Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ Η-ΙΕ

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP

MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


τ-1 ΛΟΓΟΣ Ηʹ.

8-1-1 Καλόν ἐστιν ἡ νηστεία καὶ ἡ ἀγρυπνία καὶ ἡ ξενιτεία, ἀλλὰ ταῦτα πολιτείας μὲν ἀκμήν ἐστιν ἀγαθῆς, πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων καὶ οὐκ ὀφείλει τις ἐν τούτοις τὴν πεποίθησιν ἔχειν.

συμβαίνει δὲ ὅτι εἰσί τινες καὶ χάριτος μέτοχοι καὶ ἡ κακία ἔτι ἔσω οὖσα τεχνάζεται καὶ παραχωρεῖ ἑκοῦσα καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ, καὶ λοιπὸν φέρει τὸν ἄνθρωπον εἰς οἴησιν ὅτι·

τέλειος εἶ Χριστιανός.

καὶ μετὰ ταῦτα ἐπὰν νομίσῃ ὁ ἄνθρωπος, ὅτι ἐλεύθερός ἐστι καὶ ἀμεριμνήσῃ, τότε λῃστρικῷ τρόπῳ ἐπέρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα καὶ πειράζει 8-1-2 αὐτὸν καὶ καταφέρει εἰς τὰ κατώτατα τῆς γῆς.

εἰ γὰρ οἱ ἄνθρωποι εἴκοσι ἐτῶν ὄντες λῃσταὶ ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι καὶ ὑποκαθέζονται καὶ ποιοῦσιν ἔγκρυμμα καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν καὶ περικυκλοῦντες αὐτοὺς ἀθρόως ἀποκτένουσι, πόσῳ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων ἐτῶν καὶ τοῦτο ἔργον ἔχουσα τὸ πῶς ἀπολέσει τὰς ψυχάς, οἶδεν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ καὶ κατὰ καιρούς τινας μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος; 8-1-3 Ὁ δὲ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ὅσας ἐὰν ποιήσῃ τις δικαιοσύνας, μὴ ἐπαναπαυθῇ αὐταῖς μηδὲ ἔχῃ αὐτὰς μεγάλας, ἀλλ' ἵνα ᾖ πτωχὸς «τῷ πνεύματι», καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν «κατειληφέναι» καὶ οἰηθῇ εἶναί τι καὶ ἄρξηται διδάσκειν, ἀλλ' ἵνα ὢν ἐν καλαῖς πολιτείαις, νηστεύων, ξενιτεύων, ἀγρυπνῶν, εὐχόμενος, μέτοχος ὢν χάριτος μὴ ἡγήσηται ἑαυτὸν τί εἶναι, ἀλλ' ἵνα ἔχῃ ἐξουδενωμένον ἑαυτὸν καὶ μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν, ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται αὐτῷ, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν καὶ τὴν πεῖναν, ἵνα μὴ ᾖ κεκορεσμένος καὶ μὴ ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι, ἀλλ' ἵνα ᾖ πενθῶν καὶ δακρύων.

8-1-4 Ὃν τρόπον ἵνα ᾖ μήτηρ καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτόν, καὶ ὅταν γένηται ἀνὴρ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, λοιπὸν ὅσοι ἂν ὦσιν παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος καὶ ἀπαραμύθητός ἐστιν·

οὕτως χρὴ κλαίειν καὶ τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ, ἵνα ἔχῃ τὸ πένθος ἄπαυστον καὶ ἀδιάλειπτον δάκρυον·

πρὸ πάντων, ἵνα ἔχῃ συντετριμμένην καρδίαν.

8-1-5 Ὥσπερ δὲ ἵνα ᾖ οἶκος βασιλικὸς καὶ παλάτιον βασιλέως καὶ ἔχῃ διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους καὶ πρόθυρα πολλά, οἴκους καὶ κουβούκλια πολλὰ καὶ ἐσωτέρους οἴκους, ὅπου μένει ὁ βασιλεὺς καὶ ἡ πορφύρα καὶ οἱ θησαυροὶ αὐτοῦ ἀπόκεινται·

λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς ἢ διαίτας μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους εἰσῆλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως καὶ ἡ πορφύρα καὶ οἱ θησαυροί.

οὕτω καὶ εἰς τὸ πνευματικόν·

οἱ νηστεύοντες καὶ οἱ ἀγρυπνοῦντες ἢ ψάλλοντες ἢ εὐχόμενοι μὴ νομίσωσιν, ὅτι ἤδη εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὧδε ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, 8-1-6 οὐχὶ ὅπου ἡ πορφύρα καὶ οἱ θησαυροί·

ἐκεῖ γὰρ ἀκμὴν οὐκ εἰσῆλθον.

οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ τῇ ἔξωθεν πολιτείᾳ θαρσεῖν καὶ λέγειν, ὅτι ἐσμέν τινες.

εἰ δὲ καὶ μέτοχος χάριτος γένηταί τις, οὐκ ὀφείλει οἰηθῆναι ὡς καταλαβὼν ἢ γενόμενος ἐγγύτατος βασιλέως·

ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διακινεῖ.

8-2-1 Ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα Χριστὸν καὶ ἀναπαύθη.

ἡ γὰρ ψυχὴ οὕτως ἐστίν·

ἔχει βάθος τι καὶ μέλη πολλά, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας.

εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ 8-2-2 κατέχει εἰ τύχοι δύο μέλη τῆς ψυχῆς.

ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἤδη ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξεριζώθη ἡ ἁμαρτία·

τὸ δὲ πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν.

8-2-3 ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως, ὃν τρόπον ὀφθαλμὸς πάντοτε πέπηκται ἐν τῷ σώματι καὶ ἡ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν, καὶ ὁ ἀδιάκριτος ὡς ἤδη καταλαβὼν οἴεταί τι περὶ ἑαυτοῦ καὶ τυφοῦται ὡς ἐλευθερωθείς.

οὐχ οὕτω δέ ἐστι τὰ πράγματα.

καθὼς γὰρ

προεῖπον, ἔγκρυμμα ποιεῖ ὁ σατανᾶς καιρούς τινας μὴ ἐνεργῶν, ἵνα ποιήσῃ νομίσαι τὸν 8-2-4 ἄνθρωπον, ὅτι λοιπὸν καθαρός ἐστι καὶ τέλειος.

μὴ ὁ φυτεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν ἢ γεωργεῖ οἶνον; καὶ ὁ σπείρων τὰ σπέρματα ἐν τῇ γῇ ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς ἄνευ πόνων; καὶ τὸ γεννώμενον παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν; ἢ ὁ στρατευόμενος τήρων ἤδη ἐγένετο ἀξιωματικός; δεῖ γὰρ αὐτὸν πρῶτον κοπιάσαι καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον καὶ λαβεῖν τὰ νικητήρια καὶ στεφανωθῆναι, καὶ ὁ μνηστευόμενος λαβεῖν γυναῖκα ἤδη πρὸ τοῦ ἀρραβῶνος ἐκοινώνησεν αὐτῇ; οὐχ οὕτως ἐστίν.

8-3-1 Καλὸν οὖν ἐστιν ἡ ἀκτημοσύνη καὶ ἡ ψαλμωδία καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία καὶ τὸ λαβεῖν χάριν θεοῦ.

ἀκμὴν οὔπω ἤρξατο, ὡς χρή, σκάπτειν καὶ τιθέναι θεμέλιον, καὶ ἐν τούτοις ὤν τις ὡς ἤδη ἀνεπίληπτος εἰς τὰ ἔξω καὶ μέτοχος χάριτος λοιπὸν οἴεται περὶ αὐτοῦ καὶ ἔχει τιμίαν τὴν ψυχὴν αὐτοῦ ὁ τοιοῦτος; ἀπόβλεψον εἰς τὸν Ἰησοῦν ἀπὸ οἵας δόξηςυἱὸς ὢν θεοῦ καὶ θεόςεἰς ὁποῖα πάθη καὶ ἀτιμίαν καὶ σταυρὸν κατῆλθε.

διὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην ὑπερυψώθη ἐν δεξιᾷ τοῦ πατρὸς καθεσθείς.

καὶ ὁ ὄφις ὑπέσπειρε τῷ Ἀδὰμ ἐξ ἀρχῆς ὕψωμα, ὅτι ὡς θεὸς γίνῃ, καὶ διὰ ταύτης τῆς ὑψηλοφροσύνης, 8-3-2 ἴδε εἰς ποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ.

ζητῶ δὲ ἄνθρωπον πτωχὸν τῷ πνεύματι καὶ οὐχ εὑρίσκω.

ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς καὶ ὡς ἐπιδεόμενος καὶ πτωχὸς παρὰ πάντων ζητεῖ·

οὕτως εἰσὶν οἱ Χριστιανοί, ἔχοντες χάριν πλουσίως εἰς τὸν θεόν, πτωχοὶ δέ εἰσι 8-3-3 τῷ πνεύματι καὶ ὡς μηδὲν ἔχοντες εἰσί.

πρὸς λόγον εἰσὶν ἑκατὸν λίτραι χρυσίου, ἃς ὀφείλει κτήσασθαί τις·

λαβὼν οὖν πέντε λίτρας ἐκορέσθη.

εἰσὶ δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάριτος καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν καυχώμενοι, καὶ εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκιον·

τοῦτο δὲ αὐτοῖς συμβαίνει κατὰ ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν, ἢ κατὰ κενοδοξίαν ποιοῦσιν αἰσχυνόμενοι εἰπεῖν, ὅτι ἐνεργεῖ τὸ κακόν.

ἤδη γὰρ κηρύττουσιν ἑαυτοὺς τελείους, τὸ δίκαιον δὲ δεῖ ποιεῖν τὸν ἄνθρωπον, λέγειν μὲν καὶ τὰ τῆς χάριτος, ὁμολογεῖν δὲ καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας.

ψεύδεται γὰρ ὁ τοιοῦτος λέγων, ὅτι καθαρὰν ἔχω τὴν συνείδησιν.

οὐχ οὕτω γάρ ἐστι τὰ πράγματα, ὡς ἅμα τῷ τὴν χάριν ἐπιδημῆσαι 8-3-4 ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον.

παραδίδοται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ παιδείαν, ὃν τρόπον καὶ ὁ Ἰὼβ ἐν τῷ πειρασμῷ.

«συνεργεῖ γὰρ τῷ ἀγαθῷ τὸ κακὸν προαιρέσει οὐ καλῇ».

τὸν δὲ Χριστιανὸν δεῖ ἔχοντα πέντε οὐγκίας τῆς ἁμαρτίας λέγειν, ὅτι "1εἴκοσι ἔχω καὶ ὅλος εἰμὶ πεπληρωμένος τοῦ πονηροῦ"2, καὶ ἔχοντα πρὸς λόγον εἴκοσι οὐγκίας τοῦ ἀγαθοῦ, λέγειν ὅτι "1ἡμιούγκιον ἔχω.

"2 εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν κἂν τὸ δίκαιον εἴπῃ, ὁμολογησάτω καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας καὶ τὴν ἐνέργειαν τῆς χάριτος, ἀμφότερα τὰ μέρη συνεῖναι ἑαυτῷ.

8-4-1 Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς ὅτι ἔχει βάθος, ὑποδείγματι χρησώμεθα διαγράφοντες αὐτῆς τὰ μέλη.

ὥσπερ ἵνα ᾖ ἥλιος καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί, ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν καὶ ἔχῃ κλάδους καὶ κλῶνας, ἢ ἵνα ᾖ πόλις μεγάλη ἔχῃ γειτονίας πολλάς, ἢ ἵνα ᾖ ἐπαρχία ἔχουσα πατρίδας ὑφ' ἑαυτήν·

οὕτως ἐστὶν ἡ νοερὰ οὐσία ἡ ἀθάνατος ψυχή, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα θεοῦ.

λοιπὸν ἔρχεται ἡ χάρις καὶ εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς δύο κλάδους ἢ ἀπὸ ὅλης τῆς πόλεως εἰς δύο γειτονίας ἢ ἀπὸ ὅλης τῆς ἐπαρχίας εἰς δύο πατρίδας.

ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ὑπὸ τῆς κακίας καὶ ὑποκλέπτεται ἡ ψυχὴ καὶ νομίζει, ὅτι ὅλη δι' ὅλου τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος γέγο8-4-2 νεν.

πρὸς λόγον πέντε λίτρας χρυσοῦ κτησάμενός τις ἐνόμισεν, ὅτι ἑκατὸν λίτρας χρυσίου ἐκτήσατο; μὴ

τὸ ἔμβρυον τὸ ἐν τῇ μήτρᾳ ἤδη ἐγένετο ἄνθρωπος; ἢ ὁ τιθεὶς ἕνα λίθον τοῦ θεμελίου ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς ἤτοι τὸ ἀνελθὸν ἐξ αὐτοῦ φῦμα ἤδη ἐγένετο στάχυς; μὴ ὁ πλέων ἔμπορος ἅμα τῷ ἄρξασθαι πραγματεύεσθαι ἤδη ἐπλήρωσε τὴν ἐνθήκην; καὶ ὁ μετέχων χάριτος παρὰ τοῦτο ἐγένετο τέλειος Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ μεγάλοι οὕτως εἰσὶ πρὸς τὴν τελειότητα ὡς ὀφφικιάλιος πρὸς ἡγεμόνα ἢ ὡς προτίκτωρ πρὸς κόμητα ἢ στρατηλάτην ἢ ὡς ῥυάκιον πρὸς Εὐφράτην ποταμόν.

ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν ἀπὸ διαστήματος τριάκοντα μονῶν, δύο ἢ τρεῖς μονὰς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν.

8-4-3 Ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική; καὶ ἡ θεία χάρις προτρεπτικὴ διὰ τὸ αὐτεξούσιον καὶ λυτὸν τῆς φύσεως.

λοιπὸν ἐὰν ποιήσῃ τὸ κακὸν ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ σατανᾶ, οὐ κρίνεται ἀντ' αὐτοῦ ὁ σατανᾶς, ἀλλ' αὐτὸς ὁ ἄνθρωπος τιμωρεῖται καὶ κολάζεται ἰδίῳ 8-4-4 θελήματι ὑπήκοος γενόμενος τῆς κακίας.

ὁμοίως καὶ ἐὰν ῥέψῃ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν καὶ γένηται μετ' αὐτοῦ χάρις θεοῦ οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλὰ ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν, ἐπειδὴ ἑαυτῷ αἴτιος ἐγένετο ὁ ἄνθρωπος τοῦ ἀγαθοῦ.

λυτῆς γάρ ἐστι φύσεως οὗτος καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα.

καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθόν, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καίτοι συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν χάριν εἰ οὐ τιμᾷ, εἰ συμφωνεῖ εἰ οὐ συμφωνεῖ.

8-4-5 πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν, καὶ ἄλλοι ἐξετράπησαν.

τί λέγει ὁ ἀπόστολος·

«ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» τῇ γὰρ φύσει τῶν ἀνθρώπων «νόμος οὐ κεῖται» αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν.

τί λέγει ὁ κύριος·

«πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη».

θέλει ὁ κύριος ἀναφθῆναι αὐτοῦ τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν, καθὼς λέγει·

«ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε».

θεωρεῖς ὅτι ὁ κύριος θέλει, καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίζειν τῷ κυρίῳ·

τῷ δὲ θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

9.

τ-1 ΛΟΓΟΣ Θʹ.

9-1-1 Ἰεζεκιὴλ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν.

εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβείμ, τέσσαρα ζῷα, καὶ ἓν ἕκαστον ζῷον τέσσαρα πρόσωπα ἔχον, τὸ ἓν πρόσωπον λέοντος καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἓν πρόσωπον μόσχου καὶ τὸ ἓν πρόσωπον ἀνθρώπου, εἰς τὰ τέσσαρα κλίματα προσέχοντα, καὶ πτέρυγες καθ' ἕκαστον πρόσωπον, ὡς μὴ εἶναι ὕστερά τινα ἢ ὀπίσθια.

καὶ οἱ νῶτοι αὐτῶν ὀφθαλμῶν ἔγεμον καὶ αἱ κοιλίαι ὁμοίως ἐπεπλήρωντο ὀμμάτων, καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν.

καὶ τροχὸς καθ' ἓν πρόσωπον, τροχὸς ἐν τροχῷ, καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα.

καὶ εἶδεν ὡς ὁμοίωμα θρόνου καὶ ἐπ' αὐτὸν καθεζόμενον ὡς ὁμοίωμα ἀνθρώπου καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον σαπφείρου.

καὶ ἔφερε τὸ ἅρμα τοῦ Χερουβεὶμ καὶ τὰ ζῷα τὸν ἐποχούμενον δεσπότην·

οὗ ἐὰν ἐβούλετο πορεύεσθαι πάντῃ κατὰ πρόσωπον ὑφ' ἓν τῶν προσώπων ἀπῄεσαν καὶ τὰ λοιπὰ καὶ οἱ τροχοί.

καὶ εἶδεν ὑποκάτω τοῦ Χερουβεὶμ ὡσεὶ χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν.

9-1-2 Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ὑποστάσει, ἀληθὲς ἦν καὶ βέβαιον.

ὑπεδείκνυε δὲ ἕτερόν τι καὶ προετύπου τὸ μυστικὸν καὶ θεϊκὸν πρᾶγμα, «μυστήριον ἀποκεκρυμμένον

ἀληθῶς πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», ἐπ' ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ.

μυστήριον γὰρ ἐθεώρει ψυχῆς τῆς μελλούσης δέχεσθαι τὸν αὐτῆς κύριον καὶ θρόνον δόξης αὐτῷ γενέσθαι καὶ φῶς.

ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ πνεύματι τοῦ φωτὸς αὐτοῦ καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀρρήτου δόξης αὐτοῦ, ἑτοιμάσαντος αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον αὐτοῦ, ὅλη φῶς γίνεται καὶ ὅλη πρόσωπον καὶ ὅλη ὀφθαλμός·

οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός (τουτέστιν οὐδὲν ἐσκοτισμένον), ἀλλὰ πᾶσα ὅλη δι' ὅλου φῶς καὶ πνεῦμα ἀπειργασμένη καὶ ὅλη ὀφθαλμῶν γέμουσα καὶ ὅλη πρόσωπον οὖσα, μὴ ἔχουσα ὕστερόν τι ἢ ὀπίσθιον μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνουσα ἐπιβεβηκότος ἐπ' αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς κυρίου.

9-1-3 καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων μέρος ὑστεροῦν ἢ ἔλαττον ἢ ὀπίσθιον ἢ ἔσχατον, ἀλλὰ ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ καὶ ὅλος φῶς ἐστι καὶ ὅλος ὁμοιομερὴς τυγχάνει·

ἢ ὥσπερ πῦραὐτὸ γὰρ τὸ φῶς τοῦ πυρὸς ὅλον ὅμοιον ἑαυτῷ ἐστι καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον καὶ ἔσχατον ἢ μεῖζον καὶ ἔλαττον, οὕτως ἡ ψυχὴ ἁγία ἡ καταλαμφθεῖσα καὶ φωτισθεῖσα τελείως ὑπὸ τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου κυρίου καὶ κοινωνήσασα πνεύματος ἁγίου τελείως καὶ κατοικητήριον καὶ θρόνος Χριστοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς καὶ ὅλη φῶς καὶ ὅλη πρόσωπον καὶ ὅλη δόξα καὶ ὅλη πνεῦμα ἅγιον γίνεται, ὃν φέρει καὶ βαστάζει καὶ φορεῖ, οὕτως αὐτὴν κατασκευάζοντος.

μᾶλλον δὲ ὁ φέρων καὶ ἄγων καὶ βαστάζων αὐτὴν οὕτως εὐτρεπίζων καὶ κατακοσμῶν αὐτήν ἐστι πνευματικῷ κάλλει.

