Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ Ε-Ζ

From MacariusOfEgypt
Jump to: navigation, search


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


τ-1 ΛΟΓΟΣ Εʹ.

5-1-1 Ἐρώτησις.

Ὁ ἔξωθεν ἄνθρωπος τὰ ὀπίσθια αὐτοῦ ὁρᾶν οὐ δύναται·

εἰ οὖν φασι τὸν ἔσω ὅμοιον τῷ ἔξω, πῶς δύναται οὗτος ὁρᾶν τὰ ὀπίσθια; Ἀπόκρισις.

Ὥσπερ μαργαρίτης λαμπρὸς ἢ φεγγίτης λίθος πανταχόθεν φαίνεται, οὕτω καὶ ἡ ψυχὴ πανταχόθεν φαίνεται καὶ λάμπει.

Ὥσπερ δὲ καὶ ἔμπειρος γεωργὸς κατὰ τὴν ποιότητα καὶ ὑπόστασιν τῆς γῆς ἐπιφέρει τὰ σπέρματα καὶ τὴν μὲν πυροὺς σπείρει, τὴν δὲ κριθὴν καὶ ἄλλην ὄσπρια, καὶ ἑκάστην πρὸς τὸ μέτρον τῆς ποιότητος διοικεῖ καὶ τὴν μὲν εἰς ἀμπελῶνα ποιεῖ, τὴν δὲ εἰς ἐλαιῶνα, οὕτω καὶ ὁ κύριος εἰς τὰς γαίας τῆς καρδίας ἐπιμετρεῖ τὴν χάριν κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ τὴν ἕξιν τοῦ δεχομένου καί, καθὼς τὸ πνεῦμα βούλεται, ἐνεργεῖ ἐν τοῖς τρισὶ τούτοις τρόποις.

καὶ μύριοι ἐὰν ὦσι πνευματοφόροι, ἑτέρως καὶ ἑτέρως ἔχουσιν ἐπιφαινομένην τὴν χάριν καὶ πολυμερῶς καὶ πολυτρόπως.

5-2-2 Οἷον Ἀβραὰμ πλούσιος ὢν ἔλαβε τὴν χάριν τοῦ θεοῦ διὰ τὴν πίστιν, Ἠλίας διὰ τὴν ἀνδρείαν καὶ διὰ τὸ μονάζειν ἐν ἐρημίαις, Ἰὼβ διὰ τὴν ὑπομονήν, ∆αβὶδ διὰ τὴν ἀγαθότητα καὶ διὰ τὸ φιλάνθρωπον·

καὶ ἓν πνεῦμα πάντες ἔχοντες διαφόρως ἐνήργουν.

καὶ οἱ ἀπόστολοι κατ' αὐτὴν τὴν ὥραν λαβόντες πάντες τὸν παράκλητον πολυτρόπως μετέσχον.

παρακεχώρηται δὲ καὶ τοῖς ἁμαρτωλοῖς εἶναι ἐν ἀδείᾳ διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου ὡς οἰκονομεῖ ἡ χάρις.

5-2-3 Οἱ οὖν Χριστιανοί, ὅταν πειρασμοὶ αὐτοῖς ἐπέλθωσιν, οὐκ ὀφείλουσι θαυμάζειν, ξενίζεσθαι δὲ μᾶλλον ἐν τῇ ἀνέσει καὶ ἀμεριμνίᾳ καὶ ἀφορᾶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς γενόμενος ἡμῶν τύπος ἐμυκτηρίσθη καὶ ἔπαθε καὶ ἐσταυρώθη, καὶ πῶς τῶν ἀποστόλων οἱ μὲν ἐσταυρώθησαν, οἱ δὲ τὴν κεφαλὴν ἀπετμήθησαν, ἄλλοι «ἐν φόνῳ μαχαίρας ἀπέθανον», καὶ τῶν προφητῶν δὲ οἱ πλείους ἐν ἀτιμίαις ἐπλήρωσαν τὸν πάντα αὐτῶν

βίον.

ἀποβλέποντες οὖν καὶ ἀφορῶντες εἰς τὸν προειρημένον θεμέλιον χαίρειν ὀφείλομεν συμπάσχοντες τῷ Χριστῷ, λυπεῖσθαι δὲ ἡνίκα ἐν δόξῃ καὶ τιμῇ ἐσμέν, ὡς μὴ ἐπιβάντες μηδὲ ἁψάμενοι τῆς ὁδοῦ τοῦ κυρίου καὶ τῶν ἀποστόλων·

πάντες γὰρ διὰ θλίψεων παρῆλθον τὸν βίον.

οἱ οὖν εἰσελθόντες εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης, ὡς ἄνθρωπος ἔχων πένθος ἀπαραμύθητον ἐπὶ μονογενεῖ υἱῷ ἀποθανόντι, οὕτως ἐν πένθει εἰσὶ καὶ λύπῃ καὶ δακρύοις.

ἔστι δὲ τῷ τοιούτῳ πένθει χαρὰ καὶ τῷ τοιούτῳ πόνῳ καὶ τῇ θλίψει παράκλησις ἀναπαύουσα καὶ τὰ δάκρυα καὶ οἱ ἐκ βάθους καρδίας στεναγμοὶ τρυφᾶν ποιοῦσι τοὺς κεκτημένους·

ἀναπαύονται γὰρ καὶ ἥδονται ἐπὶ τῷ θλιβερῷ βίῳ καὶ οἱ τοιοῦτοι οἰκεῖοί εἰσι τῷ θεῷ.

οἱ δὲ ὑπερβαίνοντες τοῦτο τὸ μέτρον ἐξήλειψαν πᾶν δάκρυον ἀπὸ προσώπου τῆς ψυχῆς καὶ ἀποθέμενοι διὰ τοῦ κυρίου τὸ πένθος χαρὰν καὶ ἀγάπην ἀνέλαβον.

τοῦτο δὲ τὸ μέτρον τῶν τελείων ἐστίν.

5-2-4 Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ πᾶσαν προαίρεσιν ἐν ἀνεξικακίᾳ καὶ μακροθυμίᾳ βαστάζειν.

κἂν εὕρῃς τινὰ τῶν ἀδελφῶν σου εἰς βραχύ τι ἐκτραπέντα ἢ σφαλέντα, ἔχοντα δέ τινα εὐάρεστα, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἐλπίδος.

γέγραπται γάρ·

«παρακαλεῖτε ἀλλήλους, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον», εἰ δύναται ἐπιδέξασθαι θεραπείαν.

κρεῖττον δὲ δουλεύειν πάσῃ προαιρέσει καὶ μὴ κρίνειν.

εἰ δὲ σὺ κρίνεις τὸν πλησίον σου, ὅτι ἁμαρτωλός ἐστι, ἔχεις εἰπεῖν σὺ τῷ θεῷ ὅτι δίκαιός εἰμι; καὶ εἰ λέγεις ὅτι μιαρός ἐστι καὶ ἀκάθαρτος, καὶ σὺ τῷ θεῷ μιαρὸς εἶ καὶ ἀκάθαρτος.

καὶ ὥσπερ σὺ ποιεῖς τῷ πλησίον σου, οὕτω καὶ σοὶ ὁ θεός.

ἐὰν ἀγαπήσῃς τὸν πλησίον σου, ἔρχεται πρός σε ὁ θεὸς καὶ ἀγαπᾷ σε.

ἐὰν δὲ εἴπης·

ἰδιώτης ἐστὶ καὶ μιαρὸν νοῦν ἔχει, καὶ σὺ τῷ θεῷ ἰδιώτης εἶ καὶ βδελυκτὸς καὶ μηδὲν εἰδώς.

καὶ ἐὰν ἀποστραφῇς τὸν πλησίον σου, καὶ ὁ κύριος ἀποστρέφεταί σε καὶ οὐ παραδέχεταί σε εἰς τὴν βασιλείαν.

«ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν».

5-2-5 ∆ιὰ τοῦτο σπουδαίως ἐπιτελέσωμεν τὰ προστεταγμένα καὶ διοδεύσωμεν διὰ τῆς ἀληθινῆς ὁδοῦ, ἵνα οὕτως ἐπιτύχωμεν τῆς ἀληθείας καὶ μὴ προφασισώμεθα προφάσεις ἁμαρτίας.

μὴ γὰρ ἐπειδὴ οὐκ ἔστιν ἐν ἡμῖν ἀληθινὴ νηστεία νηστεία γάρ ἐστιν ἀποχὴ τῶν πονηρῶν διαλογισμῶν, παρὰ τοῦτο ὀφείλομεν αὐτὴν ἀπολύειν καὶ μὴ φυλάττειν; μὴ γένοιτο.

μὴ γὰρ ἐπειδὴ ἔσωθεν ἡμῶν ἐστι θηλεία ἡ καρδία κοινωνοῦσα καὶ περιλαμβάνουσα μυσαρὰς προλήψεις, παρὰ τοῦτο ὀφείλεις καὶ φανερῶς πορνεῦσαι; μὴ γὰρ ἐπειδὴ ἀποταξάμενος τῷ κόσμῳ εὑρίσκεις ἐν τῷ νῷ σου καὶ τῇ ψυχῇ ὅλον τὸν κόσμον καὶ τὴν οἰκουμένην, παρὰ τοῦτο οὐ δεῖ σε τοῖς φαινομένοις ἀποτάξασθαι; μὴ γὰρ ἐπειδὴ οὐκ εὔχῃ τὴν καθαρὰν εὐχὴν καὶ ἀληθινήν, παρὰ τοῦτο οὐδὲ πρὸς ὥραν κλῖναι γόνυ θέλεις; ἀγῶνος γὰρ χρεία, ἀδελφοί, οἱ δὲ Χριστιανοὶ εἰσὶν ὃ εἰσίν.

5-2-6 Ὡς ἄνθρωπος ἀπόδημος, πολὺν ἀπὸ τῆς ἰδίας πόλεως ἐξοικισθεὶς χρόνον καὶ βουλόμενος ἐπανελθεῖν, καὶ δι' ἀγρίων τόπων διοδεύων καὶ ἐν καταλύμασι καὶ πανδοχείοις γινομένης ῥυπαρᾶς δυσωδίας γέμουσιν, ἀποδύρεται παντοίως καὶ ἀλύει μνημονεύων τῆς ἐνεγκούσης † καὶ τῶν ἐκεῖσε τιμῶν καὶ τοῦ πλούτου καὶ τῶν συγγενῶν καὶ φίλων καὶ πάσης τῆς ἀποκειμένης αὐτῷ ἐκεῖσε τρυφῆς καὶ ὑπάρξεως, καὶ διὰ τὴν πρὸς ἐκεῖνα σχέσιν καὶ ἀγάπην ὑπερβῆναι ἤθελε πάντα καὶ ἠβούλετο μηδὲ ἡμιώριον ἀποστῆναι οἴκοθεν, οὕτως οἱ Χριστιανοὶ ὄντες ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν πανδοχείῳ συνέχονται καὶ ὡς ἐν τόποις ἐρημικοῖς καὶ λῃστρικοῖς, καὶ ὡς ἐν πατρίδι ἐχθρῶν καὶ βαρβάρων ὄντες ἀηδίζονται καὶ λυποῦνται καὶ μόλις φέρουσι τὴν ἐν τῷ αἰῶνι τούτῳ διαβίωσιν, καίτοι τῷ νῷ καὶ τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τοῦ νῦν ὄντες ἐν τῇ ἰδίᾳ πόλει τῇ ἐπουρανίῳ καὶ τῷ κόσμῳ ἐκείνῳ, πρὸς τοὺς ὁμοδόξους ἀγγέλους, πρὸς τοὺς ἀδελφοὺς τοὺς ἀποστόλους, πρὸς τὰ ἅγια πνεύματα, πρὸς τὸν γλυκὺν πατέρα Ἰησοῦν Χριστόν·

ὅπου οἱ στέφανοι καὶ ἡ δόξα καὶ ὁ πλοῦτος αὐτοῖς ηὐτρέπισται, συναναστρέφονται.

5-2-7 Μηδεὶς οὖν ἡμῶν

τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ' ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει.

διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν.

πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος·

καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν ἀνθρώπου ἀναπαύεται.

μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον.

«ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; καὶ πάλιν·

«ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

σὺ εἶ κτῆμα θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως.

μὴ καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ.

πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες.

«ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ».

χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

5-2-8 Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου.

ὥσπερ ἐάν τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ·

"1ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας"2, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς.

5-2-9 Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ' ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων.

ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα.

5-2-10 Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα.

τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ; 5-2-11 Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου.

καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν.

5-2-12 Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν.

ἀλλ' οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς.

εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου.

ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί.

οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι.

5-3-1 Ἐρώτησις.

Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών·

«εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ

πειρᾶσαι; Ἀπόκρισις.

Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν.

μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ.

5-3-2 ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν.

καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ».

καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς» καὶ ἐλάλησε·

«τί με διώκεις»; καὶ περὶ τῶν ἀποστόλων γέγραπται ὅτι εἶδον γλώσσας πυρὸς διαμεριζομένας αὐτοῖς καὶ ὁ παρεστὼς ὄχλος εἶδε καὶ ἤκουσε τὸ γεγονός.

5-3-3 ἐπεὶ οὖν ὁ νοῦς οἶκός ἐστι τοῦ θεοῦ καὶ ὁ πονηρὸς ἐκβέβληται αὐτόθεν, οἱ πνευματικοὶ διὰ τὴν ἄκραν καθαρότητα ὁρῶσιν ὡς ἔσωθεν καὶ τὴν ἁμαρτίαν καὶ τὴν χάριν.

τοῦτο οὖν ζητεῖται, ἵνα ὁ νοῦς παρὰ τῷ θεῷ ζῇ καὶ ἐρρῶται.

καὶ ἐὰν θλιβῇ τὸ σῶμα καὶ ὅλον ἐξαφανισθῇ, οὐδὲν ἀδικεῖται ἡ ψυχή.

τί γὰρ ἔπαθεν ἡ σὰρξ τοῦ περικειμένου αὐτῇ χιτῶνος διαρραγέντος; καὶ Ἰὼβ «ἀπὸ κεφαλῆς ἕως ποδῶν ἕλκει πονηρῷ» ὑπὸ τοῦ διαβόλου πληγείς, κατὰ νοῦν τί ἐβλάβη, ὁπότε ἦν ἐρρωμένος εἰς τὴν ἀγάπην καὶ πίστιν τὴν πρὸς τὸν θεόν; θεν φαίνεται, οὕτω καὶ ἡ ψυχὴ πανταχόθεν φαίνεται καὶ λάμπει.

Ὥσπερ δὲ καὶ ἔμπειρος γεωργὸς κατὰ τὴν ποιότητα καὶ ὑπόστασιν τῆς γῆς ἐπιφέρει τὰ σπέρματα καὶ τὴν μὲν πυροὺς σπείρει, τὴν δὲ κριθὴν καὶ ἄλλην ὄσπρια, καὶ ἑκάστην πρὸς τὸ μέτρον τῆς ποιότητος διοικεῖ καὶ τὴν μὲν εἰς ἀμπελῶνα ποιεῖ, τὴν δὲ εἰς ἐλαιῶνα, οὕτω καὶ ὁ κύριος εἰς τὰς γαίας τῆς καρδίας ἐπιμετρεῖ τὴν χάριν κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ τὴν ἕξιν τοῦ δεχομένου καί, καθὼς τὸ πνεῦμα βούλεται, ἐνεργεῖ ἐν τοῖς τρισὶ τούτοις τρόποις.

καὶ μύριοι ἐὰν ὦσι πνευματοφόροι, ἑτέρως καὶ ἑτέρως ἔχουσιν ἐπιφαινομένην τὴν χάριν καὶ πολυμερῶς καὶ πολυτρόπως.

