὴν θεϊκὴν αὐτοῦ δόξαν, οὕτως αἱ ψυχαὶ ἀπὸ τοῦ νῦν φωτίζονται καὶ συνδοξάζονται, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ καὶ τὰ σώματα συνδοξαζόμενα ἐξαστράπτει.

λέγει γὰρ ἡ γραφή·

«τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν».

ἄρα οὖν ἀπεντεῦθεν ἔχουσι τὴν υἱοθεσίαν καὶ τὴν ἀκατάλυτον χαράν, ἣν χαίρουσιν οἱ Χριστιανοί·

οὐ γὰρ διαδέχεται αὐτοὺς λύπη πάλιν.

καὶ τὴν μὲν τοῦ κόσμου χαρὰν καταλαβοῦσα θλῖψις καταλύει, ἡ δὲ χάρις τοῦ κυρίου συμβασιλεύειν ποιεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας.

καὶ ἡ μὲν βασιλεία τοῦ κόσμου τούτου καὶ τὸ κράτος τῆς γῆς ταπεινὸν καὶ ἐξουδενωμένον, ἡ δὲ τοῦ κυρίου ἀδιάλειπτος.

ἀποδέδεικται οὖν ὅτι ἔχει ἡ ψυχὴ εἰκόνα ἰδίαν, τὰ μέλη τοῦ ἔξω ἀνθρώπου·

ἡμεῖς δὲ δόξαν ἀναπέμψωμεν τῇ μακαρίᾳ καὶ ἀθανάτῳ τριάδι πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

19-τ-1 ΛΟΓΟΣ ΙΘʹ.

19-1-1 Ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ κατ' ἀλήθειαν τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύων καὶ ὁ εὐπειθὴς δοῦλος τοῦ κυρίου εἰς ἕκαστον ἀγαθὸν καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀεὶ προκοπὴν λαμβάνει καὶ κρείττων ἑαυτοῦ γίνεται ὁσημέραι βελτιούμενος καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα θεμέλιον κτᾶται, οἷον εἰς ταπεινοφροσύνην καὶ πραότητα εἰς χρηστότητα εἰς ὑπομονὴν εἰς μακροθυμίαν εἰς ἀγάπην εἰς πίστιν εἰς ἐλπίδα εἰς σωφροσύνην εἰς ἀνδρείαν εἰς ἀγαθότητα.

ἕκαστον γὰρ αὐτῶν πολλὴν βαθύτητα καὶ πλατύτητα καὶ 19-1-2 λεπτότητος ἐργασίαν ἔχει.

ὥσπερ ἐὰν ᾖ ἐν παραδείσῳ δένδρα πολλὰ καρποφόρα τε καὶ διάφορα καὶ ἕκαστον δένδρον ἔχῃ κλάδους καὶ πάλιν οἱ κλάδοι κλῶνας μικροὺς κάρφη τε λεπτότερα καὶ πλῆθος πολὺ φύλλων, οὕτως ἐν ἑκάστῃ τῶν ἀρετῶν πολλή τις λεπτότης ἔγκειται ἐργασίας καὶ πολλὴ βαθύτης 19-1-3 καὶ ἕκαστον ὥσπερ ἀποτέλεσμά τι τέλειον τυγχάνει.

πάντων δὲ τούτων κρηπὶς καὶ ἑδραίωμα καὶ τὸ ἀκρότατον, εἰς ὃ ὀφείλει ἡδραιῶσθαι καὶ τεθεμελιῶσθαι ἕκαστος ὁ προσερχόμενος θεῷ, ἔστιν ἡ εἰς θεὸν πεποίθησις καὶ ἡ τῆς πίστεως ἑδραιότης, ὅπερ πρὸ πάντων ἕκαστος ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ κτήσασθαι 19-1-4 ὀφείλει καὶ ἑδραιωθῆναι τῇ πεποιθήσει τοῦ θεοῦ.

οἱ γὰρ μὴ κτώμενοι τὴν εἰς θεὸν πεποίθησιν

πρότερον ἐοίκασι τοῖς οἰκοδομοῦσιν οἶκον ἄνευ θεμελίου.

καὶ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀθλήσαντες καὶ γενναιότητα ἐνδειξάμενοι μεγαλοψύχως ἐν πολλοῖς πολέμοις καὶ μεγάλοις τῇ πρὸς θεὸν πίστει καὶ πεποιθήσει τοὺς ἑαυτῶν ἐχθροὺς ὑπέτασσον ἐν τῷ σωματικῷ πολέμῳ, οὓς ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς ἐν τῷ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» ἀοράτῳ πολέμῳ, ὅτι οὕτω πρόθυμοι καὶ ἀνδρεῖοι καὶ γενναῖοι καὶ μεγαλόψυχοι εἶναι ὀφείλομεν οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί·

φησὶ γὰρ ὁ ἀπόστολος·

«ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν 19-1-5 ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν».

ἐν ταῖς θλίψεσι τοίνυν ταῖς διαφόροις καὶ τοῖς ποικίλοις πειρασμοῖς, τοῖς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἡμῖν ἐπεγειρομένοις, ὑπομονητικοὶ τυγχάνειν ὀφείλομεν καὶ ἀνδρίζεσθαι καὶ μακροθυμεῖν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθληταὶ καὶ πολεμισταί, ὅπως καὶ ἐν ταῖς παρακλήσεσι καὶ δωρεαῖς τῆς χάριτος εὐχάριστοι 19-1-6 εἶναι δυνηθῶμεν.

ὥσπερ γὰρ ὁ φαινόμενος τῶν ἀνθρώπων κόσμος χάριτι καὶ δικαιοσύνῃ ὑπὸ τοῦ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καὶ εὐφορίᾳ καρπῶν καὶ ὑγείᾳ καὶ εὐκρασίᾳ καιρῶν καὶ πάσῃ ἀγαθῶν δόσει, δικαιοσύνῃ δὲ καὶ παιδείᾳ ἔν τε λιμοῖς καὶ λοιμοῖς καὶ θλίψεσι καὶ ἀνάγκαις, καταστροφαῖς, χαλάζαις, συμπτώσεσι καὶ ὅσα ὑπὸ θεοῦ πρὸς παιδείαν τέτακται διὰ 19-1-7 δικαιοσύνην καὶ ὠφέλειαν τῶν ἀνθρώπωνοὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται καὶ τῇ τῆς χάριτος παρακλήσει ἐνευφραίνεται, ποτὲ δὲ παραδίδοται παιδείᾳ καὶ πειρασμοῖς διαφόροις καὶ θλίψεσι παντοδαπαῖς τοῦ ἐγκοσμίου πνεύματος, ἵνα γυμνασθεῖσα διὰ πάντων καὶ δόκιμος εὑρεθεῖσα καὶ ἐν πᾶσι πειρασμοῖς γενναίως ὑπομένουσα καὶ τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐν μηδενὶ παρεκπεμπομένη καὶ οὕτως εὐδοκιμήσασα ἐν Χριστῷ ἀξία θεοῦ καταστῇ χάριτι καὶ δικαιοσύνῃ τὴν αἰώνιον ζωὴν κληρονομοῦσα.

19-2-1 Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος γίνεται, ἀλλὰ τῷ δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει 19-2-2 καὶ ἐλεεῖ καὶ οἰκονομεῖ ταύτην ὁ θεός.

εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες.

«ἔφαγε, γάρ φησιν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, 19-2-3 καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος».

οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε.

εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως ἐν τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς δικαιοσύνης ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ' ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο 19-2-4 εἶναι.

ὥς φησιν ὁ ἀπόστολος·

ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι».

ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς συμφέρον ἦσαν ἔτι, ὥς φησιν ὁ αὐτός, «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα·

ἡ δὲ ἐλπὶς οὐ καταισχύνει».

ὥστε αἱ θλίψεις εἰς συμφέρον καὶ εἰς τὸ δοκιμωτέραν τὴν ψυχὴν ἀπεργάσασθαι τυγχάνουσιν.

19-3-1 Μόνον ἵνα αὐτὸς ὁ ἄνθρωπος πάντα τὰ ἀπαντῶντα καὶ μάλιστα τὰς θλίψεις προθύμως καὶ γενναίως φέρῃ, μηδὲν ἑαυτῷ συγγινώσκων ῥαθυμίας ἢ ἀμελείας ἢ χαυνώσεως ἢ μετεωρισμοῦ τινος ἢ ἄλλων τινῶν ἑκουσίων ἁμαρτημάτων, ἀλλ' ὅλος ἐξ ὅλου

δουλεύων εὐαρέστως καὶ ἀναθεὶς ἑαυτὸν τῷ κυρίῳ, τὰ συμβαίνοντα θλιβερὰ πάντα γενναίως καὶ προθύμως ὑπομένων φερέτω, εἰς τὴν χάριν καὶ φιλανθρωπίαν τοῦ θεοῦ ἀποσκοπῶν πάντοτε κἀκεῖθεν βοήθειαν ἐκδεχόμενος, ἵν' οὕτως ἄξιος τοῦ θεοῦ κατὰ πάντα γενόμενος καταστῇ.

οἶδε γὰρ ὁ θεὸς πόσον ὀφείλει τις ἐν δοκιμασίᾳ καὶ παιδείᾳ καὶ πειρασμοῖς ἐλθεῖν πρὸς τὸ δοκιμώτερον αὐτὸν γενέσθαι, μόνον εἰ ὁ ἄνθρωπος τῆς ὑπομονῆς 19-3-2 ἐγκρατὴς γένηται.

εἰ γὰρ ὀλίγης συνέσεως καὶ βραχέος λογισμοῦ ἄνθρωποι μετέχοντες δοκιμάζουσι καὶ διακρίνουσιν, ὅσον βάρος καὶ γόμον ἕκαστον ζῷον βαστάσαι δύναται, οἷον ἡμίονος ἢ ὄνος ἢ κάμηλος, καὶ εἰ ὁ κεραμεὺς πλάσας τὰ σκεύη οἶδεν ὅτι ἐὰν μὴ ἐν πυρὶ βληθῇ, χρήσιμα αὐτῷ οὐ γίνεται, καὶ ἐπίσταται ὅσον ἐν τῷ πυρὶ χρῆ αὐτὰ ἐαθῆναι, ἵνα ἐπιτήδεια γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτά, ἵνα μὴ καταφθαρῇ, οὔτε ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα γένηται, πόσῳ μᾶλλον ὁ θεός, ὁ ὢν ἄρρητος καὶ ἄφατος, ἡ ἀληθινὴ γνῶσις καὶ ἄπειρος σύνεσις καὶ ἀκατάληπτος σοφία, οἶδε πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ 19-3-3 εὐαρεστεῖν θέλουσαι.

καὶ μετὰ τὰς θλίψεις τοῦ πληρώματος τῆς χάριτος τυχεῖν ἀξιοῦνται καὶ ὁλοτελῶς τὴν καθαρότητα καὶ τὸν ἁγιασμὸν διὰ τῆς κοινωνίας τοῦ πνεύματος κτῶνται καὶ τῶν παθῶν τὴν λύτρωσιν παντελῶς δέχονται, ὑποτεταγμένων αὐτοῖς λοιπὸν τῶν πονηρῶν πνευμάτων, καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τοῦ πνεύματος ἀπεργασθέντες τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν καταξιοῦνται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

Ἀμήν.

20-τ-1 ΛΟΓΟΣ Κʹ.

20-1-1 Ἐοίκασιν αἱ τῶν Χριστιανῶν ψυχαὶ ὑπὸ τοῦ πονηροῦ εἰς θλίψεις πολλὰς ἐρχόμεναι ἐν τῷ κόσμῳ τούτῳ εἴδει καννάβεως.

ὥσπερ γὰρ τὸ τῆς καννάβεως εἶδος ἐφ' ὅσον τύπτεται καὶ βασανίζεται τοσοῦτον λεπτότερον καὶ χρησιμώτερον καὶ καθαρώτερον ἀπαρτίζεται, εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ λεπτότατα νήματα, καὶ ἐφ' ὅσον πλέον βασανίζεται καὶ καταξαίνεται πλέον χρησιμώτερον καθίσταται, οὕτω καὶ αἱ φιλόθεοι καὶ φιλαλήθεις τῶν Χριστιανῶν ψυχαί, ἐφ' ὅσον εἰς πολλὰς θλίψεις καὶ δοκιμασίας καὶ πειρασμοὺς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων εἰσέρχονται, αὐταὶ δὲ ὑπομένουσι καὶ μακροθυμοῦσι, καθαρώτεραι καὶ χρησιμώτεραι καὶ δοκιμώτεραι εἰς τὸ πνευματικὸν τῆς λεπτότητος τῆς χάριτος ἔργον κατασκευάζονται καὶ τέλος τὸν ἐπουράνιον 20-1-2 τῶν ἁγίων χῶρον οἰκεῖν καταξιοῦνται.

δοκιμαζομένη γὰρ ἡ ψυχὴ ἐν τοῖς πολλοῖς πειρασμοῖς καὶ ταῖς διαφόροις θλίψεσι καὶ ὑπὸ τῆς χάριτος βοηθουμένη, ὑπομένουσα μακροθύμως ἐπ' ἐλπίδι τοῦ κυρίου πᾶν τὸ τῆς κακίας εἶδος ἐξ αὐτῆς κατ' ὀλίγον μειοῖ καὶ τὸ βαρὺ τῆς συνοικούσης ἁμαρτίας φορ20-1-3 τίον ἀποτίθεται τοιούτῳ τινὶ τρόπῳ·

ὥσπερ ἐάν τις ὁδεύῃ ὁδὸν μακρὰν ἀπερχόμενος εἰς πόλιν τινά, βαστάζῃ δὲ μαρσίπιον μεστὸν ἄμμου, τὸ δὲ τοιοῦτον ἔχῃ κάτωθεν ὀπὴν λεπτοτάτην, καὶ ὅσῳ βαδίζει καθ' ὅλης τῆς ὁδοῦ ἀπορρέῃ καὶ αὐτὸς κουφίζεται, καὶ τέλος καταντήσαντος ἐν τῇ πόλει ἡ βαρυτάτη ἄμμος ἐκενώθη καὶ αὐτὸς ἠλαφρύνθη καὶ ἀνεπαύθη τελείως ἀπὸ τοῦ βάρους τῆς 20-1-4 ἄμμουοὕτω καὶ τῆς κατ' ἀλήθειαν ἀγωνιζομένης ψυχῆς διοδευούσης τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ εἰς τὴν πόλιν τῆς βασιλείας ἐπειγομένης, βασταζούσης δὲ μεθ' ἑαυτῆς τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας τῶν παθῶν, ἐφ' ὅσον διοδεύει τὴν ὁδὸν τῶν ἀρετῶν καὶ τῷ κυρίῳ προσκολλᾶται, τοσοῦτον ἡ ἁμαρτία καὶ τὰ πάθη μειοῦνται καὶ αὐτὴ ἡ αἴσθησις ἐλαφρότητος καὶ πραϋπαθείας ἐν 20-1-5 ἑαυτῇ αἰσθάνεται.

ἐὰν δὲ τελείως προσκολληθῇ καὶ ὁλοκλήρως καὶ τὴν ὁδὸν τῆς δικαιοσύνης

ἀμώμως καὶ καλῶς διοδεύσῃ, εἰς αὐτὴν τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσελθεῖν καταξιοῦται παντελῶς τοῦ βαρυτάτου φορτίου τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθεῖσα.

πρότερον δὲ διὰ πολλῶν πειρασμῶν καὶ θλίψεων διελθεῖν δεῖ, καὶ οὕτω εἰς τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσέρχεται, τουτέστι τῆς ἀπαθείας τυχεῖν καταξιοῦται.

20-2-1 Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος τῷ πυρὶ μὴ βληθὲν ἀποίητόν ἐστι τοῖς ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὡς πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπιτελεῖν·

νήπιον γάρ ἐστιν.

20-2-2 οὕτω καὶ ψυχαὶ ἀπείραστοι καὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἀκμὴν νήπιαι καὶ ἀγύμναστοι τυγχάνουσι καὶ (ὥσπερ εἰπεῖν) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ, ὥς φησιν ὁ μακάριος Παῦλος·

«εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε».

ἰδού, πόσον αἱ θλίψεις καὶ οἱ δοκιμασμοὶ καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, χρήσιμον καὶ δόκιμον τὴν ψυχὴν ἀπεργαζό20-2-3 μεναι.

μόνον ἵνα τις προθύμως καὶ γενναίως καὶ ἀνδρείως ἑαυτὸν ἑτοιμάζῃ, φέρων ἐν ὑπομονῇ τὰ ἐπερχόμενα, καὶ ἵνα κρατήσῃ τῆς ἐλπίδος καὶ τῆς πεποιθήσεως, ἔχων τὴν προσδοκίαν τῆς λυτρώσεως πάντοτε καὶ θαρσῶν τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ, ὅτι οὐκ ἀφίησιν εἰς τέλος ψυχὴν ζητοῦσαν αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, «ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».

20-3-1 Ἔτι δὲ καὶ τοῦτο ἐν ἑαυτῷ κρίνει, ὅτι καὶ ἐὰν ἀποκτενεῖ με καὶ μυρία ἕτερα χείρονα παθῶ παραχωρηθεὶς ὑπὸ τοῦ κυρίου μου παθεῖν καὶ θλιβῆναι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἐγὼ αὐτὸν οὐκ ἀφίημι.