καὶ γὰρ «χεὶρ φησὶν ἀνθρώπου ἦν ὑποκάτω τοῦ Χερουβείμ», ὅτι οὗτος ὁ ἐν αὐτῇ βασταζόμενος καὶ ὁδηγῶν αὐτὴν αὐτός ἐστιν ὁ φέρων καὶ κουφίζων καὶ ὑποβαστάζων αὐτήν.

9-1-4 Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῷα τὰ φέροντα τὸ ἅρμα αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς.

ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν λοιπῶν ὀρνέων καὶ ὁ λέων τῶν ἀγρίων θηρίων καὶ ὁ ταῦρος τῶν ἡμέρων ζῴων καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων, οὕτως εἰσὶ καὶ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆςλέγω δὴ τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς καὶ ἡ ἀγαπητικὴ δύναμις αὐτῆς·

δι' αὐτῶν γὰρ τὸ ἅρμα τὸ τῆς ψυχῆς κυβερνᾶται καὶ εἰς τούτους ἐπαναπαύεται ὁ θεός.

καὶ εἰς ἄλλο δὲ πρόσωπονεἰς τὴν ἐκκλησίαν λέγω τῶν ἁγίων τὴν ἐπουράνιονλαμβάνεται τὸ μυστήριον τοῦ Χερουβείμ, ὅτι αὐτός ἐστιν αὐτῆς ἡνίοχος καὶ αὐτὴ θρόνος πνευματικὸς καὶ καθέδρα καὶ ἀνάπαυσις αὐτοῦ.

9-1-5 ὥσπερ γὰρ ἐκεῖ λέγει ὅτι τὰ ζῷα ἦν λίαν ὑψηλὰ τὰ γέμοντα ὀφθαλμῶν καὶ οὐκ ἦν τινι δυνατὸν καταλαβεῖν τὸν ἀριθμὸν ἢ τὸ ὕφος γνῶναι, ὅτι οὐκ ἐδόθη τοῦτο ἄλλῳ τινὶ εἰδέναι, οὕτω τῆς ἐπουρανίου ἐκκλησίας τῶν ἁγίων τὸν ἀριθμὸν ἀδύνατον καταλαβεῖν.

οὐ γὰρ ἐδόθη ἡ γνῶσις τινί·

αὐτῷ γὰρ μόνῳ πρέπον γινώσκειν.

καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα τοῦ φωτός, τὸ μὲν θεωρεῖν καὶ τέρπεσθαι τοῖς ὁρῶσι καὶ ἔχουσιν ὀφθαλμοὺς ἐδόθη, τὸ δὲ γινώσκειν ἢ καταλαβεῖν τὸν ἀριθμὸν οὐκ ἔστιν, ἢ τῆς γῆς τῶν φυτῶν τὸ μὲν ἀπολαύειν ἐδόθη πᾶσιν.

τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου ἐκκλησίας τῶν ἁγίων τὸ μὲν εἰσελθεῖν εἰς αὐτὴν καὶ ἀπολαύειν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη, τὸ δὲ εἰδέναι ἢ 9-1-6 καταλαβεῖν τὸν ἀριθμὸν ἑαυτῷ μόνῳ γινώσκειν ἀπένειμεν ὁ θεός.

ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζῴωνἤτοι ἐφ' ἑκάστης ψυχῆς γινομένης αὐτοῦ θρόνος καὶ καθέδρα, καὶ οὔσης ὀφθαλμοὶ καὶ φῶς, ἤτοι ὑπὸ ὅλου τοῦ σώματος τῆς ἐκκλησίας τῶν ἁγίων οὔσης φῶς καὶ ὀφθαλμός, ἐπιβεβηκότος αὐτοῦ τοῦ κυρίου καὶ ἡνιοχοῦντος ταῖς ἡνίαις τοῦ πνεύματος αὐτοῦ, καθὼς ἐπίσταται αὐτὸς ὁ ὁδηγῶν αὐτήν.

ὥσπερ τὰ ζῷα τὰ πνευματικὰ οὐχ ὅπου

ἐβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ' ὅπου ᾔδει καὶ ἤθελεν ὁ ἐπικαθεζόμενος καὶ εὐθύνων, οὕτω καὶ ἐνταῦθα ὁ αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ πνεύματι αὐτοῦ, οὕτω καὶ πορεύονται οὐ κατὰ τὸ αὐτῶν βούλημα.

ὅτε βούλεται, ἐρριμμένου τοῦ σώματος ἐνταῦθα, ἡνιοχεῖ καὶ ἐλαύνει εἰς οὐρανὸν τὸ φρόνημα τῆς ψυχῆς.

πάλιν ὅτε βούλεται, ἔρχεται εἰς τὸ σῶμα καὶ ὅτε βούλεται, ἐν τοῖς πέρασι ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ.

ὢ τοῦ καλοῦ καὶ χρηστοῦ καὶ μόνου ἀληθινοῦ ἡνιόχου.

9-2-1 Οὕτω δὲ καταξιωθήσονται λαμπρότητος καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς νῦν οὕτω προδοξαζομένης καὶ τῷ πνεύματι ἀνακιρνωμένης.

ὅτι δὲ οὐράνιον φῶς γίνονται αἱ ψυχαὶ τῶν ἁγίων, αὐτὸς ὁ κύριος τοῖς ἀποστόλοις ἔλεγεν·

«ὑμεῖς ἔστε τὸ φῶς τοῦ κόσμου»·

αὐτοὺς γὰρ φῶς ἀπεργασάμενος δι' αὐτῶν φωτίζειν τὸν κόσμον προσέτασσε.

καὶ «οὐ καίουσι λύχνον, φησί, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.

οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» ἀντὶ τοῦ·

"1μὴ κρύψητε τὸ δόμα, ὃ ἐλάβετο παρ' ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοις καὶ ποθοῦσι.

"2 καὶ πάλιν φησίν·

«ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός·

ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου φωτεινός, ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν».

«εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον»; ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ τοῦ σώματος ὑγιεῖς τυγχάνωσιν, ὅλον τὸ σῶμα πεφώτισται·

ἐπὰν δέ τι παρεμπέσῃ καὶ σκοτισθῶσιν, «ὅλον τὸ σῶμά σου σκοτεινόν ἐστιν», οὕτω καὶ οἱ ἀπόστολοι ὀφθαλμοὶ καὶ φῶς τοῦ σώματος ὅλου, τουτέστι τοῦ κόσμου, ἐτέθησαν.

ἔλεγεν οὖν αὐτοῖς παραγγέλλων ὁ κύριος·

"1ἐὰν ὑμεῖς στῆτε καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ σώματος, ἰδοὺ ὅλον τὸ σῶμα τοῦ κόσμου πεφώτισται.

εἰ δὲ ὑμεῖς ὄντες φῶς σκοτισθῆτε ἐκκλίνοντες ἀπὸ τοῦ ἀγαθοῦ, τὸ σκότος πόσον, ὅπερ ἐστὶν ὁ κόσμος.

"2 9-2-2 Φῶς οὖν γεγονότες οἱ ἀπόστολοι φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς καρδίας αὐτῶν φωτισθέντες τῷ ἐπουρανίῳ φωτί, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον.

καὶ ἅλας ὑπάρχοντες αὐτοὶ ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ ἁγίου πνεύματος.

ἔλεγε γὰρ αὐτοῖς ὁ κύριος·

«ὑμεῖς ἔστε τὸ ἅλας τῆς γῆς», γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν.

διηκόνησαν γὰρ ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ πνεύματος, ἀρτύσαντες αὐτὰς καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας.

9-2-3 ὥσπερ γὰρ κρέας ἐὰν μὴ ἔχῃ ἅλας, σήπεται καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφειν τὰς ἑαυτῶν ὄψεις ἐκ τῆς κακίας τῆς ὀσμῆς καὶ σκώληκες ἕρπουσιν εἰς τὸ σεσηπὸς κρέας καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ ἐκεῖ ἐμφωλεύουσιν·

ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, φανεροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες καὶ ἡ ὀσμὴ τῆς δυσωδίας παύεταιἡ γὰρ φύσις τοῦ ἅλατος ἀναιρετικὴ τῶν σκωλήκων ὑπάρχει καὶ τῆς δυσωδίας ἀφανιστική, τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ πνευματικοῦ (τουτέστι τῆς δυνάμεως τοῦ θεοῦ) σέσηπε καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ θεοῦ ἀπὸ τῆς δεινῆς τῶν ματαίων λογισμῶν δυσωδίας τοῦ σκότους τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων.

καὶ οἱ κακοὶ καὶ δεινοὶ καὶ ἀόρατοι σκώληκες, οἵ εἰσι τὰ πνεύματα τῆς πονηρίας καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι κἀκεῖ ἐννέμονται ἐν τοῖς βάθεσι τῶν λογισμῶν καὶ ἕρπουσιν ἐν αὐτῇ φωλεύοντες καὶ αὐτὴν ἐσθίουσι καὶ ἀφανίζουσι καὶ φθείρουσι.

«προσώζησαν, γάρ φησι, καὶ ἐσάπησαν οἱ μώλωπές 9-2-4 μου».

ἐπὰν δὲ προσφύγῃ τῷ θεῷ καὶ πιστεύσῃ καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τοῦτο τὸ οὐράνιον, τὸ ἀναιρετικὸν τῶν πονηρῶν σκωλήκων καὶ ἀφανιστικὸν τῆς δεινῆς τῶν πονηρῶν λογισμῶν δυσωδίας,

καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ, ἀναιροῦν καὶ ἀπόλλυον τὰ ἐν αὐτῇ κακὰ πάθη καὶ ἀπαλλάττον σκότους διαλογισμῶν πονηρῶν, καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ δεσπότῃ γίνεται.

διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ «ὑποδείγματι καὶ σκιᾷ» χρώμενος ὁ θεὸς ἐκέλευσε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.

9-2-5 Ἔδει οὖν πρῶτον τὸ πρόβατον ἐλθεῖν καὶ τυθῆναι ὑπὸ τοῦ ἱερέως καὶ ἀποθανεῖν καὶ τότε ἁλισθῆναι μελισθέν, εἰθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι.

ἐὰν μὴ πρῶτον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεύς, οὐχ ἁλίζεται οὐδὲ εἰς ὁλοκαύτωσιν τῷ δεσπότῃ γίνεται.

οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἐπουρανίῳ ἱερεῖ δεῖ τυθῆναι ὑπ' αὐτοῦ καὶ τῷ φρονήματι ἀποθανεῖν τῇς κακίστῃς ζωῇς, ᾗς ἔζη (τουτέστι τῇ ἁμαρτίᾳ) καὶ ὥσπερ ψυχὴν αὐτῆς ἐξελθεῖν ἐξ αὐτῆς τὴν τῶν παθῶν πονηρίαν.

9-2-6 Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχή, ἀπέθανε καὶ οὐκέτι ζῇ τῇ προτέρᾳ ζωῇ, ᾗ ἔζη, οὔτε ἀκούει οὔτε περιπατεῖ, οὕτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ψυχὴν ἡμῶν ὁ ἀληθινὸς ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνῄσκει τῇ ζωῇ τῆς πονηρίας, ᾗ ἔζη, καὶ οὐκέτι ἀκούει καὶ οὐ λαλεῖ καὶ οὐ πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας·

ὅτι διὰ τῆς χάριτος ἐξέρχεται ὥσπερ ψυχὴ καὶ ζωὴ αὐτῆς ἡ πονηρία τῶν παθῶν.

ὡς καὶ ὁ ἀπόστολος βοᾷ λέγων·

«ὁ κόσμος ἐμοὶ ἐσταύρωται κἀγὼ τῷ κόσμῳ».

ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ καὶ τῷ σκότει τῆς ἁμαρτίας καὶ μὴ θανατωθεῖσα ὑπ' αὐτοῦ, ἀλλ' ἔτι τὴν ψυχὴν τῆς κακίας (τουτέστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς πονηρίας) ἐν ἑαυτῇ ἔχουσα καὶ ὑπ' αὐτῆς ποιμαινομένη καὶ ὑπακούουσα, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός, ἀλλ' ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστι.

ὥσπερ καὶ πάλιν οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτὸς (τουτέστι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος) ἐκ τῆς μερίδος τοῦ φωτός εἰσιν.

9-2-7 Ἀλλ' ἐρεῖ τις·

"1πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν μὴ οὖσαν αὐτοῦ κτίσμα;"2 Ὧδε προσεχόντως καὶ καλῶς καὶ ὀρθῶς ἐν διακρίσει ἄκουσον.

ὥσπερ ἔνδυμα ἢ ἱμάτιον ὃ φορεῖς ἕτερος κατεσκεύασε καὶ ἐποίησε καὶ σὺ τοῦτο ἐνδέδυσαι·

ὁμοίως καὶ οἶκον ἕτερος ἔκτισε καὶ ᾠκοδόμησε καὶ σὺ οἰκεῖς ἐν αὐτῷ, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν καὶ ἀκούσας τοῦ πονηροῦ καὶ παρακούσας τοῦ θεοῦ ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ, καὶ ἐνεδύσατο τὴν ψυχὴν ὁ πονηρός, τὸ καλὸν κτίσμα, ὃ κατεσκεύασεν ὁ θεὸς πρὸς τὴν ἑαυτοῦ εἰκόνα, ὡς καὶ ὁ ἀπόστολος λέγει·

«ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ».

διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, ἵνα γυμνώσῃ αὐτοὺς καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ 9-2-8 ναόν, τὸν ἄνθρωπον.

τούτου τοίνυν ἕνεκεν σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους καὶ ἐκεῖ κρατεῖται, ὡς καὶ Παῦλος σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν λέγει·

«ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας», καὶ πάλιν·

«τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου»; ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους καὶ φῶς τοῦ ἁγίου πνεύματος ὥσπερ ψυχὴν λαβοῦσα καὶ ζήσασα ἐκεῖ τὸ λοιπὸν ζῇ κἀκεῖ διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος.

οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλὰ ἔστι κτίσμα τι νοερὸν καὶ ὡραῖον καὶ θαυμαστὸν καὶ μέγα καὶ καλόν, ὁμοίωμα καὶ εἰκὼν θεοῦ, καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.

9-2-9 Τὸ λοιπὸν εἰ συγκεκράτηται καὶ συνήνωται ἡ ψυχὴ τοῖς θελήμασιν·

ἤτοι τὸ φῶς τοῦ θεοῦ ἐν αὐτῇ ἔχει, ἐν αὐτῷ ζῶσα ἐν πάσαις ἀρεταῖς τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστι, πάλιν δὲ τὸ σκότος τῆς ἁμαρτίας ἐὰν ἔχῃ ἐν αὐτῇ, ζῶσα ἐν τοῖς ἁμαρτήμασι τοῦ σκότους τῆς

κατακρίσεως τυγχάνει.

ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ θεῷ καὶ ἐν ἀπολαύσει καὶ ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ προσελθεῖν δεῖ, ὡς προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονη9-2-10 ρίας καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀναστροφῇ θείᾳ.

καὶ ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε τῆς φωνῆς τῶν ἐκεῖ ἀκούει οὔτε λαλιᾶς οὔτε ἤχου, ἀλλὰ καθάπαξ ἀπέθανε καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὐκ εἰσὶ φωναὶ καὶ κραυγαὶ τῆς πόλεως ἐκείνης, οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν (τῆς ἁμαρτίας, τῶν πονηρῶν δυνάμεων), οὐκέτι ἀκούει ἐν αὐτῇ τῆς φωνῆς καὶ τῆς λαλιᾶς καὶ κραυγῆς τῶν πονηρῶν διαλογισμῶν τοῦ σκότους·

οὐκέτι φωνὴ ἀκούεται ἐν αὐτῇ ματαίου καὶ πονηροῦ διαλογισμοῦ καὶ ταραχὴ πνευμάτων σκότους, ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγαθότητος καὶ εἰρήνης μεστήν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ πολιτεύεται, κἀκεῖ ἀκούει καὶ λαλεῖ καὶ διαλογίζεται καὶ ἐργάζεται ἔργα ἀρετῆς πνευματικὰ καὶ θεοῦ ἄξια.

9-3-1 Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν πνεύματος οὐρανίου καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ καὶ ἀναπαυθῆναι ἐν ζωῇ ὅλου αἰῶνος.

ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ τὸ προλαβὸν ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον τοῦ μὴ προκόψαι καὶ προλαβεῖν, οὕτως οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ.

ἐὰν οὖν τύχῃ προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἐπέχει καὶ ἀνακόπτει καὶ κωλύει τὴν ψυχὴν προσεγγίσαι τῷ 9-3-2 θεῷ καὶ τὸ κατ' αὐτῆς νῖκος ἄρασθαι.

ὅπου δὲ αὐτὸς ὁ κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διαπαντός.

οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ' αὐθέντης καὶ ἐξουσιαστὴς τυγχάνων ἀεὶ τὸ νῖκος αὐτοῦ ἐστιν.

ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσιν πορεύεσθαι, ἀλλ' ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται, ὁ καὶ αὐτὰ βαστάζων·

«χείρ, γάρ φησιν, ἀνθρώπου 9-3-3 ὑποκάτωθεν αὐτῶν».

ἄγονται οὖν αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται·

καὶ ὅτε μὲν βούλεται, εἰς τὸν οὐρανόν, ὅτε δὲ βούλεται ἐν τοῖς πέρασιν, ὅτε βούλεται ἐν τῷ σώματι, καὶ ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν.

ὥσπερ γὰρ τοῦ πετεινοῦ πόδες τὰ πτερά εἰσιν, οὕτω τὸ οὐράνιον τοῦ φωτὸς πνεῦμα ἀναλαμβάνον τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν ὁδηγεῖ καὶ ἡνιοχεῖ ὡς βούλεται καὶ ὡς οἶδεν αὐτός.

9-3-4 Σὺ τοίνυν ὁ ἀκούων ἐπὰν ἀκούσῃς ταῦτα, ἔνιδε ἐν ἑαυτῷ, εἰ κέκτησαι αὐτὰ ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου.

οὐκ εἰσὶ γὰρ ἁπλῶς οὗτοι οἱ λόγοι ἀργοί, λαλούμενοι μόνον, ἀλλὰ καὶ ἐνεργείᾳ καὶ πληροφορίᾳ καὶ ἀληθείᾳ εἰς Χριστιανὴν ψυχὴν ἐπιτελούμενοι.

καὶ εἰ μὴ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τοιούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πόνον καὶ θλῖψιν καὶ πένθος ἀδιάλειπτον ὀφείλεις ἔχειν καὶ ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς τῶν ζώντων χώρας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν κύριον καὶ αἰτοῦ πιστῶς, ἵνα καὶ αὐτὸς 9-3-5 ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς.

ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ θεὸς οὐκ ἐκ τῆς ἑαυτοῦ φύσεως οὐδὲ ἐκ τῆς ἰδίου οὐσίας ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν αὐτῷ ἔχειν, αὐτὸ καθ' ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον (τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἀμφιασμοῦ), καὶ ἀνάγκῃ πάσῃ τῶν ἔξωθεν αὐτοῦ ὄντων χρῄζει καὶ ἐπιδέεται, ἵνα δύνηται ζῆν καὶ συνεῖναι·

ἐὰν δὲ εἰς

τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν αὐτοῦ προσλαβόν, διαφθείρεται καὶ ἀπόλλυται, τὸν αὐτὸν τρόπον καὶ τὴν ψυχὴν μὴ οὖσαν φύσεως φωτὸς θείου, κτισθεῖσαν δὲ κατ' εἰκόνα ἰδίαν ὑπὸ θεοῦ·

οὕτως ᾠκονόμησε καὶ ηὐδόκησεν ἔχειν αἰώνιον ζωὴν οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς τροφὴν καὶ βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια 9-3-6 τῆς γὰρ ψυχῆς ἡ ὄντως ζωὴ αὕτη ἐστίν.

