Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermones 64 ΛΟΓΟΙ Β-Δ

From MacariusOfEgypt
Jump to: navigation, search


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


Sermones 64a

ΛΟΓΟΣ Βʹ.

2-1-1 Τῶν ἀκουόντων τὸν λόγον τοῦ θεοῦ καὶ ποιούντων ἀγαθὸν καρπὸν σημεῖα ἐν αὐτοῖς ταῦτά ἐστι στεναγμός, κλαυθμός, προσοχή, σιωπή, κατήφεια, ἐπιμονή, ἡσυχία, κεφαλῆς κίνησις, ὀδυνηρὸς κλαυθμός, πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος.

τὰ δὲ ἔργα·

ἀγρυπνία καὶ ἐγκράτεια, νηστεία, πραότης, μακροθυμία, ἀδιάλειπτος εὐχή, μελέτη τῶν θείων γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, πόνος, κακοπάθεια, ἀγάπη, ὑποταγή, ἀγαθωσύνη, κοσμιότης καὶ τὸ ὅλον φῶς, ὅ ἐστιν ὁ κύριος.

2-1-2 τῶν δὲ μὴ ποιούντων καρπὸν ζωῆς αἰωνίου σημεῖά ἐστι ταῦτα·

ἀκηδία, μετεωρισμός, περίβλεψις, ἀπροσεξία, γογγυσμός, κέμφωσις ὅ ἐστιν ὁ λάρος τὸ ὄρνεον ὅς ἐστι κοῦφος καὶ προχειρότατος.

τὰ δὲ ἔργα·

ἀδηφαγία, ἀσωτία, ὀργή, θυμός, καταλαλιά, φυσίωσις, ὑπερηφανία, ἀπιστία, ἀκαιρολογία, ἀκαταστασία, λήθη, ταραχή, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐριθεία, ὑπεροψία, φλυαρία, ἄκαιρος γέλως, ἐθελοδοξία καὶ τὸ πᾶν σκότος, ὅπερ ἐστὶν ὁ σατανᾶς.

2-2-1 Ἐρώτησις.

Τί ἐστι σατανᾶς καὶ τί ποτε ἥμαρτεν, ἵνα σατανᾶς γένηται; 2-2-2 Ἀπόκρισις.

Πνεῦμά ἐστι λογικόν, ἐγκόσμιον, λαλοῦν πονηρά, διὰ δὲ ἰδίαν κακίαν καὶ σκοτεινὴν προαίρεσιν σκοτεινὸς γέγονεν.

ὡς δὲ μυστικώτερον ἀκούειν χρὴ τῶν γραφῶν καὶ βαθύτερον·

πρὸ τοῦ γὰρ τὸν Ἀδὰμ κτισθῆναι παρέβη καὶ σατανᾶς γέγονε, τὸ θέλημα τοῦ θεοῦ ποιεῖν μὴ βουλη2-2-3 θείς.

«πῶς, γάρ φησιν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος», καὶ ὁ ἀπόστολος·

«πρὸ γὰρ τοῦ νόμου ἡ ἁμαρτία ἦν ἐν τῷ κόσμῳ», αὐτὸν ἁμαρτίαν καλῶν τὸν ἀρχηγὸν καὶ εὑρέτην τῆς ἁμαρτίας γενόμενον.

καὶ πάλιν περὶ τῆς πτώσεως τοῦ ἀνθρώπου διηγούμενος λέγει·

«ἥ τε γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆςδηλονότι τῆς τεθείσης τῷ Ἀδάμἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν».

καὶ ἐπάγει·

«ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.

τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο·

ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, 2-2-4 ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς».

ὥστε ἦν ἤδη ἡ ἁμαρτία (τουτέστιν ὁ διάβολος) πάλιν δὲ διὰ τῆς πρὸς τὸν ἄνθρωπον ἔχθρας καὶ δολιότητος καὶ ζήλου καθ' ὑπερβολὴν ἁμαρτία ἀπεδείχθη.

ὢν γὰρ πρὸ τούτου μέγας καὶ ἔνδοξος καὶ ἀρχῇ τινι ἀγγελικῆς δόξης ἐπερειδόμενος θεὸς γενέσθαι ἠθέλησεν εἰς ἀνταρσίαν τῆς θεϊκῆς δόξης χωρήσας, καθὼς γέγραπται·

ὁ ἄδικος ἄρχων θεὸς θέλων εἶναι.

διὰ τοῦτο οὖν ἐρρίφη εἰς τὴν γῆν σὺν τοῖς ὁμογνώμοσι καὶ ὑπηκόοις αὐτοῦ δαίμοσιν ἀποβληθείς.

2-2-5 Ὁ δὲ ῥιφεὶς καὶ ἐξορισθεὶς ἐκ τῆς ἄνω χώρας καὶ ἀπὸ τοῦ οὐρανίου φρονήματος πεσὼν οὐδὲ εἰς μετάνοιαν ἐχώρησεν, οὐδὲ εἰς ἀκοὴν ἀγαθὴν ἦλθε διὰ δεήσεως δυσωπῆσαι τὸν δεσπότην, ἵνα πάλιν ἔλθῃ εἰς τὸ ἀρχαῖον ἀξίωμα.

ἀλλὰ προσθεὶς τῇ ἑαυτοῦ κακίᾳ φθόνον ἐκίσσησε κατὰ τοῦ ἀνθρώπου, ὅτι κατ' εἰκόνα θεοῦ ὑπῆρχεν ἀπὸ γῆς πλασθεὶς καὶ τῶν ὁρωμένων πάντων δεσπότης 2-2-6 ἐτύγχανε.

διὸ καὶ δολερῶς αὐτῷ προσῆλθεν ἐπαγγειλάμενος αὐτὸν θεὸν γενέσθαι διὰ τῆς τοῦ ξύλου βρώσεως, ἐξ οὗ ὁ θεὸς ἐκώλυσεν αὐτὸν φαγεῖν.

καὶ οὕτω διὰ τῆς τοιαύτης ἐπαγγελίας τὸν ἄνθρωπον κατέσπασεν ἀπὸ τῆς προτέρας δόξης ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν λαβών, καὶ οὕτως αὐτὸν ἁμαρτωλὸν 2-2-7 κατέστησεν.

αὐτὸς δὲ καθ' ὑπερβολὴν ἁμαρτωλότερος γενόμενος ἀπεδείχθη διὰ τοῦ γηΐνου φρονήματος καὶ τῆς ὑπερηφάνου οἰήσεως, ἐπιθυμήσας διὰ κακοτεχνίας ἁρπάσαι τὸ δοθὲν τῷ ἀνθρώπῳ ἐν τῷ κόσμῳ δεσποτικὸν ἀξίωμα.

ῥιφεὶς1 οὖν ἄνωθεν, δι' ὃ προείρηται, ἔτι δὲ καὶ τὸν ἄνθρωπον ἀπατήσας, διὰ τὸ εἶναι αὐτὸν κτίσμα δεσποτικὸν εἰς ἑτέραν τινὰ οἰκονομίαν ἀφείθη.

2-2-8 ὥσπερ γὰρ σκληρὸς σίδηρος σκεῦος μὴ χρησιμεύων γενέσθαι, ἄκμων κατασκευάζεται, ἵνα δι' αὐτοῦ σκεύη ἕτερα καταρτισθῇ καὶ γὰρ ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ φησιν·

«ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος», οὕτω καὶ ὁ πονηρὸς οὐ παραυτὰ εἰς τὴν γέενναν ἔκτοτε κατεδικάσθη, ἀλλ' ἀπατήσας τὸν ἄνθρωπον ἠφείθη καιροῖς τισι καὶ χρόνοις δοκιμάσαι καὶ γυμνάσαι πᾶσαν τὴν ἀνθρωπείαν κτίσιν, ἵνα τὸ τῶν ἀνθρώπων αὐτεξούσιον δι' αὐτοῦ δοκιμασθὲν γνωρισθῇ, τίνες τὸν θεὸν ἀγαπήσαντες κοινωνίαν μετ' αὐτοῦ οὐκ ἐκτήσαντο, ἀλλὰ καὶ πάντα πειρασμὸν δι' αὐτοῦ ἐπαγόμενον αὐτοῖς ὑπέμειναν καὶ πλέον τῷ θεῷ εὐηρέστησαν, ὡς ἐκ τῶν μνημονευομένων ἁγίων ἐν ταῖς ἁγίαις γραφαῖς 2-2-9 δεδήλωται.