πιστὸς γάρ ἐστιν, ὃς ἐξελεῖταί με ἐκ πάσης θλίψεως «καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν» ἀναγάγῃ με, καὶ οὕτως ἑαυτὸν ὅλον ἐξ ὅλου τῷ κυρίῳ ἀποδεδωκὼς καὶ εἰς τέλος ὑπομείνας ὕστερον τῆς εὐεργεσίας καὶ τῆς ἀντιλήψεως καὶ τῆς τῶν ἀγαθῶν ἀνταποδόσεως πεῖραν λήψεται, καθώς φησιν ὁ κύριος·

«ὁ δὲ ὑπομείνας εἰς 20-3-2 τέλος, οὗτος σωθήσεται».

εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς οὐ δύνανται ἐλθεῖν οἱ ἄνθρωποι οὐδὲ ἀξίωμά τι μεῖζον παρὰ βασιλέως λαμβάνειν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένωνται καὶ ἀνδραγαθήματα πολλὰ ἐπιδείξωνται εἰς πόλεμον εἰσελθόντες, πᾶσαν πολεμικὴν τέχνην μαθόντες καὶ ἐγγυμνασάμενοι καὶ πείρᾳ τὴν νίκην ἐπιδειξάμενοι καὶ τρόπαια κατὰ τῶν ἐναντίων ἀράμενοι καὶ εἰς πάντα τῷ βασιλεῖ εὐδοκιμήσαντες 20-3-3 τότε γὰρ ἀξιωμάτων καὶ τιμῶν μεγάλων βασιλικῶν καταξιοῦνταιπόσῳ μᾶλλον παρὰ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ τὰ ἀξιώματα τῆς χάριτος καὶ τῆς δωρεᾶς πνεύματος καὶ τὰ οὐράνια παρὰ θεοῦ δόματα οὐδεὶς καταξιοῦται εὐθὺς λαμβάνειν, ἐὰν μὴ πρότερον ἐγγυμνάζηται διαπαντὸς ὁ νοῦς τῇ τῶν ἀγαθῶν ἐννοιῶν μελέτῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν προσοχῇ καὶ τῇ πρὸς θεὸν πεποιθήσει, καὶ οὕτω καταξιωθῇ χάριτος καὶ λάβῃ οὐράνιον ὅπλον (αὐτὸ τὸ πνεῦμα) καὶ ἐν αὐτῷ μεγάλως εὐδοκιμήσῃ κατὰ τῶν πνευμάτων τῆς πονηρίας·

ἀγωνιζόμενος, καὶ συμφωνῶν καὶ συναινούμενος τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ θεοῦ χάριτι καὶ τῷ οὐρανίῳ ὅπλῳ σύμμαχος καὶ συμπολεμιστὴς κατὰ τῆς κακίας διαπαντὸς γεγονὼς καὶ τροπωσάμενος διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ δοκιμασιῶν τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον.

καὶ ὅτε τὴν νίκην ἄρηται κατὰ τῶν ἐχθρῶν, τότε ἀξιωμάτων θείων καὶ ἐπουρανίων καὶ τιμῶν ἐνδόξων καὶ πνευματικῶν παρὰ τῷ ἐπουρανίῳ βασιλεῖ τυχεῖν καταξιοῦται, δυνάμενος οὗτος καὶ ἑτέρους λοιπὸν καταρτίζειν καὶ 20-3-4 διδάσκειν πόλεμον.

εἰ γὰρ ἀπὸ ἀγέλης ἁπλῶς ἄνθρωπος κοινὸς ληφθῇ μὴ εἰδὼς πόλεμον μήτε πεῖραν ἔχων πολεμικῶν πραγμάτων καὶ εὐθὺς στρατηλάτης καταστῇ πάντων, γέλωτος ἄξιός ἐστι τῶν πολεμικῶν κατάρχειν

βουλόμενος αὐτὸς πρότερον μὴ εἰδὼς πόλεμον.

οὕτω καὶ εἰς τὸ πνευματικὸν ὁ τὸν λόγον τοῦ θεοῦ ὑφηγούμενος καὶ ψυχῶν προϊστάμενος ἔμπειρος κατὰ πάντα τῶν πνευματικῶν πραγμάτων εἶναι ὀφείλει, ἵνα ὧνπερ ὑφηγεῖται λόγων πείρᾳ τὴν ἐργασίαν ἐπιδειξάμενος ὠφέλειαν καὶ βοήθειαν δι' ἑαυτοῦ τοῖς ἀκούουσιν 20-3-5 ἑκάστοτε προσάγῃ.

ἡ γὰρ τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ καὶ τὸ τῆς χάριτος ἔργον ἐν τῇ πιστῇ ψυχῇ καταρτιζόμενον ἐν πολλῇ τινι λεπτότητι καὶ αὐξήσει καὶ προκοπῇ ἐπιτελεῖται, καὶ ὅτε τις νομίσει τετελεκέναι τότε ἄρξασθαι αὐτὸν δεῖ ἐνδοτέρου πράγματος, τῶν τοῦ πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι 20-3-6 πολλάκις καὶ ἄρξασθαι ἔχει.

εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ κοσμικῇ σοφίᾳ ἐστίλέγω δὴ χαμαιδιδασκάλων, εἶτα γραμματικῶν, εἶτα ῥητόρων, πάλιν σοφιστῶν, τέλος φιλοσόφωνκαὶ ἐπάν τις πάντας τοὺς διδασκάλους διέλθοι ἓν τελειῶν καὶ ἑτέρου ἀρχόμενος, τότε δίκας λέγειν ἐπ' ἀρχόντων ἄρχεται εἶτα χρόνοις ἐπευδοκιμήσας γίνεται κατὰ καιροὺς καὶ αὐτὸς ἄρχων, καὶ τότε πάλιν συγκάθεδρον ἑαυτῷ λαμβάνει μήτι αὐτὸν τοῦ δικαίου παρέλθοι.

20-3-7 εἰ οὖν ἐν τῷ κόσμῳ τούτῳ τοσαύτη σοφίας λεπτότης καὶ προκοπὴ τυγχάνει, πόσῳ μᾶλλον ἡ ἄρρητος καὶ ἄπειρος τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ πολλήν τινα λεπτότητα καὶ πολλὰς προκοπὰς ἔχει.

καὶ ὅσῳ τις προκόπτει, ἀρχὴν λαμβάνει ἑτέρων πραγμάτων, τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν ἐνδότερον γίνεται, καὶ ὅσῳ ἐν τῇ χάριτι αὔξει καὶ προκόπτει καὶ τῇ τοῦ θεοῦ γνώσει πλουτεῖ, τοσούτῳ καὶ τὰ τῆς κακίας «νοήματα» καὶ πανουργεύματα ἐπιγινώσκει, ὥς φησιν ὁ ἀπόστολος·

20-3-8 «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν».

τηλικαύτης τοίνυν προκειμένης ἡμῖν ἐλπίδος καὶ τοσούτων πνευματικῶν ἀγαθῶν τοῖς ἐν ἀληθείᾳ βουλομένοις ἀγωνίζεσθαι ἡτοιμασμένων καὶ ἡμεῖς ἑαυτοὺς ὅλῃ δυνάμει ἀποδῶμεν εἰς τὴν πρὸς θεὸν εὐαρέστησιν, ἵνα τῶν πνευματικῶν χαρισμάτων τυχόντες καὶ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ προκόψαντες καὶ πάντα πειρασμὸν καὶ θλῖψιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ ὑπερβάντες καὶ τοῦ ἁγιασμοῦ τελείως καταξιωθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

21-τ-1 ΛΟΓΟΣ ΚΑʹ.

21-1-1 Ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἐρῶσα ψυχὴ καὶ Χριστῷ συμβασιλεῦσαι ἐλπίζουσα διὰ μεταβολῆς καὶ ἀλλοιώσεως ἐκ τῆς τῶν παθῶν κακίας εἰς τὰς τοῦ Χριστοῦ ἀρετὰς μεταβληθῆναι ὀφείλει καὶ ἀλλαγῆναι τὴν προαίρεσιν καὶ ἁπαξαπλῶς τὸν διὰ τοῦ πνεύματος ἀνακαινισμὸν κτήσασθαι, ἕως ἐν σαρκί ἐστιν.

21-1-2 Ὥσπερ γὰρ ἐὰν ᾖ ἐν ἐρήμῳ ὄρει οἶκος μοναστηρίου Χριστιανῶν, ὅπου τὸ πρὶν λύκοι καὶ θῆρες ἄγριοι καὶ ἑρπετὰ δεινὰ ηὐλίζετο καὶ ἐνεφώλευον, ἐπὰν οἰκοδομηθῇ καὶ ἐξημερωθῇ πᾶς ὁ τόπος, λοιπὸν ἐκεῖ ἀδιάλειπτοι «ψαλμοί, 21-1-3 ὕμνοι, ᾠδαὶ πνευματικαί», εὐωχίαι καὶ ἀγαλλίασις πρὸς κύριον γίνεται, οὕτω καὶ τῆς ψυχῆς οὔσης ἐρήμου τοῦ θεοῦ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ καὶ ἐν ἀγριότητι παθῶν κειμένης ἐν τῇ λογικῇ τῆς καρδίας αὐτῆς γῇ θῆρες κακοὶ καὶ λύκοι δεινοὶ καὶ ἑρπετὰ πάμπολλα πνευμάτων πονηρίας ἐννέμονται καὶ ἐναυλίζονται καὶ ἐμφωλεύουσι, διὰ τῶν φαύλων καὶ πονηρῶν λογισμῶν τὴν 21-1-4 ἐνέργειαν δεικνύοντα, ἐπὰν δὲ ἔλθῃ ὁ ἡμερωτὴς τῶν ἀγρίων τόπων τῆς ψυχῆς καὶ τῶν νοερῶν θηρίων καὶ ἑρπετῶν ὀλοθρευτής, ὁ κύριος, καὶ οἰκοδομήση τὴν οἰκίαν τῆς ψυχῆς ἐν πνεύματι καὶ ἡμερώσῃ πᾶσαν τὴν λογικὴν αὐτῆς γῆν ἐν ταῖς ἰδίαις τοῦ

πνεύματος ἀρεταῖς καὶ κατασκηνώσῃ καὶ μόνην παρ' αὐτῇ ποιήσῃ, τότε ἐκεῖ εὐχαὶ καὶ προσκυνήσεις ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ θεῷ ἐπιτελοῦνται ἀδιαλείπτως, τότε «ψαλμοί, ὕμνοι, ᾠδαὶ πνευματικαὶ» ἐκ τῆς ψυχῆς ἀναπέμπονται διὰ τῆς χάριτος εἰς οὐρανούς, τότε εὐωχίαι καὶ ἑορτὴ ἀγγέλων καὶ χαρὰ ἐπουράνιος καὶ ἀνεκλάλητος γίνεται τοῦ σκηνοβάτου Χριστοῦ ἐν τῇ ψυχῇ πνευματικῶς ἑορτάζοντος καὶ εὐφροσύνῃ, καὶ ἀγαλλιάσει οὐρανίῳ τὴν διάνοιαν εὐφραίνοντος.

21-1-5 Καὶ ἑτέρως δὲ τῷ αὐτῷ νοήματι χρησώμεθα.

ὥσπερ χρυσίον, ὃ τὸ πρὶν ἦν γῇ μεμιγμένον καὶ ὑπὸ τῶν θηρίων καὶ ἑρπετῶν καταπατούμενον, ἐπὰν ληφθῇ καὶ καθαρισθῇ καὶ διϋλισθῇ ὑπὸ τῶν ἐπισταμένων τὴν τέχνην τῆς καθάρσεως τοῦ χρυσίου, τότε γίνεται στέφανος καὶ διάδημα βασιλικὸν εἰς 21-1-6 τὴν κεφαλὴν τοῦ βασιλέως ἐπιτήδειον, οὕτω καὶ ταύτην τὴν ψυχὴν νῦν ἐν γῇ ἁμαρτίας μεμιγμένην καὶ ὑλικοῖς καὶ ματαίοις λογισμοῖς συμπεπλεγμένην καὶ ὑπὸ τῶν θηρίων τῶν πνευμάτων τοῦ σκότους καταπατουμένην διὰ τῆς τῶν παθῶν ἐνεργείας καὶ ἐν πολλῇ ὕβρει καὶ αἰσχρότητι λογισμῶν πονηρῶν τυγχάνουσαν καὶ ἐν σκότει τοῦ αἰῶνος τούτου πεφυρμένην, ὡς καὶ ἐκεῖ τῇ γῇ μέμικτο ὁ χρυσός, ἐπὰν ἔλθῃ ὁ καλὸς καὶ ἀληθινὸς τεχνίτης καὶ καθαριστὴς τῶν ψυχῶν ἡμῶν, λαμβάνει καὶ καθαρίζει ἀπὸ τῆς ὕβρεως ἐκείνης καὶ τοῦ δεινοῦ σκότους τοῦ κεκαλυφότος αὐτὴν καὶ καθαρὰν ἀπεργασάμενος ὥσπερ καλὸν χρυσίον στέφανον καὶ διάδημα ἐπουράνιον αὐτὴν ἑαυτῷ κατασκευάζει.

21-1-7 καὶ γὰρ ὁ προφήτης φησί·

«καὶ ἔσῃ στέφανος δόξης ἐν χειρὶ κυρίου καὶ διάδημα κάλλους ἐν χειρὶ θεοῦ σου».

ἰδοὺ ἐκ ποίας ὕβρεως καὶ ἀτιμίας εἰς ὁποίαν δόξαν καὶ τιμὴν μεταβάλλεται ὁ ἄνθρωπος διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος καὶ τῆς τοῦ ἰδίου αὐτεξουσίου ὀρθῆς προαιρέσεως καὶ σπουδῆς καὶ σπουδῆς καὶ πίστεως.

21-1-8 εὐδόκησε γὰρ ὁ θεὸς τῇ ἑαυτοῦ ἀγαθότητι τῇ ψυχῇ κοινωνῆσαι τῆς ἑαυτοῦ βασιλείας, καὶ ἐπὰν ἐλθὼν ἐπισκέψηται τὴν ψυχὴν τὴν ἐξ ὅλης προαιρέσεως ἑαυτὴν εἰς τὴν πνευματικὴν εὐαρέστησιν ἔκδοτον ἀποδοῦσαν, μεταδίδωσιν αὐτῇ τοῦ φωτὸς τῆς θεότητος αὐτοῦ διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ τότε αὔξει καὶ τείνει καὶ πλατύνει τὸ νοερὸν αὐτῆς φρόνημα ἕως οὐρανίων ὑψωμάτων, καὶ αὐτὸς ἄνωθεν κατέρχεται πρὸς αὐτὴν ἀναλαμβάνων αὐτὴν πρὸς ἑαυτὸν καὶ ἕως οὐρανοῦ ἐκτείνων κἀκεῖ μυστηρίων ἀρρήτων πνευματικῶν ἀπολαύειν αὐτὴν καταξιοῖ.

21-1-9 Ὢ τῆς ἀρρήτου εὐδοκίας, ὢ τῆς ἀνεκδιηγήτου φιλανθρωπίας, ὢ τῆς ἀνεννοήτου ἀγάπης καὶ τῆς ἀφράστου εὐσπλαγχνίας.

ἐκ ποίας ἀτιμίας καὶ σμικρότητος εἰς ποίαν τιμὴν καὶ μεγαλωσύνην μετατίθησι καὶ μεταβάλλει ψυχὰς ἐν ἀληθείᾳ πιστευούσας καὶ εἰς πᾶσαν εὐαρέστησιν ἑαυτὰς ἀποδούσας.

21-1-10 ἡ γλυκύτης γὰρ καὶ ἡ ἀνάπαυσις ἡ ἐπουράνιος ἐκείνη ἀκόρεστός ἐστιν.

εἰ γὰρ ἐπὶ γῆς οὕτως οἱ πλούσιοι ὅσον κτῶνται καὶ πλουτοῦσι τοσοῦτον ὥσπερ πτωχοὶ παρ' ἑαυτοῖς εἰσιν, ἀεὶ ἐπιθυμοῦντες τὴν τῶν πλειόνων κτῆσιν καὶ μὴ κορεννύμενοι ἐφ' οἷς ἔχουσι, καὶ ὅσῳ πλουτοῦσι τοσοῦτον ἐπιζητοῦσιν ὑπερπλουτεῖνκαὶ αὐτὸς δὲ ὁ ἐπὶ γῆς βασιλεὺς ὅσους θησαυροὺς ἔχει, καὶ ὅμως ἔτι πλείονας βούλεται καὶ ἐπιθυμεῖ, καὶ πόσου κόσμου κυριεύει καὶ οὐ κορέννυται, ἀλλ' ἐβούλετο πάντων τῶν ἐπὶ γῆς ἐθνῶν δεσποτεύειν μόνος καὶ βούλεται 21-1-11 πάσης τῆς γῆς τοὺς θησαυροὺς τοῦ χρυσίου κεκτῆσθαικαὶ εἰ οὗτοι οὕτως, πόσῳ μᾶλλον ψυχὴ γευσαμένη γλυκύτητος θεοῦ καὶ χρηστότητος πνεύματος αἴσθησιν δεξαμένη καὶ τῆς ἀνεκλαλήτου χαρᾶς, ἥτις ἐστὶν ὁ κύριος, μέτοχος γενηθεῖσα καὶ πλούτου οὐρανίου τοῦ φωτὸς τῆς θεότητος κοινωνήσασα καὶ θησαυρῶν σοφίας ἀποκρύφων θίγουσα καὶ οὐρανίᾳ ἀκτῖνι τοῦ προσώπου τοῦ Χριστοῦ ἐλλαμφθεῖσα καὶ εἰρήνης θεότητος πεῖραν λαβοῦσα οὐκ ἐκκαυθήσεται ὑπὸ τῶν τοσούτων ἀρρήτων ἐπουρανίων ἀγαθῶν καὶ εἰς ἀκόρεστον πνευματικὴν ἐπιθυμίαν

ἔλθῃ καὶ εἰς ἀπλήρωτον κόρον ἔρωτος θείου καταληφθῇ, τοσαύτης ἀγαθότητος καὶ χαρᾶς καὶ εἰρήνης ἀρρήτου θεότητος μεταλαβοῦσα.