ὥσπερ τῷ σώματι, ὡς προείρηται, ἡ ζωὴ οὐκ ἐξ αὐτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ (τουτέστιν ἀπὸ γῆς) καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ τὴν ψυχήν ἐὰν μὴ γεννηθῇ ἀπὸ τῆς νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ ἐν κυρίῳ προκόπτουσα καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἀμφία ἀρρήτου καὶ οὐρανίου κάλλους μὴ οὖσα φύσεως ἐκείνηςκαὶ χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀναπαύσει καὶ ἀπολαύσει ἀφθάρτῳ ἀδύνατον.

ἔχει γὰρ ἡ θεία φύσις ἄρτον ζωῆς, τὸν εἰπόντα·

«ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ «ὕδωρ ζῶν» καὶ οἶνον εὐφραίνοντα ὄντως καρδίαν ἀνθρώπου καὶ «ἀγαλλιάσεως ἔλαιον» καὶ παμπόλλην καὶ πολυποίκιλον τροφὴν οὐράνιον καὶ πνευματικὴν καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ πνεύματος τοῦ θεοῦ 9-3-7 τυγχάνοντα·

ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς.

οὐαὶ τῷ σώματι ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει·

καὶ οὐαὶ δὲ καὶ τῇ ψυχῇ, ὁπόταν εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιουμένη.

ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μὴ δύνηται τὸ σῶμα λαβεῖν τροφὴν ἢ πόσιν, ἀπελπιστέος ἐστὶ ὁ ἄνθρωπος, καὶ κλαίουσιν ἐπ' αὐτῷ πάντες οἱ γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος αὐτοῦ καὶ ἐν ἀφθαρσίᾳ ζώσας.

ταῦτα δὲ οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον πνευματικὸν ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γινόμενον.

9-3-8 Εἰ τοίνυν ἐγένου θρόνος τοῦ θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη φῶς, καὶ εἰ ἐτράφης ἐξ ἐκείνης τῆς τοῦ πνεύματος τροφῆς καὶ εἰ ἐποτίσθης ἐκ τοῦ ὕδατος τοῦ ζῶντος καὶ τοῦ ἐνθέου καὶ πνευματικοῦ οἴνου εὐφραίνοντος καρδίαν καὶ εἰ ἐνδέδυσαι τῇ ψυχῇ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα, εἰ πάντων τούτων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ τοῦ κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου.

εἰ δὲ οὐκ ἐκτήσω καὶ ἔλαβες ταῦτα παρὰ τοῦ θεοῦ ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ 9-3-9 πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ οἵαν ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω.

πόνον δὲ ἀεὶ ἔχε περὶ τῆς πτωχείας σου δεόμενος τοῦ κυρίου, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἔτι ἕστηκας.

εἴθε δὲ κἂν πόνον τις κέκτηται διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένος ἐν ἀμεριμνίᾳ διάγῃ.

ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν κύριον ἀδιαλείπτως ταχέως τεύξηται τῆς λυτρώσεως καὶ τοῦ πλούτου τοῦ οὐρανίου, καθὼς καὶ ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον·

«πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας·

ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει».

10.

τ-1 ΛΟΓΟΣ Ιʹ.

10-1-1 Περὶ τοῦ πνευματικοῦ μαργαρίτου.

Ὁ κύριος περὶ τῆς βασιλείας τῶν

οὐρανῶν λέγων καὶ περὶ τοῦ τιμίου καὶ ἐνδόξου καὶ θείου καὶ μόνου πολυτίμου μαργαρίτου διηγούμενος καὶ πῶς τις λήψεται ἐκδιδάσκων τῇ τῶν φαινομένων παραβολῇ χρησάμενος ἀπεκρίνατο οὕτως·

«ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν μαργαρίτην ἐκεῖνον», ἵνα βασιλεῖ πάντως ἀρέσῃ ἀπενέγκας καὶ τῆς παρ' αὐτοῦ καταξιωθῇ 10-1-2 τιμῆς·

διὰ γὰρ λίθων τιμίων καθυφαίνεται στέφανος τυραννικός.

οὕτως τοίνυν καὶ ἡ ψυχὴ ὀφείλει κτήσασθαι καὶ εὑρεῖν τὸν ἐπουράνιον καὶ «πολύτιμον μαργαρίτην», τὸ τοῦ Χριστοῦ πνεῦμα, τὴν μεγάλην καὶ καλὴν ἐμπορίαν, ἵνα ἐν στεφάνῳ δόξης τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ πλακῇ.

ἄνευ δὲ τοῦ θείου μαργαρίτου τούτου, ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα, ἀρέσαι ψυχὴ τῷ βασιλεῖ Χριστῷ οὐ δύναται οὐδὲ στέφανος γενέσθαι βασιλικός.

10-1-3 Πῶς τοίνυν τις κτήσεται καὶ εὑρήσει τὸν μαργαρίτην τοῦτον, ἐκ τῶν φαινομένων ἐμπόρων μανθάνειν ἔξεστι τῶν τὴν ἐμπορίαν τῶν πολυτίμων μαργαρίτων ποιουμένων.

οὗτοι γὰρ πᾶσαν τὴν οὐσίαν ἑαυτῶν ἀποδόμενοι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξοικισθέντες καὶ δι' ἐρήμων καὶ λῃστρικῶν τόπων διελθόντες καταλαμβάνουσι τόπους, ἐν οἷς γεννῶνται οἱ μαργαρῖται.

πρόκεινται γὰρ ἐκεῖ οἱ τιμιώτεροι καὶ ἐνδοξότεροι τῶν λίθων ὑποκεχαραγμένων καὶ ὑπογεγραμμένων τῶν τιμῶν.

καὶ ἕκαστος τῶν ἐμπορευομένων ὁρᾷ τοὺς προκειμένους λίθους, ὁρᾷ δὲ καὶ πῶς μέλλει βασιλεῖ ἐμφανίζεσθαι.

εἰ δὲ ὑπερβαίνει τὸν πλοῦτον αὐτοῦ, οὐ μόνον ἐπὶ τῷ κενῷ μόχθῳ ἄχθεται καὶ πενθεῖ, 10-1-4 ἀλλ' ἔτι οὐδὲ βασιλέα δύναται ὄψεσθαι.

τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ὁ κύριος ἡμῶν προετύπωσε καὶ προέγραψε τὴν τοῦ καλοῦ καὶ μεγάλου μαργαρίτου τιμήν, οὗ χωρὶς οὐδεὶς δύναται ἀρέσαι τῷ ἐπουρανίῳ βασιλεῖ.

ἡ δὲ τιμὴ ἄρνησις κόσμου καὶ θάνατος καὶ σταυρός·

αὐτὸς γὰρ τύπος γέγονε καὶ ἀρχηγὸς τῆς εἰς ζωὴν ἀπαγούσης ὁδοῦ, δοὺς εἰς θάνατον τὸ ἴδιον σῶμα ὑπὲρ ἡμῶν καὶ νικήσας τὴν τοῦ διαβόλου τυραννίδα καὶ ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ 10-1-5 αἵματι.

καὶ οὕτως πάντας τοὺς ἀκολουθήσαντας καὶ μαθητευομένους αὐτῷ καὶ θέλοντας κτήσασθαι τὸν ἐπουράνιον μαργαρίτην (ὅς ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν) ἐκδιδάσκει ἀρνήσασθαι ἑαυτοὺς καὶ μηκέτι ἑαυτοῖς ζῆν κατὰ τὸν ἀπόστολον·

«ἵνα οἱ ζῶντες», φησί, «μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι» Χριστῷ.

αὐτὸς δὲ ὁ κύριος λέγει·

«ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι».

καὶ πάλιν·

«ἐὰν μή τις, φησί, μισήσῃ πατέρα, μητέρα, ἀδελφοὺς» καὶ τὰ ἑξῆς «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ 10-1-6 δύναταί μου εἶναι μαθητής».

διὰ θανάτου τοίνυν ἀγοράζεται οὗτος ὁ τῆς ζωῆς μαργαρίτης Χριστός, καὶ οὕτως ἐὰν μή τις ἑαυτὸν παρασκευάσῃ καὶ ἑαυτὸν ἀρνήσηται διδοὺς εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, τοῦτον οὐ δύναται κτήσασθαι τὸν μαργαρίτην, καὶ χωρὶς αὐτοῦ οὐ δύναται ἰδεῖν τὸν ἐπουράνιον πατέρα.

αὐτὸς γάρ ἐστιν ὁ στέφανος ὁ πλακεὶς τῆς δόξης, αὐτός ἐστιν ὁ Χριστὸς ὁ συνδεδεμένος λίθοις πολυτελέσι καὶ στέφανος ἔνδοξος τῆς ἐκκλησίας 10-1-7 τῶν ἁγίων γενόμενος.

καὶ πᾶσα δὲ ψυχὴ ἡ ἐπιθυμοῦσα εἰς ζωὴν ἀπελθεῖν τοῦτον τὸν μαργαρίτην ζητησάτω καὶ κτησάσθω τὸν κύριον τὸν πάντα ἐν πᾶσι γενόμενον τροφήν, πόμα, ἔνδυμα, θησαυρόν, ἀνάπαυσιν, χαρὰν ἀνεκδιήγητον, ζωὴν ἀληθινήν, διδοῦσα ἑαυτὴν μέχρι θανάτου.

ὁ τοίνυν εὑρὼν τοῦτον, εὗρεν εἰς ὅλους αἰῶνας πλοῦτον, ἀπόλαυσιν ἀένναον, φῶς ἀκοίμητον, δόξαν ἀσκότιστον·

πάντα γὰρ ταῦτα διαφόρως ἐνεργεῖ ἐν αὐτῷ συμμεταβαλλομένῳ ταῖς χρείαις.

10-1-8 Ἀκούσασα τοίνυν τὸν λόγον τοῦ θεοῦ ψυχὴ καὶ συνηδομένη τῷ θεῷ διεγειράτω ἑαυτὴν καὶ ἐξυπνιζέτω εἰς τὴν ἀγάπην τοῦ ποθουμένου κυρίου καὶ ἐξαπτέτω τὴν ἀγάπην τοῦ νυμφίου.

ὡς πῦρ ἐν ἀφθόνῳ ὕλῃ ἐκκαιόμενον αὔξει τὴν φλόγα, ἐπιθυμησάτω ποτὲ καταξιωθῆναι τῆς ἀρρήτου ἐπιφανείας καὶ ἕως

θανάτου ἀγωνισάσθω, ἵνα νικήσασα τύχῃ τῆς αἰωνίου ζωῆς κατὰ τὸν πρόδρομον ἡμῶν Χριστόν, τὸν ἕως θανάτου δεδωκότα ἑαυτὸν ὑπὲρ ἡμῶν.

ὑπόδειγμα γὰρ ὁ κύριος πᾶσι γεγένηται, ἵνα ὥσπερ αὐτὸς διὰ τῆς ἀδοξίας καὶ τῆς ἀτιμίας καὶ τοῦ ἐσχάτου θανάτου ἐνίκησε τὸν ἐχθρόν, οὕτω καὶ ἡμεῖς ἐν πάθεσι καὶ ταπεινώσει καὶ ἀδοξίᾳ ἀναστρεφόμενοι καὶ ἕως θανάτου αἰσχύνης καταφρονήσαντες δυνηθῶμεν νικῆσαι τὸν διάβολον καὶ λαβεῖν ζωὴν καὶ κτήσασθαι τὸν «πολύτιμον μαργαρίτην», ὅς ἐστι Χριστὸς κατὰ τὸ εἰρημένον·

«οὔπω 10-1-9 μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι».

διὰ θανάτου τὸν θάνατον νικήσωμεν μὴ συνδυάζοντες τῇ κακίᾳ μηδὲ καταπίπτοντες λογισμοῖς.

αἰσχρὸν δὲ τοὺς μὲν ἐμπόρους τοιαῦτα πελάγη διαπερᾶν καὶ κινδύνων θανατηφόρων καταφρονεῖν διὰ τὴν τοῦ πλούτου αὔξησιν καὶ προσθήκην, ἡμᾶς δὲ μὴ καταφρονεῖν τοῦ προσκαίρου θανάτου (τουτέστι τῶν ἡδονῶν τοῦ κόσμου) τοὺς τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ποθοῦντας καὶ τὸ ἄφθαρτον φῶς τοῦ καλλίστου μαργαρίτου κτήσασθαι βουλομένους καὶ τὴν ἐμπορίαν τοῦ ἀληθινοῦ θησαυροῦ ἐμπορεύσασθαι ἐπιθυμοῦντας.

10-1-10 Παρακαλῶ τοίνυν ὑμᾶς, ἀδελφοί, τοῦ θανάτου καταφρονεῖν καὶ ἐξουδενωμένην ἔχειν τὴν ἑαυτῶν ψυχὴν καὶ ἕως θανάτου μιμητὰς γενέσθαι τοῦ κυρίου, τοῦ ἐν πᾶσι τύπου καὶ ὑποδείγματος ἡμῖν γενομένου καὶ ἐν θανάτῳ νικήσαντος τὸν θάνατον.

10-2-1 Ἐν γὰρ τῷ νόμῳ μυστικῶς «ὑποδείγματι καὶ σκιᾷν» περὶ τοῦ θανάτου κυρίου Μωϋσῆς, ὁ καλὸς τοῦ θεοῦ θεράπων, καὶ αἰνιγματωδῶς ἐπιτελεῖ τὴν δάμαλιν «ἔξω τῆς παρεμβολῆς» ἐν ἐρήμῳ τόπῳ εἰς ἄφεσιν ἁμαρτιῶν θύεσθαι προστάξας, ἧς ἡ σποδιὰ καὶ τὸ αἷμα ῥαντιζόμενον ἡγίαζε πάντα τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τὰ λειτουργικὰ σκεύη καὶ αὐτὸ τὸ βιβλίον καὶ τὴν σκηνήν.

καθὼς καὶ ὁ ἀπόστολος Ἑβραίοις διαλεγόμενος τὴν ἀληθινὴν τοῦ μυστηρίου εἰκόνα ἐξηγήσατο·

«εἰ γὰρ τὸ αἷμα, φησίν, ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν 10-2-2 ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι».

τὸ δὲ «ἔξω τῆς παρεμβολῆς» δάμαλιν εἰς τὴν ἔρημον θύεσθαι δισσῶς νοεῖται·

ἢ ὅτι ἐρήμων οὐσῶν τῶν ψυχῶν καὶ μὴ ἐχουσῶν φωνὴν θεοῦ ἢ ὁδὸν ἐν αὐταῖς, ἀλλὰ μεμεστωμένων ἀκανθῶν δεινῶν, ἔπαθεν ὁ κύριος, ἵνα καθαρίσῃ αὐτὰς καὶ κατειρηνεύσῃ, ἢ ὅτι δεῖ τὰς ἐξερχομένας ψυχὰς ἀπὸ τῶν πατρίδων καὶ ἀπὸ τῆς συγγενείας καὶ ἀπὸ τῆς συντροφίας τῆς δεινῆς τῶν πονηρῶν πνευμάτων τοῦ σκότους, ἐν αἷς διῆγον καὶ ἔζων, ἐξελθεῖν διὰ τῆς δυνάμεως τοῦ κυρίου καὶ ἀναχωρῆσαι εἰς τὴν καθαρὰν γῆν τῆς ζωῆς, ἔνθα οὐκ εἰσὶ φωναὶ τῆς κακίας καὶ θροῦς τῶν πονηρῶν πνευμάτων καὶ ὄχλος ἀκαθάρτων δαιμόνων.

ἀπειρόζυγος δὲ ἦν ἡ δάμαλις, διότι ζυγὸν ἁμαρτίας καὶ δουλείας ὁ κύριος οὐκ ἐβάστασεν, ἀλλὰ ἀπέθανεν ὑπὲρ ἡμῶν·

δυνάμεθα δὲ καὶ ἡμεῖς περιγενέσθαι ἐξακολουθοῦντες τῇ ὁδῷ τοῦ κυρίου.

10-2-3 Τυπικῶς δὲ ὁ νόμος ἐκέλευσε τοὺς ἀπὸ τῶν ἐθνῶν προσιόντας περιτέμνεσθαι καὶ συναριθμεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, τὴν εἴσοδον τῶν ἐθνῶν διαγράφων τῶν μελλόντων πιστεύειν καὶ ἐγκαταριθμεῖσθαι τῇ ἐπουρανίῳ ἐκκλησίᾳ.

ἔλεγε δὲ καὶ περὶ τῆς ἑορτῆς ὁ νόμος·

«ἐξολοθρευθήσεται, φησίν, ἐκ τοῦ ἔθνους πᾶς ὁ μὴ ἑορτάζων τὴν ἑορτὴν τοῦ πάσχα», περὶ τῆς κατὰ ψυχὴν μελλούσης γίνεσθαι ἑορτῆς λέγων·

«ἐξολοθρευθήσεται, φησί, πᾶς ἀπερίτμητος ἐκ φυλῆς Ἰσραὴλ καὶ κληρονομίαν οὐχ ἕξει ἐν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶς ἀκρόβυστος».

οὕτως ἐνταῦθα ὁ ἀπερίτμητος τὴν καρδίαν ὁ μὴ τῇ μαχαίρᾳ τοῦ πνεύματος περιτμηθείς, υἱὸς θεοῦ ἢ Ἰσραὴλ ὁρῶν θεὸν οὐκ ὀνομάζεται οὐδὲ τῇ κληρονομίᾳ τῆς ζωῆς συγκαταριθμεῖται.

καὶ ὥσπερ ἐκεῖ οὐκ ἦν ἐξὸν προσελθεῖν ἢ κοινωνῆσαι τοῖς ἔθνεσιν, οὕτως ὁ θεὸς χωρίζει

τὴν ψυχὴν ἀπὸ τῶν πνευ10-2-4 μάτων τῆς πονηρίας, τὸν νόμον τοῦ πνεύματος δοὺς ἐν τῇ καρδία.

καὶ πάλιν περὶ τῆς ἑορτῆς τοῦ πάσχα καὶ τῶν ἀζύμων γράφει λέγων·

"1ἐξολοθρευθήσεται πᾶσα ζύμη ἐν τῇ ἑορτῇ τοῦ πάσχα καὶ εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη παλαιὰ ἐξολοθρευθήσεται.

"2 οἰκίαν τὸ σῶμα αἰνίττεται·

εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη ἁμαρτίας ἐξολοθρευθήσεται.

ἔστι ζύμη παλαιὰ καὶ ἄζυμα καὶ ζύμη καινή, ὅτι τὸ θέλημα καὶ τὴν προαίρεσιν ἀπαιτεῖ ἀσυνδύαστον καὶ ἀσύμφωνον καθόλου τῇ κακίᾳ εἶναι, ἢ ὅτι ἄζυμον τὸν πρῶτον Ἀδὰμ λέγει καὶ ζύμην καινὴν τὴν θεότητα καὶ τὴν τοῦ πνεύματος δύναμιν, ἐν ᾧ ζυμοῦται καὶ συγκιρνᾶται 10-2-5 τῇ ψυχῇ.

καὶ «ἄζυμα δὲ μετὰ πικρίδων» ἐσθίειν κελεύει, τὰς πικρὰς θλίψεις ὑπομένειν διδάσκων, ἤτοι τὰς φαινομένας ἤτοι τὰς ἀφανεῖς ἐν τῇ καρδίᾳ ὑπὸ τῆς τοῦ πονηροῦ γινομένας στενοχωρίας.

ἡ δὲ χρηστότης καὶ γλυκύτης τοῦ καλοῦ καὶ ἀμώμου ἀρνίου Χριστοῦ ἐπιλανθάνεσθαι ποιεῖ τῆς τραχύτητος καὶ τῆς πικρίας τῶν θλίψεων τοὺς ἀπογευομένους αὐτοῦ.

καὶ συνελόντι «πάντα τὰ κατὰ τὸν νόμον τύποι συνέβαινον ἐκείνων, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε».