διὸ καὶ λέγεται ἐξ ἀρχῆς τῷ Ἀδὰμ ὑπὸ τοῦ θεοῦ·

«ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ·

ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, ἀπ' αὐτοῦ μόνου μὴ φάγῃ·

ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ τελευτήσεις», ὡς ὄντος ἤδη τινός, ἀφ' οὗ μὴ ὤφειλε γεύσασθαι.

προφυλαττόμενος γὰρ ὁ θεὸς τὸν ἄνθρωπον τὴν ἐντολὴν εἰς ζωὴν αὐτῷ ἔθετοκατὰ γὰρ τὸ μυστικώτερον τοιοῦτόν τινα νοῦν ἔχει ὁ γραφικὸς λόγος δένδρων νοουμένων παραδείσου νοεροῦ, τῶν ἁγίων δυνάμεων, καὶ αὐτοῦ ἐκείνου δένδρου τοῦ γινώσκειν καλὸν καὶ κακόν, ἐκωλύθη ἐξ αὐτοῦ ὑπὸ τοῦ θεοῦ, τουτέστι τούτῳ καθόλου μὴ κοινωνεῖν, τῶν δὲ ἄλλων πάντων κοινωνὸς καὶ φίλος καὶ συνόμιλος εἶναι.

2-3-1 Ἐρώτησις.

Οὐκοῦν τὸ δένδρον τῆς γνώσεως ὁ σατανᾶς ἦν; Ἀπόκρισις.

∆ιαφόρως καὶ τοῦτο νοεῖται.

τὸ δένδρον γὰρ δένδρον ἦν ὁρατόν, ὡς ἓν τῶν λοιπῶν, καὶ ὁ παράδεισος ὁρατὸς ἦν·

ἀλλὰ τὰ ὁρατὰ 2-3-2 τύπος ἐστὶ τῶν ἀοράτων.

ὥσπερ γὰρ καθ' ἕκαστον ἡμῶν δύο εἰσὶν ἄνθρωποι, ὅ τε τοῦ σώματος καὶ ὁ τῆς ψυχῆς, οὕτω καὶ ὁ φαινόμενος ἄνθρωπος εἰς φαινόμενον παράδεισον ἐνετρύφα, καὶ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος 2-3-3 εἰς τὸν ἀόρατον τῶν ἁγίων ἀγγέλων νοερὸν παράδεισον ἀπήλαυε.

δένδρον οὖν ἦν ὁρώμενον, ἐξ οὗ ἐκελεύσθη ὑπὸ τοῦ θεοῦ μὴ φαγεῖν.

πάντων γὰρ αὐτὸν τῶν ὁρωμένων δεσπότην καταστήσας ἑνὸς δένδρου μὴ κυριεύειν κατ' οἰκονομίαν προσέταξεν ὁ θεὸς εἰς ὑπόμνησιν τῆς δεσποτικῆς ἀξίας, ἵνα γνωρίζῃ ἔχειν μείζονα τὸν ἑαυτοῦ κτίστην καὶ μὴ διὰ τὴν παραδοθεῖσαν αὐτῷ ἐξουσίαν 2-3-4 εἰς οἴησιν ἔλθῃ καὶ δόξῃ θεὸς εἶναι.

ἐδόθη οὖν αὐτῷ «ἡ ἐντολὴ εἰς ζωήν», ὡς γέγραπται, καὶ λόγος ἦν ὁ ἀπολέσας καὶ ποιήσας αὐτὸν παρακοῦσαι τοῦ θεοῦ.

λόγον οὖν θεοῦ καταλείψας καὶ λόγον ἀκούσας τοῦ πονηροῦ καὶ ὑπείξας καὶ φαγὼν ἐκ τοῦ δένδρου ἀπώλετο.

ἐκεράσθη γὰρ μετὰ τοῦ καρποῦ ἐκεῖνος ὁ διὰ τοῦ ὄφεως λαλήσας καὶ εἰσῆλθεν εἰς αὐτὸν «ὁ θάνατος, ὅ ἐστι τὸ φρόνημα τῆς σαρκός», ὡς γέγραπται, καὶ οὕτω τὰ ζιζάνια τῶν παθῶν ὑπὸ τοῦ ἐχθροῦ ἐπεσπάρη ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι.

2-3-5 Ὥσπερ γὰρ τὸ ἀντίτυπον τοῦ σώματος τοῦ Χριστοῦ, ὁ ἄρτος τῆς εὐχαριστίας, διὰ λόγου ἁγιάζεται καὶ τοῖς πιστῶς καὶ εὐλαβῶς μεταλαμβάνουσιν αὐτός ἐστιν ἡ ζωὴ καὶ αὐτός ἐστι τὸ σῶμα τοῦ κυρίου, καὶ οὕτως ἁγιαζομένη ἡ ψυχὴ καὶ τὸ σῶμα προσοικειοῦται τῷ κυρίῳ, τὸν αὐτὸν τρόπον καὶ τὸ σῶμα τοῦ Ἀδὰμ διὰ λόγου τῆς παρακοῆς τὸν θάνατον εἰσεδέξατο.

ὥσπερ γὰρ διὰ λόγου τοῦ πονηροῦ ἐκεῖ ὁ ἄνθρωπος ἀποθνῄσκει, οὕτω διὰ λόγου θεοῦ νῦν 2-3-6 πάλιν ἀνακαινιζόμενος τῷ νῷ ἀναζῇ.

τότε γὰρ διὰ ὄφεως ἐλάλησεν ὁ πονηρὸς τῇ γυναικί.

ἴσως γὰρ οὐδὲ προσεγγίσαι τῷ Ἀδὰμ ἐτόλμησεν, ἀλλὰ τὸ ἀσθενέστερον σκεῦος τὴν γυναῖκα πείσας δι' αὐτῆς τὸν Ἀδὰμ ἠπάτησε, καὶ οὕτως ὁ θάνατος αὐτοῖς ἐπηνέχθη κατὰ τὴν ἀπόφασιν τοῦ δεσπότου.

εἰ γὰρ μὴ ὑπήκουσαν τῷ ἐχθρῷ, αὐτὸς μὲν ὁ ἐπιχειρήσας ἀπατῆσαι καταδικασθῆναι εἶχεν ἄν, αὐτοὶ δὲ εἰς μείζονας δόξας ἔμελλον προκόπτειν.

οὕτως ἐνταῦθα διὰ λόγου τοῦ δευτέρου Ἀδὰμ ἡ δευτέρα Εὔα Μαρία συνέλαβε καὶ δι'

αὐτῆς ἐγεν2-3-7 νήθη ζωὴ καὶ σωτηρία πᾶσι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.

ἦν οὖν ἤδη, ὡς προέφημεν, ἡ ἁμαρτία, ἥτις ἐστὶν ὁ σατανᾶς, καὶ πρὸ τῆς παραβάσεως Ἀδάμὡς καὶ μυστικώτερον ἔστι νοεῖν τὰς γραφὰςκαὶ διὰ «τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν» ἔκτοτε κατεκρίθη «ἀπελθεῖν εἰς τὴν γέενναν».

ἀλλὰ διὰ τὸ ἀπατηθῆναι τὸν ἄνθρωπον καὶ ἐκβληθῆναι αὐτὸν τοῦ παραδείσου ἀνακαλούμενος λοιπὸν τὸ ἴδιον πλάσμα ὁ θεὸς διὰ τοῦ δὲ γυμνασθῆναι συνεχώρησεν.