21-1-12 Ὥσπερ γὰρ ἡ θάλασσα πάντων τῶν ποταμῶν ἐπιρρεόντων οὐ πληροῦται, οὕτως ἡ ψυχὴ ἡ καταξιωθεῖσα εἰσελθεῖν εἰς τὴν εἰρήνην τῆς θεότητος τοῦ πνεύματος ὅσῳ δίδωσιν αὐτῇ ἐπουρανίων δωρεῶν χαρίσματα οὐ κορέννυται, καὶ ὅσῳ λαμβάνει ἐπιζητεῖ καὶ ὅσῳ κορέννυται, ἔτι ἐπιθυμεῖ καὶ ὅσῳ πληροῦται ἔτι λείπεται καὶ ὥσπερ ἄβυσσός τις ἀπλήρωτος ἀπὸ τῆς πολλῆς τοῦ πνεύματος ἐπιθυμίας καὶ τοῦ οὐρανίου φίλτρου τῆς ἀκορέστου ἀγάπης τοῦ Χριστοῦ καθί21-1-13 σταται.

ἐπὶ γῆς ἐν σαρκὶ περιπατεῖ καὶ ἐν οὐρανοῖς μετὰ τοῦ κυρίου τῇ φρονήσει τὴν διατριβὴν ἔχει.

τούτων δὲ τῶν ἀγαθῶν τυχεῖν καταξιοῦνται καὶ τηλικαύτης προκοπῆς αὔξησιν ἐν ψυχῇ λαμβάνουσιν, ὅσοι τῷ ταπεινῷ φρονήματι ἑαυτοὺς ἐκδεδώκασι καὶ ἐπάρσεως καὶ φυσιώσεως λογισμὸν ἐν ἑαυτοῖς οὐ παραδέχονται, ἀλλ' ἑαυτοὺς ἀναξίους ἡγοῦνται καὶ ἐπὶ θεοῦ καὶ ἀνθρώπων, καὶ ὡς ἀρχὴν ἔχοντες πάντοτε ἀγωνίζονται, καὶ οὕτως ἑαυτοὺς ἐξουδενοῦντες 21-1-14 καὶ ταπεινοῦντες ἐκείνων τῶν πνευματικῶν ἀγαθῶν καταξιοῦνται τυχεῖν, ὥς φησιν ὁ κύριος·

«ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται».

οἱ γὰρ ὀλίγης τινὸς χάριτος μέτοχοι γενόμενοι καὶ εἰς ἔπαρσιν καὶ φυσίωσιν ἑαυτοὺς ἐκδεδωκότες διὰ τὸ νομίζειν εἶναί τι λυποῦντες τὴν χάριν τοῦ πνεύματος καὶ οὗπερ ἔχουσιν ἀγαθοῦ ἀποστεροῦνται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτῶν.

21-1-15 Ζητήσωμεν τοίνυν τὸν κύριον ἔρωτι καὶ φίλτρῳ ψυχῆς ἀεὶ αὐτὸν προσδοκῶντες καὶ εἰς αὐτὸν ἀποκρεμάμενοι καὶ αὐτὸν ἔχειν μόνον ἐπιθυμοῦντες, τὸν τοσούτων ἀγαθῶν ἐπαγγελτὴν καὶ πληρωτὴν τοῖς πιστεύουσιν εἰς αὐτὸν 21-1-16 γινόμενον.

ὁ λόγος δὲ ὁ τοῦ πνεύματος ὑπὸ τῶν πνευματικῶν λαλούμενος οὕτως ἐστίν·

ὥσπερ ἐὰν ᾖ ποταμὸς μέγιστος ἐν πληρώματι ὕδατος ὅσον παρέρχεται τοσοῦτον πάλιν ἔρχεται·

ἀνελλιπὴς γάρ ἐστιν, ἀεὶ γεννώμενος καὶ βρύων ἐξ 21-1-17 ἀμέτρου πηγῆς ἀβύσσου.

τὸν αὐτὸν τρόπον καὶ οἱ ἔχοντες τὴν ζῶσαν πηγὴν τοῦ πνεύματος ὅσῳ διηγοῦνται μυστήρια τοῦ πνεύματος τοσούτῳ πλείω εὑρίσκουσι, τῆς θεϊκῆς πηγῆς ἀναβρυούσης ἀεὶ καινότερα καὶ ἐπουράνια μυστήρια τοῦ λόγου.

21-1-18 Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον μετασχεῖν ἐκ τῆς πνευματικῆς πηγῆς τοῦ ζῶντος ὕδατος, ὅτι «ὁ πιὼν» καὶ λαβὼν ἐξ αὐτῆς «οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» κατὰ τὸν τοῦ κυρίου λόγον, ἀλλ' ἔσται «ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον» καὶ «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν 21-1-19 ὕδατος ζῶντος».

τοῖς οὖν ἐκ πνεύματος διηγουμένοις τὰ τοῦ πνεύματος μυστήρια καὶ ἐκ τῆς ζώσης τοῦ θεοῦ πηγῆς προφέρουσι τὸν τοῦ θεοῦ λόγον, οὕτως ὀφείλουσιν οἱ ἀκούοντες προσέχειν, ὡς ἐκ στόματος τοῦ θεοῦ τὸν λόγον ἀκούοντες καὶ ὡς πνεύματος ἁγίου κινοῦντος τὸ τῆς γλώσσης ὄργανον καὶ ὡς 21-1-20 δι' αὐτοῦ λαλοῦντος.

τούτων οὖν τῶν πνευματικῶν καὶ ἐπουρανίων ἀγαθῶν νῦν τυχεῖν πῶς ἡμῖν ἔσται, εἰ μὴ ἀεὶ ἀποβλέπομεν «εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν» καὶ προσέχομεν διαπαντὸς τῇ ταπεινώσει 21-1-21 αὐτοῦ, πῶς θεὸς ὢν «ἑαυτὸν ἐκένωσεν» εἰς φύσιν ταπεινήν.

ἡμεῖς οὖν οἱ φύσει ὄντες ταπεινοὶ πῶς οὐκ ὀφείλομεν ταπεινούσθαι καὶ ἐπιγινώσκειν τὴν ἑαυτῶν φύσιν αἰσχυνόμενοι, ὅτι ὁ ἔνδοξος ἄδοξος γέγονε δι' ἡμᾶς καὶ θεὸς ὢν φύσιν ταπεινὴν τὴν ἀνθρωπίνην ἀνέλαβε καὶ πτωχὸς καὶ ταπεινὸς ἐν κόσμῳ ἀνεστράφη, ἐξουδενούμενος καὶ ὀνειδιζόμενος ὑπὸ ἀναξίων ἀνθρώπων.

ἡμεῖς οὖν φύσει ὄντες ἄτιμοι καὶ ταπεινοὶ καὶ ἁμαρτημάτων γέμοντες οὐκ ὀφείλομεν 21-1-22 τὴν ἑαυτῶν φύσιν ἐπιγινώσκειν; μιμηταὶ τοίνυν αὐτοῦ γενόμενοι τῆς ταπεινώσεως καὶ πολιτείας καὶκαθ' ὅσον ἐκ τῆς ἡμετέρας φύσεως δυνατὸν πιστεύοντες καὶ ἀγαπῶντες αὐτὸν ἐν ἀληθείᾳ καὶ πρὸ ὀφθαλμῶν αὐτὸν

ἔχοντες καὶ προσδοκῶντες αὐτὸν ἐλθεῖν καὶ οἰκῆσαι ἐν ἡμῖν, τευξώμεθα ἐκείνων ὧν ἐπηγγείλατο διδόναι «τοῖς ἀγαπῶσιν αὐτόν», ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε «ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», «ἡμῖν δὲ» ἀποκαλύψει «διὰ τοῦ πνεύματος αὐτοῦ» ἐρχόμενος καὶ μόνην ποιῶν παρ' ἡμῖν, ἵν' ἐξ αὐτοῦ λοιπὸν μανθάνωμεν δι' ἐνεργείας πνεύματος πᾶσαν ἀρετὴν πραΰτητος καὶ ταπεινοφροσύνης καὶ πίστεως καὶ ἀγάπης καὶ πᾶσαν δικαιοσύνην καὶ πλήρωσιν τῶν 21-1-23 ἐντολῶν αὐτοῦ διὰ τῆς ἰδίας χάριτος ἐν ἡμῖν πληρώσῃ.

αὐτὸς γὰρ ἔφη ὅτι «ἀπ' ἐμοῦ μάθετε, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».

καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τῆς αὐτοῦ δυνάμεως καταρτισθέντες τῆς αἰωνίου βασιλείας τυχεῖν ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

22-τ-1 ΛΟΓΟΣ ΚΒʹ.

22-1-1 Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς προσευχὴν διδάσκων τοὺς ἑαυτοῦ μαθητάς, παρακαλεσάντων αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι, οὕτως ἔλεγεν αὐτοῖς·

«λέγετε·

πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·

ἁγιασθήτω τὸ ὄνομά σου·

ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·

τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·

καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν».

τὴν εὐχὴν δὲ ταύτην ἐδίδασκεν εὔχεσθαι τοὺς ἀκμὴν ζητοῦντας ἄφεσιν ἐγκλημάτων.

22-1-2 Ὥσπερ γὰρ δοῦλος δεσπότου χρηστοῦ πολλὰ ἁμαρτήσας καὶ φυγών, μετὰ δὲ πολὺν χρόνον ἐπιστρέψας προαποστέλλει τῷ ἰδίῳ δεσπότῃ ἀξιώτας εἰς τὸ καταλλαγῆναι αὐτῷ τὸν ἀγαθὸν δεσπότην καὶ ἔξωθεν τῆς θύρας ἕστηκεν, οὔπω δὲ τὸ πρόσωπον αὐτοῦ κατηξιώθη θεάσασθαι, καὶ ἕως οὗ ὤργισται αὐτῷ ὁ δεσπότης, πάντες οἱ οἰκεῖοι αὐτοῦ ἐχθροὶ τυγχάνουσι, τέκνα, φίλοι γνήσιοι, συγγενεῖς, ἀλλὰ καὶ ἔξω τῆς θύρας ἱστάμενος καὶ μήπω εἰς πρόσωπον ἐλθὼν τοῦ ἰδίου δεσπότου ἤδη εἰς ἔννοιαν αὐτοῦ ἐστιν, ἐπὰν δὲ εἰς πρόσωπον τὸ ἑαυτοῦ δέξηται αὐτὸν καταλλάσσεται καὶ εἰρηνεύει αὐτῷ, καὶ λοιπὸν πάντες συγγενεῖς, τέκνα, δοῦλοι, φίλοι εἰρήνην καὶ ἀγάπην πρὸς αὐτὸν κέκτηνται.

22-1-3 τὸν αὐτὸν τρόπον καὶ ὁ ἄνθρωπος ἁμαρτήσας καὶ παραβὰς τὴν ἐντολὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ δεσπότου καὶ φυγὰς γενόμενος τῆς ἀγαθότητος αὐτοῦ διὰ τὸ προσλαβεῖν αὐτὸν ἐν τῇ ἑαυτοῦ ψυχῇ πάθη ἀτιμίας καὶ ἐπὶ τῇ πονηρίᾳ καὶ τῇ κακίᾳ τοῦ πονηροῦ πνεύματος διαγαγεῖν·

εἶτα δὲ ἐπιστρέφων πρὸς τὸν ἑαυτοῦ δεσπότην καὶ παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν καὶ τυχεῖν πάλιν τῆς δεσποτικῆς καὶ εἰρηνικῆς βασιλείας εἰς τὴν θύραν ἔξωθεν παραμένει, ἐπιθυμῶν καταξιωθῆναι ἰδεῖν τὸ χρηστὸν καὶ εἰρηνικὸν τοῦ ἀγαθοῦ δεσπότου πρόσωπον, καὶ ἕως οὗ οὐδέπω κατηλλάγη αὐτῷ ὁ οὐράνιος βασιλεὺς καὶ εἰς πρόσωπον τὸ ἑαυτοῦ κατηξίωσεν ἐλθεῖν αὐτόν, ἰδοὺ πάντες ἄγγελοι καὶ ἅγιοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν οὐκ εἰρηνεύθησαν αὐτῷ, ἀλλὰ καὶ ἔξωθεν εἰς τὴν θύραν παραμένων τῆς πρὸς κύριον ζητήσεως ἤδη εἰς τὴν διάνοιαν τοῦ 22-1-4 ἀγαθοῦ καὶ χρηστοῦ οὐρανίου πατρὸς καὶ δεσπότου ἐστίν.

ἐπὰν δὲ καταλλαγῇ αὐτῷ εἰς τὸ προφανὲς καὶ εἰσαγάγῃ ἔσω τῆς θύρας τῆς ζωῆς αὐτοῦ καὶ καταξιώσῃ ὀφθῆναι τῇ ψυχῇ ἐν ἀποκαλύψει καὶ πληροφορίᾳ καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθῇ ἰδοῦσα τὸ τοῦ φωτὸς οὐράνιον καὶ δεσποτικὸν πρόσωπον προσκυνῆσαι καὶ εἰρηνευθῆναι αὐτῷ, τότε «χαρὰ» καὶ ἀγαλλίασις «ἐν οὐρανῷ» «ἐνώπιον τῶν» ἁγίων «ἀγγέλων» γίνεται·

εἰρηνεύσασα γὰρ τῷ ἑαυτῆς δεσπότῃ καὶ πᾶσι τοῖς οἰκείοις αὐτοῦ εἰρηνεύεται.

22-1-5 Καὶ γὰρ ὁ κύριος τῆς ψυχῆς τὴν πτῶσιν διηγούμενος παραβολὴν ἔφερε περὶ τοῦ νεωτέρου υἱοῦ τοῦ λαβόντος τὸ μέρος αὐτοῦ καὶ ἀπελθόντος εἰς ἀλλοτρίαν πατρίδα πρὸς κακοὺς

καὶ πονηροὺς δεσπότας κἀκεῖ δαπανήσαντος τὰ ὑπάρχοντα 22-1-6 αὐτῷ μετὰ πορνῶν καὶ ζῶντος ἀσώτως καὶ χοίρους βόσκοντος.

ἄρτον δὲ ζωῆς λέγων ἑαυτὸν τοὺς ἐσθίοντας τὴν σάρκα αὐτοῦ καὶ πίνοντας τὸ αἷμα αὐτοῦ ζῆν εἰς αἰῶνας ἔλεγε λέγων·

«ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα μένει ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ».

καὶ πάλιν·

«ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα» καί·

«ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ» καὶ πνεῦμα δὲ τῆς ἑαυτοῦ θεότητος δίδωσι τροφὴν καὶ ζωὴν ταῖς ἀξίαις ψυχαῖς.

καὶ 22-1-7 γὰρ οἱ τῆς εὐχαριστίας τοῦ ἄρτου κατ' ἀλήθειαν μεταλαμβάνοντες πνεύματος ἁγίου καταξιοῦνται μέτοχοι γίνεσθαι καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ 22-1-8 ἅγιαι ψυχαὶ ζῆσαι.

ὥσπερ δὲ ὁ πιὼν τὸν οἶνον εἰς πάντα τὰ μέλη αὐτοῦ κιρνώμενον ἔχει αὐτὸν καὶ γίνεται ὁ οἶνος ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτω καὶ ὁ πίνων τὸ αἷμα τοῦ Χριστοῦ.

τὸ πνεῦμα γὰρ τῆς θεότητος ποτιζόμενον κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ καὶ ἡ ψυχὴ ἐν αὐτῷ καὶ οὕτως ἁγιασθεῖσα τοῦ κυρίου ἀξία καθίσταται·

«πάντες, γάρ φησι, τὸ αὐτὸ πνεῦμα ἐποτίσθημεν».

22-1-9 ἐκεῖνος οὖν ἔζη ἀσώτως τὰ πάθη τῶν τῆς πονηρίας πνευμάτων ἐσθίων καὶ πίνων καὶ ἐν αὐτοῖς ζῶν καὶ ταῖς ἡδοναῖς ταῖς σαρκικαῖς τῶν παθῶν τοῦ αἰῶνος τούτου κεκρατημένος.