10-2-6 Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν χρισθῆναι τῷ αἵματι τοῦ Χριστοῦ (τουτέστι τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ) καὶ ἐλευθερωθῆναι καὶ λυτρωθῆναι ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν τοῦ σκότους, καὶ οὕτως «συζήσωμεν αὐτῷ» εἰς τοὺς ἀπεράντους αἰῶνας.

∆όξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

10-3-1 Φησὶν ὁ μακάριος Παῦλος γράφων Κορινθίοις·

«ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ θεοῦ (τουτέστι τὸ νοερὸν φῶς) κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα ἀναμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν».

ὥσπερ γάρ τις βασιλικὰ ἐνδύματα, πορφυρίδα καὶ διάδημα καὶ τὰ λοιπὰ ὁμοίως διάφορα καὶ ποικίλα ἐνδύματα, κατανοῶν θαυμάζει τὴν ποικιλότητα, τὴν ὡραιότητα, τὴν τερπνότητα, τὸ κάλλος τῶν τιμίων λίθων, καὶ ἀκόρεστος αὐτῷ γίνεται ἡ θέα τῆς τερπνότητος καὶ ὡραιότητος, ἢ ὥσπερ ἥλιον κατανοήσας τις ὁρᾷ τὰς μαρμαρυγὰς τῶν ἀκτίνων αὐτοῦ, ὅτι οἷον ζῶσι ποικίλην θέαν δεικνύουσιν ἑτέρα τῆς ἑτέρας κρείττονα, ἢ ὥσπερ ἐν ὕδατι κατανοήσας τις ὁρᾷ τὸν ἥλιον στίλβοντα ἐν τῷ ὕδατι καὶ μεθαλλόμενον καὶ μετακινούμενον ποικίλως·

10-3-2 οὕτω καὶ οἱ φοροῦντες τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ καὶ τὸ φῶς τὸ ἄρρητον ἔχοντες ἐν ἑαυτοῖς καὶ ἐνδεδυμένοι τὴν πορφύραν τοῦ ἐπουρανίου βασιλέως (τουτέστιν ἐπουράνιον χαρὰν τοῦ πνεύματος) κατανοοῦντες τὸ κάλλος τοῦ ἐν αὐτοῖς ἀρρήτου φωτὸς «ἀνακεκαλυμμένῳ» τῆς ψυχῆς «προσώπῳ» ὁρῶσι τῆς ἀφθάρτου δόξης τὴν ἄρρητον ποικιλίαν, πῶς μεταμορφοῦται «ἀπὸ δόξης εἰς δόξαν» καὶ εἰς πολυποίκιλα κάλλη θεότητος, ἅπερ γλώσσῃ σαρκίνῃ φρασθῆναι ἀδύνατον·

ἀνεννόητα γάρ ἐστι καὶ ἄρρητα, ἅπερ ποιεῖ μετὰ τῶν 10-3-3 ἁγίων τῇ ἰδίᾳ ἀμέτρῳ χρηστότητι ὁ θεὸς ἔτι ἐν τῷ κόσμῳ τούτων ὄντων.

αὗται γὰρ παραβολαὶ καὶ εἰκόνες εἰσὶ μερικῶς ἔμφασιν τοῖς συνιοῦσι παρέχουσαι.

τὰ γὰρ τοῦ θεοῦ τῇ πείρᾳ μόνῃ γινώσκεται ἐξ ἀληθείας οἷς αὐτὰ τὰ μυστήρια τῶν πραγμάτων ἐνεργεῖται ἀξίως.

ἔστι τοῦ θεοῦ ἀκοῦσαι λόγον καὶ νοεῖν ὑπὲρ τὴν γνῶσίν σου, ὑπὲρ τὸν νοῦν σου, ὑπὲρ τὴν συνείδησίν σου, ἕως οὗ 10-3-4 αὐτὰ τὰ πράγματα τῶν μυστηρίων τῆς χάριτος γένηται ἐν σοί.

αὐτὴ γὰρ ἡ ὁρωμένη πορφύρα καὶ τὰ ἐνδύματα τὰ βασιλικὰ οὐδὲν κέρδος ἢ ζωὴν τοῖς ὁρῶσιν αὐτὰ παρέχουσιν ἢ μόνον τῷ φαίνεσθαι τέρπουσιν.

ἡ δὲ θεϊκὴ δόξα καὶ τὸ κάλλος τῆς ἐπουρανίου εἰκόνος ταῖς κατοπτριζομέναις ψυχαῖς καὶ ἐχούσαις αὐτὴν ἐν ἑαυταῖς ἀνάπαυσιν καὶ ζωὴν αἰώνιον παρέχει, ἀγάπην ἀληθινὴν ἐν καθαρότητι καρδίας, τροφὴν οὐράνιον, σύνεσιν, σοφίαν, χαρὰν πνεύματος ἀδιάλειπτον, τῇ δυνάμει τῆς ἐνεργείας καὶ αὐτοὶ συνεξομοιούμενοι.

ὅσοι τοίνυν τοῖς ἔσωθεν ὀφθαλμοῖς τὸ νοερὸν τοῦτο φῶς κατοπτριζόμενοι εἰσὶ λάμπον

ἐν ταῖς καρδίαις, εἰς οὐδὲν τῶν γηΐνων ἢ ὑλικῶν ἀπησχολημένοι εἰσίν, 10-3-5 ἀλλὰ τὸ ὅλον δέδενται εἰς ἐκεῖνο τὸ ἄρρητον κάλλος ἐξ ὅλου.

ὥσπερ γὰρ ἐὰν ᾖ μαῖα καὶ ἄρῃ τὸ βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, τὸ δὲ παιδίον θεωροῦν τὴν μητέρα χαίρει καὶ ἀγαλλιᾷ, ἐξ αὐτῆς λαμβάνον τὴν τροφὴν τοῦ γάλακτος, οὕτω καὶ οἱ τὸ ἀληθινὸν φῶς τοῦ πνεύματος ἔχοντες ἐν ἑαυτοῖς καὶ τὸν Χριστὸν ἐνδεδυμένοι ἐνορῶντες αὐτὸν ἀναπαύονται καὶ χαίρουσι «χαρᾷ ἀνεκλαλήτῳ».

ἐξ αὐτοῦ γὰρ τρέφονται τροφὴν ἄφθαρτον καὶ ἐν αὐτῷ ζῶσι ζωὴν ἀληθινήν.

10-4-1 Πάντες οἱ ἄρχοντες τῆς πονηρίας οἱ ἐνδομυχοῦντες ταῖς ψυχαῖς τῶν ἀνθρώπων οὐ ἔγνωσαν τὸν κύριον σαρκωθέντα, ἕως οὗ ἐσάλευσε τοὺς θρόνους αὐτῶν ἀπὸ τῶν καρδιῶν τῶν ἀνθρώπων τῶν πιστῶν καὶ τὰς καθέδρας αὐτῶν ἀνέτρεψε καὶ τὰ σκεύη διεσκόρπισεν, ἵνα ναὸς καὶ οἰκητήριον γένηται ἴδιον ὁ ἄνθρωπος καὶ τότε τὰ ἑαυτοῦ σκεύη, τὰ μυστήρια τοῦ πνεύματος καὶ τὸν θρόνον τὸν 10-4-2 ἴδιον, θῇ εἰς ἴδιον οἰκητήριον.

καὶ πάλιν ὅτε κατελθὼν ὁ κύριος εἰς τὰ μνημεῖα καὶ εἰς τὸν ᾅδην ἥρπασε καὶ ἔλαβεν ἀπ' αὐτοῦ τὰς ἰδίας ψυχὰς τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας, προσέφερεν ὁ πονηρὸς τὰ χειρόγραφα λέγων·

"1ἐμοὶ δοῦλοι τυγχάνουσιν, ἐγὼ ἠγόρασα αὐτούς, σύ μοι αὐτοὺς πέπρακας·

τί ἀδικεῖς με; διὰ τί τοὺς ἐμοὶ δουλεύοντας ἁρπάζεις;"2 τότε φησὶν ὁ κύριος πρὸς αὐτόν·

"1καλῶς λέγεις·

ἐγώ σοι αὐτοὺς πέπρακα παραδούς σοι, καὶ ἴδε προφέρεις κατ' αὐτῶν τὰ χειρόγραφα·

μή τι κατὰ τοῦ ἐμοῦ σώματος ἔχῃς; ἢ τί σοι ὑπήκουσε 10-4-3 τὸ ἐμὸν σῶμα, ὅτι ἀδίκως ἐθανάτωσας αὐτό; ἀναμάρτητον γάρ ἐστι.

"2 τότε οὖν συγκαλεσάμενος πάντας τοὺς ἀγγέλους αὐτοῦ τοὺς πονηροὺς ὁ σατανᾶς φησι·

"1ζητήσατε τὸ χειρόγραφον τούτου τοῦ σώματος.

"2 οἱ δὲ ἐξηρεύνων πάντῃ καὶ πανταχοῦ, καὶ οὐδαμοῦ εὑρεῖν ἠδυνήθησαν.

ἐν τῷ οὖν μὴ εὑρεῖν † τὸ καθόλου κατὰ τοῦ σώματος τοῦ κυρίου φησὶν ὁ κύριος·

"1χειρόγραφον τούτου οὐκ ἔχεις.

"2 ὁ δὲ ἔκθαμβος γενόμενος κατῃσχύνθη μηδὲν ἔχων εἰπεῖν κατὰ τοῦ σώματος τοῦ κυρίου, εἰς ὅπερ ἥμαρτεν·

† ἀναιτίως οὖν σταυρώσας κατεκρίθη †.

καί φησιν ὁ κύριος.

"1ἰδὲ ὅπερ ἐβουλήθης ἐποίησας εἰς τὴν ἐμὴν ἀναμάρτητον σάρκα, ἀδίκως σταυρώσας καὶ θανατώσας μὴ οὖσαν ὑπόχρεων θανάτῳ.

διὰ τοῦτο τοίνυν αὐτὴ ἡ σάρξ, ἧς οὐχ εὗρες χειρόγραφον καὶ ἐτόλμησας εἰς αὐτὴν ἐγχειρῆσαι, πᾶσαν σάρκα πιστεύουσαν εἰς αὐτὴν ἐξαγοράσει καὶ ἐλευθερώσει καὶ 10-4-4 εἰς οὐρανοὺς ἀποκαταστήσει εἰς ζωὴν αἰώνιον.

"2 διὰ γὰρ τοῦ αἵματος αὐτοῦ καὶ τοῦ σταυροῦ ἐξηγόρασεν ὁ κύριος πάντας ἐκ τοῦ θανάτου τοὺς βουληθέντας ἢ βουλομένους πιστεῦσαι αὐτῷ καὶ εἰς αὐτὸν ἔχειν τὴν ἐλπίδα καὶ ἀναστήσας εἰς τὴν βασιλείαν ἀποκαταστήσει.

φησὶ γὰρ ὁ ἀπόστολος·

«οὐκ ἐστὲ ἑαυτῶν; τιμῆς ἠγοράσθητε», καὶ πάλιν Πέτρος λέγει·

«εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε», «ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ 10-4-5 ἀμώμου καὶ ἀσπίλου Χριστοῦ».

τὴν οὖν σάρκα ὥσπερ βασιλεὺς πορφύραν ὁ θεὸς περιθέμενος «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς».

οἱ δὲ Ἰουδαῖοι ἔσχισαν τὴν πορφύραν τοῦ βασιλέως τὴν σάρκα τοῦ κυρίου σταυρώσαντες.

πνεῦμα γὰρ θεότητος τίς δύναται κατασχεῖν, ὁπότε οὐδὲ ψυχὴν κατασχεῖν τις δύναται ἀναφῆ οὖσαν; αἴτιοι οὖν εἰσιν Ἰουδαῖοι τὸν θεὸν σταυρώσαντες ὡς τὴν πορφύραν τοῦ βασιλέως σχίσαντες.

ὥσπερ γὰρ συνδεδόξασται ἡ πορφύρα τοῦ βασιλέως καὶ οὐ προσκυνεῖται βασιλεὺς χωρὶς τῆς πορφυρίδος, οὕτως συνδεδόξασται ἡ σὰρξ τοῦ κυρίου τῇ θεότητι αὐτοῦ καὶ προσκυνεῖται Χριστὸς μετὰ τῆς σαρκὸς αὐτοῦ.

ἡ γὰρ σὰρξ σὺν τῇ ψυχῇ καὶ ἡ θεότης ἕν τι γεγόνασι 10-4-6 κἂν δύο εἰσίν.

ὥσπερ γὰρ ἔριον βαφὲν ἐν πορφύρᾳ, εἰ καὶ ἐκ δύο ἐστὶ φύσεων καὶ ὑποστάσεων, ἓν εἶδος ἀπετελέσθη εὐπρεπές (οὔτε γὰρ ἐγχωρεῖ τὸ ἔριον μετὰ τὴν βαφὴν χωρισθῆναι ἢ τὸ βάμμα τοῦ ἐρίου), οὕτω καὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς ἑνωθεῖσα τῇ θεότητι ἕν τι ἀπετελέσθη ἤτοι μία ὑπόστασις, θεὸς

10-4-7 οὐράνιος μετὰ τῆς σαρκὸς προσκυνούμενος.

ἐξηγόρασε τοίνυν ὁ κύριος πᾶσαν σάρκα διὰ τῆς ἰδίας σαρκός, καὶ πᾶσα σὰρξ ἡ πιστεύσασα καὶ ἀκολουθήσασα αὐτῷ καὶ δεχομένη αὐτὸν νῦν συνδοξάζεται τῇ σαρκὶ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καθώς φησιν ὁ ἀπόστολος·

«ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης 10-4-8 αὐτοῦ».

κατὰ τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ἄρχοντες τῆς πονηρίας οἱ ἔνδον ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντες οὐκ ἔγνωσαν αὐτὸν ἐλθόντα, ἕως οὗ ἀπεκίνησεν αὐτοὺς καὶ ἐξέβαλλεν ἀπὸ τῶν ψυχῶν τῶν πεισθεισῶν αὐτῷ καὶ θρόνον καὶ ναὸν καὶ οἰκητήριον καθαρὸν καὶ ἅγιον ἑαυτῷ κατεσκεύασε τὰς ἐν ἀληθείᾳ ἀγαπώσας αὐτὸν ψυχάς, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος αὐτοῦ καταρτισθεῖσαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ ἀναπαύσονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

11.

τ-1 ΛΟΓΟΣ ΙΑʹ.

Περὶ τοῦ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.

11-1-1 Ἡ δόξα Μωϋσέως, ἣν εἶχεν ἐπὶ τοῦ προσώπου, τύπος ἦν τῆς ἀληθινῆς δόξης.

ὃν τρόπον γὰρ ἐκεῖ «ἀτενίσαι εἰς τὸ πρόσωπον Μωϋσέως» οὐκ ἴσχυον, οὕτω νῦν ἐκείνην μὲν τὴν δόξαν τοῦ φωτὸς ἐν τῇ ψυχῇ δέχονται οἱ Χριστιανοί, τὸ σκότος δὲ μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται.

ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο.

ἐνταῦθα δὲ ὁ λαὸς τοῦ θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδον ἐν τῇ καρδίᾳ ὑποδέχονται·

μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας.

παρ' ἐκείνοις βαπτίσματα τὴν σάρκα ἁγιάζοντα, παρ' ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός·

τοῦτο γὰρ ἐκήρυσσεν Ἰωάννης λέγων·

«αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί».

11-1-2 Ἐκεῖ σκηνὴ ἐξωτέρα καὶ ἐσωτέρα·

καὶ «εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς», «τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν».

ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν σκηνὴν τὴν ἀχειροποίητον, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν» ὁ Χριστός.

γέγραπται γὰρ ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι τὴν μίαν καὶ ἐκ τοῦ αἵματος ῥαντίσαι τὴν ζῶσαν καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν.

τὸ γινόμενον δὲ τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας.

καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν·

ἔδωκε γὰρ ἡμῖν πνεύματος ἁγίου πτέρυγας πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.

11-1-3 Ἐκείνοις νόμος ἐδόθη ἐν «πλαξὶ λιθίναις» γεγραμμένος, ἡμῖν δὲ νόμοι πνευματικοὶ καὶ ἐγγραφόμενοι ἐν «καρδίαις σαρκίναις».

λέγει γάρ·

«διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς».

ἐκεῖ μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν 11-1-4 ἔσωθεν ἄνθρωπον ἐπιτελούμενα.

διαθήκη τε ἔσωθεν γὰρ καὶ ἱερατεία ἔσωθεν καὶ ἐπαγγελίαι τῆς ἀληθινῆς γῆς, καὶ ἁπαξαπλῶς ὅσα ἐκεῖ συνέβαινε, «τυπικῶς» ἐγίνετο·

«ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε».

τῷ γὰρ Ἀβραὰμ ἐπηγγείλατο ὁ θεὸς καὶ προεῖπε τὸ ἐσόμενον ἐν δυσὶ τρόποις, τυπικῶς καὶ ἀληθινῶς.

εἶπε γὰρ αὐτῷ «ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ κακώσουσιν αὐτὸ καὶ δουλώσουσιν ἔτη 11-1-5 τετρακόσιν.

καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ».

λέγει κύριος καὶ γέγονε τοῦτο.

πάροικος γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν

Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ ἐν πλίνθῳ·

ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιήσωσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης.

καὶ ὡς «ἐστέναξαν ἀπὸ τῶν ἔργων οἱ υἱοὶ Ἰσραὴλ» πρὸς τὸν θεόν, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωϋσέως καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῷ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἡδὺ ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος ἀπερχομένης, ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου.

11-1-6 Εἶπε δὲ ὁ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν, ἐπὶ τῶν φλιῶν, «ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν».

ἑώρα δὲ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ἐπὶ τὰς μὴ σεσημειωμένας τῷ αἵματι οἰκίας καὶ πᾶν πρωτότοκον ἀνῄρει.

ἔτι δὲ καὶ ζύμην παλαιὰν ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ τῶν ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιεζωσμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν ταῖς χερσί.

καὶ οὕτω μετὰ σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα τοῦ 11-1-7 κυρίου μηδὲ ὀστοῦν συντρῖψαι τοῦ ἀρνίου.

ἐξήγαγε δὲ αὐτοὺς ἐν χρυσίῳ καὶ ἀργυρίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ.

ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα.

καὶ τοῖς μὲν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κωκυτὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ.

διό φησι Μωϋσῆς·

"1αὕτη ἡ νύξ, ἐν ᾗ ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραάμ, ἐπλήρωσε τοῖς τέκνοις αὐτοῦ ἡμῖν νῦν.

"2 11-1-8 Ταῦτα δὲ πάντα τύποι καὶ σκιαὶ τῶν ἀληθινῶν πραγμάτων ἐγένοντο·

μυστήρια γάρ ἐστι ταῦτα ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ κυρίου λυτρωθείσης.

Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν.

ἐλευθεροῦται τοίνυν ἀπὸ τῆς δουλείας τοῦ σκότους ὁ ἄνθρωπος καὶ ἀπὸ τῶν πνευματικῶν Αἰγυπτίων.

11-2-1 Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ καὶ παραβάσει ἀπέθανεν ὁ πρῶτος ἄνθρωπος θάνατον δεινὸν τὸν τῆς ψυχῆς κατὰ τὴν ἀπόφασιν καὶ ἀπειλὴν τοῦ θεοῦεἶπε γὰρ αὐτῷ·

«ἐν ᾗ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θανάτῳ τελευτήσεις», καὶ γέγονεν οὕτως, καὶ αὖθις·

«γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» προστίθησι δὲ καὶ κατάραν ἐπὶ κατάρᾳ λέγων·

«ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου», «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, «ἐργάσῃ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς»ἀνεφύησαν γὰρ καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι καὶ ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν σκότος, ἐφόνευσαν τὴν ψυχὴν καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο 11-2-2 Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ.