ἀφείθη γὰρ τὸ λοιπὸν ὥσπερ λῶρος ἢ ῥάβδος παιδείας, ἵνα ὡς οὐ θέλει δι' αὐτοῦ γένηται οἰκονομία μεγάλη καὶ κακῇ προαιρέσει συνεργήσῃ τῷ ἀγαθῷ, ἵνα αὐτὸς μὲν διὰ τὴν κακὴν καὶ ἄκαμπτον προαίρεσιν εἰς θάνατον πάντας ἀνθρώπους ἄγειν ἀεὶ ἐπιθυμῶν διὰ τῶν νικητῶν ἁμαρτωλότερος καὶ καταδικώτερος γένηται, οἱ δὲ δίκαιοι μείζονα δόξαν 2-3-8 ἑαυτοῖς περιποιήσωνται.

τὸ γὰρ τοῦ πονηροῦ θέλημα πάντας ἀνθρώπους ἀπολέσαι θέλει, διὸ καὶ πειράζειν διαφόρως καὶ πολυτρόπως ἐπιχειρεῖ, ὥσπερ ὁ θεὸς «πάντας ἀνθρώπους σωθῆναι θέλει», διὸ πολυτρόπως καὶ διαφόρως εὐεργετεῖ ἐν τῇ τῶν χαρισμάτων διανομῇ κατὰ τὴν ἑκάστου πίστιν.

ἀφείθη οὖν ἐν μέσῳ οὗτος εἰς δοκιμασίαν καὶ γυμναστήριον τῆς ἀνθρωπότητος μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν.

ἀπατήσας γὰρ αὐτὸν ἔλαβεν ἀπ' αὐτοῦ τὴν ἐξουσίαν καὶ οὕτως αὐτοῦ κατακυριεύσας ἄρχων τοῦ αἰῶνος τούτου προσηγορεύθη.

2-3-9 ἄρχων δὲ τοῦ αἰῶνος τούτου καὶ δεσπότης τῶν ὁρωμένων ὁ ἄνθρωπος ἦν ὑπὸ τοῦ θεοῦ κατασταθεὶς ἐν ἀρχῇ.

οὔτε γὰρ πῦρ αὐτὸν ἠδίκει οὔτε ὕδωρ ἐπόντιζεν οὔτε θηρία ἔβλαπτεν οὐκ ἰοβόλα ἐνήργει·

ἀθάνατος γὰρ ἦν.

ἀπατηθεὶς δὲ ἀπέδοτο τῷ ἀπατήσαντι τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν κατὰ συγχώρησιν θεοῦ.

διὸ φαρμακοὶ καὶ ἐπαοιδοὶ καὶ μάγοι ἐκ διαβολικῆς ἐνεργείας θαυμάσια ἐπιτελοῦσι καὶ ἰοβόλων γὰρ κυριεύουσι καὶ πυρὸς καὶ ὑδάτων οἱ μάγοι, ὡς οἱ περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν ἀντικείμενοι τῷ Μωϋσῇ ἐνεδείκνυντο ἢ ὡς Σίμων τῷ ἀποστόλῳ Πέτρῳ ἀνθίστατο, ἅπερ καὶ ταῦτα εἰς δοκιμασίαν αὐτεξουσίου ποιεῖν παρακεχώρηται τῷ πονηρῷ διὰ τῶν ὑπηκόων αὐτοῦ.

2-3-10 Ἀλλὰ καὶ τὸ εἰπεῖν τὴν γραφήν·

«σκότος» ἐπεφέρετο «ἐπάνω τῆς ἀβύσσου» ποῖον ἆρα βούλεται σημαίνειν σκότος; ἴσως ἐρεῖ τις ὡς ἡ σκιὰ τοῦ οὐρανοῦ πρὸ τοῦ τὸν ἥλιον κτισθῆναι σκότος ἐποίει.

ἀλλ', ὡς προειρήκαμεν, πάντα τὰ ὁρώμενα τύποι καὶ ὁμοιώματα καὶ εἰκόνες εἰσὶ τῶν ἀοράτων.

οἶδα γὰρ σκότος κρυπτόν, λογικόν, ἐγκόσμιον, ἐσώτερον τούτου τοῦ φαινομένου τῆς κτίσεως σκότους καὶ τῆς σκιᾶς καὶ οἶδα ἥλιον τὸν Χριστὸν ἀληθινὸν φωτὸς ἀρρήτου καὶ ἐσώτερον τούτου τοῦ ἡλίου, «τὸ φῶς ἐν τῇ σκοτίᾳ» ἐκείνῃ φαῖνον «καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν οὔτε εἶδεν οὔτε ἐγνώρισε διὰ τὴν ἄρρητον καὶ ἀόρατον τοῦ φωτὸς τῆς θεότητος δύναμιν.

οἷς γὰρ βούλεται μόνοις ἁγίοις γνωρίζεται καὶ νοερῶς ὁρᾶται, καθόσον χωρεῖν δύνανται.

2-3-11 Καθὼς οὖν προείρηται, ἤδη ἦν ἐν παραπτώματι γεγονὼς ὁ πονηρὸς καὶ ἀπερριμμένος ἦν ἀπὸ θεοῦ, ἐπεὶ κτίσμα καὶ ποίημά ἐστι τοῦ τὰ πάντα κτίσαντος λόγου θεοῦ, διὰ δὲ αὐτεξουσίου προαιρέσεως κατὰ τοῦ δεσποτικοῦ ἀξιώματος φυσιωθεὶς καὶ ἐπαρθεὶς καὶ φθόνῳ κινηθεὶς κατὰ τοῦ ἀνθρώπου καὶ ἀπατήσας αὐτὸν μείζονα παράβασιν εἰργάσατο, χρόνῳ οὖν ὁρισθείσης τῆς κατακρίσεως καὶ τῆς εἰς γέενναν καταδίκης αὐτοῦ.

ἠφέθη οὖν, ὡς προείπομεν, εἰς ἑτέραν οἰκονομίαν, ὅπως καὶ μὴ θέλων μεγάλην δόξαν περιποιήσηται τοῖς δικαίοις, καὶ τελειότεροι καὶ ἁγιώτεροι διὰ τῆς πολλῆς αὐτῶν ὑπομονῆς γένωνται.

αὐτὸς δὲ ἁμαρτωλότερος καὶ καταδικώτερος διὰ τὰς κακὰς αὐτοῦ ἐπινοίας 2-3-12 εὑρεθεὶς εἰς μείζονα τιμωρίαν γεέννης ὑπόδικος ἔσται.

«ἵνα, φησί, γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς», ἵνα ἔτι μᾶλλον ἡ κακία αὐτοῦ θριαμβευθῇ, ἐπὶ πλεῖον καὶ παρὰ τοῖς ἁγίοις καὶ νοεροῖς τῶν ἀγγέλων κτίσμασι διὰ τῆς κακουργίας αὐτοῦ δειγματισθῇ, ἣν πρώτως εἰς τὴν Εὔαν

ἐνεδείξατο τῆς ἐντολῆς τοῦ θεοῦ παρακοῦσαι ποιήσας καὶ δι' αὐτῆς τὸν Ἀδὰμ ἀπατήσας ὡς δι' ὁμοίου σκεύους·

γυμνῶς γὰρ τῷ Ἀδὰμ προσελθεῖν οὐκ ἐδύνατο, ἴσως διὰ τὴν περικειμένην αὐτῷ δόξαν.

διὰ οὖν τῆς γυναικὸς κἀκεῖνον ἀπατήσας ἀφαιρεθῆναι αὐτοῦ τὴν δόξαν ἐποίησε, καὶ οὕτως εὑρέθη γυμνὸς καὶ εἶδε τὴν ἀσχημοσύνην αὐτοῦ, ἣν πρὸ τούτου οὐχ ἑώρα, τοῦ φρονήματος αὐτοῦ τοῖς οὐρανίοις κάλλεσιν ἐναπολαύοντος.