22-1-10 Ὥσπερ γὰρ δι' ἐνεργείας τῶν παθῶν τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης τοῦ σκότους τῆς ἁμαρτίας ἐνεργεῖ ἐν τῷ φρονήματος σαρκικοῦ πεπληρωμένῳ ἀνθρώπῳ, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ, οὕτως ἐνεργείᾳ καὶ δυνάμει τὸ πνεῦμα τοῦ φωτὸς τῆς θεότητος οἰκεῖ εἰς τὸν καταξιωθέντα ἁγιασθῆναι ἄνθρωπον, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ ἡ ψυχὴ κατὰ τὸν εἰπόντα·

«δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», καὶ πάλιν·

«ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ πάλιν·

«ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», καί·

«ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν», καὶ ὁ κύριος·

«ἐλευσόμεθα (ἐγὼ καὶ ὁ πατήρ μου) καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

ταῦτα ἐν δυνάμει καὶ πληροφορίᾳ τοῖς 22-1-11 καταξιουμένοις γίνεται καὶ οὐχὶ ἀδήλως καὶ ἀνενεργήτως.

ὁ νόμος γὰρ τὸ πρὶν λόγῳ ἀνυποστάτῳ ἐπεστρέφετο τοὺς ἀνθρώπους ζυγὸν βαρὺν ἐπιτιθεὶς καὶ μὴ δυνάμενος βοηθῆσαι αὐτοῖς διὰ τὸ τὴν δύναμιν τοῦ πνεύματος μὴ διδόναι, ἀπὸ δὲ τῆς τοῦ κυρίου παρουσίας ἡ θύρα τῆς χάριτος τοῖς πιστεύουσι ἐξ ἀληθείας 22-1-12 ἠνεῴχθη.

οὗτος γὰρ ὁ λόγος δύναμιν θεοῦ καὶ ἐνέργειαν πνεύματος δίδωσι καὶ τὴν νοσοῦσαν ψυχὴν καὶ ἐν τοῖς πάθεσι κατακειμένην διὰ τῆς δυνάμεως ἀνίστησι καὶ ἐρρωμένην ἀποκαθίστησιν.

ὁ λιμὸς τοίνυν ἐκείνῳ τῷ βόσκοντι χοίρους καὶ ζῶντι ἀσώτως εἰς συμφέρον γέγονε τοῦ μνησθῆναι καὶ ἐπιστραφῆναι πρὸς τὸν ἑαυτοῦ πατέρα καὶ γὰρ εἰ μὴ λιμὸς ἐγεγόνει εἰς γῆν Χαναάν, οὐκ ἂν οἱ ἀδελφοὶ πρὸς Ἰωσὴφ ἀπήρχοντο καὶ οἱ λόγοι τῶν ὁραμάτων αὐτοῦ οὐκ ἂν ἐπληροῦντοκαὶ οὗτοι γὰρ μυστήριόν τι καὶ εἰκόνα ἀπετέλουν.

22-1-13 Ὥσπερ γὰρ οἱ ἀδελφοὶ Ἰωσὴφ ἀπεστέρησαν τὸν ἴδιον ἀδελφὸν τῆς κληρονομίας τοῦ πατρός, εἰθ' ὕστερον λιμοῦ γενομένου ἐλθόντες πρὸς αὐτὸν καὶ φανέντες τῷ προσώπῳ αὐτοῦ ᾐσχύνοντο, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ ἀποστεροῦσα νῦν τὴν κληρονομίαν τοῦ καλοῦ Ἰωσήφ, τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ἥτις κληρονομία αὐτή ἐστιν ἡ ψυχή, καὶ μὴ δοῦσα ἑαυτὴν αὐτῷ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς τὴν πνευματικὴν λατρείαν, εἰς τὸ ἐνοικῆσαι ἐν αὐτῇ καὶ κληρονομῆσαι αὐτὴν καὶ βασιλεῦσαι ἐν αὐτῇ, εἰς ὕστερον ἐν τῇ ἀναστάσει καὶ τῇ ἐπιφανείᾳ ἐνδόξου αὐτοῦ παρουσίας τῆς μεγάλης λιμοῦ τῆς κρίσεως 22-1-14 ἐπελθούσης αἰσχυνθήσεται καὶ ἐντραπήσεται ἐνώπιον αὐτοῦ.

τοῦτο δὲ καὶ ἐπὶ Ἰουδαίων νοεῖται τῶν σταυρωσάντων τὸν κύριον καὶ ὕστερον μελλόντων αἰσχύνεσθαι ἐν τῇ παρουσίᾳ τῆς δόξης αὐτοῦ, ἀλλὰ καὶ ἐν ἄλλῳ τρόπῳ νοητέον.

εἰς διάφορα γὰρ πρόσωπα ἐστὶν ὁ λόγος.

πᾶσα ψυχὴ ἡ πρὶν ἀπειθοῦσα τῷ λόγῳ καὶ ἀποστεροῦσα τῆς κληρονομίας τοῦ κυρίου τὴν ἑαυτῆς ὑπόστασιν εἰς ὕστερον

ἐπιστρέψασα καὶ δεηθεῖσα τοῦ κυρίου ἐπιφανέντος αὐτῇ διὰ τῆς χάριτος αὐτοῦ αἰσχύνεται κατὰ ποίου ἀγαθοῦ τὸ πρὶν τὴν ἐπιβουλὴν ἐποιεῖτο καὶ ἀνυπότακτος 22-1-15 ἦν τῷ τῆς ἀληθείας λόγῳ.

ἀποδέχεται τοίνυν ὁ πατὴρ τὸν υἱὸν χαίρων.

«οὗτος, γάρ φησιν, ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη».

καὶ δίδωσιν αὐτῷ τὴν πρώτην στολὴν καὶ τὸν δακτύλιον καὶ τὸν σιτευτὸν μόσχον δι' αὐτὸν ἔθυσεν.

ἀποδέχεται καὶ ὁ οὐράνιος πατὴρ χαίρων ψυχὴν τὴν ἐπιστρέφουσαν καὶ μετανοοῦσαν καὶ ἐν ἀληθείᾳ προσερχομένην αὐτῷ καὶ δίδωσιν αὐτῇ τὴν στολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ τὸν δακτύλιον 22-1-16 τῆς σφραγίδος τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος.

δι' αὐτὴν γὰρ ἐτύθη καὶ ὁ καλὸς σιτευτὸς μόσχος αὐτὸς ὁ κύριος σαρκὶ παθών.

«νεκρός, φησὶ γάρ, ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς καὶ εὑρέθη».

νεκρὸς καὶ ἀπολωλὼς ἦν τῷ ἑαυτοῦ πατρί·

ἐκεῖ γὰρ ἔζη ἀσώτως καὶ ἔβοσκε χοίρους.

καὶ ἡ ψυχή, ἕως οὗ ζῇ ἀσώτως μετὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναστρεφομένη καὶ μετ' αὐτῶν διὰ τῆς ἐνεργείας τῶν παθῶν πορνεύουσα καὶ σὺν τῇ ἁμαρτίᾳ διάγουσα, νεκρὰ καὶ ἀπολωλυῖα τυγχάνει τῷ ἐπουρανίῳ καὶ ἀγαθῷ πατρί.

ἐπὰν δὲ μνησθῇ καὶ ἐπιστραφῇ πρὸς αὐτὸν καὶ μετανοήσῃ, τότε «χαρὰ γίνεται» ἐν οὐρανοῖς «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ», καὶ λαμβάνει στολὴν δόξης φωτὸς Χριστοῦ σφραγιζομένη τῷ ἐπουρανίῳ πνεύματι καὶ οὕτω ζῇ πάλιν ζωὴν πνευματικὴν πρὸς τὸν 22-1-17 ἐπουράνιον πατέρα.

ἀλλ' ὥσπερ ἐκεῖ οὐκ ἦν θέλημα τοῦ πατρὸς τὸν υἱὸν αὐτοῦ ἀπολέσθαι καὶ θελήσαντος αὐτοῦ ἀπελθεῖν ἀπ' αὐτοῦ, καὶ εἰπόντος·

«δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας» οὐκ ἐκώλυσεν, οὕτω καὶ ὁ θεὸς οὐκ ἤθελεν ἀπολέσθαι τὸν Ἀδάμ, καὶ θελήσαντι αὐτῷ παραβῆναι τὴν ἐντολὴν καὶ τὸ ἴδιον μέρος λαβεῖν (τουτέστι τὸν ἑαυτοῦ νοῦν καὶ τὸ θέλημα) οὐκ ἐκώλυσε, διὰ τὸ ἴδιον αὐτὸν ἔχειν θέλημα καὶ ἰδίαν ἐξουσίαν καὶ ἰδίαν γνώμην·

αὐτεξούσιον 22-1-18 γὰρ αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ὁ θεός, ποιεῖν πᾶν ὃ βούλεται.

φόβος τοίνυν καὶ ἀγάπη καὶ αἰσχύνη ἐπέστρεφον τὸν προειρημένον δοῦλον τῷ δεσπότῃ καὶ τὸν υἱὸν πρὸς τὸν ἑαυτοῦ πατέρα, καὶ ταῦτα τὰ τρία μεταξὺ αὐτῶν ἦν.

οὕτω καὶ ἡ ψυχὴ φόβῳ καὶ ἀγάπῃ καὶ αἰσχύνῃ ἐὰν ἐπιστραφῇ πρὸς τὸν χρηστὸν δεσπότην αὐτῆς καὶ πατέρα, τὸν κύριον, προσδέχεται καὶ ἀπολαμβάνει αὐτήν, μὴ λογιζόμενος τὰ πρῶτα τῆς ἁμαρτίας κακά.

22-2-1 Ὅλη γὰρ ἡ ἔλευσις τοῦ κυρίου καὶ ἡ ἀγαθὴ παρουσία αὐτοῦ διὰ τὴν ψυχὴν ταύτην γεγένηται, ἵνα δωρεὰν τοῦ ἁγίου πνεύματος κοινωνήσῃ τῇ ἀνθρωπότητι καὶ τὴν ἐνέργειαν τῶν παθῶν τῆς ἁμαρτίας καὶ τὴν γεγενημένην διὰ τὴν πολλὴν πρόληψιν τῶν κακῶν συνήθειαν ἐκριζώσῃ.

22-2-2 Ὥσπέρ τινα ἀπὸ γῆς ζιζάνια ἢ ἀκάνθας ἢ τριβόλους καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δωρήσηται τῇ ψυχῇ, ἵν' οὕτω ζήσασα ζωὴν πνεύματος καὶ οὐρανίαν δύναμιν ἐνδυσαμένη δυνηθῇ ποιῆσαι κατὰ ἀλήθειαν πᾶν τὸ θέλημα τοῦ θεοῦ.

ὥσπερ γὰρ χωρὶς τῆς κακίας καὶ πονηρίας τῶν παθῶν οὐκ ᾔδει ἡ ψυχὴ ποιῆσαι κακόν, οὕτω χωρὶς τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος οὐκ οἶδεν ἡ ψυχὴ 22-2-3 ποιῆσαι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἔστιν ἔτι ἐκτὸς τοῦ θεοῦ.

φησὶ γὰρ καὶ ὁ ἀπόστολος·

«οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ», καὶ ἐπάγει·

«ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καί·

«ἡμῖν ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ».

πολλὰ γὰρ θαυμάσια καὶ σημεῖα παράδοξα ἐθεώρουν οἱ ἀπόστολοι ὑπὸ τοῦ κυρίου γινόμενα, καὶ ἐπειδὴ οὔπω εἰλήφασιν ἐκείνην τὴν ἐπουράνιον «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἑαυτῶν ψυχῇ ἐδίσταζον, ἐσείοντο, ἐσκανδαλίζοντο, ἄλλος ἀλλαχοῦ ἔφευγον ἐπὶ τῆς τοῦ κυρίου σταυρώσεως.

ὁ κύριος μόνος ἰάσατο τὴν ψυχὴν δοὺς τὸ ἅγιον πνεῦμα αὐτοῦ εἰς αὐτήν.

καὶ πᾶς ὁ μὴ προσδοκῶν καὶ λαμβάνων ἐκείνην τὴν «ἐξ ὕψους δύναμιν» ἰαθῆναι τελείως ἐκ τῶν τῆς ἀτιμίας παθῶν οὐ δύναται·

οὕτω γὰρ ἡ τῶν παθῶν ἀναίρεσις γενέσθαι ἠδυνήθη.

22-2-4

Εἰ γὰρ βούλει ἀκριβῶς κατανοῆσαι τῆς ἀνθρωπίνης ἀσθενείας τὴν φύσιν καὶ τὸ εὐπερίτρεπτον ἐπὶ τὸ χεῖρον καὶ πῶς ἄνευ τῆς παρουσίας τοῦ κυρίου ἰαθῆναι ἡ ἀνθρωπότης οὐκ ἠδυνήθη, κατανόησον πόσα θαυμάσια καὶ τεράστια ἐξ ἀρχῆς ἐκδικήσεις τε καὶ φόβοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν πονηρῶν 22-2-5 ἐπιτηδευμάτων ἐργασίαν·

τοῦτο μὲν ἐπὶ Νῶε κατακλυσμός, τοῦτο δὲ διαμερισμοὶ γλωσσῶν, καταστροφαὶ πόλεων, ἐμπρησμοὶ Σοδόμων καὶ Γομόρρας, φόβοι, σεισμοὶ μεγάλοι κατὰ καιρούς, ὁμοίως λιμοί, λοιμοί.

ταῦτα πάντα εἰς ἐκδίκησιν τῶν κακῶν ὑπὸ τοῦ θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐπήρχετο, καὶ ἐπέρχεται ἔτι καὶ νῦν πρὸς τοὺς λοιπούς, ὥστε φοβηθέντας παύσασθαι τῶν κακῶν.

εἶτα ἑξῆς νόμος, προφῆται, ἱερεῖς, θυσίαι, δῶρα, προσφοραί, ἀποδεκατώσεις καὶ ἄλλα μυρία τοῦ νόμου δικαιώματα, ὁμοίως τῷ Ἰσραὴλ σημεῖα παράδοξα καὶ μεγάλα ὁ θεὸς ἐποίησε διὰ φανερῶν ὀπτασίων εὐεργεσίας αὐτοῖς παρέχων.

22-2-6 τῶν Αἰγυπτίων μαστιζομένων ἐν τῇ δεκαπλήγῳ μάστιγι αὐτοὶ ἐν ἀνέσει διῆγον, καὶ στύλῳ πυρὸς ἦσαν φωτιζόμενοι καὶ στύλῳ νεφέλης ἐπισκιαζόμενοι, καὶ θάλασσαν παρὰ τὴν ἰδίαν φύσιν διαρρηχθεῖσαν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐθεώρησαν καὶ παρῆλθον διὰ μέσου αὐτῆς, καὶ τοὺς ἐχθροὺς αὐτῶν καταποντισθέντας ἐν αὐτῇ ἐθεάσαντο.

μάννα ἐξ οὐρανοῦ φαγεῖν κατηξιώθησαν, φωνὰς θεοῦ καὶ ὀπτασίας ἐν τῷ ὄρει Σινᾶ ἤκουσαν καὶ εἶδον, καὶ ἄλλα μυρία τοιαῦτα, ἅπερ κατὰ βραχὺ ἐξαριθμήσασθαι δυσχερές.

22-2-7 Καὶ ταῦτα πάντα τὰ εὐεργετήματα παρέσχετο αὐτοῖς ὁ θεὸς καὶ ἡ ψυχὴ ἀπὸ τῆς νόσου τῶν ἀνιάτων παθῶν τῆς ἁμαρτίας οὐκ ἐθεραπεύθη οὐδὲ ἐξ ὅλης καρδίας ἠδυνήθησαν πρὸς κύριον ἐπιστρέψαι διὰ τὸ ἔχειν τὸ κάλυμμα τοῦ σκότους (τουτέστι τὰ «πάθη τῆς ἀτιμίας») ἕως οὗ ἦλθεν ὁ κύριος, θεὸς ὢν καὶ πανταχοῦ ὢν καὶ μένων ὃ ἦν, σῶμα φορέσας καὶ γεννηθεὶς καὶ αὐξηθεὶς καὶ πάσῃ πολιτείᾳ ἁγιότητος ἐν κόσμῳ ἀναστραφεὶς εἰς «ὑπόδειγμα τῶν μελλόντων» πιστεύειν, ἔπειτα ταπεινωθεὶς καὶ ῥαπισθεὶς καὶ ἀτιμασθεὶς καὶ ὀνειδισθείς, ἔσχατον δὲ σταυρωθεὶς καὶ νεκρωθεὶς καὶ ἕως ᾅδου κατελθών, καὶ ἐγερθεὶς τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀναληφθεὶς «διὰ τῆς δόξης τοῦ πατρὸς» καὶ καθεσθεὶς «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» καὶ τότε ἐξαπέστειλε τὴν «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἀνθρωπότητι τὴν ἀποκτένουσαν καὶ καταργοῦσαν τὰ τῆς 22-2-8 ψυχῆς ἀνίατα πάθη.

πρῶτον δὲ τὴν «ἀπαρχὴν τοῦ» παρακλήτου «πνεύματος» εἰς τοὺς ἑαυτοῦ μαθητὰς ἐξέπεμψε καὶ δι' αὐτῶν πᾶσι τοῖς εἰς τὸν κύριον πιστεύουσιν ἡ δύναμις ἐκείνη ἐπισκιάζει καὶ καταλύουσα ἐν ταῖς ψυχαῖς αὐτῶν ἰᾶται ἐκ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἐκ τῆς νεκρότητος τοῦ σκότους τὴν ψυχὴν ἀνίστησιν.