καὶ ἐπέστησαν αὐτῷ τοὺς ἐπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας, ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα, τῶν ἐφεστηκότων τοῖς λογισμοῖς αὐτοῦ δαιμόνων ἐκπληροῦν ἀναγκαζόντων τὴν ἔκστασιν τῆς πλινθουργίας καὶ τοῦ πηλοῦ, τουτέστι χωρίσαντες αὐτὸν ἀπὸ τοῦ οὐρανίου φρονήματος κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδητὰ πονηρὰ ἔργα καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς πονηρούς.

ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλέα μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας ποιεῖν τὰ πονηρὰ ἔργα καὶ οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις τὰς τῶν 11-2-3 ἁμαρτιῶν.

ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ καὶ βοήσῃ πρὸς τὸν θεόν, ἐξαποστελεῖ αὐτῇ τὸν πνευματικὸν Μωϋσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων.

ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ «ἐν τῷ μηνὶ τῶν νέων» λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς

ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν.

κελεύει γὰρ τότε ἀφανισθῆναι ἀπὸ τῆς οἰκίας ταύτης πᾶσαν ζύμην παλαιάν, δηλαδὴ τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου ἐν διαλογισμοῖς πονηροῖς καὶ ἐνθυμήσεσι ῥυπαραῖς, ὅσον δυνατόν, ἀπορρίψασθαι.

11-2-4 Σφαγῆναι δὲ δεῖ τὸ ἀρνίον καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν.

καὶ Χριστὸς οὖν τὸ ἀληθινὸν ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις εἰς πένθος καὶ θάνατον.

ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα τοῖς πιστοῖς.

εἶτα μετὰ τὸ χαρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ 11-2-5 ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας βακτηρίας ἐν ταῖς χερσίν.

ἐὰν οὖν μὴ γένηται ἡ ψυχὴ πρῶτον παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου.

τὸ δὲ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλὰ λίαν, ἀλλὰ αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι·

μετὰ θλίψεως γὰρ καὶ πολλῆς πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς ἐνούσης αὐτῇ ἁμαρτίας.

11-2-6 Καὶ «πρὸς ἑσπέραν», φησί, «ἔδεσθε αὐτό.

» ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν.

οὕτω καὶ ἡ ψυχὴ πρὸς αὐτῇ τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐλθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν.

ὃν τρόπον Μωϋσῆς εἶπεν·

"1αὕτη ἡ νύξ ἐστι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐν ᾗ ἐλυτρώσατο ἡμᾶς"2, οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἐλάλησε, δοθέντος αὐτῷ βιβλίου ἐν τῷ ἱερῷ·

«καλέσαι, φησίν, ἐνιαυτὸν 11-2-7 κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως» εἰκότως.

τύπος γὰρ ἦν ἐκεῖνο καὶ σκιὰ τῆς ἀληθείας·

πάντα γὰρ τὰ γεγραμμένα μυστικῶς προετυποῦτο σημαίνοντα τὴν ἀληθινὴν τῆς ψυχῆς σωτηρίαν τῆς ἐγκεκλεισμένης ἐν τῷ σκότει καὶ πεπεδημένης «ἐν πτωχείᾳ καὶ σιδήρῳ» καὶ βεβλημένης κρυπτῶς «ἐν λάκκῳ κατωτάτῳ» καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μοχλοῖς σιδηροῖς καὶ μὴ δυναμένης ἄνευ τῆς παρὰ τοῦ θεοῦ βοηθείας καὶ ἀπολυτρώσεως ἐλευθερωθῆναι.

11-2-8 Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων ἐν Αἰγύπτῳ ἀναιρουμένων ἐν τῇ ἐξόδῳ·

ἤδη μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει.

πένθος ἔχει τοὺς Αἰγυπτίους·

στένουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου.

κελεύει χρήσασθαι παρὰ τῶν γειτόνων «σκεύη χρυσᾶ καὶ ἀργυρᾶ» καὶ προλαβόντας ἐξελθεῖν·

ἀπολαμβάνει γὰρ ἐξιοῦσα ἐκ σκότους ἡ ψυχὴ τὰ «ἀργυρᾶ καὶ χρυσᾶ σκεύη» τοὺς ὑγιεῖς καὶ καθαροὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίον, ἐν οἷς διακονεῖται ὁ θεὸς καὶ ἐπαναπαύεται παρὰ τῶν γειτονευσάντων αὐτῇ ἀκαθάρτων πνευμάτων·

ἐσκόρπι11-2-9 σαν γὰρ καὶ διεσκέδασαν τοὺς διαλογισμοὺς καὶ κατέσχον τὴν ψυχήν.

μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τῆς δουλείας τοῦ σκότους καὶ οὐαὶ τῇ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πονηρῶν ἐργοδιωκτῶν.

11-2-10 Ἀπαίρουσι λυτρωθέντες οἱ υἱοὶ Ἰσραὴλ ποιήσαντες τὸ πάσχα·

προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον τὸν ζῶντα λόγον.

στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο·

φυλάσσων τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τῆς ψυχῆς.

γνοὺς δὲ Φαραὼ καὶ οἱ λοιποὶ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν διώκειν ἐθάρρησεν ἐν σπουδῇ συζεύξας τὰ ἅρματα

αὐτοῦ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐξελθὼν ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο.

ἤδη δὲ μελλόντων αὐτῶν ἀναμίγνυσθαι καὶ ἐγγὺς γενομένων, ἵστατο ἡ νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκο11-2-11 τοῦσα, τοὺς δὲ φωταγωγοῦσα καὶ φυλάσσουσα.

θεασάμενος δὲ ὁ λαὸς πᾶσαν τὴν δύναμιν Φαραὼ παρεστῶσαν ἐκ τῶν ὀπίσω, ἔμπροσθεν δὲ τὴν θάλασσαν κωλύουσαν αὐτοῖς τὴν φυγήν, καίπερ ὄντες ἐν μέσῳ τῆς νεφέλης καὶ τοῦ στύλου ἀπηυδόκουν ἑαυτῶν καὶ τεθνάναι ἤδη ἐνόμιζον, ἐμπεσόντες εἰς θλῖψιν μεγάλην καὶ θάνατον, ἣν ἐγεύσαντο.

παρῆν δὲ ὁ κύριος προνοούμενος καὶ κελεύων τῷ Μωϋσῇ τῇ ῥάβδῳ πατάσσειν τὴν θάλασσαν καὶ ὁδοποιεῖν τῷ λαῷ.

διαιρεθεῖσα γὰρ ἡ θάλασσα τεῖχος ὕδατος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ἐγένετο, ἕως παρῆλθε πᾶς ὁ λαὸς ὡς διὰ ξηρᾶς γῆς.

ἐπῆλθον δὲ καὶ οἱ Αἰγύπτιοι, πορίμην καὶ ἥμερον καὶ αὐτοὶ τὴν θάλασσαν εἶναι νομίσαντες.

ἐξῆλθε δὲ ὁ λαὸς ἅπας ἀπὸ τῆς θαλάσσης καὶ πᾶσα τῶν Αἰγυπτίων ἐπέβη ψυχὴ τῆς θαλάσ11-2-12 σης.

ἴση μὲν ἑκατέροις ἡ εἴσοδος, οὐκ ἴση δὲ ἡ ἔξοδος.

τί λέγει ὁ κύριος τῷ Μωϋσῇ; στρέψον τὴν ῥάβδον σου καὶ πάταξον τὴν θάλασσαν, καὶ ἐπάταξε τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἡ ἐρυθρὰ θάλασσα.

ἰδὼν δὲ ὁ λαὸς τὴν μεγάλην ταύτην σωτηρίαν, τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, ἐχάρη καὶ μεγάλως ἠγαλλιάσατο ἐπὶ τῇ σωτηρίᾳ ἑαυτοῦ.

λαβοῦσα δὲ ἡ Μαρία τὸ τύμπανον σὺν ταῖς κιθάραις ᾖδε μετὰ παντὸς τοῦ λαοῦ τοὺς ἐπινικίους ὕμνους τῷ θεῷ.

ἐλυτρώθησαν δὲ τελείαν λύτρωσιν ἀπὸ τοῦ ἐν χερσὶ θανάτου.

Λάβε μοι ἐνταῦθα τὴν παραβολήν.

11-3-1 Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ ἀπέφευγε τοὺς Αἰγυπτίους, προσελθοῦσα ἡ τοῦ θεοῦ δύναμις ἐβοήθει ὁδηγοῦσα αὐτὴν πρὸς τὴν ἀλήθειαν.

γνοὺς οὖν ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ σὺν τοῖς λογισμοῖς, φημὶ τοῖς πάλαι κατεχομένοις ὑπ' αὐτοῦταῦτα γὰρ αὐτῆς τὰ ὑπάρχοντα.

ἐνόμιζε γὰρ οὗτος ὁ δεινὸς Φαραὼ πάλιν αὐτὴν ἐπανιέναι καὶ ἐπαναστρέψαι πρὸς αὐτόν.

11-3-2 γνοὺς δὲ νῦν ὅτι ἐκφεύγει παντάπασι τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχή, καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ τῆς σφαγῆς τῶν πρωτοτόκων, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐχ ἕξει τὸ θέλημα αὐτοῦ ἐκπληροῦν.

καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων.

ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν θεὸν τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη·

11-3-3 παραδίδοται γὰρ δοκιμασθῆναι καὶ θλιβῆναι παντοδαπῶς.

θεωρεῖ δὲ καὶ τὴν δύναμιν τοῦ πονηροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἰσχύουσαν·

μέσος γὰρ Αἰγυπτίων καὶ Ἰσραηλιτῶν ἕστηκεν ὁ κύριος.

θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ δυνάμεως πονηρᾶς καὶ οὔτε εἰς τὰ ὀπίσω ἀναλύειν ἰσχύει, ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι·

δυνάμεις γὰρ πονηραὶ καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι θάνατον ὁρᾶν ποιοῦσιν.

11-3-4 Ἀπευδοκεῖ γὰρ ἑαυτῆς «τὸ ἀπόκριμα τοῦ θανάτου» ἐν ἑαυτῇ ἔχουσα διὰ τὸν περικυκλώσαντα αὐτῇ τῶν πονηρῶν ἐσμὸν καὶ ἐπειδὰν ἴδῃ ὁ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν καταπιεῖν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι βοήθειαν μικράν.

οὕτω γὰρ μακροθυμεῖ ὁ θεὸς ἐπὶ τῇ ψυχῇ τῇ οὕτως ἐχούσῃ.

τοιαύτην γὰρ ὁ θεὸς τὴν ὁδὸν ἔθετο τὴν ἀπάγουσαν εἰς ζωὴν μετὰ θλίψεως καὶ δοκιμασίας καὶ στενοχωρίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ».

ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτῆς διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν πρὸ ὀφθαλμῶν θάνατον, τὸ τηνικαῦτα «χειρὶ κραταιᾷ» καὶ «βραχίονι ὑψηλῷ» διὰ τοῦ ἁγίου πνεύματος ῥήσσει τὴν θάλασσαν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς πονηροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν

τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός.

11-3-5 Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γινόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύματος ἁγίου μετέχοντι.

εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διεξελθοῦσα καὶ ὁρῶσα ἀπολλυμένους πρὸ ὀφθαλμῶν τοὺς πολεμίους, οὓς τὸ πρὶν ἐδούλευσεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασ11-3-6 μένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ.

τότε τὸ πνεῦμα, ὅπερ ἔλαβε καινὸν διὰ τοῦ τυμπάνουτουτέστι τῆς σαρκόςκαὶ τῆς κιθάρας τῆς ψυχῆς καὶ τῶν λογικῶν χορδῶν, τῶν λεπτοτάτων λογισμῶν αὐτῆς καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ.

ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνδρῶν τὸ πνεῦμα τὸ ἅγιόν ἐστι τὸ ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ.

11-3-7 ∆όξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἀπὸ νῦν, ἔτι οὔσης αὐτῆς ἐν τῷ κόσμῳ.

11-4-1 Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν καὶ εἰ μὴ ἐσφάζετο οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί.

καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστιν ἡ θυσία 11-4-2 δεκτὴ παρὰ θεῷ καὶ ἀληθινή.

ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν βρύουσα ὕδωρ καὶ ἄχρηστον πρὸς πόσιν.

κελεύει οὖν ὁ θεὸς ἀποκνίσαντα τὸ ξύλον ῥῖψαι εἰς τὸ ὕδωρ καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκαίνετο τὸ ὕδωρ καὶ μεταβαλλόμενον ἐκ τῆς πρώτης πικρότητος χρήσιμον καὶ πόσιμον ἐγίνετο τῷ λαῷ τοῦ θεοῦ.

τὸν αὐτὸν τρόπον ἡ ψυχὴ πεπίκραται ἐκπιοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη.

διὸ ἐμβάλλει ὁ θεὸς τὸ «ξύλον τῆς ζωῆς» εἰς τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ ἁγίῳ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ·

γίνεται γὰρ πνεῦμα σαρκοφόρον.

11-4-3 ∆όξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ ἁγίου πνεύματος.

οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ «ξύλον τῆς ζωῆς» εἰς τὴν αὐτοῦ καρδίαν, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ·

μὴ λαβὼν γὰρ «τὸ ξύλον τῆς ζωῆς» οὐ δύναται μεταβολήν τινα ἀγαθὴν κτήσασθαι.

11-4-4 Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας, τοῖς μὲν ἐχθροῖς ἀπήντα ὄφις δάκνων καὶ ἀναιρῶν, τοῖς δὲ Ἰσραηλίταις βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο.

οὕτω καὶ τὸ ξύλον τοῦ ἀληθινοῦ Μωϋσέως, ὅς ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, καὶ ἐχθρός, τῆς δὲ ψυχῆς ἡμῶν βακτηρία καὶ ἔρεισμα ἀσφαλὲς καὶ ζωή, ἐφ' ᾗ ἐπαναπαύεται.

τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίνοντο τούτων τῶν ἀληθινῶν πραγμάτων.

σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας.

καὶ ἡ σκηνὴ καὶ ἡ περιτομὴ καὶ ἡ κίβωτος καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἡ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ ἢ ἐν τῷ νόμῳ Μωϋσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην ἐγίνοντο τὴν κατ' εἰκόνα θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλέα ἁμαρτίας πικρᾶς.

11-4-5 ταύτῃ γὰρ ἠθέλησεν ὁ θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἐκ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρότητος καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτήν, τὴν ἔχθραν καταλλάσσων.

κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ θεὸς παραδέχεται αὐτὴν πρῶτον συμμεταβάλλων αὐτήν, ἕως αὐξήσῃ αὐτὴν τῇ ἰδίᾳ αὐξήσει.

τείνει γὰρ

αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἀξία νύμφη αὐτοῦ καὶ ἄμωμος γένηται.

πρῶτον γὰρ γεννᾷ αὐτὴν δι' ἑαυτοῦ καὶ αὔξει αὐτὴν ἐν ἑαυτῷ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ.

αὐτὸς γὰρ τέλειος ὢν νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου, καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας.

11-5-1 Ταῦτα τὰ δωρήματα καὶ ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ὁ θεὸς τῇ ψυχῇ τῇ ἀνθρωπείᾳ καὶ οὕτω τείνει αὐτὴν εἰς πλάτος ἄπειρον, ἕως τελειώσει αὐτήν, καὶ τότε πάντων κυριεύει ἀπολαβοῦσα τὸν ἐπουράνιον νυμφίον.

οὐδὲν γὰρ τῶν ἔργων αὐτοῦ ἠγάπησεν ὁ θεὸς οὕτως ὡς τὸν ἄνθρωπον, καὶ οὐδὲν τῶν κτισμάτων οὕτως ἠγάπησε τὸν θεὸν ὡς ὁ ἄνθρωπος.

11-5-2 Κατὰ τὸν Μωϋσέως νόμον λαβὼν Ἀαρὼν τὴν στολὴν τὴν ἁγίαν καὶ τὸν ποδήρη τὸν δωδεκακώδωνον καὶ τὰ ὀνόματα τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῶν δώδεκα λίθων γεγραμμένα καὶ ἄλλους δύο τιμίους λίθους ἐπὶ τῶν ὤμων εἰσῄει εἰς τὰ ἅγια τῶν ἁγίων ἐπιτελῶν πᾶσαν τὴν ἐν νόμῳ ἱερατείαν καὶ λατρείαν, προδιατυπούμενος διὰ τῆς εἰκόνος τὴν ἀληθινὴν τοῦ Χριστοῦ ἱερωσύνην.

οὕτω γὰρ καὶ ὁ κύριος παραλαβὼν τὰ τέκνα αὐτοῦ τοὺς ἀποστόλους, οὓς μὲν ἐντεῦθεν οὓς δὲ ἐντεῦθεν, βαστάζων αὐτῶν τὰ ὀνόματα εἰσῆλθεν εἰς τὸ ἐπουράνιον θυσιαστήριον, εἰς τὰ ἅγια τῶν ἁγίων «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος» «πρόδρομος ὑπὲρ ἡμῶν» γενόμενος.

ὁ δὲ ποδήρης ὁ ποικίλος καὶ δωδεκακώδωνος τὸ πνεῦμα τὸ παράκλητον ὃ ἐνέδυσε τὰς ψυχὰς τῶν ἀποστόλων, οἱ καὶ ἤχησαν ἐν ὅλῳ τῷ κόσμῳ τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Χριστοῦ.

αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

12.

τ-1 ΛΟΓΟΣ ΙΒʹ.

12-1-1 Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος χάριςκαθὼς εἴρηται·

«εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»κλαιέτω καὶ παρακαλείτω τὸν κύριον, ἵνα λάβῃ τὸ ἀπ' οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ 12-1-2 ἐνδεδυμένος τὸ τοῦ πνεύματος ἔνδυμα.

ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐὰν γυμνὸς ᾖ τις, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι γὰρ φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι ἰδίους, τέκνα ἰδόντες γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἀτενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρὸς καὶ «ὀπισθοφανῶς» ἀπελθόντες ἐπεκάλυψαν αὐτόν, καὶ οὕτως ἔστρεψαν τὰς ὄψεις, οὕτω καὶ ὁ θεὸς ἀπέστρεπται τοὺς μὴ ἐνδεδυμένους τὸ ἔνδυμα τοῦ πνεύματος αὐτοῦ ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους «τὸν κύριον Ἰησοῦν 12-1-3 Χριστὸν» ἐν ἀληθείᾳ.

αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος γυμνὸν ἑαυτὸν ᾐσχύνθη·

τοσαύτη ἀτιμία πρόσεστι τῇ γυμνότητι.

εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχή, ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον ἔνδυμα τοῦ πνεύματος καὶ αὐτὸν τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πόσην αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὁ ὢν γυμνὸς ἀπὸ τῆς θείας δόξης ἐκείνης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὢν καὶ ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων ἓν περίβλημα καὶ ὅμως τὴν αἰσχύνην ἐφόρει.

12-1-4 Ἐπαισχυνόμενος δέ τις καὶ γινώσκων τὴν πτωχείαν καὶ γυμνιτείαν αὐτοῦ αἰτείτω παρὰ τοῦ διδόντος καὶ ἀμφιέννυντος τὴν ψυχὴν δόξῃ Χριστοῦ καὶ φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίωνμηδὲ δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένην καὶ νομίζουσαν ἔχειν

ἀμφίον σωτηρίου.

εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ δικαιοσύνηνἥτις ἐστὶν ὁ κύριος, «ὃς ἐγενήθη, φησί, δικαιοσύνη καὶ ἁγιασμὸς ἡμῖν καὶ ἀπολύτρωσις», ματαίως καὶ κενῶς κοπιᾷ.