5-2-2 Οἷον Ἀβραὰμ πλούσιος ὢν ἔλαβε τὴν χάριν τοῦ θεοῦ διὰ τὴν πίστιν, Ἠλίας διὰ τὴν ἀνδρείαν καὶ διὰ τὸ μονάζειν ἐν ἐρημίαις, Ἰὼβ διὰ τὴν ὑπομονήν, ∆αβὶδ διὰ τὴν ἀγαθότητα καὶ διὰ τὸ φιλάνθρωπον·

καὶ ἓν πνεῦμα πάντες ἔχοντες διαφόρως ἐνήργουν.

καὶ οἱ ἀπόστολοι κατ' αὐτὴν τὴν ὥραν λαβόντες πάντες τὸν παράκλητον πολυτρόπως μετέσχον.

παρακεχώρηται δὲ καὶ τοῖς ἁμαρτωλοῖς εἶναι ἐν ἀδείᾳ διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου ὡς οἰκονομεῖ ἡ χάρις.

5-2-3 Οἱ οὖν Χριστιανοί, ὅταν πειρασμοὶ αὐτοῖς ἐπέλθωσιν, οὐκ ὀφείλουσι θαυμάζειν, ξενίζεσθαι δὲ μᾶλλον ἐν τῇ ἀνέσει καὶ ἀμεριμνίᾳ καὶ ἀφορᾶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς γενόμενος ἡμῶν τύπος ἐμυκτηρίσθη καὶ ἔπαθε καὶ ἐσταυρώθη, καὶ πῶς τῶν ἀποστόλων οἱ μὲν ἐσταυρώθησαν, οἱ δὲ τὴν κεφαλὴν ἀπετμήθησαν, ἄλλοι «ἐν φόνῳ μαχαίρας ἀπέθανον», καὶ τῶν προφητῶν δὲ οἱ πλείους ἐν ἀτιμίαις ἐπλήρωσαν τὸν πάντα αὐτῶν βίον.

ἀποβλέποντες οὖν καὶ ἀφορῶντες εἰς τὸν προειρημένον θεμέλιον χαίρειν ὀφείλομεν συμπάσχοντες τῷ Χριστῷ, λυπεῖσθαι δὲ ἡνίκα ἐν δόξῃ καὶ τιμῇ ἐσμέν, ὡς μὴ ἐπιβάντες μηδὲ ἁψάμενοι τῆς ὁδοῦ τοῦ κυρίου καὶ τῶν ἀποστόλων·

πάντες γὰρ διὰ θλίψεων παρῆλθον τὸν βίον.

οἱ οὖν εἰσελθόντες εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης, ὡς ἄνθρωπος ἔχων πένθος ἀπαραμύθητον ἐπὶ μονογενεῖ υἱῷ ἀποθανόντι, οὕτως ἐν πένθει εἰσὶ καὶ λύπῃ καὶ δακρύοις.

ἔστι δὲ τῷ τοιούτῳ πένθει χαρὰ καὶ τῷ τοιούτῳ πόνῳ καὶ τῇ θλίψει παράκλησις ἀναπαύουσα καὶ τὰ δάκρυα καὶ οἱ ἐκ βάθους καρδίας στεναγμοὶ τρυφᾶν ποιοῦσι τοὺς κεκτημένους·

ἀναπαύονται γὰρ καὶ ἥδονται ἐπὶ τῷ θλιβερῷ βίῳ καὶ οἱ τοιοῦτοι οἰκεῖοί εἰσι τῷ θεῷ.

οἱ δὲ ὑπερβαίνοντες τοῦτο τὸ μέτρον ἐξήλειψαν πᾶν

δάκρυον ἀπὸ προσώπου τῆς ψυχῆς καὶ ἀποθέμενοι διὰ τοῦ κυρίου τὸ πένθος χαρὰν καὶ ἀγάπην ἀνέλαβον.

τοῦτο δὲ τὸ μέτρον τῶν τελείων ἐστίν.

5-2-4 Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ πᾶσαν προαίρεσιν ἐν ἀνεξικακίᾳ καὶ μακροθυμίᾳ βαστάζειν.

κἂν εὕρῃς τινὰ τῶν ἀδελφῶν σου εἰς βραχύ τι ἐκτραπέντα ἢ σφαλέντα, ἔχοντα δέ τινα εὐάρεστα, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἐλπίδος.

γέγραπται γάρ·

«παρακαλεῖτε ἀλλήλους, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον», εἰ δύναται ἐπιδέξασθαι θεραπείαν.

κρεῖττον δὲ δουλεύειν πάσῃ προαιρέσει καὶ μὴ κρίνειν.

εἰ δὲ σὺ κρίνεις τὸν πλησίον σου, ὅτι ἁμαρτωλός ἐστι, ἔχεις εἰπεῖν σὺ τῷ θεῷ ὅτι δίκαιός εἰμι; καὶ εἰ λέγεις ὅτι μιαρός ἐστι καὶ ἀκάθαρτος, καὶ σὺ τῷ θεῷ μιαρὸς εἶ καὶ ἀκάθαρτος.

καὶ ὥσπερ σὺ ποιεῖς τῷ πλησίον σου, οὕτω καὶ σοὶ ὁ θεός.

ἐὰν ἀγαπήσῃς τὸν πλησίον σου, ἔρχεται πρός σε ὁ θεὸς καὶ ἀγαπᾷ σε.

ἐὰν δὲ εἴπης·

ἰδιώτης ἐστὶ καὶ μιαρὸν νοῦν ἔχει, καὶ σὺ τῷ θεῷ ἰδιώτης εἶ καὶ βδελυκτὸς καὶ μηδὲν εἰδώς.

καὶ ἐὰν ἀποστραφῇς τὸν πλησίον σου, καὶ ὁ κύριος ἀποστρέφεταί σε καὶ οὐ παραδέχεταί σε εἰς τὴν βασιλείαν.

«ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν».

5-2-5 ∆ιὰ τοῦτο σπουδαίως ἐπιτελέσωμεν τὰ προστεταγμένα καὶ διοδεύσωμεν διὰ τῆς ἀληθινῆς ὁδοῦ, ἵνα οὕτως ἐπιτύχωμεν τῆς ἀληθείας καὶ μὴ προφασισώμεθα προφάσεις ἁμαρτίας.

μὴ γὰρ ἐπειδὴ οὐκ ἔστιν ἐν ἡμῖν ἀληθινὴ νηστεία νηστεία γάρ ἐστιν ἀποχὴ τῶν πονηρῶν διαλογισμῶν, παρὰ τοῦτο ὀφείλομεν αὐτὴν ἀπολύειν καὶ μὴ φυλάττειν; μὴ γένοιτο.

μὴ γὰρ ἐπειδὴ ἔσωθεν ἡμῶν ἐστι θηλεία ἡ καρδία κοινωνοῦσα καὶ περιλαμβάνουσα μυσαρὰς προλήψεις, παρὰ τοῦτο ὀφείλεις καὶ φανερῶς πορνεῦσαι; μὴ γὰρ ἐπειδὴ ἀποταξάμενος τῷ κόσμῳ εὑρίσκεις ἐν τῷ νῷ σου καὶ τῇ ψυχῇ ὅλον τὸν κόσμον καὶ τὴν οἰκουμένην, παρὰ τοῦτο οὐ δεῖ σε τοῖς φαινομένοις ἀποτάξασθαι; μὴ γὰρ ἐπειδὴ οὐκ εὔχῃ τὴν καθαρὰν εὐχὴν καὶ ἀληθινήν, παρὰ τοῦτο οὐδὲ πρὸς ὥραν κλῖναι γόνυ θέλεις; ἀγῶνος γὰρ χρεία, ἀδελφοί, οἱ δὲ Χριστιανοὶ εἰσὶν ὃ εἰσίν.

5-2-6 Ὡς ἄνθρωπος ἀπόδημος, πολὺν ἀπὸ τῆς ἰδίας πόλεως ἐξοικισθεὶς χρόνον καὶ βουλόμενος ἐπανελθεῖν, καὶ δι' ἀγρίων τόπων διοδεύων καὶ ἐν καταλύμασι καὶ πανδοχείοις γινομένης ῥυπαρᾶς δυσωδίας γέμουσιν, ἀποδύρεται παντοίως καὶ ἀλύει μνημονεύων τῆς ἐνεγκούσης † καὶ τῶν ἐκεῖσε τιμῶν καὶ τοῦ πλούτου καὶ τῶν συγγενῶν καὶ φίλων καὶ πάσης τῆς ἀποκειμένης αὐτῷ ἐκεῖσε τρυφῆς καὶ ὑπάρξεως, καὶ διὰ τὴν πρὸς ἐκεῖνα σχέσιν καὶ ἀγάπην ὑπερβῆναι ἤθελε πάντα καὶ ἠβούλετο μηδὲ ἡμιώριον ἀποστῆναι οἴκοθεν, οὕτως οἱ Χριστιανοὶ ὄντες ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν πανδοχείῳ συνέχονται καὶ ὡς ἐν τόποις ἐρημικοῖς καὶ λῃστρικοῖς, καὶ ὡς ἐν πατρίδι ἐχθρῶν καὶ βαρβάρων ὄντες ἀηδίζονται καὶ λυποῦνται καὶ μόλις φέρουσι τὴν ἐν τῷ αἰῶνι τούτῳ διαβίωσιν, καίτοι τῷ νῷ καὶ τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τοῦ νῦν ὄντες ἐν τῇ ἰδίᾳ πόλει τῇ ἐπουρανίῳ καὶ τῷ κόσμῳ ἐκείνῳ, πρὸς τοὺς ὁμοδόξους ἀγγέλους, πρὸς τοὺς ἀδελφοὺς τοὺς ἀποστόλους, πρὸς τὰ ἅγια πνεύματα, πρὸς τὸν γλυκὺν πατέρα Ἰησοῦν Χριστόν·

ὅπου οἱ στέφανοι καὶ ἡ δόξα καὶ ὁ πλοῦτος αὐτοῖς ηὐτρέπισται, συναναστρέφονται.

5-2-7 Μηδεὶς οὖν ἡμῶν τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ' ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει.

διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν.

πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος·

καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν ἀνθρώπου ἀναπαύεται.

μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον.

«ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; καὶ πάλιν·

«ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

σὺ εἶ κτῆμα θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως.

μὴ

καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ.

πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες.

«ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ».

χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

5-2-8 Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου.

ὥσπερ ἐάν τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ·

"1ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας"2, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς.

5-2-9 Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ' ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων.

ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα.

5-2-10 Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα.

τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ; 5-2-11 Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου.

καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν.

5-2-12 Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν.

ἀλλ' οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς.

εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου.

ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί.

οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι.

5-3-1 Ἐρώτησις.

Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών·

«εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ πειρᾶσαι; Ἀπόκρισις.

Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν.

μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ.

5-3-2 ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν.

καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ».

καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς»

καὶ ἐλάλησε·

«τί με διώκεις»; καὶ περὶ τῶν ἀποστόλων γέγραπται ὅτι εἶδον γλώσσας πυρὸς διαμεριζομένας αὐτοῖς καὶ ὁ παρεστὼς ὄχλος εἶδε καὶ ἤκουσε τὸ γεγονός.

5-3-3 ἐπεὶ οὖν ὁ νοῦς οἶκός ἐστι τοῦ θεοῦ καὶ ὁ πονηρὸς ἐκβέβληται αὐτόθεν, οἱ πνευματικοὶ διὰ τὴν ἄκραν καθαρότητα ὁρῶσιν ὡς ἔσωθεν καὶ τὴν ἁμαρτίαν καὶ τὴν χάριν.

τοῦτο οὖν ζητεῖται, ἵνα ὁ νοῦς παρὰ τῷ θεῷ ζῇ καὶ ἐρρῶται.

καὶ ἐὰν θλιβῇ τὸ σῶμα καὶ ὅλον ἐξαφανισθῇ, οὐδὲν ἀδικεῖται ἡ ψυχή.

τί γὰρ ἔπαθεν ἡ σὰρξ τοῦ περικειμένου αὐτῇ χιτῶνος διαρραγέντος; καὶ Ἰὼβ «ἀπὸ κεφαλῆς ἕως ποδῶν ἕλκει πονηρῷ» ὑπὸ τοῦ διαβόλου πληγείς, κατὰ νοῦν τί ἐβλάβη, ὁπότε ἦν ἐρρωμένος εἰς τὴν ἀγάπην καὶ πίστιν τὴν πρὸς τὸν θεόν; 5-4-1 Ἐρώτησις.

Εἰ ἐν τῷ ὕπνῳ ἐστὶ φαντασία ἀγαθή, ὃν τρόπον ἔστι καὶ τοῦ πονηροῦ; Ἀπόκρισις.

Τοῖς ἔχουσι κατὰ βάθος τὴν χάριν πάντοτέ ἐστιν εὐχή.

εἰ γὰρ ὁ σατανᾶς οὔτε ἡμέρας οὔτε νυκτὸς ἀργεῖ πολεμῶν, πολλῷ μᾶλλον ἡ χάρις καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ καὶ καθεύδοντός σου ἀντιλαμβάνεται.

ἔσθ' ὅτε γὰρ τὸ σῶμα κεῖται εἰς ὕπνον καὶ ὁ νοῦς ἐγρήγορε καὶ ζῇ πρὸς τὸν θεὸν καὶ κλαίει καὶ ὁρᾷ πρόσωπα ἡδέα.

Ἰακὼβ ἐν νυκτὶ εἶδε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας, καὶ ἐν νυκτὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ.

γέγραπται γὰρ ὅτι «οἱ υἱοὶ ὑμῶν ὁράσεις ὄψονται καὶ ἐνύπνια ἐνυπνιασθήσονται».

καὶ τῷ Ἰωσὴφ ἐν ὁράματι τῆς νυκτὸς ὤφθῃ ἄγγελος λέγων·

"1μὴ φοβοῦ Ἰωσήφ, ἀλλ' ἀναστὰς «παράλαβε τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον».

ζητεῖ γὰρ Ἡρῴδης ἀπολέσαι αὐτό.

"2 5-4-2 Εἰ ὁ σατανᾶς μεταβάλλεται «εἰς ἄγγελον φωτός», εἰς ὕδατα, εἰς νεφέλας, δοῦλος ὢν καὶ κτίσμα, πολλῷ μᾶλλον ὁ θεὸς πλούσιος ὤν, ἐπειδὴ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶν ἀκατάληπτος»φῶς, γάρ ἐστιν, ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται», μεταβάλλει ἑαυτὸν μεταμορφούμενος «ἀπὸ δόξης εἰς δόξαν», εἰς νεφέλας φωτεινάς, εἰς «ἥλιον δικαιοσύνης», εἰς ἀέρα καθαρόν.

5-4-3 ἀλλ' ἐνταῦθα πολλῆς διακρίσεως χρεία πρὸς τὸ συνιέναι ἕκαστον τῶν γινομένων.

ἑκάστη γὰρ ὑπόστασις ἐνεργοῦσα εἰς τὴν ἰδίαν ἀγάπην καὶ φύσιν ἕλκει.

ὁ σατανᾶς ὢν ὑλώδης καὶ γεώδης ἐλαύνει τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ κόσμου καὶ εἰς μυσαρὰ πράγματα.

τὸ δὲ ἀπὸ τοῦ θεοῦ ἐνεργοῦν οὐράνιόν ἐστι καὶ ἀποσπᾷ τὸν νοῦν ἀπὸ τῆς γῆς καὶ τῶν σαρκικῶν πραγμάτων, πάντοτε δὲ τὸν νοῦν ἕλκει εἰς μνήμην θεοῦ, εἰς ἀγάπην, εἰς εὐχήν, εἰς δέησιν καὶ πένθος.

καὶ ὥσπερ ζύμη ἀλεύρῳ συμμιγεῖσα ὅλον τὸ φύραμα εἰς ζύμην φέρει, οὕτω καὶ ἡ χάρις ζυμοῦται μετὰ τῆς ψυχῆς καὶ ποιεῖ ἓν φύραμα.

λέγει γὰρ ὁ κύριος·

«ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμη, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς 5-4-4 ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον».

ἔσθ' ὅτε δὲ ὁ σατανᾶς διὰ «τὴν μεθοδείαν τῆς πλάνης» ὑποδεικνύει τινὰ λαμπρὰ καὶ τοιαῦτα ἄλλα.