ἕως οὖν τότε ἡ ψυχὴ τετραυμάτιστο καὶ πεφυλάκιστο ἐν σκότει βεβλημένη ἐν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ ἁμαρτίαις παθῶν ἐγκεκλεισμένη, καὶ οὐ διώδευε διὰ τῶν τρίβων τῶν λογισμῶν αὐτῆς ὁ 22-2-9 θεός.

καὶ νῦν δὲ εἰς ἣν ψυχὴν οὐδέπω παραγέγονεν ὁ κύριος καὶ ἡ δύναμις τοῦ πνεύματος αὐτοῦ οὐ κατέλυσεν ἐν αὐτῇ καὶ ἔλυσεν αὐτὴν ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ ἐξήγαγεν ἐκ τῆς φυλακῆς τοῦ σκότους τῆς πονηρίας καὶ ἐνῴκησεν εἰς αὐτὴν ἐνεργητικῶς ἐν πάσῃ δυνάμει καὶ πληροφορίᾳ, ἔτι ἐν τῷ σκότει ἐστὶ δεδεμένη καὶ ὑπὸ τῶν παθῶν τοῦ σκότους κεκρατημένη καὶ ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργουμένη.

οὓς γὰρ ὁ κύριος διὰ τὴν εἰλικρινῆ πίστιν καὶ ἀγάπην αὐτῶν τὴν πρὸς αὐτὸν τὴν ἑαυτοῦ δύναμιν τοῦ πνεύματος ἐνέδυσε, καὶ εἰς οὓς τὴν δωρεὰν τῆς οὐρανίου χάριτος ἐξέχεε, καὶ ὧν εἰς τὰ βαθύτατα τοῦ νοὸς ἡ τοῦ πνεύματος χάρις ἐνῴκησε, τούτων γίνεται ὁ κύριος ὡς ψυχὴ ὑπὸ 22-2-10 πνεύματος ἁγιασθέντων.

τοσαύτη ἀγαθότης τῆς ἀρρήτου εὐδοκίας Χριστοῦ εἰς τὴν ταπεινωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα γέγονεν, ὥς φησιν ὁ ἀπόστολος·

«ὁ κολλώμενος τῷ κυρίῳ ἔσται εἰς ἓν πνεῦμα» καὶ ὁ κύριος·

«τὸ

γεγεννημένον ἐκ τοῦ πνεύματος ἓν πνεῦμά ἐστι», καὶ πάλιν ἀλλαχοῦ·

«πάτερ 22-2-11 ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἵνα ἐν ἡμῖν ἓν ὦσιν».

εἰ γὰρ μετὰ τῆς πονηρίας τῶν παθῶν οὖσα ἡ ψυχὴ ἓν ἦν μετ' αὐτῆςκἂν γὰρ εἶχεν ἴδιον θέλημα, ἀλλ' οὐκ ἠδύνατο ποιεῖν ὃ ἤθελε καθώς φησιν ὁ ἀπόστολος «ὃ οὐ θέλω τοῦτο ποιῶ»διὰ τὸ πεπρᾶσθαι καὶ δούλην εἶναι καὶ ζυγὸν βαρὺν βαστάζειν ἁμαρτίας παθῶν, εἰ οὖν ἐκείνη οὕτως, πόσῳ μᾶλλον ἡ δύναμις τῆς θεότητος οἰκήσασα ἐν τῇ ἁγιασθείσῃ ψυχῇ, τῇ ἀξίᾳ τοῦ κυρίου γενομένῃ, ἑνοῦται μετ' αὐτῆς, τὸ θέλημα ἑαυτῆς ἅπαν πάσῃ χαρᾷ καὶ προθυμίᾳ ἀποδούσης τῇ δυνάμει τοῦ θεϊκοῦ πνεύματος, καὶ γίνεται ἡ ψυχὴ τοῦ κυρίου διὰ τὸ ἑκουσίως καὶ προθύμως βασιλεύεσθαι ὑπὸ τῆς θείας τοῦ πνεύματος δυνάμεως καὶ 22-2-12 ἰδίῳ θελήματι μηκέτι αὐτὴν πορεύεσθαι.

ὥσπερ γὰρ ὁ ἥλιος καὶ ὁ ἄνεμος κέκρανται ἐν ἀλλήλοις, οὕτως ἀνακιρνᾶται ἡ ἀξία ψυχὴ μετὰ τοῦ πνεύματος τοῦ κυρίου, ὅλη ἐξ ὅλου ἐν τῷ πνεύματι γινομένη διὰ τὸ σύμφωνον εἶναι τὴν ψυχὴν ἐν πάσαις ἀρεταῖς τῇ χάριτι τοῦ κυρίου.

«τίς, γάρ φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» (τουτέστι τὴν ἑνωθεῖσαν ψυχὴν τῷ ἁγίῳ πνεύματι).

22-2-13 Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ ἡμεῖς τυχεῖν τῆς ἀνεκδιηγήτου δωρεᾶς ταύτης καὶ ἐν πάσῃ «πληροφορίᾳ πίστεως» καὶ «ἐλπίδος» δέξασθαι ἐν ἑαυτοῖς προσδοκήσωμεν τὴν «ἐξ ὕψους δύναμιν» τὴν καθαίρουσαν πάντα τὰ ἐν ἡμῖν τῆς κακίας τῶν παθῶν ὀχυρώματα, ἵνα ἕως ἐν σαρκί ἐσμεν, ἁγιασθέντες ὑπὸ τοῦ πνεύματος, καθαρισθέντες ἀπὸ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τῆς χάριτος αὐτοῦ καταρτισθέντες ἄξιοι τῆς αἰωνίου κληρονομίας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

23-τ-1 ΛΟΓΟΣ ΚΓʹ.

23-1-1 Ὁ θεὸς τῇ ἰδίᾳ σοφίᾳ τῷ σώματι τούτῳ ὑποστηρίγματα (τουτέστι τροφάς) ἐκ τῆς γῆς κατεσκεύασε, καὶ πᾶσαν πρόνοιαν τῆς κτίσεως ποιεῖται δι' αὐτὸ τὸ σῶμα, ὅπως μηδὲν ἐλλείπῃ αὐτῷ.

ἐπὰν δὲ ἐν καχεξίᾳ ἢ ἀσθενείᾳ τυγχάνῃ, λύπη τοῖς συγγενέσι πολλή ἐστιν, ὅτι διὰ τῶν ὑποστηριγμάτων, ὧν ὁ θεὸς 23-1-2 αὐτῷ κατεσκεύασε, μὴ τρεφόμενον κινδυνεύει τοῦ θανεῖν.

καὶ γὰρ γονεῖς γεννῶντες τέκνα πᾶσαν σπουδὴν ἔχουσιν, ἵνα τὰ γεννήματα αὐτῶν ἀπολαύωσι τῶν καρπῶν τοῦ οἴκου αὐτῶν καὶ τῶν πόνων αὐτῶν.

ἐπὰν δὲ συμβῇ κατὰ κάκωσιν ἢ νωθείαν ἢ καχεξίαν μὴ ἐπιδέχεσθαι τροφήν, πολλὴν λύπην οἱ γονεῖς ἀναδέχονταιτοῦτο γὰρ αὐτῶν ἐστι θέλημα, ὅπως τοὺς πόνους τῶν 23-1-3 καρπῶν αὐτῶν ἀπολαύωσι.

τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ κύριος ἐξ οὐρανοῦ ἐλθὼν διὰ τοῦτο ἀνέλαβε τὴν σάρκα τῆς ἀνθρωπότητος, καὶ ὅλη ἡ ἔλευσις καὶ ἡ σπουδὴ αὐτοῦ εἰς τοῦτο γέγονεν, ἵνα ὑποστηρίγματα καὶ τροφὰς ἐπουρανίους ἐκ τοῦ ἰδίου πνεύματος παράσχῃ τῇ ψυχῇσκιὰ γὰρ τυγχάνει πάντα τὰ φαινόμενα τῶν ἀοράτων.

23-1-4 Ὥσπερ γὰρ σωματικῶς τρέφεται τὸ σῶμα τροφὴν ἐκ τῆς γῆς καὶ ζῇ, οὕτω καὶ πνευματικῶς τρέφεται ἡ ἀξία καὶ πιστὴ ψυχὴ τροφὰς οὐρανίους ἐκ τοῦ πνεύματος τοῦ θεϊκοῦ καὶ ζῇ ζωὴν πνευματικήν.

ἐὰν δὲ μὴ δυνηθῇ διὰ τὴν πρὸς τὰ πάθη ὁρμὴν καὶ τὴν εἰς τὰ χείρονα ῥοπὴν ὑποδέξασθαι ἡ ψυχὴ ἐκείνη τὴν ἔνθεον καὶ πνευματικὴν βρῶσιν ἢ διὰ νοὸς ἀσθένειαν ἢ κακοήθειάν τινα ἢ ἀπιστίαν, πολλὴν λύπην ἀναδέχεται ὁ Χριστὸς πολλὰ παθὼν δι' αὐτήν, ὅπως 23-1-5 ἐπουράνιον τροφὴν τοῦ πνεύματος παράσχῃ αὐτῇ.

ὥσπερ γὰρ τὸ σῶμα μὴ μεταλαμβάνον τροφῆς ἐκ τῆς γῆς νεκροῦται καὶ ἀπόλλυται, οὕτω καὶ ἡ ψυχὴ ἐσθίουσα τὸν ἐπουράνιον ἄρτον νεκρὰ τυγχάνει καὶ ἀπόλλυται ἐκ τῆς θεϊκῆς τοῦ πνεύματος ζωῆς.

23-1-6 Καὶ γὰρ καὶ τοῦ σώματος αὐτός ἐστιν ὁ πρόνοιαν

ποιούμενος διὰ τῆς οἰκονομίας τῆς ὁρωμένης κτίσεως·

ἐλλείψαντος γὰρ ἄρτου ἐν τῇ ἐρήμῳ πολλοῦ ὄχλου ὄντος τῇ χρηστότητι αὐτοῦ ὁ κύριος ἀπὸ πέντε ἄρτων ἐπλήθυνεν, ὡς πάντας ἐμπλησθῆναι καὶ πολλὰ περισσευθῆναι εὐτρεπίζει γὰρ τῷ σώματι τροφὴν καὶ ἀναπαύει αὐτό, ἵνα ἀξίους καρποὺς ἀποδῷ τῷ κυρίῳ ἡ ψυχή.

23-1-7 ὥσπερ γὰρ ἐπὶ τῶν δένδρων τῶν ἐλαιῶν ἢ τῆς ἀμπέλου ἢ τῶν λοιπῶν καρποφόρων φυτῶν πρὸ τοῦ τὸν καρπὸν ἐνεγκεῖν εἰς βρῶσιν κάμνουσιν εἰς αὐτὰ οἱ γεωργοὶ πάσῃ ἐπιμελείᾳ φιλοκαλοῦντες, ἀκμὴν δὲ ὡς εἰπεῖν ἄκαρπα ξύλα ἐστὶ νεόφυτα ὄντα, ἀλλὰ μακροθυμησάντων εἰς αὐτὰ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένων, ἐν τῷ ἰδίῳ καιρῷ δι' αὐτῶν ἔνδοθεν καρπὸς εἰς βρῶσιν τοῖς ἀνθρώποις 23-1-8 προέρχεταιτὸν αὐτὸν τρόπον καὶ ὁ κύριος πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ σώματος καὶ πᾶσαν πρόνοιαν διὰ τῆς ὁρωμένης κτίσεως εἰς ἀνάπαυσιν αὐτοῦ, ἵνα ἡ ἔνδοθεν κρυπτὴ καὶ αὐτεξούσιος οὖσα ψυχὴ ἀξίους καρποὺς δικαιοσύνης ἐκ προαιρέσεως ἀποδῷ τῷ θεῷ.

«πολλὴν» γὰρ ἔχουσι «παρρησίαν» καὶ δόξαν οἱ ἀληθινοὶ Χριστιανοὶ ἐπὶ θεοῦ, οἱ ἰδίῳ θελήματι ἐξ ἀληθείας θεῷ εὐαρεστήσαντες καὶ διὰ τῆς χάριτος αὐτοῦ μεγίστην παρρησίαν κτησάμενοι.

23-1-9 Ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἄρχοντες τὰς εἰκόνας τοῦ βασιλέως λαμβάνοντες ὑπ' ἐξουσίαν ἔχουσι πάντας τοὺς οἰκήτορας τῶν χωρῶν, καὶ πᾶς ὁ δῆμος διὰ τὰς τοῦ βασιλέως εἰκόνας ἐν ὑποταγῇ αὐτοῖς ἐστι, καὶ ὅταν προέρχωνται, εἰσὶν οἱ προτρέχοντες καὶ πάντας διωθούμενοι, ὅπως ἐν πολλῷ ἀξιώματι καὶ τιμῇ 23-1-10 μεγάλῃ ἀνεμποδίστως καὶ ἀνυβρίστως διοδεύσωσινοὕτω καὶ ψυχαὶ αἱ τὴν ἔνδοξον καὶ ἐπουράνιον καὶ φωτεινὴν τοῦ κυρίου εἰκόνα ἐν ἑαυταῖς φέρουσαι πάντα τὰ ἐναντία πνεύματα ἐν ὑποταγῇ τιθέασιν ὑπὸ τοὺς πόδας αὐτῶν ὑπο23-1-11 τασσόμενα καὶ πολλὴν τιμὴν καὶ παρρησίαν παρὰ τοῖς ἄνω κέκτηνται.

ὅπου γὰρ τὸ τοῦ θεοῦ ἅγιον καὶ δεσποτικὸν πνεῦμα ἐνεργεῖ καὶ ἐνοικεῖ, ἀναγκαίως πᾶσα ἡ κτίσις τὴν ὑπακοὴν ἀποπληροῖ διὰ τὴν ἐπουράνιον καὶ δεσποτικὴν καὶ βασιλικὴν τοῦ πνεύματος εἰκόνα.

23-1-12 Εἰ γὰρ ἐν τῷ Ἰσραὴλ τοῦ πνεύματος μερικῶς εἰς αὐτοὺς διακονοῦντος καὶ μερικήν τινα δικαιοσύνην ἐπιτελοῦντος πάντα ὑπετάσσετο θελήματι θεοῦ θάλασσα γὰρ διεμερίζετο τιμῶσα τὸν δεσπότην καὶ ὁδὸς ἐν μέσῳ αὐτῆς ἐγίνετο, ὁμοίως δὲ καὶ ἐν τοῖς τρισὶ παισὶ τὸ πῦρ τὴν ἰδίαν καυστικὴν φύσιν ἐπεῖχε τιμῶν τοὺς θεοῦ ἀξίους, καὶ ἄγριοι λέοντες ἐπέσχον τὴν ἑαυτῶν θανατικὴν ὁρμὴν μηδὲν τὸν ἅγιον ∆ανιὴλ βλάψαντες, καὶ αὐτὰ τὰ πετεινὰ διηκόνουν τοῖς τοῦ θεοῦ ἀξίοις τροφὴν κομίζονταπόσῳ μᾶλλον ὅταν ἡ ἱερὰ καὶ ἔνθεος τοῦ θεοῦ εἰκὼν ἐνζωγραφηθῇ καὶ ἐντυπωθῇ εἰς τὴν ἀξίαν καὶ πιστὴν καρδίαν, τὰ 23-1-13 πάντα τιμᾷ καὶ ὑπακούει.

καὶ γὰρ ἡ θάλασσα τοῦ σκότους τῆς πικρίας τῶν πονηρῶν πνευμάτων τοῦ ἀέρος τούτου διαμερίζεται ἀπέμπροσθεν αὐτῶν, ὥστε ἀνεμποδίστως τὴν ψυχὴν εἰς οὐρανοὺς διοδεύειν καὶ τείχη σιδηρὰ καὶ ὀχυρώματα καὶ μοχλοὶ ἀόρατοι διαρρήγνυνται καὶ καθαιροῦνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος («λογισμοὺς, γάρ φησι, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ») καὶ τὸ ἔνδον τῆς κακίας τῶν παθῶν πῦρ σβεννύμενον ἀεργὲς καὶ ἄτονον ἀποδείκνυται καὶ οἱ ἄγριοι θῆρες τῶν πνευματικῶν τῆς πονηρίας λεόντων ὑπὸ τοὺς πόδας αὐτῶν ὑπόκεινται.

πᾶσα γὰρ ἡ κτίσις πρὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως ὑπ' αὐτοῦ ἐβασιλεύετο.

23-2-1 Ἀλλὰ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοί, ἐὰν ἐμμείνητε νῦν ἐν τῷ λόγῳ τῆς ἀληθείας καὶ τῇ πτωχείᾳ καὶ τῷ ταπεινῷ φρονήματι καὶ πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν θύραν τοῦ ἐπουρανίου βασιλέως καὶ ἐκεῖθεν πάντα τὰ ἀγαθὰ ζητοῦντες οὐδενὸς ὑστερη23-2-2 θήσεσθε, ἀλλὰ πάντα ὅσα ζητεῖτε ἀφθόνως ὑμῖν ὁ κύριος χαρίζεται.