μετὰ γὰρ τὴν παράβασιν τὰ νοήματα αὐτοῦ εἰς τὴν γῆν κατηνέχθησαν καὶ τὸ ἁπλοῦν καὶ τὸ ἀγαθὸν φρόνημα αὐτοῦ σαρκικῷ φρονήματι κακίας συνεπλάκη.

ἐφράγη γὰρ ὁ παράδεισος καὶ ἡ φλογίνη ῥομφαία ἐτέθη καὶ τὸ Χερουβεὶμ κωλύειν, ἵνα μὴ εἰσέλθῃ ὁ Ἀδὰμ καὶ φάγῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσῃ εἰς τὸν αἰῶνα.

2-3-13 τοῦτο κατὰ μὲν τὸ ὁρατὸν οὕτω πιστεύομεν γεγενῆσθαι καθὼς εἴρηται, κατὰ δὲ τὸ κρυπτὸν ἐν ἑκάστῃ ψυχῇ εὑρίσκεται·

κύκλῳ γὰρ τῆς καρδίας περίκειται τὸ κάλυμμα τοῦ σκότους τοῦ πυρὸς τοῦ πνεύματος τοῦ κοσμικοῦ, μὴ ἐῶν τὸν νοῦν προσεγγίσαι τῷ θεῷ καὶ ἐμποδίζον, ἵνα μὴ ὡς θέλει ἡ ψυχὴ εὔχηται καὶ μηδὲ ὡς θέλει πιστεύῃ καὶ μηδὲ ὡς θέλει ἀγαπᾷ τὸν κύριον.

ταῦτα δὲ αὐτῇ τῇ πείρᾳ γνωρίζουσιν οἱ τελείως ἑαυτοὺς τῷ κυρίῳ ἐπιδεδωκότες προσκαρτερεῖν ταῖς εὐχαῖς καὶ τελείαν πρὸς τὸν ἀντικείμενον πάλην ἀναλαβόντες.

2-3-14 ἡγοῦμαι δὲ ὅτι τὴν προτέραν δόξαν τοῦ Ἀδὰμ ἰδὼν ὁ ἐχθρὸς ἐπὶ τοῦ προσώπου Μωϋσέως ἐτρώθη, ὅτι μέλλει τῆς βασιλείας αὐτοῦ καθαιρεῖσθαι.

δύναται δὲ ἐν τούτῳ νοεῖσθαι καὶ τὸ τοῦ ἀποστόλου ῥητὸν τὸ «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας».

ἐπὶ μὲν γὰρ αὐτοῦ Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τρωθεὶς κατ' ἐλπίδα καὶ ὑπόνοιαν καθῃρέθη τῆς βασιλείας ὁ θάνατος, ἐπὶ δὲ τοῦ κυρίου ἐν ἀληθείᾳ καθῃρέθη.

ἐλευθερώσας γὰρ τὸν ἄνθρωπον ἀπὸ τοῦ θανάτου καὶ ἀναστὰς ἐκ νεκρῶν καὶ εἰς οὐρανοὺς ἀνελθὼν καὶ «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» καθεσθείς, πλήρης δόξης ὑπάρχων, οὐκέτι μόνῳ προσώπῳ ὡς Μωϋσῆς, ἀλλ' ὅλῳ τῷ σώματι καὶ ὅλῃ τῇ ὑποστάσειἐκεῖ «κατεπόθη ἐν ἀληθείᾳ ὁ θάνατος εἰς νῖκος», οἴομαι γὰρ ὅτι τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως τύπος ἦν καὶ δίδαγμα τοῦ πρώπου διὰ χειρῶν θεοῦ πλασθέντος Ἀδάμ, ὅπερ ἰδὼν ὁ θάνατος καὶ μὴ δυνηθεὶς ἀτενίσαι ἐτρώθη, λυθῆναι καὶ καθαιρεθῆναι ἐλπίσας τῆς 2-3-15 βασιλείας αὐτοῦ·

ὅπερ ἐπὶ τοῦ κυρίου γέγονεν.

ἐκείνην δὲ τὴν δόξαν ἐν τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τότε οἱ ἀληθινοὶ Χριστιανοὶ φοροῦσι, καὶ ἔνδοθεν καταργεῖται ἀπ' αὐτῶν ὁ θάνατος, ἤγουν τὰ πάθη τῆς ἀτιμίας, μὴ ἰσχύοντα ἐνεργεῖν, ἀλλὰ παντελῶς καταργούμενα ἀπὸ τῶν τελείων Χριστιανῶν, τῆς τοῦ πνεύματος δόξης τελείως ἐλλαμπούσης ἐν ταῖς ψυχαῖς αὐτῶν.

καὶ οὕτως ἐν τῇ ἀναστάσει καταργηθήσεται τέλεον ὁ θάνατος καὶ ἀπ' αὐτῶν τῶν σωμάτων τῶν δεδοξασμένων ἐν τῷ φωτί, οὗπερ ἀπὸ τοῦ νῦν καταξιοῦνται μετέχειν ἐν αἰσθήσει καὶ πάσῃ πληροφορίᾳ ψυχαὶ ἁγίων.

2-3-16 Ἐτέθη γοῦν καὶ ἀφείθη λοιπόν, ὡς προείρηται, ὁ διάβολος, τουτέστι τὸ 2-3-16 σκότος ἐκεῖνο τὸ νοητὸν καὶ λογικόν, οὗ τύπος ἐστὶ τὸ σκότος τοῦτο, εἰς δοκιμαστήριον καὶ γυμναστήριον τοῖς ἀνθρώποις, εἰς ὃ σκότος κρυπτὸν αἱ δυνάμεις τῆς κακίας καὶ ἐξουσίαι καὶ ἀρχαὶ πολλαὶ ἐμπεριπατοῦσιν.

εἰς γυμναστήριον δὲ ἀφείθη, ἵνα ἀγωνιζόμενοι οἱ τὸν θεὸν τελείως ἀγαπῶντες καὶ νικήσαντες αὐτοῦ τὰς μηχανὰς καὶ κακουργίας καὶ πάντα πειρασμὸν ἐπαγόμενον ὑπ' αὐτοῦ ὑπομείναντες τελειότεροι γίνωνται, καὶ πλείονα δόξαν αὐτοῖς, 2-3-17 ὡς οὐ θέλει ὁ πονηρός, περιποιῆται.

λοιπὸν ὡς εἰς θεωρίαν ὁ θεὸς καθέζεται μετὰ τῶν ἁγίων αὐτοῦ δυνάμεων καὶ ἀγγέλων καὶ πάσης τῆς ἐπουρανίου ἐκκλησίας θεωρῶν τοὺς ἀγωνιστὰς καὶ νικητάς.

καὶ κρότοι καὶ ἔπαινοι καὶ φωναὶ μεγάλαι γίνονται ἐν οὐρανοῖς ἐπὶ τοῦ νικῶντος, καὶ στεφανοὶ οὐράνιοι καὶ δόματα πνευματικὰ καὶ μεγάλα ἀξιώματα δίδονται τοῖς ἐξειλοῦσι διὰ τῆς πίστεως αὐτῶν καὶ ἀνδρείας ἐκ τῆς τοῦ διαβόλου παγίδος καὶ ἡ

τούτων νίκη ἐκείνῳ αἰσχύνην μεγάλην ἐργάζεται.

οὐ γὰρ ἔδει τὰ λογικὰ κτίσματα ἅπλως ἀργεῖν ὡς τὰ ξύλα, ἀλλὰ γυμνασθῆναι καὶ δοκιμασθῆναι ἐχρῆν πρότερον, καὶ τὰ νικητήρια ὕστερον ἀπενέγκασθαι.