ἐπειδὴ ἀηδῆ ἐστι καὶ τεταραγμένα, μὴ ἔχοντα πόθον θεοῦ μήτε εἰρήνην μήτε ὑπομονὴν μήτε χαράν, ἀποπτύεται καὶ ἀηδίζεται ἡ ψυχὴ καὶ συμβαίνει πάλιν αὐτῇ τὰ ἐπιφερόμενα ἡδέα ἡγεῖσθαι, καὶ εἰ δοκεῖ ἀμαυρότερα εἶναι.

καὶ ὁ νοῦς τούτοις μᾶλλον θαρρεῖ καὶ ἥδεται, ἐπειδὴ ἡδύτητα ἔχει καὶ νόστον τοῦ κυρίου καὶ γεῦσιν ἡδυτάτην κἀκεῖνο δὴ ἔκλαμπρον ὀφθέν, ἐπειδὴ οὐκ ἔχει ἀνάπαυσιν ἢ χαρὰν οὔτε κουφίζει τὸ σῶμα καὶ τὴν ψυχήν, ὃν τρόπον ποιεῖ ἡ χάρις, ἀλλὰ μᾶλλον βαρύνει, καὶ ἤδη φανεροῦται ὅτι τοῦ σατανᾶ ἐστιν.

ὁρᾷς οὖν ὅτι τὸ πᾶν ἡ ἐνέργειά ἐστι καὶ ἐκ τῆς ἐνεργείας δύναται ὁ νοῦς διακρῖναι τὰς ὀπτασίας, ποία μὲν ἔστι τοῦ σατανᾶ, ποία δὲ τῆς χάριτος; 5-5-1 Πάντοτε ποίησον λόγον μετὰ τοῦ σώματός σου καὶ τῆς ψυχῆς.

εἰπὲ τῷ σώματί σου·

"1τί ποιοῦμεν ἐν τῷ κόσμῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν.

μέλλεις γὰρ φθείρεσθαι καὶ ἀπέρχεσθαι εἰς μνημεῖον.

"2 εἰπὲ τῇ ψυχῇ σου·

"1τί ποιεῖς ὧδε; ἄπελθε, πρόσφυγε τῷ θεῷ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον.

ποίησον πάλην πρὸς τὸν πυκτεύοντα καὶ ἀφανίζοντα τὸν νοῦν σου.

"2

ΛΟΓΟΣ ςʹ.

6-1-1 Περὶ τῶν ῥυπαρῶν λογισμῶν πῶς ἐνεργοῦσιν εἰς τὴν καρδίαν.

Ὅταν κλίνῃς γόνυ εἰς προσευχὴν καὶ θέλῃς πέμψαι τὸν νοῦν σου πρὸς τὸν θεόν, εὑρίσκῃ εἰς τὴν πατρίδα σου καὶ ἀντιπαλαίεις τῷ λογισμῷ καὶ ἐπανάγεις αὐτὸν ἐκεῖθεν.

καὶ πάλιν θέλεις κατευθῦναι τὸν λογισμόν σου πρὸς τὸν θεόν, ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς τὴν ἀγοράν.

πάλιν βιάζῃ ἐπανάγειν τὸν νοῦν σου, ἰδοὺ ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς πορνείαν.

πάλιν ἐπανάγεις τὸν λογισμόν σου ἐκεῖθεν, εἵλκυσέ σε ἄλλος λογισμὸς εἰς φιλαργυρίαν.

πάλιν ἄλλος λογισμὸς ὀργῆς ἐπλήρωσέ σου τὴν καρδίαν·

ζητεῖς εἰρήνην, καὶ τέως ἔσωθεν θυμοῦ γέμεις.

πάλιν ὅταν ἑλκύσῃς τὸν λογισμόν σου ἐκεῖθεν, κατασύρεται ὑπὸ τῶν πονηρῶν δαιμόνων, βαρύνων σε εἰς ὕπνον.

ὅμως δὲ σὺ μὴ ἐνδῷς, ἀλλὰ πολέμησον πρὸς τὴν κακίαν καὶ ζήτησον τὸν θεόν, ἵνα αὐτὸς ἐλθὼν ποιήσῃ τὴν νίκην.

σὺ γὰρ τῇ ἰδίᾳ δυνάμει οὐ δύνασαι ἑαυτὸν καθαρίσαι.

εἰς ἓν γὰρ μέρος ὁ σατανᾶς ἰσχυρότερός σού ἐστιν, εἰς τὸ ὑποβάλλειν τοὺς διαλογισμούς.

Τὸν θεὸν οὖν ὀφείλομεν ζητεῖν διὰ τοῦ προσκαρτερεῖν τῇ εὐχῇ.

αὐτὸς γὰρ μόνος δύναται εἰρηνεῦσαι τὸν νοῦν τοῦ ἀνθρώπου.

Καὶ οἱ ἀδελφοὶ εἰ θλίβονται ὑπό τινων, οὐκ ὀφείλουσι ξενίζεσθαι.

καὶ γὰρ εἰς τὸ παλαιὸν εἶχον Μωϋσῆς καὶ Ἀαρὼν τὴν ἱερωσύνην, ὁμοίως καὶ Καϊάφας τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον.

ὅμως δὲ τὴν ἱερωσύνην ἐτίμησεν ὁ κύριος, καὶ ἦν ἱερεύς.

ὁμοίως καὶ οἱ προφῆται ὑπ' αὐτοῦ τοῦ (τῶν ἱερέων) γένους ἐδιώχθησαν.

λοιπὸν Πέτρος Μωϋσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν τοῦ Χριστοῦ τὴν ἀληθινὴν ἱερωσύνην.

6-2-2 νῦν γάρ ἐστι βάπτισμα διὰ πυρὸς καὶ πνεύματος καὶ περιτομὴ ἐν καρδίᾳ γινομένη.

τὸ θεῖον γὰρ καὶ ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ.

πλὴν οὔτε οὗτοι, ἕως εἰσὶν ἐν σαρκί, ἀμέριμνοί εἰσι·

διὰ τὸ αὐτεξούσιον γὰρ ἐν φόβῳ εἰσί.

μόνον γὰρ ἐὰν φθάσῃ ἡ ψυχὴ ἀπελθεῖν εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων, τότε δύναται ἄνευ θλίψεων καὶ πειρατηρίων εἶναι.

ἐκεῖ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλὰ ἀνάπαυσις, χαρά, εἰρήνη.

σωτηρία δὲ ἐπικαλεῖται ὁ κύριος διὰ τὸ σώζειν τοὺς αἰχμαλώτους.

ἰατρὸς ἐπικαλεῖται ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσιν καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς, ἐπειδὴ νῦν ἔν τινι μέρει κυριεύσουσιν αὐτοῦ τοῦ ἀνθρώπου.

Ὡς ἂν εἴπωμεν·

ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, καὶ τύραννος καὶ ἄρχων 6-2-3 κακὸς ὁ σατανᾶς.

ὁ θεὸς γὰρ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦτον βούλονται τὸν ἄνθρωπον οἰκειώσασθαι εἰς τὴν αὐτῶν βασιλείαν, ὁμοίως καὶ ὁ διάβολος καὶ αἱ δυνάμεις αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον τὸν ἄνθρωπον .

.

.

.

.

καὶ μέση ἐστὶν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων.

λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός.

6-2-4 Ὡς ἵνα ἀποστείλῃ πατὴρ υἱὸν εἰς πατρίδα ξένην, ὅπου ἀπαντῶσιν αὐτῷ κατὰ τὴν ὁδὸν θηρία.

δίδωσιν οὖν φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ τὰ θηρίαοὕτω καὶ ἡμεῖς σπουδάσωμεν λαβεῖν οὐράνιον φάρμακον ἰατικόν, τὸ ἀντίδοτον τῆς ζωῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνωμεν τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων.

οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου καθαρὰν συνείδησιν καὶ καρδίαν κτᾶται ὁ ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.

6-2-5 Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν.

πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς ὁδοῦ καὶ

τεθλιμμένης εὐηρέστησαν τῷ κυρίῳ.

ὁ Ἀβραάμ, πλούσιος κατὰ θεὸν καὶ κατὰ κόσμον, οὗτος ἑαυτὸν γῆν καὶ σποδὸν ὠνόμασε.

καὶ ὁ ∆αβὶδ «ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ, σκώληξ εἰμί, φησί, καὶ οὐκ ἄνθρωπος».

ὁμοίως πάντες οἱ προφῆται καὶ οἱ ἀπόστολοι κακουχούμενοι ἦσαν, διωκόμενοι, ὀνειδιζόμενοι.

6-2-6 Ὁ κύριός ἐστιν ἡ ὁδός·

ἦλθεν οὐ δι' ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται.

βασιλεὺς υἱὸς βασιλέως, θεὸς υἱὸς θεοῦ, βλέπε, εἰς ὁποίαν ἦλθε ταπείνωσιν, «μορφὴν δούλου λαβών».

θεὸς ἦν, καὶ αὐτὸς ἐδίδου φάρμακα ἰαματικὰ καὶ ἐθεράπευε τοὺς τετραυματισμένους καὶ ἔξωθεν ὡς εἷς τῶν πεπληγμένων ἐφαίνετο.

ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν οὕτως ἔξωθεν τεταπεινωμένον, ὅμοιον ἡμῶν.

δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν.

νόησον ἐν ᾗ ὥρᾳ ἔκραζον·

«σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος καὶ ἐξουδενωμένος παρὰ πάντας.

6-2-7 Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις, ἐὰν ᾖ κακοποιός τις καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ ὅλου δήμου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτω καὶ ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν κατηυτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων.

τότε πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, ἐπέθηκαν ἀκάνθινον στέφανον, ἐρράπιζον αὐτόν.

γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτύσματος, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα».

εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ ἐκ φύσεως βόρβορος, ὁ ἐκ φύσεως θνητός, ὅσα ἐὰν ταπεινωθῆς, οὐδὲν ὅμοιον τοῦ δεσπότου σου ἐποίησας.

ὁ θεὸς ἑαυτὸν διὰ σὲ ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ' ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰ βάρη καὶ τὰς θλίψεις λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι·

καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ πάθη, ἵνα δυνηθῇ τὸ τραῦμα σου ἰάσεως τυχεῖν; 6-3-1 Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους.

πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτηνται·

οἱ δὲ διάκρισιν ἔχοντες ἢ σύνεσιν, οἴδασι καὶ τὰ νομίσματα δοκιμάσαι τὰ παραχαράξιμα.

6-3-2 Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀνυφοράτως αὐτὸ ἔχουσιν.

οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς·

οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλ' ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν.

οὕτω καὶ σὺ 6-3-3 ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν.

βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε·

ταῦτα φθαρτά ἐστιν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου.

δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι ἐπιθυμίαν, εὐθέως εἰπέ·

ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει ὀστέων νεκρῶν.

βλέπεις πράγματα ἔνδοξα ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάντοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν.

ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου, κύριε.

τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε ἀργήσῃς·

καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε αὐτὸ τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ.

τοῦτο δὲ τὸ μέτρον μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, καὶ τότε εὔχονται 6-3-4 τῷ κυρίῳ.

εἴ τις οὖν λέγει·

ὅτι ὅτε μὲν κλίνω

τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν·

ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει τοῦ ἀντιπράττειν καὶ ἀνταγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε ἕτερόν τι ποιεῖ.

ὅπου δέδεται ὁ νοῦς αὐτοῦ ἐκεῖνο αὐτοῦ ἐστι θεός·

εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν»ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται», εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ διὰ παραθύρου πάλιν εἰσέρχῃ εἰς αὐτόν, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοινωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν ἐκ τοῦ κόσμου; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον θεοῦ, τί ὠφέλησας ἀποταξάμενος; ἐγένου ἅλας μωρὸν σὺ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευματικὰ ἐκτήσω·

λοιπὸν οὐδαμοῦ προχωρεῖς.

6-3-5 Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκοτίᾳ ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὁμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ, 6-3-6 ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια.

ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς 6-3-7 καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου οὐκέτι χερσεύει.

ὥσπερ δὲ ἐὰν ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλήν, πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητικοί, λοιπὸν δὲ ἡ ὁδός, δι' ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνους ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ἐὰν ὀλίγον ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτραποῦ ὁδοῦ καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει 6-3-8 ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ.

οὕτω καὶ εἰς τὸ πνευματικόν.

τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί·

κύκλῳ γὰρ αὐτῶν ἐστι χάος πυρὸς τῶν ἀκαθάρτων πνευμάτων.

ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς φραγμούς, τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μέστην ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπέπαυται.

6-4-1 Ἐρώτησις.

Εἰ μετὰ τὸ τὴν ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πίπτουσί τινες, οὐχὶ ὁ σατανᾶς πολὺ ἰσχυρότερος ἀποδέδεικται; ὅπου γὰρ ἡμέρα, πῶς δύναται καὶ νὺξ εἶναι; Ἀπόκρισις.

Οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ' ὧδε παραχωρεῖ ἡ χάρις τῇ κακίᾳ, ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπεις.

λοιπὸν τῷ σῷ θελήματι δίδως δύναμιν τῇ κακίᾳ, καὶ τῷ θελήματί σου προσεγγίζων τῷ κυρίῳ προτρέπεις πάλιν ἐπισκέψασθαι σε τὴν χάριν.

ἐπεὶ ἄρα πῶς γέγραπται·

«τὸ πνεῦμα μὴ σβέννυτε».

μὴ ἆρα τὸ πνεῦμα σβέννυται; ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν.

ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος.

ὁμοίως ἡ γραφὴ λέγει·

«μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε».

ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι.

ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ θέλημα, ὅθεν καὶ εἰς αὐτοὺς πολλάκις μικρά τινα ἐλαττώματα εὑρίσκεται.

ὁμοίως δὲ καὶ εἰς τὸν μεμεθυσμένον εἰς τὴν κακίαν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν πολλοὶ ἐν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται εἰς τὸ ἀγαθόν.

6-4-2 Ὥσπερ ἐὰν ὦσί

τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὰ ἀξιώματα καὶ τὴν εὐγένειαν καὶ παρελθόντες ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι·

τοῦτο κατα6-4-3 λέλειπται τῷ ἰδίῳ θελήματι.

ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς ἀποστόλοις τοῖς τετελειωμένοις ἐν τῇ χάριτι συνῆν τὸ θέλημα τοσοῦτον, ὅτι εἰ ἤθελον αὐτοὶ ἐκεῖνοι μὴ τὸ ἀρέσκον τῇ χάριτι διαπράξασθαι, οὐκ ἐκώλυεν ἡ χάρις πρᾶξαι ὃ ἠβούλοντο.

καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτική ἐστι καλοῦ τε καὶ κακοῦ, προτρεπτικὴ δὲ ἡ ἐναντία δύναμις, οὐκ ἀναγκαστική.

λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει.

οὐχ ὁρᾷς ὅτι Πέτρος «κατεγνωσμένος ἦν», ὁ τοιοῦτος, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν, καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν; καὶ ὁ Παῦλος πνευματικῶς ἐκ τοῦ ἰδίου θελήματος διαλογὴν ἐποιήσατο μετὰ Βαρναβᾶ, καὶ ἀνεχώρησαν ἀπ' ἀλλήλων.

καὶ πάλιν ὁ αὐτὸς λέγει·

«ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς».

οὐχὶ καὶ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν τῷ θελήματι ἔτι, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως οὗ ἐστιν ὁ ἄνθρωπος ἐν τῷ αἰῶνι τούτῳ, καὶ τὸ ὅλον οὐ δύναται ἀμεριμνεῖν.

6-5-1 Ἐρώτησις.

Εἰ ἠδύναντο ἁμαρτάνειν καὶ οἱ ἀπόστολοι, εἰ ἤθελον, οὐκ ἦν ἰσχυροτέρα καὶ αὐτοῦ τοῦ θελήματος ἡ χάρις; Ἀπόκρισις.

Ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο οὔτε γὰρ ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ.

πλὴν οὐ λέγομεν τὴν χάριν ἐν αὐτοῖς ὅτι ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείως πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ ἐξουσίαν, ποιεῖν ὃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται.

αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη ἀσθενεῖ καὶ ἐξουσίαν ἔχει καίτοι συνόντος τοῦ 6-5-2 ἀγαθοῦ τρέπεσθαι.

ὥσπερ ἵνα ὦσί τινες ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, λοιπὸν ἔσωθέν εἰσι ἠσφαλισμένοιμὴ γὰρ ἐπειδή εἰσιν ἠσφαλισμένοι, οἱ ἐχθροὶ οὐκέτι ἐπέρχονται αὐτοῖς; τὸ μὲν ἐπελθεῖν ἐπέρχονται λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστι χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι κατὰ τῶν ἐχθρῶν καὶ ἀντιπαλαῖσαι καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ δύναται πάλιν τὸ θέλημα καίτοι ἐνδεδυμένων τὰ ὅπλα, συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τοῦ ἐχθροῦ καὶ μὴ πολεμῆσαι ἔχοντας τὰ ὅπλα, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν θείαν δύναμιν καὶ ἔχοντες ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνηδύνονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ' αὐτοῦ καὶ οὐ πολεμοῦσι·

τρεπτικὴ γάρ ἐστιν ἡ φύσις, καὶ εἰ θέλει τις, γίνεται υἱὸς σατανᾶ, καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ θεοῦ, διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον.

6-6-1 Ἄλλο δέ ἐστι τινὰ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, ἄλλο δέ ἐστι 6-6-1 φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη.

ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου, καὶ ἄλλο ἐστὶ ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ.

ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια.

οὕτω καὶ ὧδε.

ἄλλο ἐστὶ τὸ γνώσει τινι καὶ νοῒ διηγήσασθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ πληροφορίᾳ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ καὶ ἐν τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ 6-6-2 ἁγίου πνεύματος.

οἱ γὰρ ψιλοὺς λόγους λαλοῦντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν.

«ὁ γὰρ λόγος ἡμῶν, φησί, καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος ἁγίου καὶ δυνάμεως».

καὶ πάλιν ἀλλαχοῦ λέγει·

«τὸ δὲ τέλος τῆς ἐντολῆς ἐστιν ἀγάπῃ ἐκ καθαρᾶς καρδίας καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες» «ἐναυάγησαν περὶ τὴν πίστιν».

ὁρᾷς ὅτι περὶ λόγους ἔχοντες ναυαγοῦσι περὶ τὴν

ἀλήθειαν.

6-6-3 Τοῦτο οὖν μᾶλλον ζητεῖτε·

τὸ ἔχειν ἀγάπην θεοῦ ἐν καθαρᾷ καρδίᾳ καὶ πίστει ἀνυποκρίτῳ.

ὁ τοιοῦτος γὰρ οὐ πίπτει.

πολλοῖς ἐκζητήσασι τὸν θεόν, ἠνοίγη αὐτοῖς θύρα καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον πρὸς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες·

"1εὕρομεν θησαυρόν"2, ἀπέκλεισαν αὐτοῖς τὰς θύρας καὶ ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν·

"1θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν"2.

οἰκονομικῶς ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωσιν.

ὁ γὰρ θησαυρὸς οὐ δείκνυται, ἀλλ' ἢ εἰς προτροπὴν ζητήσεως.

6-7-1 Ἐρώτησις.

Ἀλλ' ἐπειδή τινες λέγουσιν ὅτι μετὰ τὴν χάριν μετέβησαν «ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν», οὐ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμοὺς ἢ σκοτεινὰ λογίζεσθαι; Ἀπόκρισις.

Γέγραπται ὅτι «πνεύματι ἐναρξάμενοι νῦν σαρκὶ ἐπιτελεῖσθε».

πρὸς λόγον, εἰσὶ δύο τύποι.

λέγει ὁ ἀπόστολος·

«ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι ταῖς μεθοδείαις τοῦ διαβόλου».

ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ «πρὸς ἀρχάς, πρὸς ἐξουσίας», ἐν φωτὶ ὄντες; καὶ πάλιν πρὸς τὸ δύνασθαι ὑμᾶς «τὰ βέλη τὰ πεπυρωμένα» τοῦ διαβόλου «σβέσαι».

ἐνδύεται οὖν τὰ ὅπλα πρῶτον, καὶ τότε κατασβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου.

καὶ πάλιν·

«μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε».

καὶ πάλιν λέγει·

«ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτιθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ θεοῦ καὶ μετόχους γενηθέντες πνεύματος ἁγίου, καὶ παραπεσόντας»καὶ οἱ φωτισθέντες γὰρ καὶ οἱ γευσάμενοι παραπίπτουσιν.

ὁρᾷς ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ πνεύματι καὶ ἔχει θέλημα τοῦ λυπῆσαι.

πάντως γὰρ λαμβάνει τὰ ὅπλα, ἵνα ἀπέλθῃ εἰς πόλεμον καὶ ἀγωνίσηται κατὰ τῶν ἐχθρῶν, πάντως ἐφωτίσθη, ἵνα ἀντιστρατεύσηται τῷ σκότει.

Ὥσπερ ἵνα τις ἐξέλθῃ ἐκ τοῦ κόσμου καὶ τὸ σῶμα αὐτοῦ ταφῇ καὶ χωσθῇ εἰς τὴν γῆν·

λοιπὸν οὗτος οὐκέτι περιπατεῖ ἢ πραγματεύεται εἰς τὸν κόσμον τοῦτον ἢ εἰσέρχεται εἰς πόλειςἅπαξ γὰρ ἐχώσθη τὸ σῶμα αὐτοῦ ὑπὸ τὴν γῆνκαὶ οὐκέτι ἔστιν εἰς τὸν αἰῶνα τοῦτον, οὕτω καὶ οἱ ἔχοντες τὸν θεμέλιον τοῦ κυρίου, ἐν σαρκὶ εἰς τὸν αἰῶνα τοῦτον φαινόμενοι, καὶ νῷ καὶ τῇ καρδίᾳ μετατίθενται εἰς ἄλλον αἰῶνα, καὶ ἐκεῖ εἰσι ᾐχμαλωτισμένοι καὶ ἐσταυρωμένοι.

δεδεμένοι εἰσὶν ἑκόντες καὶ ἄκοντες δέδενται ὅπου δέδενται.

λοιπὸν εὔχονται σωματικῶς ἢ οὐκ εὔχονται.

ἐκεῖ ἐστιν ἑκὼν καὶ ἄκων ᾐχμαλώτισται.

ὁ γὰρ αἰχμαλωτιζόμενος ὑπὸ ἑτέρας δυνάμεως ἰσχυροτέρας αὐτοῦ κρατεῖται καὶ αἰχμαλωτίζεται, ὁδοιπορεῖ, ἐσθίει, κοιμᾶται.

ἅπαξ ἐκεῖ ἐστιν ὅπου μετετέθη, μεμεθυσμένος ἐστὶ καὶ πάντοτε ὡς τεθαμβωμένος ἐστὶ καὶ μετέωρος ἐπὶ τῇ 6-8-2 παραδόξῳ ἐργασίᾳ καὶ ταῖς θεωρίαις τοῦ πνεύματος.

τοιοῦτον δὲ ζητῶ θεμέλιον καὶ ἀκμὴν οὐχ εὗρον εἰς Χριστιανόν, εἰ μὴ ἐκ πολλῶν ὀλίγους.

τί λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ·

«ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνδρὶ φρονίμῳ, ὅστις ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε τὸν θεμέλιον ἐπὶ τὴν πέτραν».

«ἐλθούσης δὲ πλημμύρας καὶ ἀνέμων οὐκ ἔπεσε·

τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν».

σχεδὸν ἄπτωτός ἐστιν.

ὁ γὰρ θεμέλιος ὃν λέγομεν καὶ ἡ πέτρα αὐτός ἐστιν ὁ κύριος.

7.

τ-1 ΛΟΓΟΣ Ζʹ.

Ὅτι χρὴ κάμνειν καὶ ἐμπονεῖν τῇ γῇ τῆς καρδίας.

7-1-1 Μὴ γὰρ οὐκ ἐδύνατο ὁ θεὸς ἄνευ τοῦ φυτευθῆναι ἐν τῇ γῇ δένδρα ἐλαιῶν ποιῆσαι ἔλαιον ἄνευ καμάτου; ἢ οὐκ ἐδύνατο ἄνευ κόπου τοῦ σκάπτειν καὶ φυτεύειν τὴν ἄμπελον δοῦναι οἶνον τοῖς ἀνθρώποις; ἢ ἄνευ τοῦ γηπονεῖν δοῦναι σῖτον; ἀλλὰ διὰ τοῦτο οὕτως ᾠκονόμηται, ἵνα μετὰ κόπου τις γεωργήσῃ καὶ λάβῃ προσόδους.

οὕτω καὶ εἰς τὸ πνευματικόν·

τῷ κάμνοντι καὶ ἐμπονοῦντι τῇ γῇ τῆς καρδίας αὐτοῦ ἡ ἄνωθεν

«δωρεὰ τοῦ ἁγίου πνεύματος» δίδοται.

7-1-2 συμβαίνει γὰρ ὅτι ἔστι χώρα ἐμπονουμένη καὶ κατὰ βάθους εἰργασμένη, καὶ ἄλλη οὐχ οὕτω φιλοκαλουμένη ἀλλὰ ἀμελῶς ἐργασθεῖσα, καὶ εἰς τὰς δύο χώρας σπόρος ἐστὶ καὶ ὑετὸς ἔρχεται, ἀλλ' ὅπου κατὰ βάθους ἐπονήθη καὶ ἐργασίαν ἔλαβε καλήν, ἐκεῖ πολυπλασιάζει ὁ καρπὸς καὶ εὐθηνεῖ ἡ χώρα ἐκείνη καὶ τότε ἐστὶν ἡδεῖα ἡ πρόσοδος τοῖς μετὰ καμάτου κτησαμένοις.

καὶ γὰρ οἱ ἕτοιμον πλοῦτον παραλαμβάνοντες οὐχ ἡγοῦνται αὐτὸν ἔντιμον, ἀλλὰ 7-1-3 ἀφειδῶς σκορπίζουσι διὰ τὸ μὴ μετὰ καμάτου κτᾶσθαι.

οἱ δὲ ἀπὸ πόνου καὶ σπουδῆς κτώμενοι οἴδασι συντηρεῖν καὶ φυλάττειν τὸν πλοῦτον, εἰδότες διὰ πόσων πόνων ἐκτήσαντο.

καὶ νῦν εἰ μὴ ἦν διὰ καμάτου καὶ πόνου κτᾶσθαι τὸ ἀγαθόν, οὔτε αὐτὴν «τὴν δωρεὰν τῆς χάριτος» τὴν δεδομένην αὐτοῖς ἔμελλον τιμίαν ἔχειν, εἰ ἦν ἄνευ κόπου λαβεῖν.

νῦν δὲ εὐφραινόμενοι ἐν τῇ χάριτι διὰ τοῦτο ἀναπαύονται, ἐπειδὴ οἴδασι διὰ ποίων καμάτων καὶ θλίψεων ἐκτήσαντο αὐτήν.

διὰ τοῦτο ἡδὺς αὐτοῖς ἐστιν ὁ πλοῦτος·

ἐκείνη γάρ ἐστι ἡ ἐνθήκη ἐν τοῖς πνευματικοῖς.

καὶ παρακαλούμενος καὶ ἀνδρειότερος γίνεταί τις τῆς κακίας διὰ τῆς χάριτος τῆς συνούσης αὐτῷ.

7-2-1 Ἐρώτησις.

Εἰ εἶχε καθαρὰν φύσιν ὁ Ἀδάμ; Ἀπόκρισις.

Ὥσπερ ὁ προφορικὸς λόγος ἀπαθῶς ἐξέρχεται ἢ ὁ σιελὸς ἢ ἡ γλῶσσα ἀπαθῶς κινεῖται, οὕτω πρὸ τῆς παραβάσεως ἀπαθῶς ἐκοινώνει ὁ Ἀδὰμ τῇ Εὔᾳ.

Ἐρώτησις.

Οὐχὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; Ἀπόκρισις.

Προεῖπον ὅτι καὶ ἡ ἁμαρτία ἐκριζοῦται, καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ.

οὕτω μέντοι διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος καὶ διὰ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίνεται·

ἀποθεοῦται γάρ.

Ἐρώτησις.

Εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει παλαίειν αὐτὸν ἡ ὁρμή; Ἀπόκρισις.

Οὐ μόνον εἰς τοὺς Χριστιανούς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον οὐκ ἔχει ἐξουσίαν.

εἰ δὲ παρεχωρεῖτο αὐτῷ ὡς θέλει πολεμεῖν, πάντα ἂν ἠφάνισεν, ἕκαστος τὸν πλησίον ἐφόνευσεν.

διὰ τί; ἐπειδὴ τοῦτό ἐστι τὸ θέλημα τοῦ σατανᾶ.

7-4-2 ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ ὑποκαίει τὴν κάμινονοὐ 7-4-2 πλέον, ἵνα μὴ ὀπτηθὲν ὑπὲρ τὸ δέον ψοφήσῃ, οὐκ ἔλαττον πάλιν, ἵνα μὴ ὡς ὠμὰ ἀπόληταικαὶ ὁ ἀργυροχόος καὶ ὁ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς ἢ ὁ ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυταικαὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῶν ζῴωνἑκάστου ζῴου τὴν δύναμιν ἐπιστάμενος ὡς δύναται κατ' ἀναλογίαν βαστάσαι τὰ βάρη τῶν ζῴων, πόσῳ μᾶλλον ὁ θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν πολεμεῖν τοῖς ἀνθρώποις διαφόρως.

7-4-3 Καὶ ὥσπερ μία οὖσα ἡ γῆ ἡ μέν ἐστι τραχεῖα, ἡ δὲ λεπτόγεως, καὶ ἡ μὲν ἐπιχρησιμεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη εἰς σπόρον σίτου καὶ κριθῆς, οὕτως εἰσὶ διάφοροι αὐταὶ αἱ γαῖ τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων, οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται.

ᾧ μὲν ἐπιτηδεύει διδασκαλία λόγου, ἄλλῳ διακρίσεις, ἄλλῳ «χαρίσματα ἰαμάτων».

οἶδε γὰρ ὁ θεός, τίς πῶς δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διαφόρως.

ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύνανται οἱ ἄνθρωποι ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις.

7-5-1 Ἐρώτησις.

Εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; Ἀπόκρισις.

Ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ εἰ συμφωνεῖ ἡ φύσις ἢ ἐν τῇ ταυτότητι μένει ἢ ὁ σκληρὸς ἐν τῇ σκληρότητι ἢ ὁ κοῦφος ἐν τῇ κουφότητι.

συμβαίνει δέ, ὅτι ὁ ἰδιώτης ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ μυστήρια ἀπόκρυφα, εἰ καὶ ἰδιώτης ἐστὶ τῇ φύσει.

ἄλλος, ὡς ἀπὸ φύσεώς ἐστι σκληρός, καὶ δίδωσιν αὐτοῦ τὸ θέλημα εἰς τὴν

θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις τῆς σκληρότητος καὶ εὐδοκεῖ ὁ θεὸς εἰς αὐτόν.

ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται αὐτὸν ὁ θεός.

ἐπειδὴ ἡ φύσις ὅλου τοῦ Ἀδὰμ τρεπτή ἐστιν, ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ μὲν τοῦ κακοῦ, ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική.

7-5-2 ὥσπερ σωμάτιόν ἐστι γραφόμενον διαφόρως·

ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψαςδέχεται οὖν τὸ σωμάτιον παντοίαν γραφήν, οὕτω καὶ ὁ σκληρὸς ἔδωκε τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ, καὶ ὁ ἐπιεικὴς ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ ὧδε, ἵνα ὁ θεὸς 7-5-3 δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν.