ὃν τρόπον εἰ οἱ ἑστῶτες εἰς τὴν θύραν τοῦ ἐπιγείου βασιλέως καὶ δόματα ζητοῦντες ἤ τινα ἕτερα αἰτήματα ἐν

μακροθυμίᾳ καὶ ὑπομονῇ οὐ στεροῦνται ὧν ἐπιθυμοῦσι, πόσῳ μᾶλλον ἡμεῖς εἰς τὴν θύραν τοῦ ἐπουρανίου καὶ εὐσπλάγχνου καὶ ἀληθινοῦ βασιλέως ἑστῶτες μετὰ πάσης μακροθυμίας ἐν πάσῃ ὑπομονῇ μετὰ πίστεως καὶ ἐλπίδος καὶ ἐν πληροφορίᾳ ζητοῦντες παρ' αὐτοῦ τὰ ἐπουράνια τοῦ 23-2-3 πνεύματος χαρίσματα ληψόμεθα τὰ αἰτήματα ἡμῶν.

καθὼς καὶ ὁ κύριος ἐνετείλατο λέγων·

«αἰτεῖτε καὶ δοθήσεται ὑμῖν·

ζητεῖτε καὶ εὑρήσετε·

κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», καὶ διεξελθὼν ἐπάγει·

«εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν», καὶ πάλιν·

«ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ ἑκατονταπλασίονα λήψεται 23-2-4 ἐν τῷ αἰῶνι τούτῳ καὶ ζωὴν αἰώνιον κληρονομήσει».

δίδωσιν οὖν τὰς κληρονομίας ὁ ἐπουράνιος βασιλεὺς (ἀληθὴς γάρ ἐστι) μόνον εἴ τις ἐν ἀγάπῃ καὶ ὑπομονῇ καὶ ἀληθείᾳ ζητεῖ αὐτόν.

αὐτὸς γὰρ προτρέπεται ἕκαστον λέγων·

"1ἰατρὸς ἀληθινὸς εἰμὶ ἐγώ.

εἴ τις οὐκ ἔχει ὄμματα, ζητήσει παρ' ἐμοῦ καὶ λάβῃ ὀφθαλμοὺς μακαρίους ὁρῶντας τὴν ἐμὴν δόξαν, οἵτινες ἀναβλέψαντες σκοτισθή23-2-5 σονται οὐκέτι.

εἴ τις κωφὸς τυγχάνει τῷ ἔσω ἀνθρώπῳ, αἰτήσει καὶ διανοιγήσεται αὐτοῦ τὰ ὦτα, ἅπερ διανοιγέντα οὐκέτι εἰς τοὺς αἰῶνας κωφωθήσονται.

εἴ τις χωλὸς ὑπάρχει, ζητήσει παρ' ἐμοῦ πόδας πνευματικοὺς περιπατοῦντας εἰς τὴν γῆν τῶν ζώντων.

εἴ τις ὅπλα οὐκ ἔχει, παρ' ἐμοῦ ζητήσει, ἵνα ἐνδυσάμενος ὑπὸ τῶν πολεμίων μὴ ἀδικηθῇ.

καὶ πᾶν ὅ τις παρ' ἐμοῦ ζητεῖ, ἐγὼ δίδωμι.

πάντα γὰρ παρ' ἐμοὶ πεπλήρωται καὶ ὑστερεῖ παρ' ἐμοὶ οὐδέν.

"2 23-2-6 ἑστῶτες τοίνυν ἐν τῇ βασιλικῇ θύρᾳ πάντοτε καὶ αἰτοῦντες πνευματικὰς δωρεὰς οὐδενὸς ὧν χρῄζετε ὑστερηθήσεσθε, καὶ πάντα τὰ κτίσματα συγχαίρει ὑμῖν καὶ συναγάλλεται τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, ὑμῶν πρὸς τὸν δεσπότην καὶ πατέρα προσκολλωμένων καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν μόνον ἐπιθυμούντων.

23-2-7 Πάντοτε τοίνυν τὸν ἀγῶνα ἔχετε «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πᾶσι τοῖς πάθεσι ἀνταγωνιζόμενοι καὶ πᾶσαν κακίαν ἀποστρεφόμενοι τὰ παρὰ τοῦ κυρίου τε ὅπλα ἐνδυόμενοι δι' αὐτῶν τὴν νίκην τῶν ἐναντίων ποιῆσαι δύνασθε.

23-2-8 ἰδοὺ γὰρ ὡς ἐν τοῖς ὁρωμένοις ὁ βασιλεὺς τιμᾷ τοὺς πολεμιστὰς καὶ ἀγωνιστὰς καὶ τούτοις δίδωσιν ἐνδύματα καὶ ὅπλα ἐνδύει αὐτοὺς καὶ εἰσάγει πρῶτον εἰς γυμνασίαν τοῦ πολέμου, ὅπως παιδευθῶσιν, ἵνα ἐν τῷ καιρῷ τοῦ πολέμου δόκιμοι ἀποδειχθῶσιν, οὕτω καὶ ὁ κύριος τοὺς ἱσταμένους καὶ ἀγωνιζομένους εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον ἐκτρέφει ἄρτῳ ἐπουρανίῳ καὶ ἐλαίῳ ἀγαλλιάσεως πνευματικῷ ἀλείφει καὶ καθαροῖς πνευματικοῖς ὕδασιν ἀποσμήχει καὶ ἀποπλύνει ἐξ αὐτῶν πάντα ῥύπον παθῶν ἁμαρτίας καὶ δίδωσιν αὐτοῖς ἐπουράνια ὅπλα τοῦ πνεύματος καὶ ἐνδύματα φωτὸς θεϊκοῦ, ὅπως εἰσελθόντες πρὸς τὸν πνευματικὸν τῆς πονηρίας πόλεμον ἐπαινεθῶσι καὶ τὴν 23-2-9 νίκην ἀράμενοι στεφανωθῶσι.

τούτοις δίδωσι καὶ κληρονομίας ἐπουρανίους.

οἱ τοιοῦτοι δῆλον ὅτι ἐκ θεοῦ γεννῶνται, καὶ δίδοται αὐτοῖς ἄλλη πόλις ἐπουράνιος καὶ καταξιοῦνται ἀδελφοὶ τοῦ Χριστοῦ γενέσθαι καὶ κληρονόμοι τοῦ πατρός.

23-2-10 Ὥσπερ γὰρ ὁ καύσων τοῦ ἡλίου ἐπιλάμπων τοῖς φύμασι τοῦ σπόρου τὰ μὲν εἰς τὴν πετρώδη γῆν σπαρέντα εὐθὺς ξηραίνει μὴ ἔχοντα νοτίαν μηδὲ βάθος γῆς, τὰ δὲ ἐν καλῇ καὶ ἐν βαθείᾳ γῇ ἐσπαρμένα οὐ βλάπτεται (ἐρρίζωνται γὰρ ἐν αὐτῇ κατὰ βάθος), οὕτω καὶ οἱ τεθεμελιωμένοι ἰσχυρῶς ἐν τῇ πίονι γῇ, τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ πίστει τῇ ὀρθῇ καὶ τῇ χάριτι τοῦ θεοῦ, οὐδὲν βλαβήσονται ὑπὸ τοῦ καύσωνος τῶν πειρασμῶν, ἀλλὰ μᾶλλον ἰσχυροποιοῦνται 23-2-11 καὶ πλείονα καρπὸν ἀποδιδόασιν.

οἱ τοιοῦτοι εἰσὶ τεθεμελιωμένοι εἰς τὴν ἀσάλευτον πέτραν, αὐτὸν τὸν Χριστόν.

τῷ γὰρ Πέτρῳ εἶπεν ὁ κύριος·

«σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ

μοχλοὶ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».

οἱ γὰρ μοχλοὶ εἰς τὸ ἐκριζῶσαι καὶ ἀνατρέψαι τὸν θεμέλιον τοῦ οἴκου εἰσίν, οὕτω καὶ ὁ πονηρὸς τὰς πιστὰς καὶ τεθεμελιωμένας ψυχὰς ἐκριζοῦν ἀπὸ τοῦ θεοῦ ἐπιχειρεῖ καὶ βούλεται αὐτὰς εἰς ἑαυτὸν 23-2-12 περιτρέψαι.

ὁμοίως πάλιν ὁ κύριος παρεικάζων τὸν ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ ἀνθρώπῳ «φρονίμῳ» θεμελιοῦντι «τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν».

«ἦλθον, φησίν, οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσε·

τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν».

23-2-13 Καὶ ἡμεῖς τοίνυν τὸν θεμέλιον τῆς καρδίας καὶ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὴν ἀσάλευτον τοῦ Χριστοῦ πέτραν θεμελιώσωμεν, ὅπως δι' αὐτοῦ ἰσχυροποιούμενοι καὶ ἐνδυναμούμενοι καὶ στερεοὶ καὶ δόκιμοι πρὸς τοὺς ἐπεγειρομένους ἡμῖν πειρασμοὺς εὑρεθέντες καὶ νικηταὶ ἀποδειχθέντες τῶν ἐπουρανίων ἀγαθῶν ἄξιοι γενώμεθα σὺν Χριστῷ ἀπολαῦσαι εἰς τοὺς ἀπεράντους αἰῶνας.

Ἀμήν.

24-τ-1 ΛΟΓΟΣ Κ∆ʹ.

24-1-1 Περὶ τοῦ πῶς δεῖ πάσας τὰς γραφὰς πνευματικῶς ἀναλαμβάνειν πρὸς τὴν ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, δι' ἣν πάντα ἐγράφη, καὶ μηδὲν σαρκικὸν ἢ Ἰουδαϊκὸν ἐννοεῖν.

24-1-2 Ὁ γὰρ ἀπόστολος φησίν·

«ταῦτα πάντα τυπικῶς συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν».

εἰ οὖν δι' ἡμᾶς ἐγράφη, πνευματικῶς πάντα ὀφείλομεν ἀναλαμβάνειν καὶ μηδὲν Ἰουδαϊκὸν ἢ σαρκικόν.

ὁ γὰρ ἀπόστολος φησίν·

«ὁ νόμος πνευματικός ἐστιν».

24-1-3 εἴτε οὖν περὶ πολέμων διαφόρων ἐγράφη, μυστηριωδῶς ἐγράφη διὰ τοὺς νῦν πολέμους τοὺς ἀοράτους τῶν πνευμάτων τῆς πονηρίας πρὸς τὴν ψυχὴν γινομένους, εἴτε περὶ ἱστοριῶν τινῶν διὰ τὰ νῦν γινόμενα μυστήρια τῇ ψυχῇ ἐλέχθη, εἴτε λόγους ἄλλους πολλοὺς ἐλάλησεν ἐν ταῖς γραφαῖς τὸ πνεῦμα τὸ ἅγιον (ὡς 24-1-4 περὶ πόλεων ἢ ἄλλων τινῶν πραγμάτων).

πάντα διὰ τὰ νῦν μυστήρια τὰ ἐν τῇ ψυχῇ γινόμενα ἐγράφη, κἂν ἐγένετο τότε εἰς τὸ φανερὸν ἀληθῶς, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἀφορμὰς λαμβάνον ἀπὸ τῶν φαινομένων πάντων καὶ τῶν γενομένων τότε ἐλάλησε περὶ τῶν νῦν μελλόντων τῇ ψυχῇ συμβαίνειν.

24-1-5 Πάντα οὖν ὅσα ἐγράφη, ὡς προείρηται, εἰς ἡμετέραν ὠφέλειαν πνευματικῶς ἐγράφη.

οἷον περὶ τοῦ Χριστοῦ προμηνύων ὁ θεὸς βασιλέα αὐτὸν ἀναστήσειν τῷ Ἰσραὴλ ἐπηγγείλατο δοῦναι «τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ ∆αβὶδ» καὶ οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ εἰς τοὺς αἰῶνας, «καὶ τῆς βασιλείας αὐτοῦ» φησι μὴ εἶναι «τέλος» καὶ κατακυριεύσειν ἀπὸ περάτων ἕως περάτων, καὶ ἁπλῶς λυτρωτὴν καὶ βασιλέα καὶ ἐξουσιαστὴν τοῦ λαοῦ Ἰσραὴλ ἐπηγγείλατο ἀνιστᾶν 24-1-6 καὶ ἰδοὺ θεωροῦμεν ἐν τοῖς φαινομένοις, ὅτι οὐδὲν τούτων γέγονεν.

οὔτε γὰρ ἐβασίλευσεν ὁ Χριστὸς ἐν τῷ φανερῷ τῆς Ἱερουσαλὴμ οὔτε ᾠκοδόμησεν αὐτήν, ἀλλὰ τοὐναντίον ὁ κηρυχθεὶς βασιλεὺς σταυρῷ τετιμώρηται, καὶ οὗ «τῆς βασιλείας (φησὶν) οὐκ ἔσται τέλος» οὔτε ἦρξεν ἐν τοῖς φαινομένοις οὔτε ἐλυτρώσατο τὸν Ἰσραὴλ οὔτε ἐκάθισεν εἰς τὸν θρόνον ∆αβίδ, ἀλλὰ τοὐναντίον, ὡς προείρηται, καὶ ἐνεπτύσθη καὶ ἠτιμάσθη καὶ ἐκολαφίσθη καὶ ἐσταυρώθη 24-1-7 οὗτος ὁ προσδοκώμενος βασιλεύς.

τί οὖν; ἡ προφητεία ἀεργὴς καὶ ὁ λόγος τοῦ θεοῦ ψευδής; ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις οὐδὲν τούτων γέγονεν, εἰ μὴ ὅτι πνευματικῶς καὶ μυστικῶς ἐλάλησε διὰ τῶν ἁγίων ὁ θεὸς καὶ πνευ24-1-8 ματικῶς καὶ ἐξ ἀληθείας ἐγένετο καὶ γίνεται.

ἦλθε γὰρ λυτρωτὴς ὁ κύριος, ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, τουτέστι τῆς ψυχῆς τῆς ὑπὸ τοὺς πολεμίους καὶ δεινοὺς ἄρχοντας τῆς πονηρίας πεσούσης καὶ ὑπὸ τὴν βασιλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῆς

ἁμαρτίας κατενεχθείσης ἀπὸ τῆς τοῦ πρώτου ἀνθρώπου παραβάσεως, ἦλθεν ὁ Χριστὸς λυτρώσασθαι αὐτήν, ἦλθεν ὁ βασιλεὺς ὁ ἐπαγγελθεὶς οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτω24-1-9 κυῖαν, τουτέστιν αὐτὴν τὴν ψυχὴν ἐμπεσοῦσαν εἰς κακίαν παθῶν.

ἦλθε συναγαγεῖν πάντα τὸν Ἰσραήλ, ἤτοι αὐτῆς τῆς ψυχῆς τοὺς τῆς καθαρᾶς φύσεως λογισμοὺς πάντας τοὺς ἐσκορπισμένους ὑπὸ τῆς πονηρίας ἐν τῷ αἰῶνι τούτῳ ἤτοι τοὺς τῆς ἄνω Ἱερουσαλὴμ ἁγίους.

ἦλθε καὶ ἐκαθέσθη εἰς τὸν θρόνον αὐτοῦ, τὸν ἄνθρωπον, καὶ ἐβασίλευσε τῆς Ἱερουσαλήμ, τῆς ψυχῆς, εἰς τοὺς 24-1-10 αἰῶνας»καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».

πᾶσαν γὰρ ψυχήν, ἣν ἐλυτρώσατο ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ἐκαθέσθη ἐν αὐτῇ καὶ ἐβασίλευσε τῆς ἀληθινῆς Ἱερουσαλήμ, αὐτῆς τῆς ψυχῆς, καὶ τοῦ ἀληθινοῦ Ἰσραήλ, αὐτοῦ τοῦ ἀνθρώπου, καὶ ἣν ψυχὴν ἠλευθέρωσεν ἀπὸ τῆς ἁμαρτίας εἰς τοὺς αἰῶνας, ἐν αὐτῇ βασιλεύει καὶ κατοικεῖ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».

24-1-11 Περὶ τούτων τῶν μυστηρίων ἔλεγον οἱ προφῆται καὶ περὶ τῆς λυτρώσεως βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».

24-1-11 Περὶ τούτων τῶν μυστηρίων ἔλεγον οἱ προφῆται καὶ περὶ τῆς λυτρώσεως ταύτης προέλεγον καὶ περὶ ταύτης τῆς βασιλείας καὶ ταύτης τῆς Ἱερουσαλὴμ καὶ τούτου τοῦ θρόνου, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν, καὶ ἀληθῶς ἐπληρώθησαν πᾶσαι αἱ γραφαὶ τῶν ἁγίων προφητῶν·

ἐξ ἀληθείας γὰρ ἐλθὼν ὁ βασιλεὺς Χριστὸς ἐλυτρώσατο τὴν Ἱερουσαλήμ, τουτέστι τὴν ψυχήν, ἀπὸ τῶν ἐχθρῶν αὐτῆς καὶ τῶν καταδυναστευσάντων καὶ τῶν τυραννησάντων αὐτὴν ἐν τῇ πονηρίᾳ τοῦ σκότους, «καθεῖλε τοὺς δυνάστας ἀπὸ τῶν θρόνων καὶ ὕψωσε» τὴν τεταπεινωμένην ψυχὴν καὶ ἐβασίλευσε Χριστὸς ἐν αὐτῇ καὶ θρόνον αὐτὴν αἰώνιον ἑαυτῷ κατεσκεύασε «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».