πᾶσα γὰρ οἴησις τῆς δικαιοσύνης αὐτοῦ «ὡς ῥάκος ἀποκαθημένης» φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, 12-1-5 ὥς φησιν Ἠσαίας ὁ προφήτης.

αἰτησώμεθα οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς·

ὃν φορέσασαι αἱ ψυχαὶ οὐκέτι ἀπεκδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλὰ τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, ὃ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς καὶ ἅγιαι ψυχαί, καθώς φησιν ὁ ἀπόστολος·

«ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν».

∆όξα τῇ ἀρρήτῳ αὐτοῦ εὐσπλαγχνίᾳ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει.

12-2-1 Καὶ πάλιν ὥσπερ ἡ «γυνὴ» ἡ «αἱμορροοῦσα» πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ «κρασπέδου τοῦ ἱματίου» τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ «ἐξηράνθη» «ἡ ῥύσις τοῦ αἵματος» τῆς ἀκαθάρτου πηγῆς, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν, ἐὰν προσέλθῃ τῷ κυρίῳ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ μόνου.

ἄλλως δέ τινι ἰάσαθαι τὸ τραῦμα τοῦτο τῆς ψυχῆς ἀδύνατον.

12-2-2 Τοιοῦτον γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν.

διέβλεψαν γὰρ τότε οἱ ὀφθαλμοὶ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν.

οὕτω γὰρ ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν ἰάσασθαι εἰ μὴ μόνῳ τῷ κυρίῳ τοῦτο δυνατόν ἐστιν.

αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν πονηρῶν διαλογισμῶν 12-2-3 τῆς ψυχῆς ἐξήρανεν.

ὥσπερ γὰρ ἐκεῖ ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύειν ἐπαγγελλομένοις, οὐδὲν ἴσχυσεν αὐτὴν θεραπεῦσαι, ὡς δὲ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ, ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, ταχέως ᾔσθετο τῆς ἰάσεως καὶ ἐστάλη ἡ ῥύσις τοῦ αἵματος, οὕτω καὶ τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς 12-2-4 οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν ἴσχυσε θεραπεῦσαι.

Μωϋσῆς γὰρ ἦλθεν, ἀλλ' οὐκ ἠδυνήθη παντελῆ ἴασιν δοῦναι τῇ ψυχῇ.

ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νουμηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι ἐκ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῶν θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς.

αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον ἴασιν τῇ ψυχῇ ἐποίησε, καὶ αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ τῆς σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν, αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων 12-2-5 λογισμῶν.

«ἴδε, γάρ φησιν, ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

οὔτε γὰρ ἐδύνατο τὰ ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἴδια δικαιώματα μόνον, θεραπεῦσαι αὐτὴν καὶ ἰάσασθαι ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου μόνου τοῦ φαρμάκου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς αἰωνίου ἐφίκεσθαι, 12-2-6 καθαρίσας διὰ τοῦ πνεύματος τοῦ ἁγίου τὴν καρδίαν.

ἀλλ' ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδύνατο καὶ τετραυμάτιστο, ἀλλ' ὅμως πόδας εἶχεν ἐλθεῖν πρὸς τὸν κύριον, καὶ ἐλθοῦσα ἰάσεως ἔτυχεν·

ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν προβῆναι οὐκ ἠδύνατο

διὰ τὸ μὴ βλέπειν ἐλθεῖν πρὸς τὸν κύριον, ἀλλ' ὀξύτερον ἄγγελον ἀπέστειλε τὴν φωνήνἔλεγε γάρ·

«υἱὲ ∆αβίδ, ἐλέησόν με»καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος πρὸς αὐτὸν τοῦ κυρίου καὶ διαβλέψαι ποιήσαντος; οὕτω καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας καὶ τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ' ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ.

ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόα καὶ ἡ αἱμορροοῦσα προσῆλθε τῷ κυρίῳ, οὐκ ἂν ἔτυχον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν κύριον καὶ μετὰ πληροφορίας 12-2-7 καὶ πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει.

καὶ γὰρ ἐκεῖνοι πιστεύσαντες εὐθέως ἰῶντο, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα·

«ἀποκάλυψον τοὺς ὀφθαλμούς μου», οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται.

εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ κύριος ἐλθὼν ἐποιήσατο ἐπὶ γῆς, πόσῳ μᾶλλον τῆς θείας καὶ ἀθανάτου καὶ κατ' εἰκόνα πεποιημένης ψυχῆς.

ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν καὶ διχοστασίαν καὶ διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας μηδὲ ἐξ ἀληθείας αὐτῷ πιστεῦσαι, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν.

12-2-8 Πιστεύσωμεν οὖν αὐτῷ καὶ προσέλθωμεν ἐξ ἀληθείας, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ὁ κύριος ἡμῶν ποιήσηται.

ἐπηγγείλατο γὰρ «τοῖς αἰτοῦσιν αὐτὸν διδόναι πνεῦμα ἅγιον» καὶ «ζητοῦσιν εὑρίσκειν καὶ κρούουσιν ἀνοίγειν» καὶ ἀψευδής ἐστιν ὁ ἐπηγγειλάμενος.

αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

13.

τ-1 ΛΟΓΟΣ ΙΓʹ.

13-1-1 Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ τοῦ πλούτου οὗπερ ἔχει πάντα ὅσα βούλεται κέκτηται, καὶ οἷα θέλει ἐν τῷ κόσμῳ κτήματα ἐξαίρετα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐχερῶς καὶ εὐκόλως κτᾶται.

οὕτω καὶ οἱ ζητήσαντες παρὰ θεοῦ καὶ εὑρόντες καὶ ἐν αὐτοῖς ἔχοντες τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, αὐτὸν τὸν Χριστὸν ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ κυρίου ἐκ τοῦ θησαυροῦ τοῦ ὄντος ἐν αὐτοῖς Χριστοῦ ἐπιτελοῦσι καὶ δι' αὐτῶν πάλιν πλοῦτον ἐπουράνιον πλείονα 13-1-2 συνάγουσι.

διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πνευματικοῦ θησαυροῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ τὰς ἐντολὰς τοῦ κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου κατεργάζονται.

οὕτω γάρ φησι καὶ ὁ ἀπόστολος·

ἔχοντες «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι κατηξιώθητε, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν·

«ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις».

ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον θησαυρὸν τοῦτον τοῦ πνεύματος, πᾶσαν δικαιοσύνην ἐπιτελῶν πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως τὸ λοιπὸν καὶ εὐκόλως.

13-1-3 Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ ἐν ἡμῖν χαρίσηται, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην πᾶσαν τοῦ πνεύματος καθαρῶς καὶ τελείως 13-1-4 ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός.

ὁ γὰρ πένης

καὶ πτωχὸς καὶ γυμνὸς ὢν ἐν κόσμῳ καὶ λιμώσσων, μηδὲν ἔχων, οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης·

τῷ δὲ ἔχοντι θησαυρόν, ὡς προείρηται, εὔκολά ἐστι πάντα καὶ εὐχερῶς καὶ ἀνωδύνως κτᾶται, οἷα βούλεται κτήσασθαι κτήματα.

οὕτω καὶ ἡ ψυχὴ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος ἁγίου καὶ ὑπὸ τὴν πτωχείαν τὴν δεινὴν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ ἁγίου πνεύματος.

13-1-5 Ὅμως βιάζεσθαι χρὴ ἑαυτὸν ἕκαστον εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν θησαυρὸν τοῦ πνεύματος τὸν οὐράνιον, εὐχερῶς καὶ εὐκόλως καὶ ἀκοπιάστως, καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς δυνηθῇ ποῆσαι, ἃς πρὶν μετὰ βίας κατορθῶσαι οὐκ ἠδύνατο.

πένης γὰρ καὶ πτωχὸς ὑπάρχων ἀπὸ κοινωνίας πνεύματος ἁγίου, πῶς ἐδύνατο τοιαῦτα πνευματικὰ κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου 13-1-6 πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς καὶ πᾶσαν δικαιοσύνην καὶ τὰς ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, αὐτὸ τὸ πνεῦμα ἐν ἑαυτῇ καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.

13-1-7 Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα.

ὥσπερ ἐὰν ᾖ τις πλούσιος καὶ ποιῇ δεῖπνα πολυτελῆ ἐκ τοῦ πλούτου αὐτοῦ καὶ τοῦ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τι αὐτῷ ἐνδεήσῃ, ἔχων πλοῦτον μέγαν καὶ οὕτως εὐφραίνει πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ' αὐτοῦ, διάφορα καὶ πολυτελῆ καὶ καινότερά τινα ἐδέσματα παρέχων αὐτοῖς.

ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον παρασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ οὕτω μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅσα ἐχρήσατο σκεύη ἀργύρου ἢ ἱμάτια ἢ ἕτερα εἴδη·

καὶ οὕτω πάντων ἑκάστῳ ἀποδοθέντων αὐτὸς πένης καὶ 13-1-8 γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.

οὕτω καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν οὐράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγῳ πνευματικῷ καὶ εὐφρᾶναι ψυχὰς θέλωσιν, ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μή τι ἐλλείψῃ αὐτοῖς, ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς 13-1-9 ἑστιωμένους.

ὁ δὲ πένης μηδὲν κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μηδὲν ἔχων πλοῦτον πνευματικὸν ἔνδον ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ βούλεται καὶ αὐτὸς ὡς δεῖ λαλεῖν λόγον ἀληθείας καὶ εὐφραίνειν τινὰς τῷ τῆς ἀκοῆς λόγῳ καὶ τοῖς νοήμασι τῶν γραφῶν ἐν ἔργῳ καὶ δυνάμει καὶ ἀληθείᾳ ἐν ἑαυτῷ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ χρώμενος ἐξ ἑκάστης γραφῆς λόγοις ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, δοκεῖ μὲν εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων, μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος εἰς τὰ ἴδια, ὅθεν ἤρθη ἀπέρχεται, μὴ ἔχων ἔνδον ἴδιον θησαυρὸν ἁγίου πνεύματος, ἀφ' οὗ τις προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους·

αὐτὸς οὖν πρῶτος μὴ εὐφραινόμενός ἐστι καὶ μὴ ἀγαλλιῶν τῷ πνεύματι.

13-1-10 ∆ιὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δώῃ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος ἁγίου, ἵνα οὕτω καὶ ἡμεῖς πρότερον ὠφέλειαν

καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον ἐν αὐτῷ εὑρόντες, τότε καὶ ἄλλους δυνηθῶμεν ὡς ἐφικτόν ἐστιν ὠφελεῖν, ἀπὸ τοῦ ἔνδοθεν θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων οὐρανίων 13-1-11 καὶ πνευματικῶν ποιούμενοι διήγησιν.

οὕτω γὰρ ἠθέλησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πνεύματος τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ καὶ ἀγαπῶντι αὐτόν.

«ὁ γὰρ ἀγαπῶν με, φησίν, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν·

«ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

οὕτως ἡ ἄπειρος χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ ηὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ ἁγίου πνεύματος ἐπηγγείλατο.

∆όξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας τριάδος.

13-2-1 Οἱ γὰρ καταξιωθέντες τέκνα θεοῦ γενέσθαι καὶ ἐκ πνεύματος ἁγίου ἄνωθεν γεννηθέντες καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτοὺς ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύματος εἰσὶν ὁδηγούμενοι καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος κυβερνώμενοι.

πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύν13-2-2 τες.

ἔστιν ὅτε γίνονται ὥσπερ ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ·

ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τοῦ νυμφίου αὐτῆς ἀναπαύσει θεϊκῇ.

ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος, ὡς μηδὲ νομίζειν ἔχειν αὐτοὺς σῶμα.

ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ πότου εὐφραινόμενοι καὶ μεθύοντες τῷ πνεύματι μέθην θείαν καὶ πνευματικὴν μυστηρίων πνευματικῶν·

ἄλλοτε εἰσὶν ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων δεόμενοι καὶ ὅλου τοῦ Ἀδὰμ τὸ πένθος καὶ τὸν κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος ἐκκαιόμενοι εἰς τὴν ἀνθρωπότητα.

ἄλλοτε ἐν τοσαύτῃ ἀγάπῃ καὶ ἀγαλλιάσει ὑπὸ τοῦ πνεύματος ἐκπυροῦνται, ὡς εἰ δυνατὸν πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ.

ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτωθεν παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ πνεύματος, 13-2-3 ὡς ἑαυτοὺς ἐσχατωτέρους πάντων καὶ ἐλάττονας νομίζειν.

ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται, ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, ὃς καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς δυνατῶς καὶ ἰσχυρῶς ἀγωνίσηται νικήσας, οὕτως ὁ πνευματικὸς λαμβάνει ὅπλα τοῦ πνεύματος ἐπουράνια καὶ ἐπὶ τοὺς ἀοράτους ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ καὶ ἀναπαύσει καὶ εὐθηνίᾳ τινι ἀρρήτῳ εἰς μόνην πνευματικὴν ἡδονὴν ἐν πολλῇ ἡσυχίᾳ καὶ ἠρεμίᾳ ἡ ψυχὴ ἀναπαύεται.

ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτῳ ὑπὸ τῆς χάριτος σοφίζεται, ὅπερ οὔτε διὰ γλώσσης στόματος λαληθῆναι δυνατόν.

ἄλλοτε εἰς πάντων ἀνθρώπων γίνεται σωτηρίαν.

οὕτω ποικίλως ἡ χάρις ἐν αὐτοῖς ἀναστρέφεται καὶ ὁδηγεῖ τὴν ψυχὴν πολυτρόπως καὶ ποικίλως ἀναπαύσασα κατὰ τὸ αὐτῆς θέλημα, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ.

13-2-4 Ταῦτα δὲ τὰ προειρημένα τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων ἐστὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων·

αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικιλίαι ἀναπαύσεις διαφόρως μέν, ἀλλ' οὔ γε ἀδιαλείπτως εἰς αὐτοὺς ἐνεργεῖται ἐνέργεια ἐνέργειαν πνεύματος διαδεχομένη.

ὅτε γὰρ εἰς τελειότητα τοῦ πνεύματος καταντήσῃ ἡ ψυχὴ τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τελείως τῷ πνεύματι τῷ παρακλήτῳ διὰ τῆς ἀρρήτου

κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, τότε καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθήσεται πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλον φῶς, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται.

καὶ καταπίνονται εἰς τὰς ἀρετὰς τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ περιέχονται πνεύματι ἀνακεκραμένοι καὶ τῇ χάριτι τοῦ Χριστοῦ ἡνωμένοι ἀφομοιοῦνται τῷ Χριστῷ, τὰς ἀρετὰς τοῦ πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες καὶ πᾶσι τοιούτους καρποὺς ἐπιδεικνύντες, ἔσωθεν ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροὶ διὰ τοῦ πνεύματος καταρτισθέντες.

πῶς οὖν δυνατὸν ἔξωθεν καρποὺς κακίας προσελθεῖν; ἀλλὰ πάντοτε καὶ διαπαντὸς οἱ καρποὶ τοῦ πνεύματος ἐν αὐτοῖς διαλάμπουσι.

13-2-5 Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δώῃ ἡμῖν τὴν ἐπουράνιον χάριν αὐτοῦ τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ διὰ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι.

φησὶν ὁ ἀπόστολος·

«ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ», καὶ πάλιν·

«μέχρι καταντήσομεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ».

ἐπηγγείλατο γὰρ ὁ κύριος πᾶσι τοῖς πιστεύουσι καὶ αἰτουμένοις καὶ δεομένοις ἐν ἀληθείᾳ δωρήσασθαι 13-2-6 τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ ἁγίου πνεύματος.

καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀναθέντες καὶ ψυχῇ καὶ σώματι ἀφιερώσαντες καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσκολληθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ οὕτως ἄξιοι τοῦ κυρίου εὑρεθέντες τῆς αἰωνίου βασιλείας κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

Ἀμήν.

14.

τ-1 ΛΟΓΟΣ Ι∆ʹ.

14-1-1 Ὥσπερ ἀπὸ πυρὸς ἀνάπτονται λύχνοι πολλοὶ καὶ εἰσὶν αἱ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ὅλοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτω καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως τοῦ πυρὸς τοῦ θείου τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάπτονται καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἕν τι ὄντες αὐτὸς καὶ αὐτοί·

λέγει γάρ·

«διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».

Χριστὸς γὰρ ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ, ᾧ αὐτὸς ἐχρίσθη καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς ὡς εἰπεῖν οὐσίας καὶ ἑνὸς σώματος.

λέγει γὰρ πάλιν οὕτως·

«ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες».

ἐοίκασι γὰρ οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν ἑαυταῖς (τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης), ἐὰν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσι.

καὶ γὰρ περὶ Ἰωάννου λέγει ὁ κύριος·

«ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος», διὰ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐπιμένον ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν.

Ὥσπερ ἐὰν ᾖ βαλάντιον σάκκινον μὲν καὶ εὐτελές, πεπληρωμένον δὲ μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ εἰς τὸν ἔξω ἄνθρωπον ταπεινοὶ ὀφείλουσιν εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχοντες τὸν πολύτιμον μαργαρίτην, ἵνα μὴ τῷ κόσμῳ φανῶσιν ὄντες τί, καίτοι ὄντες μεγάλοι παρὰ τῷ θεῷ.

ἢ ὥσπερ ἵνα ᾖ ὀστράκινον σκεῦος πεπληρωμέμον χρυσίου ἢ μεστὸν ἀπὸ βαλσάμου, οὕτω καὶ οἱ Χριστιανοὶ εἰς τὸν ἔξω ἄνθρωπον ὀφείλουσιν εἶναι

εὐκαταφρόνητοι, ἔνδοθεν ἔχοντες τὸν πολύτιμον μαργαρίτην.

ἐπειδή εἰσιν ἄλλοι τάφοις κεκονιαμένοις ἐοικότες, οἵτινες ἔξωθεν μέν εἰσιν ἐζωγραφημένοι καὶ περικαλλεῖς, «ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν» καὶ δυσωδίας πολλῆς καὶ ἀκαθάρτων πνευμάτων.

Καθὼς ὁ ἀπόστολος λέγει ὅτι ὁ κληρονόμος ἕως ὅτε νήπιός ἐστιν, «ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους» τῶν πονηρῶν πνευμάτων, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν νόμον οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα.

Ὁ Χριστιανὸς οὖν ὀφείλει πάντοτε τὴν μνήμην τοῦ κυρίου ἔχειν.

γέγραπται γάρ·

«ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου», ἵνα μὴ μόνον ὅτε εἰσέρχεται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων, ἵνα ἔχῃ πάντοτε τὴν μνήμην τοῦ κυρίου καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν.

λέγει γάρ·

«ὅπου ὁ νοῦς σου ἐκεῖ καὶ ὁ θησαυρός».

εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνο αὐτοῦ ἐστιν ὁ θεός.

ἐὰν ἐπιθυμῇ ἡ καρδία αὐτοῦ πάντοτε τοῦ θεοῦ, ἐκεῖνος αὐτοῦ ἐστι κύριος τῆς καρδίας.

εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, ἀκμὴν δέδεται ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων.

ὅπου ἡ καρδία αὐτοῦ δεθῇ καὶ ὁ νοῦς αὐτοῦ αἰχμαλωτισθῇ, ἐκεῖνο αὐτοῦ ἐστι θεὸς καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξέλθων τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσέλθων καὶ ἐμπεσὼν πάλιν εἰς τὸν κόσμον.

Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ ἀντιστῆναι οὐ δύναται τῇ δυνάμει τοῦ πυρός, ἀλλ' εὐθέως καίεται, οὕτω καὶ οἱ πύρινοι δαίμονες θέλοντες πολεμεῖν τῷ ἀνθρώπῳ καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως καὶ τοῦ ταύτης πυρός.