καὶ γὰρ οἱ ἀπόστολοι εἰς ἣν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ τινὰς ἐκ τῶν κακουμένων ἰῶντο, τινὰς δὲ οὔ.

ὁμοίως δὲ καὶ ἐκ τῶν νεκρῶν τινὰς ἐζωοποίουν, τινὰς δὲ οὔ.

ἤθελον δὲ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα οὐκ ἐπετρέπετο γὰρ αὐτοῖς ὅσα ἤθελον ποιεῖν.

ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἠθέλησεν ἡ συνοῦσα αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον, ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος καὶ ποῦ ἡ χάρις ἡ συνοῦσα; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα μὲν πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαύματα, εἴς τινα δὲ ἀσθενεῖν, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν πιστῶν καὶ τῶν ἀπίστων, καὶ ἡ προαίρεσις καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ, καὶ φανερωθῇ εἰς τὰ ἀσθενέστερα πράγματα, εἴ τινες οὐ σκανδαλίζονται.

εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ τινι δυνάμει ἔφερον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὕτως ἀνῄρητο τὸ αὐτεξούσιον, καὶ οὐκέτι πίστις καὶ ἀπιστία.

ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου».

7-5-4 Πλὴν τὸ τοῦ Ἰὼβ γεγράμμενον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς.

οὐ γὰρ ἐδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ ποιῆσαί τι.

ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος·

"1δός μοι αὐτὸν εἰς τὰς χεῖρας, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει».

"2 οὕτω καὶ νῦν ὁ αὐτὸς Ἀδάμ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς σατανᾶς.

ἐν ὅσῳ οὖν τυγχάνει τις ἀντιλήψεως θεοῦ καὶ ἔστι ζῶν τῇ χάριτι καὶ πρόθυμος, ἐπαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ·

"1ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνῃ δουλεύει σοι.

ἄφες αὐτόν, παράδος μοι αὐτόν, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει».

"2 λοιπὸν ὡς ἔτι παρακαλεῖ τὴν ψυχήν, 7-5-5 ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς.

ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν, ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβει ἵνα χαυνώσῃ τὴν ψυχὴν καὶ ἀλλοτριώσῃ ἐκ τῆς ἐλπίδος τοῦ θεοῦ.

ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει οὐκ ἀπελπίζει, ἀλλὰ λέγει πρὸς ἑαυτὴν κράτει ὃ κρατεῖς, ὅσα ἂν ἐπενέγκῃ σοι, μυρίους πειρασμούς, κράτει καὶ εἰπέ·

"1ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω.

"2 καὶ τότε, ἐὰν ὑπομείνῃ ὁ ἄνθρωπος εἰς τέλος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ·

"1ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκας αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ' 7-5-6 ἐμοὶ δουλεύει"2, τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκ ἔχει τι εἰπεῖν.

καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ πλέον καταισχυνθῇ, οὕτω καὶ νῦν εἰς τοὺς ὑπομένοντας τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι οὐδὲν ὠφέλησεν.

ἄρχεται οὖν ὁ κύριος λόγον αὐτῷ ποιεῖν·

"1ἴδε παρεχώρησα, ἴδε παρέδωκά σοι αὐτόν, ἴδε ἐπέτρεψά σοι πειράσαι.

τί ἐδυνήθης; μὴ ὑπήκουσέ σοι;"2 7-6-1 Ἐρώτησις.

Εἰ ἄρα ὅλους τοὺς λογισμοὺς καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; Ἀπόκρισις.

Εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσι ἐτῶν ὢν γνωρίζεις, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι

οὐκ οἶδε τοὺς διαλογισμούς σου, ὅτι ἑπτακισχιλίων ἐτῶν ἐστιν; ἀλλ' οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι αὐτὸν τί θέλει ποιῆσαι ὁ ἄνθρωπος.

τὸ γὰρ πειράσαι πειράζει, οὐκ οἶδε δέ, εἰ ὑπακούσει ἢ μὴ ὑπακούσει, ἕως ἂν τὸ θέλημα δοῦλον δώῃ αὐτῷ ἡ ψυχή.

οὔτε πάλιν λέγομεν τὸν διάβολον, ὅτι ὅλους τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις οἶδεν.

7-6-2 Ὥσπερ ἵνα ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλούς, ὡς εἰπεῖν πρὸς λόγον δύο ἢ τρεῖς κλάδους δύναται κατασχεῖν τις, τοὺς δὲ ἄλλους οὐ δύναται, οὕτω καὶ ἡ ψυχὴ ἔχει πολλὰ μέλη καὶ πολλοὺς κλάδους, λοιπὸν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καί εἰσιν ἄλλοι λογισμοὶ καὶ νοήματα, 7-6-3 ὅτι οὐ δύναται κατασχεῖν ὁ σατανᾶς.

ἔν τινι μὲν γὰρ ἰσχυρότερός ἐστιν τὸ μέρος τῆς ἁμαρτίας ἐν τῷ βρύειν, ἔν τινι δὲ ὁ λόγισμός ἐστι τοῦ ἀνθρώπου λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ τοῦ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ.

ἔν τινι δὲ κεκράτηται, ἔν τινι ἔχει θέλημα, καὶ ζέων προσέρχεται τῷ θεῷ καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ' αὐτοῦ ποιεῖ καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον προσερχόμενον τῷ θεῷ, ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν.

ἔχει καρποὺς φυσικοὺς τοῦ ἀγαπῆσαι καὶ προσελθεῖν τῷ θεῷ, 7-6-4 τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι προσελθεῖν.

καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, ἀλλὰ χρῄζει ἄνωθεν ὑετοῦ καὶ ὄμβρου.

ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν, οὕτω καὶ εἰς τὸ πνευματικὸν, εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα.

χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν αὐτοῦ καὶ ἐμπονῆσαι.

ζητεῖ γὰρ ὁ θεὸς τὸν κόπον καὶ τὸν κάματον αὐτοῦ καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου.

ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνιος νεφέλη καὶ ὑετὸς χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς κάμνων.

7-6-5 Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἐὰν κάμῃ καὶ ὅσας ἐὰν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιῶν ὀφείλει διακεῖσθαι.

"1νηστεύων οὐκ ἐνήστευσα, εὐχόμενος οὐκ ηὐξάμην, παραμένων τῇ εὐχῇ οὐ παρέμεινα, ἀκμὴν ἀρχάριος εἰμὶ ἀσκῶν καὶ κάμνων"2.

καὶ ὢν δίκαιος παρὰ θεῷ λέγε·

"1ἐγὼ οὔκ εἰμι δίκαιος οὐδὲ κάμνω, καθ' ἡμέραν ἄρχομαι, ἀποδεδοκιμασμένος εἰμί.

"2 ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ λυτρώσεως·

ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον 7-6-6 λυτροῦμαι.

καὶ γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἐνάρξασθαι τοῦ κόπου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν ἑαυτῷ καὶ ψηφίζει τὰς προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον.

ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει, οὕτω καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ ἀναλίσκει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου.

καὶ πάνυ, ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι "1μέλλω λυτρώσεως καὶ ζωῆς τυγχάνειν"2, οὐ δύναται ὑπομεῖναι τὰς θλίψεις οὐδὲ τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι.

ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν προθύμως καὶ ὑπομένειν τὰς θλίψεις.

7-6-7 Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν ἀπὸ πυρὸς φυγεῖν, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου, εἰ μὴ διὰ καμάτου πολλοῦ.

ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν, ὅτι "1ἐκ τούτου δύναται εὐαρεστῆσαι τῷ θεῷ"2 ὑποβάλλει τῇ ψυχῇ καὶ οὕτως ὑποκλέπτει αὐτὸν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτόμενος διακρῖναι, καὶ οὕτως 7-6-8 ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου.

τὸ δὲ καιριώτατον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν, ἵνα τίς εἰσελθὼν εἰς τὴν καρδίαν ἑαυτοῦ ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ αὐτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ καὶ ὀργισθῇ καὶ ἐπιπλήξῃ ταῖς συνούσαις ἐπιθυμίαις καὶ ἀντιτάξηται καὶ ἀντιπαλαίσας τοῖς διαλογισμοῖς αὐτοῦ μαχεσθῇ ἑαυτῷ.

7-6-9 Εἰ δὲ εἰς τὸ

φαινόμενον φυλάσσεις τὸ σῶμα σου ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύεις παρὰ τῷ θεῷ καὶ πορνεύεις τοῖς διαλογισμοῖς, οὐδὲν 7-6-10 ὠφελήθης ἔχων τὸ σῶμα παρθένον.

ὥσπερ ἵνα ᾖ νεᾶνις καὶ νεανίσκος, καὶ λοιπὸν δόλῳ κολακεύει αὐτὴν καὶ φθείρει, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ἐπειδὴ ἐμοιχεύθη, οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα, τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ τοῦ θεοῦ.

γέγραπται γάρ·

«πᾶς ὁ ἐμβλέπων γυναῖκα εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν καρδίᾳ».

ἔστι γὰρ πορνεία διὰ σώματος ἐπιτελουμένη καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ.

αὐτὴ γὰρ ἡ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ δαιμόνων ἢ πάλιν θεοῦ καὶ ἀγγέλων καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ σατανᾶ ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ.

7-7-1 Ἐρώτησις.

Εἰ ἡσυχάζει ὁ σατανᾶς ποτε, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου ἤ, ἕως ὅτε ζῇ, ἔχει πόλεμον; Ἀπόκρισις.

Ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν, ἕως ὅτε ζῇ τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορεῖ τὴν σάρκα.

ὅταν δὲ «τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωμένα» σβεσθῇ, λοιπὸν ἐκεῖ οὐδέν τι βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ σατανᾶς πολεμεῖν; πρὸς λόγον γὰρ ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον.

ὁπόταν τὸν βασιλέα ἐπιρρεπῆ ἔχῃ καὶ φίλον ἑαυτοῦ, ὅστις βοηθεῖ αὐτῷκαὶ φθάσῃ ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως, τὸ λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς γὰρ τὸ φαινόμενόν εἰσι πολλοί, ὅτι λαμβάνουσιν ἀννόνας καὶ δῶρα παρὰ τοῦ βασιλέως καὶ λειτουργοῦσιν.

τί ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζουσι καὶ δέχονται ἐκ τοῦ βασιλέως; οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ πρὸς καιρὸν ἔρχονται οἱ πόλεμοι, ἀλλ' αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν «ἐξ ὕψους δύναμιν» καὶ ἀνάπαυσιν καὶ οὐ φροντίζουσι τοῦ πολέμου.

7-7-2 Ὥσπερ γὰρ ὁ κύριος ἀνέλαβε τὸ σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν ἀναπαύσει εἰσίν.

εἰ δὲ καὶ ἔρχεται καὶ ἔξωθεν κρούει ὁ σατανᾶς, ἀλλ' οὗτοι ἔσωθεν τεθωρακισμένοι εἰσὶ τῇ τοῦ κυρίου δυνάμει καὶ οὐδὲν φροντίζουσι τοῦ σατανᾶ.

καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείραζε τὸν κύριον τεσσαράκοντα ἡμέρας, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι; θεὸς γὰρ ἦν σαρκωθείς.

οὕτως εἰσὶν οἱ Χριστιανοί, εἰ καὶ ἔξωθεν πειράζονται, πλὴν ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται.

ταῦτα δὲ τὰ μέτρα ἐκείνου εἰσίν·

εἴ τις ἔφθασεν εἰς τὴν τελείαν ἀγάπην τοῦ κυρίου καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν.

εἰ δέ τις χάριτος μερικῶς ἔτυχεν, οὗτος ἔσωθεν ἀκμὴν ἔχει πόλεμον·

ὥραν ἀναπαύεται εἰς τὴν εὐχήν, ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ ἵσταται.

οὕτω γὰρ θέλει ὁ κύριος·

καὶ ἐπειδὴ ἀκμὴν νήπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις.

εὔχονται ἐν ἀναπαύσει καὶ πάλιν ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν.

7-7-3 Οὐκ ἀκούεις τί λέγει ὁ ἀπόστολος·

«ἐὰν ἔχω πάντα, ἐὰν παραδῶ τὸ σῶμα μου, ἵνα καυθήσομαι, καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλήσω, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι».

ἐπειδὴ ταῦτα προτρεπτικά εἰσι χαρίσματα, καὶ οἱ ἐν τούτοις ἑστηκότες νήπιοί εἰσιν, εἰ καὶ ἐν φωτί εἰσιν.

ἄλλοι γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς μέτρα τοιαῦτα καὶ ἔσχον «χαρίσματα ἰαμάτων» καὶ ἀποκάλυψιν προφητείας, καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τελείαν ἀγάπην, ὅπου ὁ «σύνδεσμος τῆς τελειότητος», ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον.

εἰ δέ τις φθάνει εἰς τὴν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν.

εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ ὑπὸ πόλεμον 7-7-4 καὶ ὑπὸ πτῶσιν, καὶ ἐὰν μὴ ἀσφαλίσηται, ῥίπτει αὐτὸν ὁ σατανᾶς.

οὕτω γάρ τινες ἐπλανήθησαν.

χάριτος γὰρ εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον·

"1ἀρκεῖ ἡμῖν,

οὐκέτι χρῄζομεν.

"2 ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες.

7-7-5 Τὰ γράμματα ἐν τοῖς φαινομένοις ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο, εἰ μὴ ὁ σχολαστικὸς ὁ μερικῶς μαθὼν τὰ γράμματαοὕτω καὶ ὧδε οὐδεὶς οἶδεν ὅτι ἀκατάληπτός ἐστι καὶ ἀμέτρητος, εἰ μὴ ὁ μερικῶς γευσάμενος·

ἐξ αὐτοῦ δὲ οὗ ἐγεύσαντο γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν.

εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι.

αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδώς, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς ἢ λαλῆσαι·

ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.

7-8-1 Ἐρώτησις.

Εἰ ὢν ἐν πολέμῳ ὁ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς τε ἁμαρτίας καὶ τῆς χάριτος, συμβῇ δὲ αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κόσμου, ποῦ χωρεῖ εἰς τὰ δύο μέρη κατεχόμενος; Ἀπόκρισις.

Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ καὶ ὑπάγει.

μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντειπεῖν ὀφείλεις καὶ μισεῖν.

τὸ μὲν γὰρ ἐπελθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι.

καὶ τότε βλέπει ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς τὸν κύριον ἐξ ὅλης τῆς ψυχῆς σου καὶ οὐκ ἔστι δυσχερὲς τῷ κυρίῳ διαχωρίσαι ἐν μίᾳ ὥρᾳ τὸν θάνατον ἐκ τῆς ψυχῆς σου καὶ σὲ προσλαβέσθαι εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς ἁρπάσαι.

ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους καὶ εὐθέως μετατίθησι τὴν ψυχήν σου εἰς τὴν βασιλείαν αὐτοῦ.

τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα ἔχῃς τὴν ἀγάπην πρὸς αὐτόν.

χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου καὶ χρῄζει ὁ ἄνθρωπος τῆς ἐργασίας τοῦ θεοῦ, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.

7-8-2 Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι κάμνων καὶ βάλλων τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέχεσθαι καὶ τὸν ἄνωθεν ὑετόνἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ·

ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειταιοὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν.

ἐὰν μόνον εἰς τὴν ἰδίαν ἐργασίαν ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ δέξηται ξένον τι τῆς φύσεως αὐτοῦ, οὐ δύνανται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι.

7-8-3 τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομεῖναι ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς.

ταῦτα ἴδια αὐτοῦ ἐστιν.

ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι δέξασθαι καὶ μὴ προσπνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος ἐν τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ ἔλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι 7-8-4 τῷ κυρίῳ.