2-3-18 Ὥσπερ γὰρ ὁ ἐπὶ γῆς βασιλεὺς θεώριόν τι, εἰ τύχοι ἱππικοῦ, ἢ θέατρον ἵνα οὕτως εἴπω κελεύσας γενέσθαι, αὐτὸς ἄνωθεν καθεζόμενος θεωρεῖ, πῶς ἡ πυγμὴ τῶν ἀγωνιστῶν γίνεται, καὶ ἕκαστον ἅρμα κατασκευάσματα καὶ τέχνας τινὰς ποιεῖ εἰς πτῶσιν καὶ ἐμπόδιον τοῦ ἑτέρου, ἵνα νικῆσαι δυνηθῇ, οὕτως ὁ πονηρὸς ἀεὶ εἰς πτῶσιν τοῦ ἀνθρώπου ἑαυτὸν ἑτοιμάζει, καὶ ὅλη αὐτοῦ ἡ τέχνη καὶ κακουργία, ἵνα τοῦτον παγιδεύσῃ καὶ ἐμποδίσῃ διὰ πλειόνων καὶ διαφόρων βρόχων καὶ παγίδων, ἤτοι διὰ φαινομένου κέρδους ἢ πλούτου ἢ σοφίας λόγων κόσμου ἢ διὰ δόξαν ἀνθρώπων ἢ ἡδονὴν σαρκὸς ἢ ἀρχῆς τινος ἢ ζημιῶν βιωτικῶν ἢ παθῶν σωματικῶν ἢ μαστίγων ἢ λογισμῶν πονηρῶν ἢ φοβερισμῶν τινων καὶ θλίψεων ἔνδοθεν τῆς ψυχῆς κινουμένων ὑπ' αὐτοῦ, ἵνα οἱῳδήποτε τρόπῳ πτῶσιν τῷ ἀνθρώπῳ ἀπεργάσηται.

τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ ψυχὴ ἔχουσα τοσαύτην τοῦ θεοῦ ἐπιρρέπουσαν δύναμιν εἰς βοήθειαν ἀγωνιζέσθω καὶ ἀντιμηχανάσθω πρὸς τὰς ἐκείνου τέχνας, ἵνα δυνηθῇ διὰ πολλῆς νήψεως καὶ ὑπομονῆς καὶ πίστεως ἀγωνιζομένη ἐξειλῆσαι ἐξ αὐτοῦ καὶ τὴν νίκην κατ' αὐτοῦ ἀπενέγκασθαι.

2-3-19 Ῥάβδος οὖν παιδείας ἐστὶ καὶ λῶρος μαστιγῶν ὁ ἄρχων τοῦ αἰῶνος τούτου καὶ διὰ πειρασμῶν καὶ θλίψεων διαφόρων πάντες οἱ ἅγιοι τελειοῦνται καὶ μεγάλην δόξαν καὶ πλείονα τιμὴν πορίζονται, κἀκεῖνος πλείονα κόλασιν γεέννης διὰ τὴν κακὴν προαίρεσιν ἑαυτῷ παρασκευάζει.

ὥσπερ γὰρ ἡ ῥάβδος ἀπὸ ζῶντος δένδρου ἐστὶν ἀφῃρημένη καὶ ὁ λῶρος ζῶντος ζῴου ἐστὶ νεκρὸν δέρμα, εἰς ὑπηρεσίαν δέ τινα χρῄζουσιν εἰς παιδείαν τοῖς νηπίοις, οὕτως ὁ πονηρὸς τῆς ἄνω χώρας τῶν ζώντων ἀποτμηθεὶς καὶ τοῦ οὐρανίου φρονήματος νεκρωθεὶς καὶ ὅλως σαρκικῷ φρονήματι ἑαυτὸν ἐκδεδωκὼς καὶ ἐπὶ γῆς ἕρπων διὰ τὸ εἶναι αὐτὸν κτίσμα, ὡς οὐ θέλει μεγάλην δι' ἑαυτοῦ οἰκονομίαν ἀποτελεῖ, καθὼς εἴρηταί που·

«συνεργεῖ τὸ πονηρὸν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ».

2-3-20 ὅσοι γὰρ ὄντως ἐν ἀληθείᾳ ἀγαπῶσι τὸν θεὸν καὶ ὀπίσω αὐτοῦ κατὰ τὰς εὐαγγελικὰς ἐντολὰς πορεύεσθαι προθύμως θέλουσι πάντα πειρασμὸν ἐπαγόμενον ὑπὸ τοῦ ἐχθροῦ ὥσπερ συνεργὸν τῆς βασιλείας ἔχουσι μαστιζόμενοι ὑπ' αὐτοῦ καὶ ἐμποδιζόμενοι ὀξυτέρως καὶ ταχυτέρως τῷ θεῷ προσεγγίζουσι τὴν ἀπ' αὐτοῦ ζητοῦντες βοήθειαν.

οὐχ οἷον οὖν ὑπ' ἐκείνου ἐμποδιζόμενοι ἐγκόπτονται, ἀλλὰ ταχύτερον διὰ τὴν ὀρθὴν αὐτῶν καὶ ἀγαθὴν προαίρεσιν τελειοῦνται, ὀξυτέρως τῷ θεῷ προσεγγίζοντες, ὅσῳ πλεῖον ὑπὸ τοῦ πονηροῦ 2-3-21 μαστίζονται.

καὶ πάσαις δὲ ψυχαῖς ἀγαθὴν καὶ καλὴν ἐχούσαις προαίρεσιν καὶ τὰ δοκοῦντα θλιβερὰ εἰς ἀγαθὸν ἀντικαθίστανται, καθὼς εἴρηται ὑπὸ τοῦ ἀποστόλου·

«τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν».

καὶ γὰρ πλοῦτος καὶ πενία, καὶ δόξα καὶ ἀδοξία, καὶ θλῖψις καὶ ἄνεσις διὰ τὸ ὀρθὸν τῆς ψυχῆς αὐτῶν φρόνημα καὶ διὰ τὸ ἀγαπᾶν αὐτοὺς ἐξ ὅλης καρδίας τὸν θεὸν πάντα εἰς ἀγαθὸν αὐτοῖς συνεργεῖ.

ὅσοι δὲ τῷ δοκεῖν μόνον θέλουσιν ἐξακολουθεῖν τῷ κυρίῳ καὶ ἐν τῇ βασιλείᾳ εὑρεθῆναι, μὴ ἀρνούμενοι κατὰ τὸ εὐαγγέλιον ἑαυτούς, ὀλίγας μάστιγας ὑπὸ τοῦ πονηροῦ λαβόντες ἢ ἐν ὀλίγοις τισὶ πειρασμοῖς ἐξετασθέντες, εὐθέως εἰς τὰ ὀπίσω στρέφονται μὴ γενναίως πρὸς τὰ πάθη πολεμοῦντες, ἀλλὰ φοβούμενοι τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς τοῦ διαβόλου ὑποστέλλονται καὶ πάλιν ταῖς σαρκικαῖς ἡδοναῖς καὶ τῇ ἀπάτῃ τοῦ κόσμου ὑπ' αὐτοῦ ἐκπλανώμενοι συναπάγονται διὰ τὸ μὴ ἐξ ὅλης καρδίας αὐτοὺς 2-3-22 ἀγαπᾶν τὸν θεόν.

ἵνα οὖν φανεροὶ γένωνται οἱ θέλοντες τῆς αἰωνίου ζωῆς τυχεῖν καὶ μετὰ πολλοῦ ἀγῶνος ὑπομένοντες πάντα πειρασμὸν καὶ θλῖψιν, ὅπως κτήσωνται τὴν αἰώνιον ζωήν, καὶ οἱ δοκοῦντες μὲν θέλειν, μὴ ὑπομένοντες δὲ τὰς

θλίψεις μηδὲ τὰς ἡδονὰς τοῦ κόσμου τελείως ἀποστρεφόμενοι, ἀλλ' εἰς τὰ ὀπίσω πάλιν ἀπερχόμενοι ἀποδειχθῶσι μὴ φιλαλήθεις ὄντες μηδὲ θεὸν ὑπὲρ πάντα ἀγαπήσαντες, διὸ καὶ τῆς βασιλείας ἀπόβλητοι γίνονται.