μόνον ἵνα ᾖ ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος τῷ κυρίῳ καὶ ἔχων τὴν ἐλπίδα καὶ πεποίθησιν εἰς Χριστὸν Ἰησοῦν.

καὶ ἐὰν ὦσιν ἰσχυροὶ οἱ δαίμονες ὥσπερ ὄρη σιδηρᾶ, ὑπὸ τῆς εὐχῆς καίονται καθάπερ κηρὸς ἀπὸ προσώπου πυρός.

γέγραπται γὰρ «ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ».

μέγας δὲ ἐν τῷ μεταξὺ ἀγὼν καὶ πόλεμος ἀνὰ μέσον τῆς ψυχῆς κεῖται.

ποταμοί εἰσιν δρακόντων καὶ στόματα λεόντων πυρίνων εἰσὶ φλέγοντες ἀεὶ καὶ ἐμπυρίζοντες τὴν ψυχήν.

Ὥσπερ ὁ τέλειος κακοποιὸς μεθύει εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ ὁ φονεύων ἄκρος ἐστὶν εἰς τὸ κακόν, οὕτω καὶ ὁ Χριστιανὸς ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου ἄπειρος τοῦ κακοῦ γίνεται.

οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι ὄντες τῇ ἁμαρτίᾳ, οὗτοι ἔτι ὑπὸ φόβον εἰσὶ πολὺν καὶ διὰ φοβερῶν τόπων διοδεύουσιν.

Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, ἐπὰν εὕρωσιν αἴσιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ἔτι ὑπὸ φόβον εἰσίν, μήπως ἐναντίου ἀνέμου κινηθέντος κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσι χάριν καὶ αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντος αὐτοῖς, ὑπὸ φόβον εἰσίν, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως ἐπελθὼν ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν.

σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωσιν εἰς τὸν λιμένα τῆς ἀναπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον τρυφήν, εἰς τὴν πόλιν τὴν ἁγίαν, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων.

ἐὰν δὲ μή τις διέλθῃ τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ ἐναντία δύναμις ἐργάσηται.

Ὥσπερ γὰρ ἵνα ᾖ γυνὴ συλλαβοῦσα σπόρον λοιπόν ἐστι τὸ ἔμβρυον τρυφερὸν ἐν τῇ μήτρᾳ καὶ ὡς εἰπεῖν ἐν ὑλώδει καὶ σκοτεινῷ τόπῳ ἐστὶ τὸ παιδίον.

ἐὰν μὲν οὖν αὐτὸ συμβῇ ἐξελθεῖν ἐν τῷ δέοντι καιρῷ, βλέπει κτίσιν, ἣν οὐδέποτε εἶδεν οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθέως οἱ φίλοι καὶ οἱ συγγενεῖς ἱλαροῖς προσώποις ὑποδέχονται αὐτὸ εἰς τὰς ἀγκάλας αὐτῶν.

ἐὰν δὲ συμβῇ ὑπὸ ἀταξίας πολλῆς ἐνδιασπασθῆναι τὸ παιδίον, λοιπὸν ἀνάγκη τοὺς εἰς τοῦτο ἀποτεταγμένους ἰατροὺς

ξίφει χρήσασθαι καὶ ἐμβρυοτομῆσαι τὸ παιδίον, καὶ λοιπὸν εὑρίσκεται ἀπὸ θανάτου εἰς θάνατον καὶ ἀπὸ σκότους εἰς σκότος χωροῦν, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν.

ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις εἰσίν.

ἐὰν οὖν οὗτοι ἀσφαλίσωνται τὸ σπέρμα, ὅπερ ἔλαβον, ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ ὁ χορὸς ὁ ἄνω ἱλαροῖς προσώποις ὑποδέχονται αὐτοὺς εἰς τὰς ἀγκάλας αὐτῶν.

ἐὰν δὲ ὑποδεξάμενός τις τὰ ὅπλα τοῦ κυρίου εἰς τὸ πολεμῆσαι μὴ ἀνδρίσηται γενναίως, ἀλλὰ χαυνωθῇ καὶ ἐκλυθῇ, εὐθέως παραδίδοται τοῖς ἐχθροῖς καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ὁ τοιοῦτος εὑρίσκεται ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος καὶ ἀπώλειαν χωρῶν.

Ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, καὶ ἔχει μικρὸν τεῖχος ἀντὶ θριγγίου τὸ φυλάσσον αὐτόν.

συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι.

λοιπὸν ἐὰν μικρὸν τὸ ὕδωρ προσκλύσῃ τὸ τεῖχος καὶ ὑποφθείρῃ τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν τριγχὸν καὶ διαρρήσσει καὶ ἐκριζοῖ τὰ φυτὰ καὶ πᾶσαν τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου.

ἔχει τοὺς λογισμοὺς τοὺς καλοὺς καὶ τοὺς κακούς, καὶ πλησιάζουσι πάντοτε οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος.

λοιπὸν οὖν ἐὰν ᾖ μικρὸν ὁ νοῦς κοῦφος καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, οὐ καλῶς, τοῖς κακοῖς, οἱ πλησιάζουσι πάντοτε, διὰ τῆς πλάνης εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν.

Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρὰ ὅλα τὰ μέλη καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶν σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανὸν ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα·

ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, εἰς τὴν μικρὰν κόρην τοῦ ὀφθαλμοῦ ἐνμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶν καὶ ὁ νοῦς εἰς τὴν καρδίαν.

καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστιν, καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ οἱ δράκοντες, ἐκεῖ φωλεύει τὰ πνεύματα τῆς πλάνης, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, ἐκεῖ αἱ τραχύτητες, ἐκεῖ αἱ φάραγγες, ἐκεῖ αἱ ἀνώμαλοι ὁδοί, ὁμοίως πάλιν ὅταν φωτισθῇ, ἐκεῖ ὁ θεός, ἐκεῖ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωή, ἐκεῖ τὸ φῶς, ἐκεῖ αἱ πόλεις αἱ οὐράνιαι, ἐκεῖ οἱ ἀπόστολοι, ἐκεῖ οἱ θησαυροὶ τῆς βασιλείας, ἐκεῖ τὰ πάντα ἐστίν.

Ὥσπερ ἐστὶν ὁμίχλη ἐπικειμένη εἰς ὅλην τὴν οἰκουμένην τῷ ἀέρι καὶ τοῖς ὄρεσι, καὶ ἄνθρωπος ἄνθρωπον οὐ βλέπει, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦτο τοῦ πονηροῦ ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ ψυχῇ ἀνθρώπου ἐκ τῆς παραβάσεως.

ὁ ἐπισκιαζόμενος ὑπὸ τοῦ τοιούτου σκότους ὡς ἐν νυκτί ἐστι, καὶ ἐν φοβεροῖς τόποις ἔχει τὴν διαγωγήν.

Ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον τυγχάνον, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία ὡς καπνοῦ πλῆθος μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέλκουσα εἰς τοὺς λογισμοὺς ἄπειρον πλῆθος δαιμόνων.

Ὥσπερ οὖν ὅτε ἐν τοῖς φαινομένοις εἴη πόλεμος συγκροτούμενος·

οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ οἱ μεγιστᾶνες εἰς πόλεμον, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσιν, καὶ λοιπὸν προβάλλονται οἱ τίρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται, καὶ συμβαίνει, ὅτι νίκην κατεργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων καὶ λοιπὸν τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσι παρὰ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα καὶ ἐκεῖνοι οἱ μεγάλοι οἱ ἐναπομείναντες εἰς τὰ οἰκεῖα αὐτῶν ὀπίσω πάντων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν.

οἱ ἰδιῶται ἐξ ἀρχῆς ἀκούσαντες τὸν λόγον, φιλαλήθει λογισμῷ οὗτοι τὸ ἔργον ποιοῦσιν καὶ ἐμπίπτουσιν εἰς ἀγῶνα χάριτος καὶ πόλεμον ποιοῦσιν καὶ διδόασιν καὶ λαμβάνουσιν κατὰ ἀλλήλων

βέλη καὶ γίνεται αὐτῶν ἡ νίκη αἰώνιος.

οἱ δὲ σοφοὶ καὶ δὴ λεπτῶς ζητοῦντες τὸν λόγον, φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσιν, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων.

Καθάπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ περιφέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας εἰς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς.

Ὥσπερ οἱ τελῶναι ὑποκαθέζονται εἰς τὰς ὁδοὺς καὶ κατέχουσι τοὺς παριόντας καὶ διασείουσιν, οὕτω καὶ οἱ δαίμονες ἐπιτηροῦσι τὰς ψυχὰς καὶ κατέχουσι, καὶ ἐν τῷ ἐξέρχεσθαι ἐκ τοῦ σώματος ἐὰν μὴ ἐντεῦθεν καθαρῶς καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ὑπαντῆσαι τῷ δεσπότῃ αὐτῶν·

καταφέρονται γὰρ ὑπὸ τῶν πονηρῶν πνευμάτων, τῶν ἀερίων δαιμόνων.

Ὥσπερ τὸ ἅρμα ἐὰν μὴ ἔχῃ ἡνίοχον τὸν ἄγοντα καὶ ἀπάγοντα εὐδρομοῦντα τὰ ζῷα ἔνθα οἶδεν αὐτός, ἐκτρέπεται τῆς εὐθείας ὁδοῦ καὶ συντρίβεται, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ τὸν ἡνίοχον τοῦ πνεύματος, ἵνα ἡνιοχήσῃ αὐτὴν ὡς οἶδεν αὐτὸ τὸ πνεῦμα, ἐκτρέπεται καὶ ἐμπίπτει εἰς φάραγγας καὶ παγίδας τοῦ διαβόλου.

Ὥσπερ γεωργὸς φυτεύων κλήματα πολλὰ μετὰ τὸ διελθεῖν τὸν δεινὸν χειμῶνα καὶ τοὺς ἀνέμους τοὺς φοβερούς, καὶ τότε φανερὸν γίνεται ποῖον ἐρριζώθη, οὕτω καὶ ὁ ἄνθρωπος φυτεύεται ἐν τῷ θεῷ·

λαμβάνων χάριν πνεύματος καὶ διέρχεται πάντας τοὺς χειμῶνας τῶν πειρασμῶν καὶ δοκιμάζεται ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας μεθ' ὧν συνοικεῖ, καὶ τότε φαίνεται εἰ ἐρρίζωται ἐν τῷ θεῷ, εἰ ἐν τῇ ἀγάπῃ αὐτοῦ ἕστηκεν, εἰ τὴν χάριν ἣν ἔλαβε βεβαίως ἐφύλαξε καὶ εἰ ἐν αὐτῇ ηὐξήθη καὶ ἐν αὐτῇ ἐτελειώθη, εἰ τὸ τάλαντον διπλοῦν ἐπραγματεύσατο.

καὶ ὥσπερ ὁ γεωργὸς πάντα τὰ κλήματα βούλεται εἰς καρποφορίαν καὶ τελείωσιν ἐλθεῖν, οὕτω καὶ ὁ θεὸς βούλεται πάντας τοὺς λαμβάνοντας τὴν χάριν τοῦ πνεύματος αὐτοῦ δοκιμασθῆναι καὶ τελειωθῆναι.

Ὥσπερ ὁ χρυσὸς τῇ γῇ μέμικται, εἶτα διϋλιζόμενος ὑπὸ τοῦ ὕδατος φανερὸς γίνεται ἀπὸ τῆς γῆς, πάλιν δὲ εἰς χωνευτήριον βάλλεται, ἕως οὗ καθαρισθῇ τελείως, καὶ τότε λαμβάνει εἰκόνα βασιλέως καὶ εἰς ἐμπορίαν ἀπέρχεται καὶ εἰς θησαυροὺς βασιλικοὺς ἀποτίθεται·

πρὸ δὲ τοῦ διϋλισθῆναι κατεπατεῖτο ὑπὸ τῶν θηρίων, οὕτω καὶ ἡ ψυχὴ ἐν γῇ οὖσα μετὰ τῆς ἁμαρτίας μεμιγμένη ὑπὸ τῶν θηρίων τῶν πονηρῶν πνευμάτων κατεπατεῖτο, εἶτα ὑπὸ τοῦ πνεύματος, τοῦ οὐρανίου ὕδατος, διϋλίζεται καὶ πρῶτον φανεροῦται λαμβάνουσα χάριν καὶ γινώσκει ἑαυτὴν χωριζομένην τῆς κακίας·

εἶτα εἰς τὸ χωνευτήριον τῆς δοκιμασίας βάλλεται, ἵνα τελείως καθαρισθῇ ἀπὸ παντὸς ῥύπου, καὶ οὕτως εἰκόνα βασιλέως οὐρανίου λαμβάνει καὶ μορφοῦται Χριστὸς ἐν αὐτῇ καὶ τότε καθαρὰ γενομένη εὔχρηστός ἐστι τῷ δεσπότῃ καὶ εἰς τοὺς βασιλικοὺς θησαυροὺς ἀποτίθεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ὁ θώραξ ᾧ κέχρηνται οἱ πολεμισταί, ὁ λεγόμενος κλίβανος, κατὰ τὴν εἰκόνα τοῦ ἀνθρώπου ἐστίν, καὶ ἐὰν μὴ ἔχῃ τὸ κινοῦν αὐτὸν σῶμα καὶ φέρον ἀργὸν καθίσταται, οὕτω καὶ ἡ ψυχὴ εἰκὼν οὖσα τοῦ θεοῦ, ἐὰν μὴ ἐνδύσηται τὸ πνεῦμα καὶ κινήσῃ αὐτὴν καὶ πολεμήσῃ τοῖς ἐχθροῖς καθὼς τὸ πνεῦμα οἶδεν, ὁ ἄνθρωπος οὐδέν ἐστιν ὡς ἀσθενὴς καὶ ἀκίνητος, μὴ εἰδὼς μήτε τοὺς ἐχθροὺς μήτε πῶς πολεμήσῃ.

Καὶ γὰρ ὁ πολεμιστής, ἐὰν μὴ ἔχῃ τὸν ἵππον ὀξὺν καὶ τὰ ὅπλα πολεμικά, οὔτε πολεμῆσαι δύναται οὔτε φυγεῖν, ἐὰν χρεία γένηται, ἀλλὰ γυμνὸς ὢν ἀπόλλυται καὶ σφάζεται, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ τὸ ἅγιον ὥσπερ ὅπλον, δι' οὗ θωρακισθῇ, γυμνὴ οὖσα ἀπὸ Χριστοῦ σφάζεται καὶ ἀπόλλυται.

Ὁ σπόρος διὰ τὴν χώραν ἐπαινεῖται καὶ ἡ χώρα διὰ τὸν καλὸν σπόρον, οὕτω καὶ οἱ ἄνθρωποι οἱ ἅγιοι διὰ τὸν ἐν αὐτοῖς θεὸν πνευματικοὶ καὶ ἅγιοι λέγονται καὶ θαυμάζονται, καὶ ὁ θεὸς διὰ τοὺς ἔχοντας αὐτὸν καὶ καρποφοροῦντας δοξάζεται.

Ὥσπερ

δὲ ἀετὸς ἢ ἄλλο τι ὑψιπετὲς ἀπὸ τῆς γῆς μετὰ πολλῆς βίας ἵπταται, ἐπὰν δὲ εἰς ὕψος γένηται ἐν πολλῇ γαλήνῃ καὶ ἀναπαύσει καὶ ἀμεριμνίᾳ ἐστίν, οὕτω καὶ ἡ ψυχὴ λαβοῦσα τὰ πτερὰ τοῦ πνεύματος πρῶτον πολεμεῖ τοῖς ἐχθροῖς αὐτῆς καὶ βιάζεται βοηθουμένη ὑπὸ τῶν ἄνω πτερύγων.

ὅταν δὲ εἰς ὕψος ἢ μέγεθος καὶ πλοῦτον τῆς χάριτος γένηται, ἀμερίμνως καὶ ἀφόβως ἐν τῷ ἀέρι τῆς θεότητος ἀναπαύεται.

ἐπὰν δὲ πάλιν εἰς γῆν καταπέσῃ τὸ ὄρνεον, πιέζεται ὑπὸ πάντων εἴτε θηρίων εἴτε ἀνθρώπων·

φύσις γὰρ πτερῶν ἐπὶ γῆς ἀεργὴς τυγχάνει, οὕτω καὶ ἡ ψυχὴ ἡ τῷ πνεύματι τῷ ἁγίῳ ἐρρωμένη, ἐὰν εἰς τὸν ἄνω ἀέρα τοῦ πνεύματος διακινῇ, ἄφοβος καὶ ἀμέριμνός ἐστιν·

ἐὰν δὲ εἰς τὰ γήϊνα καὶ εἰς περισπασμοὺς καὶ δεσμοὺς ἀσχοληθῇ, εὐχερῶς κατέχεται ὑπὸ τοῦ πνεύματος τοῦ σκότους καὶ ὑπὸ τῶν θηρίων, τῶν ἐναντίων δυνάμεων.

ἡ γὰρ φύσις τοῦ πνεύματος τοῦ ἁγίου οὐχ ἥδεται μεταδιώκειν γήϊνα καὶ ὑλικὰ πράγματα.

Ὥσπερ βασιλεύς τις γράφει ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, γράψας ὅτι "1ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς.

"2 καὶ ἐὰν μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου αἴτιοί εἰσι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμὰς βασιλικὰς καταξιωθῆναι λαβεῖν, οὕτω καὶ τὰς γραφὰς τὰς θείας ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλῶν δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν ἐπουράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος·

αὐτὸς γὰρ εἶπεν·

«ἵνα γένησθε κοινωνοὶ θείας φύσεως».

καὶ ἐὰν μὴ προσέλθῃ καὶ αἰτήσῃ καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς θείας γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε ζητῆσαι καὶ λαβεῖν δωρεὰν ζωῆς αἰωνίου, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν.

Καλὸν τὸ φοβεῖσθαι ἀεὶ τὸν κύριον καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς.

εἰδὼς ὅτι καλῶς ποιεῖ τί, ὃ οὐκ ἔστιν ὡς νομίζει.

«ἔστι» γὰρ «ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνδρί, τὰ μέντοι τελευταῖα ἔρχεται εἰς πυθμένα ᾅδου» κατὰ τὴν γραφήν.

μᾶλλον οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής, καὶ ἕως οὗ εὕρῃ τὸν Χριστὸν ἐν ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ.

ὡς ὅταν τις εὑρεθῇ ἐν κινδύνῳ πλοίου καὶ λάβῃ τὶ τῶν σκευῶν τοῦ πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτως ὁ Χριστιανὸς διὰ τὸν θεὸν ἀεὶ ὀφείλει φοβεῖσθαι καὶ μὴ καταφρονεῖν.

ὁ θέλων σωθῆναι ἀγωνίσηται τοίνυν τί θέλει ὁ θεός.

τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαπᾶν τὸν θεὸν καὶ βιάζεσθαι ἀγαπᾶν καὶ τὸν πλησίον.

ἤτω οὖν ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, καὶ προσεχέτω ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάσθω τοῖς κακοῖς διαλογισμοῖς.

καὶ ὅταν ἐκεῖ τις προσέχῃ, ἀεὶ δεῖ αὐτὸν καὶ ἐν φόβῳ εἶναι καὶ ἀγαπητικὸν καὶ ταπεινόν·

καὶ μέριμναν δὲ ἔχει ὁ τοιοῦτος, πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἀντιπολεμεῖ τῷ παλαιῷ ἀνθρώπῳ.

ὁ δὲ ἀμεριμνῶν ἀπολλυμένην ἔχει τὴν καρδίαν, καὶ οὗτος ἐν τῇ παλαιότητι ἕστηκεν, οὔπω ἤρξατο ἀγωνίζεσθαι καὶ πολεμεῖν οὐκ οἶδε.

καλὸν οὖν τὸ ἀεὶ ἐν φόβῳ εἶναι καὶ ζητεῖν σύνεσιν καὶ βοήθειαν παρὰ κυρίου, ἵνα δυνηθῇ τις σωθῆναι διὰ τὸν κύριον.