γέγραπται γάρ, ὅτι ὁ γεωργός, ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπούς, καθαρίζει αὐτό, ἵνα πλεῖον ἐξενέγκῃ, τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς πυρὸς καῦσιν δίδωσι.

πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν, ἵνα εἴτε νηστεύει εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφῃ τὰ ἴδια τῷ θεῷ, τοῦτο λέγων·

"1εἰ μή με ὁ θεὸς ἐνεδυνάμωσεν, οὐκ ἐδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐξελθεῖν ἐκ τοῦ κόσμου.

"2 καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἃ ἀπὸ φύσεως ποιεῖς αὐτῷ ἐπιγράφεις, πάλιν τὰ ἴδια αὐτοῦ τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνιακαὶ τὰ σά σοι χαρίζεται.

τί δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη.

7-9-1 Ἐρώτησις.

Ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ ὅμοιοι τούτων, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικά, καὶ πῶς ἐστι τὰ τοῦ ἁγίου πνεύματος; Ἀπόκρισις.

Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα ἀλλ' οὐκ ἔστι καθαρά.

οἷον ἀγαπᾷς σὺ τὸν θεόν, ἀλλ' ἡ σὴ ἀγάπη τρεπτή ἐστιν·

ἔρχεται ὁ θεός, δίδωσί σοι ἀγάπην ἄτρεπτον, ἐπουράνιον.

εὔχῃ σὺ τὸ φυσικὸν μετὰ τοῦ ῥέμβεσθαι

καὶ διαλογίζεσθαι·

δίδωσί σοι ὁ θεὸς τὴν 7-9-2 καθαρὰν εὐχὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ».

πλὴν ὡς ἐπὶ τὸ πλεῖστον ἡ γῆ ἀφ' ἑαυτῆς ἐκφέρει ἀκάνθας, καὶ ὁ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, καὶ αἱ ἀκάνθαι μὴ σπειρόμεναι ἀναφύονται καὶ πληθύνουσι.

μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη·

«ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ.

πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὐταὶ ἔτι πληθύνουσιν.

ἀνάλαβε τοῦτο πνευματικῶς.

μετὰ γὰρ τὴν παράβασιν ἐκφέρει ἡ γῆ τῆς καρδίας ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ γεωργός, ἐμπονεῖ, καὶ ἔτι αἱ ἀκάνθαι τῶν ἀκαθάρτων πνευμάτων ἐγείρονται.

εἶτα αὐτὸ «τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ» τῶν ἀνθρώπων, καὶ βάλλει ὁ κύριος ἐν αὐτῇ τῇ γῇ σπόρον ἐπουράνιον, ἐργάζεται αὐτήν, καὶ πέσοντος 7-9-3 τοῦ σπόρου αἱ τρίβολοι καὶ αἱ ἀκάνθαι ἀναφύονται.

πάλιν αὐτὸς ὁ ἄνθρωπος καὶ ὁ κύριος ἐργάζεται τὴν ψυχήν, καὶ ἔτι τὰ πονηρὰ καὶ ἀκάθαρτα πνεύματα ἐκεῖ βρύουσι καὶ ἀναφύονται, ἕως ἂν γένηται θέρος καὶ πλεονάσῃ ἡ 7-9-4 χάρις καὶ καταξηρανθῶσιν ὑπὸ τῆς θέρμης τοῦ ἡλίου αἱ ἀκάνθαι.

εἰ γὰρ καὶ σύνεστιν ἡ κακία, ἀλλ' οὐχ οὕτως κατακυριεύει ἢ ἔχει νομήν.

τὰς γὰρ τρυφερὰς χλόας δύνανται τὰ ζιζάνια καὶ αἱ ἀκάνθαι συμπνίγειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς καὶ ὡρίμους γενέσθαι 7-9-5 οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον.

καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι τοῦ καθαροῦ καὶ ἐκεῖ μίξῃς ὡς χοίνικα ζιζανίου, τί παραφαίνεται; κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου.

οὕτω καὶ ἐν τῇ χάριτι.

εἰ πλεονάζει ἡ δωρεὰ τοῦ θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον καὶ πλουτεῖ εἰς τὸν κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς πως, οὐδὲν βλάψαι τὸν ἄνθρωπον οὐδὲ 7-9-6 ἰσχύν τινα ἢ νομὴν ἔχει κατὰ τοῦ ἀνθρώπου.

ὅλη γὰρ ἡ ἔλευσις καὶ ἡ πρόνοια τοῦ κυρίου διὰ τοῦτο ἦλθεν, ἵνα τὸ ἀπολωλὸς ἀνακαλέσηται καὶ τὸ νεκρὸν ἀναζωοποιήσῃ διὰ τοῦ σταυροῦ·

κατέκρινε γὰρ ἐν τῇ σαρκὶ τὸν θάνατον.

«τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν», «ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας».

ὁρᾷς, διὰ τοὺς δεδουλωμένους καὶ ἐνόχους ὄντας θανάτου καὶ ὑποτεταγμένους ἡ ἔλευσις τοῦ κυρίου γέγονεν, ἵνα αὐτοὺς ποιήσῃ νικητὰς τοῦ θανάτου.

7-10-1 Ὅτι μέγα τι καὶ τίμιον σκεῦος παρὰ θεῷ ὁ ἄνθρωπος.

Γνῶθι οὖν σου τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, πῶς εἶ τίμιος, ὦ ἄνθρωπε, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου.

ὁ οὖν δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ψυχῆς αὐτοῦ, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος·

ἐπειδὴ διὰ δυνάμεως θεοῦ βλέπει τὴν πτῶσιν αὐτοῦ.

ἀλλ' ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ, οὕτως χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἐξελθεῖν καὶ συγκαθίσαι καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε, συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι εἴπερ γὰρ συμπάσχετε, ἵνα καὶ συνδοξασθῆτε.

οὐ γάρ ἐστι δίκαιον τὸν νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι καὶ τὴν νύμφην, δι' ἣν ὁ νυμφίος παρεγένετο, ῥέμβεσθαι καὶ κεχαυνωμένην εἶναι.

Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἵνα ᾖ τις πόρνη, καὶ παντὶ ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως, οὕτω καὶ ἡ ψυχὴ παντὶ δαίμονι ἐπιδέδωκεν ἑαυτὴν εἰς κοινωνίαν καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων.

εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν, καὶ εἰσὶν οἱ παρὰ προαίρεσιν.

τί δέ ἐστι τὸ κατὰ προαίρεσιν καὶ τί τὸ παρὰ προαίρεσιν ἔχειν τὸ κακόν; οἱ κατὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ καὶ συνηδόμενοι καὶ φιλιάζοντες.

οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ σατανᾶ καὶ οὐ ποιοῦσι

πόλεμον μετ' αὐτοῦ ἐν τοῖς λογισμοῖς.

οἱ δὲ παρὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὴν ἐναντίαν δύναμιν ἔχοντες ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν αὐτῶν κατὰ τὸν ἀπόστολον, καὶ ἔστιν ἡ ὁμιχλώδης δύναμις καὶ τὸ κάλυμμα, ἀλλ' ἐν τοῖς λογισμοῖς οὐ συμφωνοῦσιν οὔτε συνήδονται οὔτε ὑπακούουσιν, ἀλλ' ἀντιλέγουσιν, ἀντιπράττουσιν, ἀντιπίπτουσιν, ὀργίζονται ἑαυτοῖς·

οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ θεῷ παρ' ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους.

7-11-2 Ὥσπερ ἵνα ᾖ τις βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα ἐνδεδυμένην ῥάκη καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἱμάτια καὶ ἀποπλύνῃ τὴν ῥυπαρίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλείας καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτω καὶ ὁ κύριος εὗρε τὴν ψυχὴν τετραυματισμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον ἰατικόν, καὶ ἐξέδυσεν αὐτὴν τὰ ῥυπαρὰ ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς τῆς ἑπουρανίου εἰς χαρὰν καὶ ἀγαλλίασιν.

7-11-3 Ὥσπερ ἵνα ᾖ παράδεισος καὶ ἵνα ᾖ ἐκεῖ δένδρα καρποφόρα, ὅλα εὐώδη, καὶ εἰσὶν ἐκεῖ τόποι πολλοὶ ἐπιτερπεῖς, ὅλοι ὡραῖοικαὶ πεπλήρωνται ἐκεῖ εὐωδίας καὶ ἀναπαύσεως, καὶ ὃς ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται, ἀγαλλιᾶται καὶ ἀναπαύεται, οὕτω γίνονται καὶ αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ.

ὅλοι εἰσὶν ἐν χαρᾷ καὶ εἰρήνῃ καὶ εὐφροσύνῃ, βασιλεῖς καὶ κύριοι καὶ θεοί.

γέγραπται γάρ·

«βασιλεὺς βασιλευόντων καὶ κύριος κυριευόντων».

7-11-4 Οὐκ ἔστιν οὖν τὸ τυχὸν Χριστιανισμός.

«τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν».

ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, γένος ἔκλεκτον, ἅγιον ἱεράτευμα.

τὸ οὖν μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου.

ἡ γὰρ φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειός ἐστι, φθαρτὸς καὶ παρερχόμενος, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε λυόμενα.

συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ·

πρωτότοκος γὰρ αὐτὸς ἐκ νεκρῶν, καὶ αὐτοὶ πρωτότοκοι.

βλέπετε οὖν ὑμῶν τὸ ἀξίωμα.

Γαβριὴλ καὶ Μιχαὴλ πνεύματά εἰσιν ἐν περιγραφῇ ὄντα καὶ διακονοῦσι τοῖς ἁγίοις.

«οὐχὶ πάντες, γάρ φησιν, εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν».

οἱ δὲ Χριστιανοί, ὄντες ἔκλεκτοι καὶ δόκιμοι παρὰ θεῷ, παρ' ἑαυτοῖς εἰσιν ἀποδεδοκιμασμένοι, καὶ τοῦτο αὐτοῖς φυσικὸν καὶ πηκτόν ἐστι τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι.

7-12-1 Ἐρώτησις.

Οὐκ οἴδασιν ὅτι ὃ οὐκ εἶχον ἐκτήσαντο καὶ ἔλαβόν τι ξένον τῆς φύσεως αὐτῶν καὶ ἐν προκοπῇ εἰσίν; Ἀπόκρισις.

Ἐγώ σοι λέγω, ὅτι εἰσὶ δόκιμοι καὶ εἰσὶν ἐν προκοπῇ καὶ ὃ οὐκ εἶχον ἐκτήσαντο.

ἀλλὰ τοὺς τοιούτους ἐν διακρίσει ὄντας αὐτὴ ἡ χάρις διδάσκει εἶναι τοιούτους φυσικῶς, τοῦ μὴ ἔχειν τιμίαν τὴν ψυχὴν αὐτῶν.

ὄντες οὖν ἐν προκοπῇ εἰσι τίμιοι παρὰ θεῷ, καὶ παρ' ἑαυτοῖς οὔκ εἰσιν.

εἰσὶν ἐν προκοπῇ καὶ γνώσει θεοῦ καὶ ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ θεῷ πλούσιοί εἰσι, καὶ παρ' ἑαυτοῖς πένητες.

ὥσπερ γὰρ ὁ κύριος διὰ τῆς ταπεινοφροσύνης «μορφὴν δούλου λαβὼν» ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ.

καὶ νῦν ὁ αὐτὸς ἐνδομυχῶν ὄφις ἐν ταῖς καρδίαις διὰ τῆς τυφώσεως καταβάλλει καὶ ἀπόλλει τὸ γένος τῶν Χριστιανῶν.

7-12-2 Ὥσπερ ἵνα ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ ἔχῃ πλοῦτον καὶ προσοδευθῇ καὶ εἰσενέγκῃ καρπούς, αὐτὸς λοιπὸν ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτός ἐστι, πάντας κολαφίζει, πάντας λακτίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικράν τινα γὰρ ἀνάπαυσιν εὑρόντες καὶ εὐχὴν ἤρξαντο ἀπονοεῖσθαι καὶ τυφοῦσθαι καὶ

κατακρίνειν, καὶ οὕτω καταπίπτουσιν «εἰς τὰ κατώτερα μέρη τῆς γῆς».

ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης, ὁ εἰπὼν ὅτι ὡς θεοί, φησίν, ἔσεσθε, οὗτος αὐτὸς ὑποβάλλει ἐν ταῖς καρδίαις ὑψηλοφροσύνην·

"1τέλειος εἶ, ἀρκεῖ σοι 7-12-3 ἐπλούτησας, οὐ χρείαν ἔχεις μαθεῖν, μακάριος εἶ.

"2 εἰσὶ δὲ ἄλλοι κατὰ κόσμον, οἵτινες ἔρχονται εἰς πλοῦτον καὶ προσοδεύονται καρποὺς πολλούς, καὶ οὗτοι διάκρισιν ἔχοντες κατέχουσιν ἑαυτοὺς καὶ οὐ καυχῶνται οὐδὲ ἐπαίρονται, ἀλλ' ἴσοι εἰσίν·

οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ταύτην ἔρχεται αὐτοῖς ἀφορία.

καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν·

οἴδασι γὰρ ὅτι διαδέχεται πάλιν ἡ εὐφορία.

καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες οὐ ξενίζονται οὔτε ἐν τῇ προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ αὐτοῖς ζημία, ξενίζονται.

7-12-4 Τὸ γὰρ πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτον ἐστί·

γεῦσις ἐστὶν ἀληθινή, βρῶσις καὶ πόσις, ἐξ ἀληθείας φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας.

ὥσπερ ἵνα ᾖ πηγή, καὶ εἴ τις ἐκεῖ διψῶν ἄρχεται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις καὶ μὴ δῷ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ἡδυτάτου πόματος, ὅτι οὐδεὶς αὐτῷ συνεχώρησεν ἐμπλησθῆναι καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτω καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐ δίδωσιν αὐτῷ ἐμπλησθῆναι.

7-13-1 Ἐρώτησις.

∆ιὰ τί οὐ δίδοται ἐμπλησθῆναι; Ἀπόκρισις.

Ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ἐπαίρεται·

διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον.

εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἴ τις ἐδίδου σοι ἐμπλησθῆναι, οὐκ ἔφερέ σε οὐδείς.

ἀλλὰ εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γενήσῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν θεόν.

7-13-2 Καὶ γὰρ κατὰ κόσμον λωτὸς εὑρὼν βαλάντιον χρυσοῦ, ἀπ' ἐλαφρίας ἤρξατο κηρύττειν·

"1εὗρον βαλάντιον, πλούσιός εἰμι.

"2 τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἀπέλαβε.

καὶ πάλιν ἀπελθὼν ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισεν, ἤρξατο πάντας ὑβρίζειν, ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα.

οὕτω καὶ εἰς τὸ πνευματικόν.

μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλὰ ἀπολλύουσι καὶ αὐτὸ ὃ ἔλαβον·

πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτοῖ αὐτῶν τὸν νοῦν.

7-14-1 Ἐρώτησις.

Πῶς λέγει ὁ ἀπόστολος·

«ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν προφητείαν, καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι»; Ἀπόκρισις.

Οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην, ἥτις ἐστὶ τελεία, ταῦτα μερικά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις ἐὰν καταφρονήσῃ, συμβαίνει καὶ πίπτει, ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός ἐστιν.

ἐγὼ δέ σοι λέγω ἀνθρώπους, οὓς εἶδον, ὅτι εἰς ὅλα τὰ χαρίσματα γενόμενοι καὶ μέτοχοι πνεύματος, μὴ φθάσαντες δὲ εἰς τὴν τελείαν ἀγάπην, ἔπεσον.

7-14-2 Εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός.

λοιπὸν ἦν περιβόητος ἐν πᾶσιν ἐπὶ σεμνῷ βίῳ.

οὗτος ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ ῥυπαρίας καὶ μυρία κακά.