τούτου ἕνεκεν, ὡς προείρηται, ἀφείθη ἡ ῥάβδος αὕτη, τὸ τῆς πονηρίας ἕλκος ὡς κάμινός τις πυρός, ἵνα δι' αὐτοῦ τὰ δόκιμα σκεύη πυρούμενα δοκιμώτερα καὶ στερεώτερα εὑρεθῇ, τὰ δὲ ἀδόκιμα σαθρὰ καὶ εὔθρυπτα ἀποδειχθῇ, τὴν καῦσιν τοῦ πυρὸς ἐνεγκεῖν μὴ δυνηθέντα.

2-3-23 Ἵνα δὲ πληροφορεστέρως ταῦτα οὕτως ἔχειν ἀποδείξωμεν, ἀπὸ τῶν θεοπνεύστων γραφῶν ὀλίγα μνημονεύσωμεν διηγήματα.

πόθεν τοσαύτη δόξα καὶ κρότος ἐπουρανίων καὶ ἐπιγείων τοῖς περὶ τὸν Ἀνανίαν γενέσθαι ἠδύνατο καὶ θεὸς κηρυχθῆναι καὶ φανερωθῆναι τότε τῷ κόσμῳ, ὅτι εἷς θεός ἐστιν ἐν οὐρανοῖς, εἰ μὴ παρεχώρησεν αὐτοὺς δοκιμασθῆναι, συγχωρήσας δὲ καὶ τὴν μεγάλην ἐκείνην χρυσῆν εἰκόνα ὑπὸ τοῦ βασιλέως κατασκευασθῆναι καὶ πάντα τὰ ἔθνη κατὰ τὸ βασιλικὸν πρόσταγμα συναθροισθῆναι ὡς εἰς προσκύνησιν τῆς εἰκόνος, τοῦ πονηροῦ δηλονότι ἐν τῷ τότε βασιλεῖ Ναβουχοδονόσορ τοῦτο ἐπιχειρήσαντος καὶ τῶν γενναίων παίδων ἀνδραγαθησάντων διὰ τῆς πίστεως αὐτῶν καὶ τῆς πρὸς κύριον πεποιθήσεως.

ἑαυτοὺς γὰρ ἐκδότους δι' αὐτὸν δεδωκότων, ἐκ μεταβολῆς διὰ τῶν θαυμασίων τοῦ δεσπότου εὑρέθη ἀντὶ τῆς εἰκόνος προσκυνούμενος ὁ θεὸς καὶ ὁ ὑπεναντίος πλέον καταισχυνόμενος, ὅτι πᾶσαι αἱ κακουργίαι αὐτοῦ καὶ τέχναι ἐλύθησαν, καὶ ἣν ἐνόμιζε σπουδὴν εἰς ἀπώλειαν ἀνθρώπων ἐπιτελεῖν, καθ' ἑαυτοῦ γεγένηται.

τότε γὰρ πάσῃ τῇ ἀνθρωπότητι ἐγνωρίσθη, ὅτι ἔστι θεὸς ἐν οὐρανοῖς διὰ τῆς τῶν τριῶν παίδων ἀνδραγαθίας καὶ τελείας 2-3-24 πίστεως.

καὶ γὰρ αὐτὸς ὁ ἀγὼν τοῖς ἑαυτοὺς τῷ κυρίῳ ἐκδεδωκόσι διάφορος τυγχάνει.

ὁ μὲν γὰρ ἐν πεποιθήσει καὶ πίστει θαρρεῖ τῇ τοῦ θεοῦ δυνάμει, ὡς μηδὲν παθεῖν χαλεπὸν ὑπὸ ἀνθρώπων δυνάμενος διὰ τὴν σκεποῦσαν αὐτὸν δύναμιν τοῦ πνεύματος, καί φησι πρὸς τοὺς ἐναντίους ὢν δίκαιος·

"1οὐδέν μοι κακὸν ποιῆσαι δύνασθε·

ἔχω γὰρ τὸν ὑπέρμαχον.

οὐ πῦρ με ἀναλώσει, οὐ μάχαιρά με ἀποκτενεῖ, οὐ θηρία μου θίγει, οὐδὲ ἕτερόν μου τι κακὸν ἅψεται, ὅτι ἔχω θεὸν τὸν ἰσχυρότερον καὶ δυνατώτερον ὑμῶν, ὃς ἐκ πάντων τῶν κακῶν ῥύσεταί με, ἵνα δειχθῇ ὅτι ἔχω ἐν οὐρανοῖς θεὸν ζῶντα.

"2 κατὰ τὴν πίστιν οὖν καὶ πεποίθησιν αὐτοῦ οὕτως συνεργεῖ ὁ θεὸς ὡς ἐκ τῶν μνημονευθέντων ἀπεδείχθη.

τῷ τοιούτῳ ἡλίκοι κρότοι ἐπαίνων καὶ φωναὶ ἐπουρανίων 2-3-25 καὶ ἐπιγείων γίνονται.

ὁμοίως ἄγεται ἄλλος δίκαιος ἐπὶ ἄρχοντα εἰς παράβασιν ἀναγκαζόμενος, ὃς δίδωσιν ἑαυτὸν ἑτοίμως ὑπὲρ τοῦ θεοῦ ἀποθνῄσκειν καὶ εἰ τὰς χεῖρας αὐτοῦ ἐκκόψουσιν, οὐ προσποιεῖται, καὶ εἰ τοὺς ὀφθαλμοὺς ἐξορύξουσιν, οὐ δέδοικε, καὶ ὡς οὐδὲν χαλεπὸν παθὼν οὕτως ἐστὶ λέγων ὅτι·

"1ἔχω θεόν, ὃς ἀμείψεταί με ἀγαθοῖς ἐπουρανίοις καὶ πάλιν μὲ ὑγιῆ ἀποκαταστήσει ἐν δόξῃ"2, καὶ ἑτοίμως τὸ μαρτύριον τοῦ θανάτου ὑπέμεινε.

τούτῳ ἡλίκαι βοαὶ καὶ κρότοι ἐπουρανίων καὶ ἐπιγείων γίνονται.

φησὶ γὰρ καὶ ὁ ἀπόστολος περὶ τῶν διαφόρως ἀθλούντων δικαίων «οἵτινες κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἰσχυροὶ ἐγένοντο ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.

ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν», καὶ ἐπιφέρει ἀναγκαίως τούτων ἑτέρους δικαίους διὰ τοῦ παθεῖν ἀθλήσαντας λέγων·

«ἄλλοι δὲ ἐτυμπανίσθησαν, μὴ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·

ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·

ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,

κακουχούμενοι, ἐπ' ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος».

ὁρᾷς πῶς τῶν τὸν θεὸν ἐν ἀληθείᾳ ἀγαπώντων ὁ ἀγὼν καὶ ἡ ἄθλησις διαφόρως γίνεται διὰ τῆς αὐτῆς πίστεως, ἵνα διὰ τούτων δοξασθῇ ὁ θεὸς καὶ τῶν λογικῶν τῆς ἀνθρωπότητος καὶ αὐτεξουσίων κτισμάτων γυμνασθέντων καὶ δοκιμασθέντων φανερωθῇ τὰ τίμια σκεύη καὶ τὰ ἄτιμα ὁμοίως ἐξ αὐτεξουσίου προαιρέσεως ἀποδειχθῇ.

2-3-26 Ἠφείθη οὖν ὁ πονηρὸς ὡς ῥάβδος τῆς παιδείας εἰς τὴν μεσότητα τοῦ κόσμου.

δοῦλος δὲ ὢν καὶ κτίσμα δεσποτικὸν οὐχ ὅσον θέλει πειράζει οὐδὲ ὅσον βούλεται ἐπιφέρει τὰς θλίψεις τοῖς ἀνθρώποις, ἀλλ' ὅσον τὸ δεσποτικὸν νεῦμα παραχωρήσει δοκιμασθῆναι τὴν ψυχήν.

ἐπίσταται γὰρ ὡς θεός, πόσον ὑπομεῖναι δύναται ἡ ψυχή.