ἐλυτρώσατο γὰρ τὸν Ἰσραηλιτικὸν ἄνθρωπον, τὸν κατ' εἰκόνα αὐτοῦ 24-1-12 κτισθέντα, καὶ οὕτως ἐπληρώθη ἐξ ἀληθείας ὁ λόγος τοῦ θεοῦ.

εἰ δὲ ἐν τῷ φανερῷ ὡς ὁρῶμεν τούτων οὐδὲν γεγένηται καὶ ἐν τῷ κρυπτῷ εἰς τὴν ψυχὴν ἐξ ἀληθείας οὐ γίνεται, ποῦ ὁ ἀληθὴς λόγος τοῦ θεοῦ, ποῦ τὰ ῥήματα τοῦ πνεύματος ἐπληρώθησαν; ἆρα μάταια τὰ προαγγελθέντα πάντα καὶ οἱ προφῆται ψευσταί; μὴ γένοιτο.

ποῦ οὖν ἐβασίλευσεν ὁ Χριστός, ἰδοὺ γὰρ ἐν τῷ φανερῷ οὐκ ἐβασίλευσε δῆλον ὅτι τὴν καθαρὰν ψυχὴν θρόνον ἑαυτῷ κατεσκεύασε καὶ ποῦ συνήγαγε καὶ ἐλυτρώσατο τὸν Ἰσραήλ; δῆλον ὅτι τὸν ἄνθρωπον ἀπὸ τῶν ἐχθρῶν τῶν δεινῶν ἐλυτρώσατο καὶ συνήγαγεν αὐτὸν σκορπισθέντα.

24-1-13 Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν βασιλέα, ἵνα καὶ ἡμᾶς λυτρώσηται ἀπὸ τῶν ἐχθρῶν ἡμῶν καὶ βασιλεύσῃ ἐν ἡμῖν, ῥυόμενος ἡμᾶς ἐκ τῆς βασιλείας τῆς ἁμαρτίας, καὶ καθεσθῇ ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν εἰς τοὺς αἰῶνας καὶ ἐνοικοδομήσῃ καὶ ἀνακτήσηται καὶ ἀνακαινίσῃ τὰ νοήματα ἡμῶν, καινὴν καὶ ἐπουράνιον Ἱερουσαλὴμ ποιήσας ἡμᾶς καὶ γεννήσας ἡμᾶς ἐκ τοῦ πνεύματος αὐτοῦ, ἵνα ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰς ἅπαντας τοὺς αἰῶνας, ὅτι πᾶσι τοῖς πιστεύουσιν αὐτῷ ἐξ ἀληθείας καὶ ἐλπίζουσι καὶ αἰτοῦσι καὶ δεομένοις αὐτοῦ καὶ προσδοκῶσι ποιεῖ τὴν λύτρωσιν ταύτην νῦν καὶ βασιλεύει ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πληροφορίας ἐν αὐτοῖς ἐν ἀληθείᾳ εἰς τοὺς αἰῶνας.

24-1-14 καὶ οὕτως ἀπὸ τοῦ νῦν βασιλεύοντος Χριστοῦ ἐν ἡμῖν τὰ ἐνέχυρα καὶ τοὺς ἀρραβῶνας τῆς βασιλείας λαβόντες νῦν τὸν φωτισμὸν τοῦ Χριστοῦ ἐν τῇ ψυχῇ ἡμῶν γινόμενον, τότε ἐν τῇ ἀναστάσει ἀναστήσονται τὰ σώματα ἡμῶν τῆς ψυχῆς ἀπὸ τοῦ νῦν ἐγερθείσης ἐκ τῆς νεκρώσεως τῶν παθῶν τῆς ἁμαρτίας, καὶ συνδοξασθήσονται τῇ ψυχῇ ἀπὸ τοῦ νῦν φωτιζομένῃ ὑπὸ τοῦ ἀληθινοῦ καὶ ἀρρήτου φωτὸς τοῦ Χριστοῦ, καὶ οὕτω συμβασιλεύσομεν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ εἰς τοὺς ἀπεράντους αἰῶνας

ἀναπαυόμενοι.

24-1-15 ∆όξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει, ὅτι οὕτως ἠγάπησε τὸ γένος τῶν ἀνθρώπων, καταξιῶν ἡμᾶς τῆς αὐτοῦ βασιλείας εἰς τοὺς αἰῶνας.

Ἀμήν.

25-τ-1 ΛΟΓΟΣ ΚΕʹ.

25-1-1 Ὥσπερ ἐὰν ᾖ ἅρμα ὑπὸ ἡμιόνων ἑλκόμενον, χρὴ δὲ τὸν ἡνίοχον τὰ λῶρα κατέχοντα ἕκαστον ζῷον ἐπιτηδείως ἄγειν πρὸς εὐθείαν καὶ τὸ βουλόμενον ἀτάκτως ἐξορμᾶν ἐπέχειν καὶ ἀναχαιτίζειν, ἵνα τὸ ἅρμα εὐθείως καὶ τεταγμένως ἐν τῇ ὁδῷ ἀπαγόμενον ἀκινδύνως εἰς τὴν πόλιν δυνηθῇ εἰσελθεῖν, οὕτως ὅλον τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος σύγκριμα ὁ ἡνίοχος νοῦς ὑπὸ τοῦ λόγου παιδευόμενος ὀφείλει τὰ φυσικὰ τῶν λογισμῶν κινήματα κατὰ τὸ θέλημα τοῦ θεοῦ εὐθύνειν καὶ πᾶσαν κίνησιν λογισμοῦ φυσικοῦ ἀτάκτως προπηδῶσαν καὶ παρὰ τὸν εὐθῆ λόγον τρέχειν ἐθέλουσαν γενναίως ἀναχαιτίζειν, ἵν' οὕτως ὅλον τὸ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος ἅρμα λογικῶς καὶ θελήματι θεοῦ ἐν τῇ βασιλικῇ τῶν θείων γραφῶν ὁδῷ βαῖνον εἰς τὴν ἐπουράνιον τῶν ἁγίων 25-1-2 πόλιν καταντῆσαι δυνηθῇ.

ἕκαστον γὰρ φυσικῆς κινήσεως λογισμόν, εἰ τύχοι περὶ βρώσεως ἢ ποτοῦ ἢ ἐνδυμάτων ἢ περὶ παντοίων χρειῶν σωματικῶν, ἥγησαί μοι χάος εἶναί τι ἀπλήρωτον (κατὰ τῶν πλειόνων ὀρέγεσθαι) καὶ μάλιστα ὑπὸ τῆς κακίας φιληδόνως ὑποκλεπτόμενον ὡς φυσικῆς ἕνεκεν χρείας 25-1-3 ἐκπλήρωσιν.

εἰ οὖν συνεπιδίδωσι καὶ συναπάγεται ὁ νοῦς ἰδίῳ θελήματι μὴ ἀναχαιτίζων τὴν τῶν λογισμῶν ἀπλήστῳ διαθέσει προπέτειαν, ὡς εἰς ἄμετρόν τινα βυθὸν καὶ χάος ἐμπίπτει καὶ πάντοτε τρέχων καὶ πονῶν περὶ τὰ σαρκικὰ καὶ εἰς αὐτὰ τὸ ὅλον ἀσχολούμενος οὐ καταφθάνει καὶ ἐκπληροῖ τὸ καλὸν διὰ τὸ ἐν σωματικαῖς ἀσχολίαις χρειῶν τὸν νοῦν ἐμπλατύνεσθαι.

25-1-4 ὀφείλει τοίνυν παντοίῳ τρόπῳ τῷ λόγῳ τοῦ θεοῦ πειθόμενος ἐπέχειν ἑαυτὸν καὶ μεμετρημένως καὶ περιεσφιγμένως τὰς σωματικὰς χρείας διοικεῖν καὶ τὸν θλιβερώτερον καὶ πενιχρώτερον ἐπιλέγεσθαι βίον, ἵν' οὕτω τὴν τοῦ σώματος ζωὴν δι' ὀλίγων χρειῶν ἐκπληρούμενοι ἐπὶ τὴν πνευματικὴν λατρείαν καὶ τὸν ἀγγελικὸν τῆς πρὸς θεὸν καρτερήσεως βίον τὸ πλέον σχολάζοντες δυνηθῶμεν τὴν ἑαυτῶν βραχύβιον ζωὴν κατὰ τὸ θέλημα τοῦ θεοῦ κυβερνήσαντες κληρονόμοι τῆς αἰωνίου ζωῆς γενέσθαι.

25-1-5 Ὥσπερ γὰρ ἐὰν ᾖ τις τραύματα ἔχων ἐν τῷ σώματι, ἑαυτὸν δὲ χρίσῃ πηλῷ ἢ βορβόρῳ, καὶ ἐρχόμενος πρὸς τὸν ἰατρὸν παρακαλῇ θεραπευθῆναι, καί φησιν αὐτῷ ὁ ἰατρός·

"1εἰ βούλει θεραπευθῆναι, ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλὸν ἤτοι βόρβορον, ἵνα πλυνθέντα φανερὰ καὶ δῆλα γένωνται, μὴ ἐπικαλυπτόμενα ὑπό τινος ῥυπαρίας, κἀγὼ ὡς ἐπίσταμαι τῇ ἐμῇ τέχνῃ θεραπεύω τὰ πεπονθότα μέλη·

ἐπικειμένου γὰρ βορβόρου τοῖς τραύμασιν οὐκ ἐνεργοῦσι τὰ ἰατρικὰ φάρμακα καὶ ἀδύνατον θεραπευθῆναι.

"2 25-1-6 οὕτω διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶσα ψυχὴ ἀοράτως ὑπὸ τοῦ πονηροῦ διαφόροις τραύμασιν ἐτραυματίσθη καὶ διὰ τὴν ἀρχαίαν νομὴν ἐμπαθὴς κατέστη κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνὴν τὴν λέγουσαν·

«ἔσωθεν γὰρ ἐκ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί», καὶ ἀπαριθμησάμενος ἐγνώρισε τὴν τῶν παθῶν ἐνέργειαν ἀοράτως ἔνδον ἐν τοῖς λογισμοῖς κινουμένην ἔξωθεν προέρχεσθαι, καὶ ὁ ἀπόστολος δὲ λέγων·

«ὥσπερ γὰρ διὰ τοῦ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν», ἐδήλωσε τὴν ἀόρατον τῶν παθῶν ἐνέργειαν καὶ ἑκάστην ψυχὴν διὰ τὴν ἀρχαίαν νομὴν τῆς κακίας τραύμασιν ἀκουσίοις συμπεπλέχθαι, ὧν ηὔχετο καὶ ὁ μακάριος ∆αβὶδ ῥυσθῆναι λέγων·

«ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου».

25-1-7 ταῦτα τοίνυν τὰ τραύματα ἔχουσα τῶν παθῶν ἡ ψυχὴ ἰδίᾳ προαιρέσει πάλιν ὑπὸ τῶν ἡδονῶν τοῦ κόσμου δελεαζομένη ὥσπερ βορβόρῳ τινὶ ἢ πηλῷκαὶ ἐπικαλύμματι τῶν ἔνδον ἐγκεκρυμμένων παθῶνχριομένη καὶ ἑαυτὴν ἵν' οὕτως εἴπω μολύνουσα δέεται δὴ τοῦ ἐπουρανίου ἰατροῦ, θεραπευθῆναι τὰ 25-1-8 ἔνδον πάθη τῶν πονηρῶν διαλογισμῶν ἐπιθυμοῦσα.

ἀλλά φησιν αὐτῇ ὁ κύριος, ὥσπερ ἐκεῖ ὁ σωματικὸς ἰατρὸς τῷ τετραυματισμένῳ ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλόν, καὶ οὕτως ἰάσεως τυχεῖν δυνήσῃ, τουτέστιν ἀπόρριψαι, ὦ ψυχή, ὅσα διὰ τῶν σῶν θελημάτων ἐπιτελεῖς κακά, μίσησον, ἀναχώρησον τῶν βιωτικῶν καὶ κακῶν προλήψεων, ἀεργῆ ἔστωσαν ἐν σοὶ τὰ πάθη γεγυμνωμένα ἀπὸ τῆς σῆς προαιρέσεως, μὴ μολύνου ἑκουσίῳ θελήματι διὰ συνδυασμοῦ καὶ συνεργίας κακῆς τῶν ἀοράτων, τῶν 25-1-9 κρυπτῶν τραυμάτων μολυσμῶν, κἀγὼ ἰῶμαί σου τὰ παρὰ ἀνθρώποις ἀνίατα πάθη τῶν πονηρῶν διαλογισμῶν καὶ εἰς τὴν ἀρχαίαν τῆς καθαρᾶς φύσεως εὐγένειαν ἀποκαθιστῶ σε, ἵνα πάλιν εἰκὼν καὶ ὁμοίωμα θεοῦ ἐν ἀληθείᾳ ὑπάρχῃς, πάσας τὰς τοῦ πνεύματος ἀρετὰς διὰ τοῦ φυσικοῦ καὶ ἐνδιαθέτου νόμου ἐντετυπωμένας ἐν σεαυτῇ ἔχουσα, καὶ οὕτω τῷ πνεύματι τῷ ἁγίῳ διὰ τῆς ἐνεργοῦς χάριτος κοινωνήσασα καὶ τὸν ἐπουράνιον νυμφίον Χριστὸν ἀπολαβοῦσα καὶ οἶκος καὶ ναὸς αὐτῷ ἅμα τῷ σώματι διὰ τοῦ ἁγιασμοῦ προκαταρτισθεῖσα, τῶν αἰωνίων τῆς βασιλείας ἀγαθῶν αἰωνίως ἀπο25-1-10 λαύσῃς.

ταύτην δὲ τὴν ἐπαγγελίαν διὰ τοῦ ἀποστόλου ὁ κύριος ἐπηγγείλατο λέγων· «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον (ἥτις ἐστὶ ψυχὴ ἁγίων), μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ἡ ἁγία καὶ ἄμωμος».

25-1-11 Ὥσπερ γὰρ εἰ ἀπὸ καθαρᾶς πηγῆς διὰ σωλήνων ὕδωρ καθαρὸν προέρχεται, ἔξωθεν δὲ ὕδωρ θολερὸν καὶ βορβορῶδες ἐπεισέλθῃ τῇ πηγῇ, τὸ διὰ τῶν σωλήνων καθαρὸν ὕδωρ προερχόμενον μολύνεται ὥσπερ χαράδρας τινὸς ἐπάνω αὐτῆς ἐπιρρεούσης, οὕτω διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ τὸ θολερὸν ὕδωρ τῶν τοῦ πονηροῦ κακῶν διαλογισμῶν τῷ καθαρῷ καὶ διαυγεῖ τῶν τῆς ψυχῆς καλῶν διαλογισμῶν νάματι διὰ τῶν αἰσθητηρίων τοῦ σώματος ὡς διὰ σωλήνων τινῶν ἐπεισελθὸν θολοῖ διὰ τῶν παθῶν καὶ ταράσσει καὶ τὸ καθαρὸν καὶ διειδὲς τῶν εὐθειῶν διανοημάτων τῆς ψυχῆς ὕδωρ μολύνει 25-1-12 διὰ τῆς προλαβούσης νομῆς.

διὸ θεοῦ μόνον χρεία καὶ τῆς τοῦ ἡμετέρου θελήματος πολλῆς συνεργίας ἐν πάσαις ἀρεταῖς, ἵνα τῇ δυνάμει τῆς χάριτος εἰς τὴν ἰδίαν τῆς καθαρότητος φύσιν τὴν ψυχὴν ἀποκαταστήσῃ, ὅπως εὐάρεστος θεῷ ἐν πάσαις ἀρεταῖς εὑρεθεῖσα καὶ ἄμωμος καταρτισθεῖσα διὰ τῆς 25-1-13 βοηθείας τοῦ ἁγίου πνεύματος τῆς αἰωνίου ζωῆς ἀξία γένηται.

τοῖς γὰρ φυσικοῖς λογισμοῖς καὶ τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν ἐπιτηρεῖ ὁ πονηρός, ὥστε τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύειν, ἵνα φυσικῶν ἀποπληρώσεων δῆθεν χάριν τὸν ἄνθρωπον εὐλογοφανῶς ἀπατᾶν δύνηται.

τοσαύτης οὖν ἀκριβείας πρὸς τὰς φυσικὰς ἐκπληρώσεις χρεία διὰ τὸν προφάσει τῆς φυσικῆς χρείας τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύοντα.

25-1-14 Ὥσπερ ἐὰν ᾖ δένδρα καρπῶν πεπληρωμένα, ἑνὶ δὲ ἑκάστῳ δένδρῳ ἥγησαί μοι θηρίον παρακαθεύδειν· ἐὰν οὖν μή τις μετὰ πάσης προσοχῆς καὶ εὐφυίας καὶ νήψεως ἀπέλθῃ, ἵνα τοὺς καρποὺς τοῦ δένδρου λαβεῖν δυνηθῇ, ἄδηκτος 25-1-15 τῶν θηρίων παρελθεῖν οὐ δύναται.