7-14-3 Ἄλλος ἐπὶ διωγμῷ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητής, μετὰ ταῦτα εἰρήνης γενομένης ἀπελύθη καὶ ἦν ὀνομαστός, καὶ τὰ βλέφαρα αὐτοῦ βεβλαμμένα, ἐπειδὴ ἐκαπνίσθη.

οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων ἐκ τῶν παρακειμένων σιτίων ἐδίδου τῷ παιδὶ αὐτοῦ, καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον θεοῦ.

7-14-4 Ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοὺς καὶ ἐκρεμάσθη, ἐξητάσθη, εἶτα ἐβλήθη εἰς φυλακήν.

ὑπηρέτει δὲ αὐτῷ κατὰ πίστιν κανονική, ἥτις καὶ ποιήσασα συνήθειαν ἐν τῇ φυλακῇ, † ἐξέπεσεν εἰς πορνείαν.

7-14-5 Ἰδέ, ὁ πλούσιος πωλήσας αὐτοῦ τὰ ὑπάρχοντα, πῶς ἔπεσε, καὶ ὁ δοὺς τὸ σῶμα αὐτοῦ εἰς μαρτυρίαν.

7-14-6 Ἄλλος δέ τις φρόνιμος ἀσκητής, συνών μοι ἐν τῇ οἰκίᾳ καὶ μετ' ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὅτι εὐχόμενος ἐγγύς μου κατενύγη, ὥστε με ἐκπλαγῆναι.

ἔβρασε γὰρ εἰς αὐτὸν ἡ χάρις, ἐδόθη τε αὐτῷ τὸ χάρισμα τῶν ἰαμάτων καὶ οὐ μόνον τοὺς δαίμονας ἀπήλαυνεν, ἀλλὰ καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας καὶ ἔχοντας πάθη δεινὰ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευεν.

εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου καὶ συνηδόμενος 7-14-7 αὐτοῖς, ἐτυφώθη καὶ ἐξέπεσεν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας.

ἰδέ, καὶ ὁ ἔχων «χαρίσματα ἰαμάτων» ἔπεσεν.

ὁρᾷς πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς τὰ μέτρα τῆς ἀγάπης πίπτουσιν.

ὁ γὰρ φθάσας εἰς τὴν ἀγάπην δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον αἰῶνα τῆς θείας καὶ ἐπουρανίου φύσεως.

7-15-1 Ἐρώτησις.

Τί ἐστιν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; Ἀπόκρισις.

Κατ' ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι καὶ δίκαιοι βασιλεῖς καὶ οἱ προφῆται, ὅτι μὲν ἔρχεται ὁ λυτρωτής, ᾔδεισαν ἐπὶ τῶν καιρῶν αὐτῶν, ὅτι δὲ πάσχει καὶ σταυροῦται καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν οὔτε ἤκουσαν, οὔτε ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτῶν ὅτι ἔστι βάπτισμα πυρὸς καὶ ἁγίου πνεύματος, καὶ ὅτι ἐν τῇ ἐκκλησίᾳ μέλλει προσφέρεσθαι ἄρτος καὶ οἶνος ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος, καὶ οἱ μεταλαμβάνοντες ἐκ τοῦ φαινομένου ἄρτου τοῦ πνευματικοῦ τὴν σάρκα ἐσθίουσι, καὶ ὅτι οἱ ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν παράκλητον καὶ ἐνδύονται δύναμιν ἐξ ὕψους καὶ πληροῦνται θεότητος, καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῶν ἁγίων τῷ ἁγίῳ πνεύματι.

τοῦτο οὐκ ᾔδεισαν οἱ βασιλεῖς καὶ οἱ προφῆται οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν.

νῦν δὲ οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι καὶ καταποθοῦνται εἰς τὴν θεότητα, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ὑπὸ φόβον εἰσὶ καὶ τρόμον, ἔχοντες τὴν παράκλησιν καὶ τὴν χαράν.

Ἐρώτησις.

Ὑπὸ ποῖον φόβον εἰσὶ καὶ τρόμον; Ἀπόκρισις.

Τοῦ μὴ σφαλῆναι ἔν τινι, τοῦ συμφωνῆσαι, ὥσπερ ἵνα ᾖ τις ἔχων θησαυροὺς καὶ διοδεύῃ εἰς τόπους ληστρικούς, λοιπὸν χαίρει μὲν διὰ τὸν πλοῦτον καὶ τὸν θησαυρόν, ὑπὸ φόβον δέ ἐστι, μήπως ἐλθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτὸν ὡς βαστάζοντα πλοῦτον ἄφατον καὶ ὡς βαστάζοντα εἰς τὰς χεῖρας τὸ αἷμα αὐτοῦ.

οὕτως εἰσὶν οἱ Χριστιανοί.

7-16-2 Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα καί ἐσμεν ξένοι καὶ ἀκτήμονες καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι, λοιπὸν ἰδὲ τὸ σῶμα κεῖται εἰς εὐχὴν ὀφείλουσιν εἰπεῖν οἱ ἀδελφοί·

ἆρα τῷ σώματι καὶ ὁ νοῦς συμφωνεῖ; ὥσπερ γὰρ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας, οὕτω καὶ σὺ ἐπίσκεψαι σεαυτόν, ἔχων τὸ σῶμα ξένον, ἆρα ἔχεις καὶ τὸν νοῦν ἠλλοτριωμένον ἐκ τοῦ αἰῶνος τούτου, καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον.

καὶ γὰρ ἕκαστος κοσμικός, ἢ ὁ στρατιώτης ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει καὶ τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ ὁ αὐτοῦ ἐστι θησαυρός.

«ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία».

7-16-3 Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖον ἐστὶ θησαυρόν, ἆρα ὅλος δι' ὅλου πρὸς τὸν θεόν ἐστιν; εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμποδίζον.

ἢ ἀγνοεῖτε ὅτι πνεύματά εἰσι πονηρά; ὁ σατανᾶς γὰρ καὶ οἱ δαίμονες κατέχουσι τὸν νοῦν καὶ περισκελίζουσι τὴν ψυχήν.

ὁ πολύμορφος διάβολος, ἔχων μάγγανα καὶ τρίθυρα καὶ ποικιλίαν πολλὴν κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς καὶ οὐ ποιεῖ ὀρθῶς προσεύξασθαι καὶ προσεγγίσαι τῷ θεῷ.

ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι πνευμάτων πονηρίας, ὁμοίως ἀγγέλων καὶ πνεύματος ἁγίου·

7-16-4 ναός ἐστι τοῦ σατανᾶ καὶ ἐὰν θέλῃ ναὸς γίνεται τοῦ ἁγίου πνεύματος.

λοιπὸν ἐπισκέψασθε τὸν νοῦν ὑμῶν, ἀδελφοί, τίνος ἐστὲ κοινωνοί, ἀγγέλων ἢ δαιμόνων, τίνος

ἐστὲ ναὸς ἢ οἰκητήριον, θεοῦ ἢ διαβόλου; ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος ἢ τοῦ σατανᾶ; ὥσπερ ἐὰν ᾖ οἰκία μεμεστωμένη δυσωδίας καὶ κοπριῶν, χρὴ αὐτὴν καθαρθῆναι καὶ κοσμηθῆναι καὶ πληρωθῆναι ἐκεῖ πάσης εὐωδίας καὶ θησαυρῶν·

οὕτω χρὴ ἀντὶ τοῦ σατανᾶ ἅγιον πνεῦμα οἰκῆσαι καὶ ἐπαναπαυθῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν.

7-16-5 Πλὴν οὐχ ἅπαξ ἀκούσας τις ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους.

εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι εὐθὺς ἐγίνετο τοῦ ἀγαθοῦ μέρους, οὐκέτι εἶχεν ἀγῶνας οὔτε καιροὺς πολέμων, ἀλλὰ ἀκαμάτως μόνον ἤκουσε καὶ ἦλθεν εἰς κατάπαυσιν καὶ τέλεια μέτρα.

οὐχ οὕτως ἐστὶ τὰ πράγματα.

περιαιρεῖς γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὸν πόλεμον καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις παλαίουσαν τῷ νῷ.

ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον θεοῦ ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο ὑποστελλούσης τῆς χάριτος κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ ἔρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου 7-16-6 καὶ ἀγῶνος τότε ἀποφέρεται τὰ νικητήρια καὶ γίνεται Χριστιανός.

εἰ γάρ τις ἀκούσας ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ καὶ οἱ πόρνοι πάντες ἂν ἐπόθουν ἀπελθεῖν εἰς τὴν βασιλείαν καὶ ζωήν.

ἀλλ' οὐδεὶς αὐτοῖς δίδωσιν ἄνευ καμάτου καὶ ἀγῶνος τούτου τυχεῖν, ἐπειδὴ «στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδός» καὶ διὰ ταύτης τῆς τραχείας ὁδοῦ χρὴ διοδεῦσαι καὶ 7-16-7 ὑπομεῖναι καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν.

εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι λίθος προσκόμματος καὶ πέτρα σκανδάλου ἦν ὁ Χριστιανισμός, οὐκέτι πίστις καὶ ἀπιστία.

ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον τόνδε ἄτρεπτον εἰς τὸ ἀγαθόν, καὶ οὐ λέγεις λυτῆς αὐτὸν καὶ τρεπτῆς φύσεως·

τρεπτὸν μὲν εἰς τὸ κακὸν καὶ εἰς τὸ ἀγαθόν.

τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα μέρη νόμος δίδοται, ἤγουν τῷ ἔχοντι ἐξουσίαν ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν.

δετῇ γὰρ φύσει νόμος οὐκ ἔσται.

οὔτε γὰρ ὁ ἥλιος ἢ ὁ οὐρανὸς ἢ ἡ γῆ νενομοθέτηνται, ἐπειδὴ τὰ κτίσματα δετῆς ἐστι φύσεως·

ὅθεν οὔτε τιμῇ οὔτε κολάσει ὑπόκεινται.

ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοίμασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν.

καὶ πάλιν ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος.

εἰ δὲ οὐ λέγεις αὐτὸν λυτῆς φύσεως, λοιπὸν τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου.

ὁ γὰρ ἀπὸ φύσεως χρηστὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός.

ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν ἐξ αὐτεξουσίου προαιρέσεως.

7-16-8 Ὥσπερ ἵνα ᾖ ἀκκία Περσῶν καὶ ἀκκία Ῥωμαίων, καὶ ἐξελθόντες ἐξ αὐτῶν πρῶτοι δύο νεανίσκοι ἰσοδύναμοι ποιήσωσι πάλην, οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόρροπον κατ' ἀλλήλων καὶ τὴν ἰσοδυναμίαν.

7-16-9 Ἔχει ὁ σατανᾶς τὸ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα, καὶ ἔχει ἡ ψυχὴ τὸ ἀντιλέγειν καὶ ἐν μηδενὶ αὐτοῦ ὑπακούειν.

προτρεπτικαὶ γάρ εἰσιν ἀμφότεραι αἱ δυνάμεις, τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ καὶ οὐκ ἀναγκαστικαί.

καὶ τῇ τοιαύτῃ προαιρέσει δίδοται θεία δύναμις καὶ δύναται παλαίων λαβεῖν ὅπλα ἐξ οὐρανοῦ καὶ διὰ τοῦ ὅπλου ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν.

τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, τὸ δὲ ἐκριζῶσαι καὶ νικῆσαι ἄνευ θεοῦ οὐ δύναται.

οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν ὅτι ὥσπερ γίγας ἐστὶ γενναῖος, τὴν δὲ ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν.

εἰ δὲ οὕτως ἐστὶ τὰ πράγματα ὅμοια, ὡς γίγας ἡ ἁμαρτία καὶ ὡς παιδίον ἡ ψυχή, ἀδίκως ὁ νομοθέτης νομοθετεῖ τῷ ἀνθρώπῳ ποιεῖν πόλεμον πρὸς τὸν σατανᾶν.

7-16-10 Ὁ θεμέλιος τῆς ὁδοῦ καὶ ἡ ὁδὸς ἄλλως ηὐτρέπισται, καὶ οἱ ἄνθρωποι ἀνοδίαις θέλουσιν ὁδεύειν καὶ οὐκ οἴδασιν ἐκτρεπόμενοι τῆς εὐθείας ὁδοῦ.

οὗτος δέ ἐστιν ὁ θεμέλιος τὸ ἐν ὑπομονῇ πολλῇ, ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ πνεύματος

καὶ ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς καὶ διὰ τούτων δύναταί τις κτήσασθαι τὴν δικαιοσύνην ἐν ἑαυτῷ·

λέγομεν δὲ τὴν 7-16-11 δικαιοσύνην αὐτὸν τὸν κύριον.

αἱ ἐντολαὶ τοῦ κυρίου ὥσπερ μίλιά ἐστι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀπαγούσης εἰς τὴν οὐράνιον πόλιν τοὺς διοδεύοντας.

λέγει γάρ·

«μακάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται».

τοῦτον εἶπε Χριστιανὸν εἶναι.

εἰ δέ τις ἐν ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ περιπατεῖ καὶ κακῷ θεμελίῳ κέχρηται.

7-17-1 Ἐρώτησις.

Πῶς δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἴσθηται ἐν ἑαυτῷ ὅτι μετεβλήθη καὶ προέκοψεν καὶ ἦλθεν εἰς γνῶσιν καὶ αὔξησιν, ἣν τὸ πρὶν οὐκ εἶχεν; Ἀπόκρισις.

Ἕως ἔτι πάντα τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι «πτωχὸς τῷ πνεύματι», ἀλλὰ οἴεται περὶ ἑαυτοῦ.

ὅταν δὲ ἔλθῃ εἰς τοιαύτην σύνεσιν καὶ προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν πτωχὸν εἶναι τῷ πνεύματι.

7-17-2 Ἐρώτησις.

Τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι «πτωχὸν τῷ πνεύματι»; Ἀπόκρισις.

Τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν θεοῦ μὴ ἡγεῖσθαι ἑαυτὸν τίμιον, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἀναξίαν καὶ ἐξουδενωμένην καὶ μηδὲν εἰδότα μηδὲ ἔχοντα.

τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νῷ τοῦ ἀνθρώπου.

οὐχ ὁρᾷς ὅτι ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ἐκλεκτὸς ὢν γῆν ἑαυτὸν ἐποίησε καὶ σποδόν, καὶ ὁ ∆αβὶδ χρισθεὶς εἰς βασιλέα καὶ τὸν θεὸν μετ' αὐτοῦ ἔχων λέγει·

«σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ».

7-17-3 Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρόνομοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν.

εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διαφορά ἐστι μεγάλη, ὅμως δὲ μιᾶς πόλεως εἰσὶν οἱ πάντες·

ὁμόψυχοι, ὁμόγλωττοι ἐπιγινώσκουσιν ἀλλήλους.

ὥσπερ μέλη πολλὰ ἐν ἑνὶ σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ εἰς πάντας διαφόρως, μιᾶς δέ εἰσι 7-17-4 πόλεως, μιᾶς γλώττης.

πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν διωκόμενοι, «κακουχούμενοι», «ἐν αἰγείοις δέρμασιν», «ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς».

ὁμοίως δὲ οἱ ἀπόστολοι·

«ἕως τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ ὀνειδιζόμεθα καὶ ἀστατοῦμεν».

ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι διαφόρως ἐλιθοβολήθησαν.

αὐτὸς δὲ ὁ δεσπότης προφητῶν καὶ ἀποστόλων ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης πῶς διώδευσε, τύπος ἡμῶν γενόμενος δι' ὕβρεων καὶ ἀκάνθινον στέφανον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπέθηκαν, ἐμπτύσματα ἐπήγαγον, ῥαπίσματα, σταυρόν.

7-17-5 Εἰ ὁ θεὸς οὕτως διώδευσε τύπον σοι δεικνύς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι.

καὶ γὰρ οἱ ἀπόστολοι καὶ προφῆται οὕτως διώδευσαν, καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι.

λέγει γὰρ ὁ ἀπόστολος Παῦλος ἐν πνεύματι ἁγίῳ.