διὸ τοσοῦτον καὶ παραχωρεῖ, ὥς φησιν ὁ ἀπόστολος·

«πιστὸς δὲ ὁ θεός, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».

καὶ γίνονται οἱ πειρασμοὶ τῇ ἀγαπώσῃ τὸν θεὸν ψυχῇ διὰ τῆς δεσποτικῆς συγχωρήσεως εἰς αἰσχύνην καὶ κατάκρισιν τοῦ ἐχθροῦ καὶ εἰς νίκην καὶ δόξαν τοῦ ἀνθρώπου, ὥσπερ πάλιν τοῖς μὴ ὑπομένουσι γενναίως τὰς θλίψεις, ἀλλ' εἰς τὰ ὀπίσω στρεφομένοις εἰς αἰσχύνην καὶ ὄνειδος αἰώνιον οἱ σὺν τῷ πονηρῷ ἐν γεέννῃ καταδικάζονται, ἵνα καὶ αὐτὸς ὁ σατανᾶς σὺν τοῖς ὑπηκόοις αὐτοῦ τοῖς τὸ θέλημα τοῦ θεοῦ ποιεῖν ἐξ ὅλης καρδίας μὴ βουλομένοις, πλέον ἐν γεέννῃ κατακριθῇ, καὶ οἱ ἀγωνιζόμενοι καὶ τὰ πάθη τῆς κακίας ὑποτάξαντες δίκαιοι πλέον δοξασθῶσιν ὑπομείναντες γενναίως πάσας τὰς ἐπενεχθείσας αὐτοῖς θλίψεις καὶ τὸ τοῦ θεοῦ δίκαιον δειχθῇ «ἑκάστῳ» ἀποδιδόντος «κατὰ τὰς πράξεις αὐτοῦ», καθὼς γέγραπται, καὶ ἡ βασιλεία τῶν ἐκλεκτῶν συσταθῇ διὰ τῆς αὐτῶν τελείας ἀθλήσεως.

2-4-1 Ἐρώτησις.

∆ιὰ τί οἱ μὲν προσελθόντες τῇ ἀσκήσει ταχέως ἀξιοῦνται χάριτος, ἄλλοι δὲ χρόνῳ πολλῷ παραμείναντες οὐδέπω ἔτυχον τῆς τοιαύτης ἐνεργοῦς ἐπισκέψεως; Ἀπόκρισις.

Ὁ λόγος τοῦ κυρίου ἀληθής ἐστιν ὁ εἰπών·

«αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν·

ζητεῖτε, καὶ εὑρήσετε·

κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν».

ἀπείη οὖν εἰπεῖν ὑμᾶς ὅτι·

"1ὁ ζητῶν καὶ κρούων καὶ αἰτῶν ἕως τέλους οὐ τυγχάνει τῶν αἰτημάτων αὐτοῦ"2.

μόνον παρρησίαν ἐχέτω ὁ ζητῶν ἔμπροσθεν τοῦ θεοῦ ἐν τῷ αὐτὸν τῷ νῷ καὶ τῇ διανοίᾳ πάντοτε ἐπιζητεῖν, ἀλλὰ καὶ τῇ σωματικῇ λατρείᾳ αὐτοῦ πάντοτε προσκαρτερεῖν, μὴ τοῖς κοσμικοῖς ἐμπλεκόμενον πράγμασι μηδὲ τοῖς πάθεσι τῆς κακίας συνηδόμενον, καὶ λοιπὸν ἀδύνατον αὐτὸν ἀποτυχεῖν τῆς ζωῆς.

δίκαιος γὰρ καὶ ἀληθής ἐστιν ὁ κύριος ὁ τῷ ἀψευδεῖ στόματι ἐπαγγειλάμενος καὶ εἰπὼν ὅτι·

«πᾶν ὃ ἐὰν αἰτήσητέ με ἐν προσευχῇ πιστεύοντες λήψεσθε».

οἱ γὰρ λέγοντες ὅτι·

"1πάντα ἐὰν ποιήσῃ τις τὰ παραγγέλματα καὶ παραμείνῃ καὶ μὴ τύχῃ τῆς χάριτος ἐν τῷ αἰῶνι τούτῳ, οὐδὲν ὠφέλησε"2, κακῶς λέγουσι καὶ ἀσυμφώνως τῶν θείων γραφῶν.

εἰ γὰρ «ποτήριον ψυχροῦ» ἐν ἐπαγγελίᾳ ἕστηκε, πόσῳ μᾶλλον τοῖς διὰ τὸν θεὸν ἀναχωρήσασι τοῦ κόσμου καὶ ἁγνεύσασι καὶ ἀποταξαμένοις καὶ δεομένοις αὐτοῦ, νυκτὸς καὶ ἡμέρας αὐτὸν ἐπιποθοῦσι καὶ ζητοῦσι, δώσει ἃ ἐπηγγείλατο ἀγαθά.

οὐ γάρ ἐστιν ἀδικία παρ' αὐτῷ, ἵνα τῶν ἀνθρωπίνων ἔργων δι' ἡμῶν κατορθωθέντων αὐτὸς τῆς ὑπὲρ φύσιν πνευματικῆς ἐν ἡμῖν κατορθώσεως καὶ τοῦ ἁγιασμοῦ ἀμελήσῃ.

2-4-2 Ἐν τούτῳ οὖν παρρησίαν ἔχωμεν, μόνον ἐν οἷς ἠρξάμεθα καλοῖς ἕως τέλους ἐμμείνωμεν καὶ μὴ στραφῶμεν εἰς τὰ ὀπίσω.

οἱ ἐναρξάμενοι ἁγνὴν τὴν σάρκα φυλάσσειν, ἵνα τούτῳ ἕως τέλους ἐμμείνωμεν καὶ προσκαρτεροῦντες ταῖς εὐχαῖς εἰς τέλος ἐξομαλίσωμεν καὶ ἁπαξαπλῶς πᾶσιν ὁμοῦ τοῖς κατορθώμασι φανερὸν τέλος ἐπιθῶμεν·

πάσης γὰρ ἀρχῆς τὸ τέλος ἐπίδοξον.

ὁ γὰρ ἀκούσας τῶν λόγων τοῦ θεοῦ καὶ πιστεύσας καὶ διακρίνας καὶ συνιείς, ἀναχωρήσας τε τῶν ἰδίων διὰ τὸν κύριον καὶ προσκαρτερῶν ταῖς εὐχαῖς καὶ πάσαις ταῖς ἀρεταῖς ἕως τέλους ἐμμένων, οὐκ

ἀποτεύξεται τῆς ἐπαγγελίας; μόνον ἵνα εὑρεθῇς ἐν τούτοις, ὅτε σου ἡ ψυχὴ ἀπὸ τῆς σαρκὸς παραλαμβάνεται, ἀγωνιζόμενος, σπουδάζων, προσδοκῶν τὴν ἐπαγγελίαν, προσκαρτερῶν, πιστεύων, ἐν διακρίσει ζητῶν, κἀγώ σοι λέγω ὅτι μετὰ χαρᾶς σε προσδέξεται καὶ παρρησίαν ἔχεις καὶ τῆς βασιλείας ἄξιος γίνῃ, καὶ οἱ τοῦ κυρίου ἄγγελοι ἀπαντῶσι σοι καὶ δέχονταί σε εἰς τὴν ζωήν.

ὁ γὰρ τοιοῦτος ἐν λεπτότητι διὰ τῆς πίστεως καὶ προθυμίας ἤδη κοινωνεῖ τῷ θεῷ καὶ τοῦ κυρίου ἐστὶν ἐργάτης.

ὡς γάρ φησιν ὁ κύριος·

«ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», καίτοι γὰρ σωματικῶς μὴ ἀπέλθων καὶ μιανθεὶς πρὸς αὐτὴν ἤδη ὡς μοιχεύσας λελόγισται.