οὕτως ἐὰν μή τις πάσῃ νήψει καὶ προσοχῇ ὑπὸ τοῦ θείου λόγου κυβερνώμενος τὰς διὰ τῶν αἰσθητηρίων φυσικὰς χρείας ἀποπληροῖ, ἄδηκτος παθῶν κακίας τῶν ἀοράτων θηρίων παρελθεῖν τὸν αἰῶνα τοῦτον οὐ δύναται καὶ διὰ τοῦτο χρεία νήψεως διηνεκῶς, ἕως οὗ 25-1-16 ἡ χάρις εἰς τὴν ἡμῶν ἐπιλάμψει ἀσθένειαν.

ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ταῖς εἰς τὴν πόλιν ἀγούσαις οἱ λῃσταὶ προσκαρτεροῦσι πρὸς τὸ τοὺς ἀφυλάκτως παριόντας εὐκόλως ἀποσυλῆσαι καὶ ἀπογυμνῶσαιοὐ γὰρ δὴ ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι οἱ κακοῦργοι ἁπλῶς περιέρχονται, ἀλλὰ δῆλον ὅτι ἔνθα διοδεύουσιν ἄνθρωποι, οὕτως ἐν τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν οἱ ἀόρατοι τῶν πονηρῶν πνευμάτων λῃσταὶ ἐπιτηροῦσι τὴν ἀπροόρατον καὶ ἀφύλακτον καὶ χαύνην ψυχήν, ὅπως ἐν ταῖς ὥσπερ ὁδοῖς τῶν αἰσθητηρίων, δι' ὧν ἡ ψυχὴ ἐν τῷ κόσμῳ τούτῳ τὰς φυσικὰς χρείας ἔκπληροι, ἐὰν καιρὸν εὕρωσιν, ἀπογυμνώσωσι τῶν ἀρετῶν καὶ καταβάλωσιν ἐν τοῖς ἁμαρτήμασιν ὅπερ ἐστὶ ψυχῆς θάνατος.

25-1-17 Πολλῆς οὖν παραφυλακῆς καὶ νήψεως καὶ συνέσεως χρεία κατὰ τὸ εἰρημένον· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς», ἵνα πάντοτε ὁ ἡγεμὼν νοῦς ἔχῃ ὥσπερ θώρακα καὶ ὅπλον τὸν λόγον τῶν ἁγίων ἐντολῶν καὶ τὴν εἰς θεὸν πεποίθησιν, ἵνα ἀφόβως καὶ ἀκινδύνως διὰ τῶν ὁδῶν τῶν αἰσθητηρίων ἐν τῷ αἰῶνι τούτῳ παρέρχεσθαι δύνηται, καὶ φρουρὸν τὸν εὐθῆ καὶ εὐσεβῆ λογισμὸν ὥσπερ θυρωρὸν ἐν ταῖς πύλαις τῆς ψυχῆς στήσῃ, ἵνα τοὺς γνωρίμους καὶ οἰκείους λογισμοὺς εἰσδέχηται χαίρων ἐν τῇ πόλει τῆς καρδίας, τοὺς δὲ κακούργους καὶ ἀλλοτρίους τῆς κακίας λογισμοὺς ἀπωθῆται καὶ ἀποκλείῃ ταῖς φαύλαις ἐννοίαις τὰς πύλας τῆς καρδίας, τουτέστιν ἀσυνδύαστον αὐτὸν τῇ πονηρίᾳ τὸ καθόλου φυλάττων, ἵν' οὕτως ἀκίνδυνος καὶ ἀνεπιβούλευτος ἡ τῆς ψυχῆς πόλις φυλασσομένη τῷ βασιλεῖ Χριστῷ εὐαρεστῆσαι δυνηθῇ.

25-2-1 Ὥσπερ γὰρ ἐάν τις ὑπὸ πυρετοῦ ἐπὶ πλεῖον κατέχηται καὶ τὸν στηρίζοντα τὸ σῶμα ἄρτον λαβεῖν οὐ δύνηται διὰ τὴν τοῦ πυρετοῦ ἐπικράτειαν, ὁ σοφὸς ἰατρὸς τέχνῃ μεθοδεύει τοῦ θρέψαι τὸν ἄρρωστον καὶ τὸν ἄρτον ἐν ὕδατι διαλύων ἐπιδίδωσιν αὐτῷ, ἵν' ὡς ὕδωρ τὸν ἄρτον λαμβάνων δέξηται διαλυθέντα καὶ οὕτω κατ' ὀλίγον τοῦ πυρετοῦ μειουμένου στερεωτέραν προσφέρῃ τροφήν, ἕως οὗ διὰ πολλῆς προσοχῆς ὑγιάνας εἰς τὴν κατὰ φύσιν ἕξιν ἀποκαταστῇ, καὶ οὕτω τοῦ ἄρτου καὶ τῶν λοιπῶν διαφόρων ἐδεσμάτων μετὰ 25-2-2 πάσης εὐρωστίας μεταλαμβάνων ἀπολαύῃοὕτω καὶ ἡ ψυχὴ κακωθεῖσα διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ καὶ ἐμπαθὴς γενομένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν τῆς ἁμαρτίας κεκράτηται ἑκάστοτε διαφόρως, καὶ τῇ ἰδίᾳ σοφίᾳ ὁ ἐπουράνιος ἰατρὸς τὸν ἐπουράνιον ἄρτον (τουτέστι τὴν δύναμιν τοῦ πνεύματος) ἀοράτως διὰ τοῦ ἁγίου μυστηρίου τοῦ «λουτροῦ τῆς παλιγγενεσίας» καὶ τοῦ σώματος τοῦ Χριστοῦ καὶ διὰ τῶν γραφῶν «τοῦ λόγου τῆς παρακλήσεως» τρέφει καὶ θάλπει τὴν κεκακωμένην καὶ ἐμπαθῆ ψυχήν, τὴν ἐνέργειαν τοῦ πνεύματος ἐν δυνάμει καὶ πληροφορίᾳ μηδέπω κεχωρηκυῖαν λαβεῖν, ἤτοι 25-2-3 διὰ τὴν νηπιότητα ἤτοι διὰ τὴν ὀλιγοπιστίαν ἢ ἀμέλειαν.

ἑκάστη γὰρ ψυχὴ κατὰ τὸ μέτρον τῆς πίστεως ἐν τῷ ἁγίῳ βαπτίσματι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυγχάνουσα τὴν ἐνέργειαν τῆς χάριτος μεταλαμβάνει, ἡ μὲν ἐν δυνάμει καὶ πληροφορίᾳ, ἡ δὲ ἐν λεπτοτέρᾳ τῆς χάριτος ἐνεργείᾳ κατὰ τὴν προειρημένην τοῦ ἀρρώστου παραβολὴν καὶ οὕτω κατ' ὀλίγον διὰ πάσης προσοχῆς καὶ τῆς ἐν ταῖς ἀρεταῖς ἐπιμελείας τῆς ἀοράτου νόσου τῶν παθῶν μειουμένης καὶ τῆς ὑγείας τῶν ἀρετῶν τοῦ πνεύματος προσγινομένης ἀποκαθίσταται ἡ τὸν κύριον ζητοῦσα ψυχὴ εἰς τὴν κατὰ φύσιν τῆς ἀπαθείας ὑγείαν τὸν ἐπουράνιον ἄρτον, αὐτὴν τὴν δύναμιν τοῦ πνεύματος, ἐνεργῶς λοιπὸν καὶ 25-2-4 πεπληροφορημένως τρέφεσθαι χωροῦσα.

ἡ δὲ τοιαύτης χάριτος καταξιωθεῖσα ψυχὴ καὶ τῶν παθῶν κυριεύσασα τῆς βασιλείας ὄντως τέκνον ἄξιον ἀναδείκνυται.

πρόκειται μὲν γὰρ ἡ ἐν τῷ βαπτίσματι τοῦ πνεύματος χάρις ἐπιφοιτῆσαι πλουσίως ἑκάστῳ βουλομένη καὶ τάχιον τελειότητα δυνάμεως θείας δωρήσασθαι ἐπιθυμοῦσαἀλλὰ κατὰ τὸ ἑκάστου διάφορον τῆς πίστεως 25-2-5 καὶ εὐλαβείας μέτρον ἡ μετάληψις τῆς χάριτος γίνεται, τῆς μὲν ἀφέσεως τῶν ἁμαρτιῶν πάντας ἴσως καταξιοῦσα, τῆς δὲ οἰκείας τοῦ πνεύματος μεταλήψεως κατὰ τὸ μέτρον τῆς πίστεως ἑκάστου τὴν χώρησιν δωρουμένη, πάντας ἐκδεχομένη καὶ προτρεπομένη ἐλθεῖν διὰ προκοπῆς ἀρετῶν καὶ ἀρίστης πολιτείας καὶ ἐπιχορηγίας πνεύματος ἁγίου «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» κατὰ τὴν τοῦ μακαρίου ἀποστόλου φωνήν, ὅπερ ἐστὶν ἡ παντελὴς τῶν παθῶν ἀπολύτρωσις καὶ ἡ πληρεστάτη τοῦ ἁγίου πνεύματος καὶ ἐνεργὴς ἐνοίκησις.

25-2-6 Ἀλλ' ὥσπερ καὶ ἐν ταῖς κακώσεσι πολλή τις διαφορὰ καὶ ἡ πρὸς ὑγείαν νεῦσις τυγχάνει καὶ ποικίλη· πάλιν γὰρ ἐπὶ τὴν παραβολὴν ἀναδράμωμεν.

ὁ μὲν γὰρ τάχιον ἱδροῖ καὶ τοῦ πυρετοῦ σχεδὸν ὑφ' ἓν ἀναχωρήσαντος ταχυτέρως τὴν στερεωτέραν τοῦ ἄρτου καὶ τῶν ποικίλων ἐδεσμάτων τροφὴν δέχεσθαι δύναται καὶ οὕτω συντομώτερον εἰς τελείαν ὑγείαν ἀποκαθίσταται, ἐὰν μέντοι καὶ μετὰ τὸ ἀναστῆναι διὰ τοῦ ἱδρῶτος ἐκ τῆς νόσου μὴ ἀτάκτως διαιτᾶται ἢ σκυλμὸν καμάτου ἀπείρως ἀναλαμβάνῃ παρὰ τὸν ἰατρικὸν λόγον· ἐπεὶ πάλιν ἀνασκευάζεται ἡ νόσος καὶ χείρων τῆς προτέρας καθίσταται, καὶ οὕτω 25-2-7 κινδυνεύει καὶ θανάτου πεῖραν λαμβάνει διὰ τὴν ἰδίαν ἀπροσεξίαν.

ὁ δὲ μὴ τάχιον ἱδρώσας, ἔχων δὲ τὸν πυρετὸν ἐπικείμενον κατὰ τὴν προειρημένην παραβολήν, ὑπείκων τῷ ἰατρῷ ἐμπείρως τρέφεται, καὶ κατ' ὀλίγον ἡ κάκωσις μειοῦται καὶ αἱ δυνάμεις τῷ σώματι προσγίνονται, ἕως οὗ τελείως ἡ νόσος ὑποχωρήσῃ καὶ τελεία ὑγεία προσγένηται, ἐὰν μέντοι εὐτακτῇ καὶ οὗτος πάνυ προσέχων ἑαυτῷ καὶ ταῖς τοῦ ἰατροῦ παραγγελίαις ἐν πάσῃ ἀκριβείᾳ πείθηται· εἰ δὲ μή γε πάλιν ἀνατροπιάσας χεῖρον τοῦ προειρημένου ἀπόλλυται, πλείονος γὰρ παραφυλακῆς τούτῳ παρὰ τὸν προειρημένον χρεία.

πλὴν τοῖς ἀμφοτέροις κίνδυνος ἢ καὶ θάνατος ἐπέρχεται, ἐὰν μὴ εὐτακτῶσι τῇ διαίτῃ 25-2-8 τῷ ἰατρικῷ λόγῳ πειθόμενοι, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ χάριτος ἐνεργοῦς τάχιον ἀξιωθεῖσα, τουτέστιν ὥσπερ ἐν βαρυτάτῃ κακώσει ἱδρώσασα καὶ ἀποθεμένη τὸ πλεῖστον τῆς ἁμαρτίας τῶν παθῶν νόσημα, ἐὰν ἐν πάσῃ προσοχίᾳ καὶ εὐταξίᾳ ἀκριβοῦς πολιτείας ἀναστρέφει κατὰ τὸν εὐαγγελικὸν τῆς ἀληθινῆς ἰατρείας λόγον, ἰδοὺ τάχιον ὑγιᾶναι παντελῶς δύναται, τουτέστι τελείαν λύτρωσιν τῶν παθῶν δέξασθαι κατὰ τὸν τοῦ ἀποστόλου λόγον· «ἡ ἀγάπη, φησίν, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς.

αὕτη γάρ ἐστιν ἡ τελεία τῆς ψυχῆς ὑγεία.

25-2-9 Εἰ δὲ ἀπροσεχόντως καὶ ἀδιαφόρως ἐν τῇ καταφρονήσει τῶν εὐαγγελικῶν ἐντολῶν ὡς δὴ ὑγιάνασα τὸν αἰῶνα τοῦτον διοδεύει καὶ τὴν ἑαυτῆς σωτηρίαν ἐν φόβῳ καὶ τρόμῳ οὐ κατεργάζεται κατὰ τὴν τοῦ μακαρίου Παύλου παραγγελίαν ἐν πολλῇ ταπεινώσει καὶ πόνῳ καὶ εὐλαβείᾳ ἀναστρεφομένη κατὰ τὸν τοῦ ἀνατροπιασμοῦ λόγον εἰς τὴν προτέραν ἀναλύει τῶν παθῶν τῆς κακίας νόσον, ἀρξαμένη πνεύματι καὶ σαρκὶ ἐπιτελοῦσα, καὶ οὕτως ἐν τοιούτῳ τρόπῳ ἀπομένουσα ἕως τέλους τῷ αἰωνίῳ θανάτῳ τῆς ἁμαρτίας παραδίδοται, καθώς φησιν ὁ κύριος· «ἄρατε ἀπ' αὐτοῦ τὸ τάλαντον», καὶ πάλιν· «καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ καὶ δοθήσεται τῷ ἔχοντι», τουτέστι τῷ μὴ λυποῦντι τὸ πνεῦμα διὰ τῆς κακοτροπίας, τῷ μὴ ἐνυβρίζοντι τὴν χάριν τὴν δοθεῖσαν διὰ τῆς ἀσέμνου πολιτείας, τῷ αἰσθομένῳ ἀξίως τιμῆς διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τὴν ἐπουράνιον χάριν τοῦ προσκυνητοῦ πνεύματος.

25-2-10 οὗτος γάρ ἐστιν ἀληθῶς ὁ ἔχων ὁ διὰ πάσης εὐαρεστίας τιμῶν τὴν δεδομένην τοῦ πνεύματος δωρεάν, ὁμοίως δὲ καὶ ὁ λόγῳ θείῳ δι' ἀκοῆς ὑπὸ τῆς χάριτος διατρεφόμενος καὶ ἐνεργῆ τὴν δύναμιν τοῦ πνεύματος μηδέπω κεκτημένος, ἀλλὰ λεπτοτέραις οἰκονομίαις οἰκονομούμενος ὑπὸ τῆς χάριτος τοῦ θεοῦ, τοῦ ἐπουρανίου ἰατροῦ.

πλείονος καὶ οὗτος προσοχῆς καὶ παραφυλακῆς χρῄζει κατὰ πάντα τῷ εὐαγγελικῷ τῆς ἀληθινῆς ἰατρείας λόγῳ πειθόμενος, ἵνα κατὰ βραχὺ ἡ τῆς ἁμαρτίας νόσος ὑποχωρήσῃ καὶ ἡ τῆς δικαιοσύνης τῶν ἀρετῶν ὑγεία τελεία προσγένηται, ἕως οὗ εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον διὰ τῆς χάριτος ἀποκαταστὰς εὐάρεστος θεῷ εὑρεθῆναι δύ25-2-11 ναται.

εἰ δέ τις ἀταξίᾳ, τουτέστι παρακοῇ τῶν ἐντολῶν, παρακολουθεῖ, πάλιν ἀνατροπιασμοῦ δίκην εἰς χείρονα πάθη κακίας ἐμπεσὼν θανάτῳ αἰωνίῳ ὑπόδικος γίνεται διὰ τὴν ἀφύλακτον καὶ φιλήδονον προαίρεσιν, ὅτι ἀρξάμενος ὑγιαίνειν ἀπὸ τῆς χαλεπῆς νόσου τῶν παθῶν καὶ ὑπὸ τῆς χάριτος βοηθεῖσθαι οὐκ ἐξηκολούθησε τοῖς εὐαγγελικοῖς προστάγμασιν, ἀλλὰ ἰδίῳ θελήματι αὐτοῦ πορευομένου τοιαῦτα αὐτοῦ τὰ τέλη γεγόνασι.

Χρεία οὖν ἀμφοτέροις ὑπακούειν τῷ τῆς ἀληθείας λόγῳ πάντοτε καὶ ἐν πόνῳ καὶ σπουδῇ καὶ πολλῷ ἀγῶνι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι, ἵν' οὕτω τῆς βασιλείας κληρονόμοι γενέσθαι καταξιωθῶσιν εἰς αἰῶνας.

Ἀμήν.