«μιμηταί μου γίνεσθε, ἀδελφοί, καθὼς κἀγὼ Χριστοῦ».

εἰ δὲ ἀγαπᾷς δόξαν ἀνθρώπων καὶ προσκυνεῖσθαι θέλεις καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ τοῦ κυρίου.

χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συνταφῆναι τῷ παθόντι, ἵν' οὕτω συνδοξασθῇς τῷ δοξασθέντι.

ἀνάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ καὶ οὕτως γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον τῷ νυμφίῳ.

οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων καὶ τῆς τραχείας ὁδοῦ καὶ τῆς στενῆς καὶ τεθλιμμένης εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων καὶ ἀναπαυθῆναι καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας.

Ἀμήν.

7-18-1 Οὐκ ὀφείλουσιν οἱ Χριστιανοὶ ἀσχολῆσαι τὸν νοῦν αὐτῶν μόνον εἰς τὴν εὐχήν, ἀλλὰ καὶ εἰς ἕκαστα κατορθώματα·

οἷον κολάσαι ὀφείλουσι πλεονεξίαν, φιλαργυρίαν,

γαστριμαργίαν, θυμόν, ὑπερηφανίαν, δόλον καὶ ἄλλα πολλὰ ἀκόλουθα τούτοις.

οἱ πρὸς τούτων τῶν ὀλίγων σπουδάζοντες πρὸς ἕκαστα πάθη ἀντιστῆναι, ἀποστραφῆναι, μισῆσαι, γενναίως ὀργισθῆναι τῷ θελήματι κερδαίνουσι χιλιάδαςδιὰ ταῦτα οὖν προκόπτουσιν οἱ προκόπτοντες.

ἐὰν τῷ νοῒ κρίνῃ τις πολεμεῖν τοῖς πάθεσι τοῖς προειρημένοις, εὐθέως ἀντιλαμβάνεται αὐτοῦ ὁ κύριος.

7-18-2 Ὁ καταβαίνων εἰς πόλεμον ὀφείλει θαρσηρὰν ἔχειν ψυχήν, καὶ εὐθέως τομῶς ἢ ταχέως ἐπιτυγχάνει.

δεῖ δέ φησι τὸ ὅπλον, ὃ ὀφείλει δοθῆναι ἀνδρὶ πολεμιστῇ, ἐν παντὶ γενναῖον εἶναι, ὥστε πάσας τὰς ἡδονὰς καταπατῆσαι καὶ τὰ πάθη τοιούτῳ ἀνδρὶ ἐπιτηδεύει τὸ ὅπλον ταύτῃ τῇ ὁδῷ διοδεῦσαι ὀφείλεις, ἀποστραφεὶς φιλαργυρίαν, δόξαν, γαστριμαργίαν, ἀργίαν, μῖσος, τῦφον τοιούτου ἀνδρὸς χρῄζει τὸ ὅπλον.

τότε εἰσβαίνει εἰς τὴν πόλιν τῶν ἁγίων.

εἰ ᾔδειμεν ὅτι ἐν τοσαύτῃ ἀναλογίᾳ κατὰ τὸν κανόνα ἑκάστου ἡ τιμὴ ἀποδίδοται, ἡμεῖς οὐκ ἂν ἐκάμνομεν εἰ ᾔδειμεν ὅτι οὕτως ἐστὶ παραδοῦναι ἑαυτοὺς εἰς θάνατον, οὐκ ἂν ἐφεισάμεθα οὐδὲ ἀσχολῆσαι ἠνεσχόμεθα τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον καὶ χαυνοῦν εἰς τὰ πάθη.

7-18-3 Βλέπε, ψυχή, ποῦ εἶ, μετὰ τοῦ ἐπουρανίου νυμφίου Χριστοῦ ἢ μετὰ τοῦ σατανᾶ τοῦ βουλομένου ἀφανίζειν τὸ γένος τῶν ἀνθρώπων.

τὸ σῶμα τοῦ ἀνθρώπου ναός ἐστι τοῦ θεοῦ, καὶ εἴ τις αὐτὸ φθείρει, ὁ κύριος τὸν φθείραντα αὐτὸ φθερεῖ.

καὶ ἡ καρδία τοῦ ἀνθρώπου θυσιαστήριον ἐστὶ τοῦ ἁγίου πνεύματος, καὶ εἰ μή ἐστι καθαρὸν καὶ ἅγιον τὸ θυσιαστήριον, ἐκτὸς ἐπιθυμίας καὶ μίσους καὶ ὀργῆς καὶ θυμοῦ, ἀφίησιν ὁ κύριος τὸ θυσιαστήριον καὶ ἐξέρχεται.

μετὰ τοῦ ναοῦ τοῦ κυρίου καὶ τὸ θυσιαστήριον ἁγιάσωμεν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν αὐτοῦ νυμφῶνα.

καλόν ἐστιν ἁγιάσαι ἡμᾶς τὸν ἔξω ἄνθρωπον, ἵνα μὴ φθείρῃ ἡμᾶς ὁ κύριος ἐν τῇ ἡμέρα τῆς κρίσεως.

καλὸν δὲ ἔστι καὶ τὸ ἁγιάσαι τὸ θυσιαστήριον μετὰ τοῦ ναοῦ, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ καὶ ἴδωμεν αὐτόν.

ὁ γὰρ ἁγιάζων τὸν ἔξω ἄνθρωπον μόνον ἀπελεύθερός ἐστι καὶ οὐ δύναται κληρονομῆσαι τὴν βασιλείαν·

τὰ τέκνα τοῦ θεοῦ κληρονομεῖ τὴν βασιλείαν.

ἀρθήτω ἀφ' ἡμῶν ἡ ἐπιθυμία καὶ ἡ πονηρία, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα.

εἰ ἔστιν ἡμῖν ἐπιθυμία ἢ μῖσος ἢ ὑψηλοφροσύνη, ἐκ τοῦ πονηροῦ ἐστι, ταῦτα ὅπλα ἐστὶ τοῦ σκότους, καὶ ἐν ἐκείνῳ τῷ σκότει οὐ φαίνεται ὁ νυμφών, καὶ οὐδεὶς δύναται ἐν τῷ σκότει εἰσελθεῖν εἰς αὐτόν.

7-18-4 Ἀποστρέψωμεν ἐκ τῆς καρδίας ἡμῶν τὸ ὂν ἐν αὐτῇ σκότος, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα.

ζητήσωμεν διαπαντὸς τὸν νυμφίον καὶ τὸ πρόσωπον αὐτοῦ, ἵνα φανῇ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα.

εἰσὶν ἐν ἡμῖν καρποὶ ἀγάπης ἐκ καθαρᾶς καρδίας, οὗτοί εἰσιν ὅπλα τοῦ κυρίου, ὅ ἐστιν ἡ λαμπάς.

ταύτῃ τῇ λαμπάδι ὁρῶμεν τὸν νυμφῶνα ἐκείνου τοῦ νυμφίου καὶ εἰ μὴ αὐτὸς λάμψῃ ἐν ταῖς καρδίαις ἡμῶν, ὅς ἐστι λαμπὰς καὶ φῶς, καὶ φωτίσῃ ἐν τῷ φωτί, εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἰδεῖν αὐτὸν οὐ δυνάμεθα.

τοὺς καρποὺς τοῦ σατανᾶ ἀπωσώμεθα ἐκ τῆς καρδίας ἡμῶν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ ἐν αὐτῇ ἴδωμεν τὸν νυμφίον ἐν τοῖς τῆς καρδίας ἡμῶν ὀφθαλμοῖς.

ὁ πονηρὸς δεικνύει ἡμῖν κοινὸν καὶ ἀκάθαρτον φῶς, 7-18-5 καὶ οὕτως ὁρῶμεν, ὅτι ὁ πονηρὸς κοινὸς καὶ ἀκάθαρτός ἐστι.

καθαρίσωμεν οὖν ἑαυτοὺς ἐκ τῆς ἀκαθαρσίας τοῦ πονηροῦ, ἵνα ἐν τῇ λαμπάδι γενόμενοι πάντας ἀνθρώπους ὁρῶμεν καθαρούς.

φωτιζέσθω τοίνυν τὸ σκότος ἡμῶν τῷ φωτὶ τοῦ σωτῆρος, ἵνα πάντα ἄνθρωπον καθαρὸν ἴδωμεν καὶ τὸν μὴ ὄντα καθαρόν.

ἀποπλύνωμεν τοῖς δάκρυσι τὸ σκότος ἡμῶν καὶ ταῖς εὐχαῖς ἐκμάξωμεν καὶ τῇ πρὸς πάντας ἀγάπῃ, ἵνα ἴδωμεν ἁπάντας καθαρούς.

πάντα καθαρά ἐστι τῷ καθαρῷ καὶ ἅγια καὶ τὰ μὴ ὄντα ἅγια.

ἡ γὰρ καρδία αὐτοῦ πέπλυται καὶ ἔλαμψεν ἡ λαμπὰς αὐτοῦ ἐν τῷ λάμψαντι ἐν αὐτῷ φωτί.

7-18-6 Μετάστησον ἡμᾶς, κύριε, ἐκ τοῦ σκότους εἰς τὸ φῶς, πρὶν ἀπέλθωμεν καὶ οὐκέτι οὐ μὴ

ὦμεν.

εἰ ἐσπιλωμένοι εἰσὶν οἱ τῆς καρδίας ἡμῶν πόδες φθόνῳ ἢ μίσει ἢ ὀργῇ ἢ θυμῷ, τούτοις οὐ δυνάμεθα εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἔξω μενοῦμεν.

πέμψει ἐν ἡμῖν ὁ κύριος τὸ φῶς αὐτοῦ καὶ παραμυθήσεται ἡμᾶς τῇ ἀγάπῃ αὐτοῦ καὶ ταπεινώσει τῇ ἐπὶ πάντων.

εἰ τοὺς τῆς καρδίας πόδας καταμάξωμεν τῇ ταπεινώσει καὶ μετὰ πάντων εἰρηνευθείημεν καὶ πάντας ἀγαθοποιήσωμεν, φεύξεται τὸ σκότος ἡμῶν τῷ φωτὶ τῆς λαμπάδος ἡμῶν, καὶ ἐν αὐτῇ ὀφθήσεται ὁ νυμφὼν τοῦ νυμφίου καὶ ἡμῶν μὴ κρουόντων ἀφ' ἑαυτοῦ ἀνοιγήσεται, καὶ εἰς ἀπάντησιν ἡμῖν ἐλεύσεται καὶ εἰσάξει εἰς μέσον αὐτοῦ.

τῇ ἀγάπῃ καὶ τῇ ταπεινώσει εἰσέλθωμεν εἰς τὸν νυμφῶνα καὶ τῇ καθαρᾷ καρδίᾳ ἴδωμεν τὸν νυμφίον.

εἰ τὰ χείλη τῆς καρδίας ἡμῶν λαλεῖ ὑψηλοφροσύνην καὶ λέγει τούτῳ·

"1μὴ προσεγγίσῃ τὰ ἱμάτιά μου"2, ἄνθρωπος γάρ ἐστι κοινὸς καὶ ἀκάθαρτος καὶ ἄνομος, ἐν τούτοις οὐκ ἀφίησιν ὁ νυμφίος ἐκεῖνον εἰσελθεῖν τὸν ὑψηλόφρονα οὐδὲ δοξάσει αὐτόν, καὶ οὐ δύναται εἰς τὸν νυμφῶνα εἰσελθεῖν μετ' ἐκείνου 7-18-7 τοῦ ταπεινοῦ.

ἐπὶ πάντων ἑαυτοὺς ταπεινώσωμεν καὶ μετὰ πάντων εἰρηνεύσωμεν, ἵνα ἴδωμεν ἐκεῖνον τὸν νυμφίον, οὐ τὸ εἶδος τίμιον καὶ ταπεινόν.

εἰ τὰ χείλη τῆς καρδίας ἡμῶν λαλεῖ τὰ καλὰ περὶ πάντων, ἐν τούτοις δοξάσωμεν τὸν κύριον τῆς δόξης τῷ φωτί.

εἰ πεπλήρωται τὸ στόμα καὶ τὰ χείλη τῆς καρδίας ἡμῶν καὶ ἐν αὐτῇ καθορᾶται ὁ νυμφὼν τοῦ νυμφίου καὶ τὴν θύραν ἡμῖν ἀνοίγει καὶ εἰς ἀπάντησιν ἡμῶν ἔρχεται.

μὴ γνῶμεν τὴν πονηρίαν, ἵνα ἀναφθῇ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα καὶ ἴδωμεν τὸν 7-18-8 νυμφίον.

εἰ ἐσπίλωται ἡ χεὶρ τῆς καρδίας ἡμῶν τοῖς κακοῖς, οἷς ὁ πολέμιος παλαίει ἐν τῷ σκότει, τὴν θύραν τοῦ νυμφῶνος ἀνοῖξαι οὐ δύναται, καὶ εἰ μὴ ἀποπλύνηται τοῖς δάκρυσι καὶ τῇ πρὸς πάντας ἀγάπῃ, ἀνοῖξαι τὴν θύραν τοῦ νυμφῶνος καὶ εἰσελθεῖν εἰς τὸν νυμφῶνα πρὸς τὸν νυμφίον οὐ δύνασθε.

τοῖς δάκρυσι τῆς εὐχῆς τὴν καρδίαν καθάρωμεν, ἵνα τὴν θύραν τοῦ νυμφῶνος ἀνοίξωμεν καὶ εἰσέλθωμεν εἰς αὐτόν.

εἰ τῇ ἐπιθυμίᾳ σέσηπται ἡ καρδία τινός, ὁ πονηρὸς ἀλλοιοποιεῖ τὴν καρδίαν καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτὸς ἀμαυροῖ τῇ ἀκαθαρσίᾳ καὶ σβεννύει τὴν λαμπάδα αὐτοῦ τοῦ φωτός.

καὶ ἐὰν μὴ ἀποπλύνῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτοῦ ἐκ τῆς ἐπιθυμίας, ἐν τῷ σκότει 7-18-9 μένει καὶ ἐστέρηται τοῦ φωτός.

ἡ καρδία ἡμῶν ἤτω παρθένος καὶ καθαρὰ καὶ ἁγία, ἵνα ἴδωμεν ἐκεῖνον, οὗ ἡ καρδία ἐστι παρθένος καὶ ἁγία.

εἰ δέ τις ταπεινοῦται ἐπὶ πάντων καὶ πάντας ἀγαπᾷ καὶ ἀγαθοποιεῖ, λάμψει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ κύριος καὶ φωτίσει αὐτὸν καὶ ἐν ἐκείνῃ τῇ λαμπάδι τοῦ φωτὸς ἀπελεύσεται εἰς τὸν νυμφῶνα καὶ εἰσελεύσεται καὶ ὄψεται τὸν νυμφίον καὶ συναριστήσει, καὶ ὁ νυμφίος συναριστήσει αὐτῷ.

τὰ καλὰ ἐργαζέσθω ἡμῶν 7-18-10 ἡ καρδία πρὸς πάντας, ἵνα τῇ καθαρᾷ καρδίᾳ ἡμῶν ἴδωμεν τὸν νυμφίον.

εἰ δέ τις ἐπαίρεται κατά τινος ὄντος ἐπὶ τῆς γῆς καί τινα τὸν ἐν αὐτῇ ὄντα μισεῖ, ὁ πονηρὸς ἀμαυροῖ τὴν καρδίαν αὐτοῦ ἐν τῷ σκότει καὶ ἐν ἐκείνῃ τῇ λαμπάδι τῆς σκοτίας ἀτενίσαι ἐκείνῳ τῷ φωτὶ τοῦ νυμφίου οὐ δύναται οὐδὲ τῇ δόξῃ πάντων τῶν ἁγίων αὐτοῦ ἡ καρδία ἡμῶν παρθένος ἤτω καὶ ἁγία, ἵνα ἴδωμεν τὸν νυμφίον, οὗ ἡ καρδία ἐστὶ παρθένος καὶ ἁγία.