Ἔστι «πηγὴ ἐξ οἴκου κυρίου» κατὰ τὸν προφήτην καὶ ἐπάνω αὐτῆς δένδρα καὶ τὰ φύλλα αὐτῶν οὐ μαραίνονται καὶ ἡ εὐωδία οὐκ ἐκλιμπάνει.

μυστήριόν τι ἔγκειται εἰς τὸ κεφάλαιον τοῦτο.

ἡ πηγὴ ἡ ζῶσα ἐξ οἴκου κυρίου ὁ κύριός ἐστιν, ἐν τῇ καρδίᾳ σου γινόμενος πηγὴ ζῶσα.

τῇ γὰρ Σαμαρείτιδι ἔλεγεν·

«ὃς πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω», «γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».

ὁρᾷς ὅτι ἔστι πηγὴ ζῶσα ἡ ζωοποιοῦσα τὴν καρδίαν; τὰ δένδρα τὰ ἐφεστῶτα ἐπ' αὐτῆς οἱ δίκαιοί εἰσιν, οἱ

πεφυτευμένοι καὶ ἀρδευόμενοι ἐξ αὐτῆς καρποφοροῦσι καὶ ἐκφέρουσιν εὐωδίαν.

καὶ πάλιν λέγει·

«ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν».

οἱ δίκαιοι οὖν ἀκούουσι ποταμοί.

Ὥσπερ γὰρ οἱ φαινόμενοι ποταμοί, ὁ Εὐφράτης ἢ ἄλλοι, εἰς μὲν τοὺς ὁμαλεστέρους τόπους, ὅπου ῥέουσιν ἢ τρέχουσι, δύνανται ὠφελεῖν, ἀνέρχεσθαι δὲ εἰς τὰ ὄρη τὰ ὑψηλά, ὅπου εἰσὶν ὕλαι καὶ ζῷα καὶ θηρία, κἀκεῖ ποτίζειν οὐ δύνανται, οὔτε εἰς τοὺς βουνοὺς οὔτε εἰς τοὺς ὑψηλοτέρους τόπους.

οὕτως ἦσαν καὶ οἱ προφῆται·

ποταμοὶ ἦσαν, ἐπειδὴ ἐπέρρεεν αὐτοῖς ἐν τῇ καρδίᾳ ἄνωθεν ποταμηδὸν τὸ πνεῦμα τὸ ἅγιον.

ἀλλ' αὐτοὶ ἤρδευον μόνον τὸ ἴδιον ἔθνος τοῦ Ἰσραήλ.

οἱ δὲ ἀπόστολοι νεφέλαι ἦσαν μεμεστωμέναι ὑετοῦ·

ἔφερον ἄνωθεν τὸν ὑετὸν καὶ ἐπότιζον ὅλην τὴν γῆν καὶ τὰς πεδιάδας τὰς ἐν τῇ γῇ καὶ τὰ ἐξηραμμένα ἀνέθαλον, καὶ αἱ πηγαὶ ἀνενεοῦντο.

Ὥσπερ ἐὰν ᾖ μικρὸς ποταμός, πάντες παρέρχονται, ἐὰν δὲ αὐξήσῃ καὶ πλεονάσῃ, ἀπέρατός ἐστι διὰ τὸ πλῆθος τοῦ ὕδατος, οὕτω καὶ ἐν τῇ ψυχῇ, ἕως οὗ νήπιός ἐστιν ὁ ἄνθρωπος, τὰ πονηρὰ πνεύματα ἐμπεριπατοῦσι καὶ ἐμπολιτεύονται.

ἐὰν δὲ ἔλθῃ καὶ ἐπὶ τὴν ψυχὴν πλεονασμὸς χάριτος καὶ γένηται πλημμύρα, οὐκέτι δύνανται τὰ πονηρὰ πνεύματα καὶ ἀκάθαρτα ἐκεῖ παρελθεῖν·

πνίγονται γὰρ καὶ καταποντίζονται.

Ὥσπερ ὁ ὄμβρος ἐρχόμενος ἐπὶ τὴν γῆν πᾶσαν τὴν γῆν βρέχει, τὰ ὄρη, τὰς ὕλας, τοὺς βουνούς, τὰς πεδιάδας, οὕτω καὶ οἱ ἀπόστολοι μεμεστωμένοι τῷ πνεύματι εἰσῆλθον εἰς ὅλον τὸν κόσμον καὶ ἐξέχεαν ἐπὶ πᾶσαν τὴν οἰκουμένην.

Κτίσμα ἕτερον ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, οἷον τὰ σπέρματα τοῦ σίτου καὶ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα, καὶ ὁ ὑετὸς καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα, οὕτω κἀκεῖνοι τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα διεφθαρμένα καὶ νενεκρωμένα διὰ τῆς καλῆς αὐτῶν διδασκαλίας ἐζωοποίουν καὶ ἀνήγειρον.

τὸ οὖν προηγούμενον ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ.

Καὶ ὥσπερ ἐστὶ φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι λάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τῆς οἰκουμένης.

Ἔστι γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θέλωσι στῆναι ἐν τῇ γῇ καὶ περιπατεῖν, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά, καὶ ἔστι γῆ ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης·

καὶ ἕκαστον ἐν ᾧ ἐγεννήθη τόπῳ, καὶ γῇ καὶ ἀέρι, ἐκεῖ ἔχει τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν.

οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, ὅπου διάγουσι καὶ ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου περιπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων.

καὶ οὔτε ἡ σκοτεινὴ γῆ τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ψηλαφᾶται ἢ ὁρᾶται σκοτεινοῖς ὀφθαλμοῖς.

τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς ψυχῆς καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ γῆ τοῦ φωτός.

Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν ὅτι "1ἔστιν ὄρη πύρινα"2, καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων, λοιπὸν οἱ θηρῶντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει τὴν βρῶσιν, τὸ πῦρ ἔχει τὴν πόσιν, τὸ πῦρ ἔχει τὴν ἀνάπαυσιν, τὴν αὔξησιν, τὴν ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι·

καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται.

καὶ τὰ ἱμάτια αὐτῶν ὅταν ῥυπανθῶσιν, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ ἔκλευκα.

οὕτως ἄρα καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον καὶ ἅγιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει, πλύνει καὶ ἁγιάζει αὐτῶν τὰς καρδίας, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ ζωῆς.

ἐὰν δὲ ἐκεῖθεν ἐξέρχωνται,

ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων, ὥσπερ τὰ ζῷα τὰ τετράποδα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχονται ὑπὸ τῶν θηρευτῶν, οὕτω καὶ ἡ ψυχὴ ἀπόλλυται μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ καὶ ἐν τῇ πατρίδι τῇ φωτεινῇ, ὅπου εἰσὶν αἱ δυνάμεις τοῦ φωτὸς τῶν ἀγγέλων, καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, συμπνίγεται καὶ κατέχεται καὶ ἀπόλλυται ὑπὸ τῶν πονηρῶν πνευμάτων.

Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τειχῶν ὡς διαλελυμένων, ζητητέον, ἵνα ἀσφαλῶς ὀχυρωθῇ ἡ πόλις πρὸς τὸ μὴ ἐχθροὺς εἰσιέναι, οὕτω καὶ αἱ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ εἰσὶ μὲν ὥσπερ πόλεις μεγάλαι.

ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ χάριτι τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν.

οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων, οἱ φρόνιμοι ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἦσαν, ἀλλ' ἔρημοι ἐγένοντο ὑπὸ τῶν ἐχθρῶν διὰ τὸ τοῦ θεοῦ πνεῦμα μὴ εἶναι ἐν αὐτοῖς.

ὅσοι δὲ ἰδιῶται μέτοχοί εἰσι τῆς χάριτος, ὥσπερ πόλεις εἰσὶ μικραί, ὠχυρωμέναι δὲ τῇ δυνάμει τοῦ Χριστοῦ.

οἱ δὲ ἐκπίπτοντες τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἡδυνθέντες ἐναπέμειναν, οὐ δύνανται γὰρ οἱ ὁδεύοντες ἄνευ πειρασμῶν διελθεῖν.

ὥσπερ γὰρ ἐν τῷ τοκετῷ ἡ βασίλισσα καὶ ἡ ἐπαῖτις τὸν αὐτὸν πόνον ἔχουσιν·

ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, ἐὰν μὴ τὴν δέουσαν ἐργασίαν λάβοιεν, οὐ δύνανται ἀξίους καρποὺς ἐνέγκειν, οὕτω καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος πρὸς χάριν βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν·

ὁ γὰρ Χριστιανὸς ὀφείλει τοιοῦτος εἶναι.

Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνει, οὐδὲν τὸ πικρὸν ἰοβόλων θηρίων μεταβαλεῖν αὐτὸ δύναται, οὕτως αὐτοὶ πᾶσι τοῖς προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος·

«γίνεσθε χρηστοὶ ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος».

τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδον ἐστὶν ἐν τῇ ψυχῇ ἕρπον καὶ βρύον, λογικὸν καὶ κινητὸν πνεῦμα πονηρίας, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός.

οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα τοῦ σκότους.

«ἐκ τῆς καρδίας γὰρ ἐξέρχονται διαλογισμοὶ πονηροὶ», ὥστε οὖν τὸν ἀγῶνα ἑκάστοτε ἐν τοῖς λογισμοῖς ὀφείλει κτήσασθαι ὁ θέλων θεῷ χρησιμεῦσαι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ ΙΕʹ.

15-1-1 Ὁ φιλαλήθης καὶ φιλόθεος καὶ εἰς ζωὴν ἀπελθεῖν βουλόμενος καὶ διὰ τῆς πίστεως αὐτοῦ γευσάμενος ἐξ ἀληθείας τὴν ἐπουράνιον τῆς ζωῆς τοῦ πνεύματος γλυκύτητα καὶ τῆς ἀρρήτου ἡδονῆς μέτοχος ἐν ἀληθείᾳ γενηθεὶς καὶ πνευματικῆς τροφῆς πεῖραν καὶ αἴσθησιν λαβὼν καὶ ἔμφυτον καὶ κεκρυμμένην ἐν τῇ ψυχῇ τὴν χάριν ἔχων καὶ ὁλοτελῶς ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἀποδεδωκὼς τὰ τοῦ αἰῶνος τούτου πάντα μεμίσηται καὶ ἀποδεδοκί15-1-2 μασται τῷ τοιούτῳ.

ἀνώτερος γὰρ τοῦ κόσμου γέγονε καὶ πάντα τὰ φαινόμενα ἔνδοξα τοῖς ἀνθρώποις καὶ τετιμημένα, οἷον χρυσός, ἄργυρος ἢ πολυτελὴς ἐσθὴς ἢ λίθοι οἱ λεγόμενοι τίμιοι ἢ οἶκοι χρυσόροφοι ἢ δόξα καὶ ἀρχαὶ ἢ κοσμικαὶ τιμαὶ ἢ ἕτερά τινα τοιαῦτα τῷ τοιούτῳ βδελυκτὰ καὶ ἄτιμα

καὶ ὥσπερ δυσωδίας μεστὰ νενόμισται, διὰ τὸ ἀληθινὸν καὶ ἀνεκλάλητον τοῦ πνευματικοῦ φωτὸς κάλλος καὶ τὴν δόξαν καὶ τὸν πλοῦτον τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ὁ ἔσω αὐτοῦ ἄνθρωπος πεῖραν καὶ αἴσθησιν διὰ τοῦ πνεύματος δέξασθαι κατηξιώθη καὶ διὰ τὸ ἑαυτὸν τοῖς τοῦ πνεύματος θελή15-1-3 μασιν ὁλοτελῶς ἀποδοῦναι.

εἰ γὰρ ἀπαντήσει τῷ τοιούτῳ ἔνδοξον ἐν τῷ βίῳ τούτῳ, οἷον πλοῦτος ἢ τιμαὶ ἢ ἀρχαὶ ἢ δόξαι ἀνθρώπων ἢ ἔπαινοι καὶ προσκυνήσεις καὶ μακαρισμοί, οὐδὲν τούτων κατασχεῖν καὶ κρατῆσαι δύναται τοῦτον διὰ τὸ ἄλλου πλούτου ἀληθινοῦ καὶ ἄλλης τιμῆς καὶ δόξης οὐρανίου πεῖραν αὐτὸν λαβεῖν, καὶ τρυφῇ καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεσθαι τὴν ψυχὴν 15-1-4 ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ διὰ τῆς κοινωνίας τοῦ πνεύματος.

καὶ ὥσπερ ὁ λογικὸς ποιμὴν διαφέρει τῶν ἀλόγων θρεμμάτων κατὰ πάντα, ἔν τε συνέσει καὶ γνώσει καὶ διακρίσει καὶ τοῖς λοιποῖς, οὕτως ὁ τοιοῦτος τῶν λοιπῶν ἀνθρώπων διενήνοχε κατὰ πάντα, ἔν τε τῇ ἔξωθεν ἀνθρώποις φαινομένῃ ἀρετῶν ἀναστροφῇ καὶ ἐν τῇ ἔσωθεν ἐν τῷ κρυπτῷ τῶν λογισμῶν «τοῦ νοὸς 15-1-5 ἀνακαινώσει» καὶ ἁγιασμῷ καὶ διακρίσει.

ὁ τοιοῦτος γὰρ ὅλος σύνεσίς ἐστιν, ὅλος νοῦς, ὅλος γνῶσις, ὅλος σοφία ἐστίν, ἄλλου πνεύματος καὶ ἄλλου νοὸς καὶ ἄλλης συνέσεως, ξένης καὶ ἐπουρανίου, παρὰ τὸν κόσμον ἐν ἑαυτῷ αἴσθεσθαι καὶ κεκοινωκέναι αὐτόν.

«σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου 15-1-6 τῶν καταργουμένων·

ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ».

ταύτης τῆς σοφίας καὶ τούτου τοῦ πνεύματος καὶ συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται.

διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν.

15-1-7 ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους ἀνακρίνει κατὰ τὸ γεγραμμένον καὶ γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις ἐστίν.

αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γινώσκει τὸ ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος·

«πνευματικοὶ πνευματικὰ συγκρίνοντες.

ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ·

μωρία γὰρ αὐτῷ ἐστιν».

«ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται».

15-1-8 ὁ τοιοῦτος τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου ἐνδόξοις πράγμασι, πλούτῳ καὶ τρυφῇ καὶ πάσῃ ἀπολαύσει, ἀποτάσσεται καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου 15-1-9 βδελυκτὰ αὐτῷ τυγχάνει.

Καὶ ὥσπερ ὁ φλεγόμενος καὶ κατεχόμενος σφοδροτάτῳ πυρετῷ, πᾶν ὃ ἐὰν προσενέγκῃς αὐτῷ βρωτὸν ἢ ποτὸν ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλεται διὰ τὸ τῷ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ' αὐτοῦ ἐνεργεῖσθαι καὶ κεκορέσθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ πνεύματος ἔρωτι καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ θεοῦ τὴν ψυχὴν τρωθέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν, θέλων ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν ἐπουράνιον πόθον τοῦ Χριστοῦ, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ βδελυκτὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς θεὸν διαθέσει·

ἐξ ἧς ἀγάπης οὐδὲν οὔτε ἐπουρανίων οὔτε ἐπιγείων οὔτε καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος τό·

«τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»; καὶ τὰ ἑξῆς.

15-2-1 Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα σχεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἀποδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ἀσχοληθῇ καὶ δυνηθῇ διὰ πασῶν ἐντολῶν

ἑαυτὸν κατευθύνειν, ἵνα ὅλη ἡ μέριμνα καὶ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τοῦ νοῦ περὶ τὴν ζήτησιν καὶ κτῆσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς εἴη, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἐντολῶν ἀρεταῖς καὶ τῷ ἐπουρανίῳ τοῦ πνεύματος κόσμῳ καὶ τῇ τοῦ κυρίου καθαρότητι καὶ τῷ ἁγιασμῷ, ἵνα ὅταν τις πᾶσιν ἀποταξάμενος καὶ πάντα αὐτοῦ περικόψας τὰ ἐκ τῆς ὕλης καὶ γῆς ἐμπόδια σαρκικῆς ἐγάπης ἢ προσπαθείας γονέων καὶ συγγενῶν ἐκτὸς γένηται, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ ἀπομετεωρισθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχαῖς ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίᾳ σαρκικῇ ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις, ἀλλ' ὅλος περὶ τὴν κτῆσιν καὶ ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ᾖ, καθώς φησιν ὁ κύριος·

«ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν·

«ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

15-2-2 Γένοιτο, ἵνα οὕτως ἀγωνιζόμενος καὶ προσέχων ἑαυτῷ πάντοτε, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε ἐντολῆς κατὰ θεὸν γινομένης εἴη ὁ νοῦς, τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς κύριον ζητήσεως ἐκτὸς μὴ γενόμενος.

καὶ εἴθε ἵνα οὕτω δυνηθῇ διαπερᾶσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων καὶ τὴν ἑαυτοῦ ψυχὴν οὖσαν ἐν ἀπωλείᾳ παθῶν κτήσασθαι τῷ πρὸς κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ ἑαυτὸν αἰχμαλωτίζειν καὶ πρὸς αὐτὸν μόνον προσκολλᾶσθαι, καθὼς εἴρηται·

«καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ», ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως τοῦ νοὸς καταξιωθῇ γενέσθαι μετ' αὐτοῦ εἰς ἓν πνεῦμα τῆς χάριτος τοῦ Χριστοῦ καὶ δωρεᾶς ἀναπαυομένης ἐν τῷ ἀγγείῳ, εἰς ὃ ἐπεφοίτησεν, ἑαυτὴν εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης τῆς ψυχῆς, μὴ ἐνυβριζούσης τὸ πνεῦμα τοῦ Χριστοῦ ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς καὶ περισπασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ 15-2-3 τῶν πονηρῶν πνευμάτων συνδυασμοῖς καὶ κοινωνίᾳ, ἀλλ' ὅλη ἐξ ὅλου ἑαυτὴν Χριστῷ ἀναθεῖσαν καὶ αὐτῷ μόνῳ προσκολλωμένην καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀδιαλείπτως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν πνεῦμα τοῦ Χριστοῦ ἀξίως τιμήσασαδιὸ καὶ καταξιοῦται μετ' αὐτοῦ εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν γενέσθαι, ὥς φησιν ὁ ἀπόστολος·

«ὁ κολλώμενος τῷ κυρίῳ» ἔσται εἰς 15-2-4 «ἓν πνεῦμα».

ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξας ἢ τιμὴν τῶν ἀνθρώπων ἢ ἀρχῆς ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν λογισμοῖς γηΐνοις ἡ ψυχὴ συμφύρεται καὶ συγχεῖται ἢ ἔν τινι ὅλως τοῦ αἰῶνος τούτου δέδεται καὶ κρατεῖται, καὶ ἀγαπᾷ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τοῦ σκότους τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.

15-2-5 Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ τῇ προαιρέσει καὶ ὅλῳ τῷ θελήματι πρὸς κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γενέσθαι, ἐν τῷ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιεῖν αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες καὶ τῶν γηΐνων ἐπιθυμιῶν ἀλλοτριώσαντες καὶ αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσαντες τὴν αὐτοῦ 15-2-6 ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν ἐν νῷ ἔχωμεν.

εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀσχολίας ἐντολῶν τινων καὶ ὑπακοὴν διὰ θεὸν ὀλίγον ἀσχολούμεθα, ἀλλ' ὁ νοῦς τῆς πρὸς κύριον ἀγάπης καὶ ζητήσεως καὶ τοῦ πόθου μὴ χωριζέσθω, ὅπως ἐν τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης ὁδεύοντες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς «ἐπαγγελίας τοῦ πνεύματος» αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος αὐτοῦ ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ' ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι

γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.