οὕτως ὁ ἀποστραφεὶς ἐκ πάντων τῶν κακῶν καὶ «κολλώμενος τῷ κυρίῳ» ζητήσει καὶ πόθῳ καὶ πάσῃ προσκαρτερήσει καὶ ἀρετῆς καταστάσει ἤδη ὥσπερ κοινωνεῖ τῷ θεῷ.

ἔχει οὖν μέγα δῶρον θεοῦ ἤδη αὐτὸ τὸ παραμένειν αὐτὸν τῇ εὐχῇ καὶ τῇ ἀγαθῇ σπουδῇ καὶ τῇ ἐναρέτῳ πολιτείᾳ.

2-5-1 Ἐρώτησις.

Τί οὖν ὅτι γίνεται ἡμέρα, καὶ μισῶ τὸν ἀδελφόν μου ἢ καὶ ἄλλα συγγινώσκω ἐμαυτῷ φαῦλα, ἅπερ καὶ ἄκων πάσχω; Ἀπόκρισις.

Ὁ μὲν ἀγὼν καὶ ἡ σπουδὴ τοῦ ἀνθρώπου πάντοτε ἤτω εἰς τὸ ἀντιπίπτειν τῷ πονηρῷ καὶ πολεμεῖν τοῖς ἐναντίοις πάθεσι τῶν κακῶν λογισμῶν.

ἀδύνατον γάρ, ἔνθα ἐστὶ τὸ σκότος ἐκεῖνο τῶν παθῶν καὶ ὁ θάνατος τοῦ φρονήματος τῆς σαρκός, μὴ δεικνύειν τινὰ ἴδιον κακίας καρπὸν ἤτοι κρυπτῶς ἤτοι φανερῶς.

2-5-2 Ὥσπερ γὰρ ἐὰν ἔχῃ τις ἐν τῷ σώματι τραῦμα, ἕως ἔτι θεραπεύῃ καὶ θάλπῃ τοῦτο κἂν μικρὸν μὴ ὑγροποιεῖν ἀδύνατον, θεραπεύοντος μέντοι καὶ ἐπιμελουμένου ἀμελήσαντος δηλαδὴ σῆψιν καὶ ἀφανισμὸν ὅλῳ τῷ σώματι ἐργάζεται, τὸν αὐτὸν τρόπον καὶ τὰ πάθη τῆς ψυχῆς θεραπευόμενα μὴ διὰ συντόνου καὶ πολλῆς προσοχῆς ἀκμὴν ἐνδομυχεῖ, ἐπιμελῶς μέντοι θεραπευόμενα διὰ τῆς δυνάμεως τοῦ κυρίου τελείαν τὴν ἴασιν δέχεται.

καὶ εἰ ὁ ἐπὶ γῆς ἰατρὸς τὰ τοῦ σώματος θεραπεύει τραύματα, πόσῳ μᾶλλον ὁ ἐπουράνιος ἰατρός, ὁ κύριος, οὐ τὰ δυσίατα πάθη τῆς ψυχῆς θεραπεύει; ἔστι γάρ τι κρυπτὸν ῥύπος καὶ σκότος παθῶν περισσὸν παρὰ τὴν καθαρὰν φύσιν τοῦ ἀνθρώπου ἐπεισελθὸν πάσῃ τῇ ἀνθρωπότητι διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως, κἀκεῖνο θολοῖ καὶ 2-5-3 μιαίνει ψυχήν τε καὶ σῶμα.

ἀλλ' ὥσπερ σίδηρος πυρούμενος καὶ τυπτόμενος καθαίρεται καὶ σκεῦος χρήσιμον τῷ δεσπότῃ ἀποτελεῖται, ἢ χρυσὸς μεμιγμένος χάλκῳ ἢ σιδήρῳ διὰ πυρὸς μόνου χωρίζεται, τὸν αὐτὸν τρόπον καὶ ψυχὴ διὰ τοῦ ἐπουρανίου τεχνίτου Χριστοῦ, πυρουμένη τῷ ἁγίῳ πνεύματι καὶ τυπτομένη τοῖς πάθεσι τοῦ Χριστοῦ καθαίρεται πάθους παντὸς καὶ πάσης 2-5-4 ἁμαρτίας.

καὶ ὥσπερ ἐπὶ τῆς θαλάσσης ὁ κύριος πνέοντος τοῦ ἀνέμου, τοῦ τε κλύδωνος ἐγειρομένου καὶ τοῦ πλοίου κινδυνεύοντος, ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐκόπασεν, οὕτω καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ, τῆς ψυχῆς κυμαινομένης ὑπὸ τῶν πονηρῶν διαλογισμῶν καὶ τῶν παθῶν τῆς κακίας, ὥσπερ διανίσταται ἐντευχθεὶς ὁ κύριος καὶ ἐπιτιμῶν τοῖς πνεύμασι τῆς πονηρίας καὶ τῷ κλύδωνι τῆς πικρᾶς θαλάσσης τῆς ἁμαρτίας, καὶ γίνεται γαλήνη χάριτος τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς.

καὶ οὕτως εἰς τὴν πρὸς κύριον καὶ τὸν πλησίον ἀγάπην ἀνεμποδίστως δεσμεῖται, μόνον ἵνα τῇ ἀρχῇ, ὡς προείρηται, τέλος ἀγαθὸν ἐπιθῶμεν, μὴ στρεφόμενοι εἰς τὰ ὀπίσω ἢ ἐκκλίνοντες ἀπὸ τῆς ὁδοῦ τῆς δικαιοσύνης, ἀλλὰ κατ' ἀλήθειαν ζητοῦντες τὸν κύριον καὶ προσκαρτεροῦντες ἕως τέλους ἐν τῇ εὐχῇ, καὶ οὕτω πάσαις ταῖς ἀρεταῖς ἐμμένοντες οὐ μὴ στερηθῶμεν τῆς ζωῆς.

«πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος» αὐτὴν τοῖς ἐν ἀληθείᾳ ζητοῦσιν αὐτόν.

2-6-1 Ἐρώτησις.

Τί ἐστιν·

«ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.

οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν»; Ἀπόκρισις.

Κατὰ δύο τρόπους νοεῖται τὸ νόημα τῆς γραφῆς.

καθ' ἕνα μὲν ὅτι καὶ ἐνταῦθα ἐνίστανται αἱ ψυχαὶ οὖσαι νενεκρωμέναι τοῖς πάθεσι, τῇ δυνάμει τοῦ κυρίου λαμβάνουσαι τὸν

ἁγιασμὸν τοῦ πνεύματος, δι' οὗ εἰσάγονται εἰς τὴν τελείαν ἐργασίαν τῶν ἐντολῶν τοῦ Χριστοῦ·

καθ' ἕτερον δὲ δι' αὐτῆς τῆς ἀναστάσεως τῶν σωμάτων ἐν διαφόρῳ δόξῃ ἐγειρομένων.

τὸ δὲ «διαφέρει ἐν δόξῃ» ἐν τῇ τῶν χαρισμάτων διαφορᾷ, ἐπειδὴ «ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως» καὶ τὰ ἑξῆς.

2-6-2 Ὥσπερ γὰρ λαμπάδες πολλαὶ ἑνὶ μὲν ἐλαίῳ καὶ ἑνὶ πυρὶ ἀνημμέναι τυγχάνουσιν, οὐκ ἴσῳ τῷ μέτρῳ τὴν αὐγὴνεἰ τύχοιτοῦ πυρὸς φαίνουσι, διὰ τὸ τὴν μὲν μείζονα τὴν δὲ ἐλάττονα εἶναι, οὕτω καὶ τὰ χαρίσματα τὰ διὰ πλειόνων κατορθωμάτων (τουτέστι τῷ ἐλαίῳ) αὐξηθέντα περισσοτέραν ἔχει τὴν φαιδρότητα τοῦ πνεύματος τοῦ ἁγίου.

2-6-3 Καὶ ὥσπερ ἐν πόλει πολλῶν ὄντων τῶν ἐν αὐτῇ οἰκούντων καὶ ἑνὶ ἄρτῳ καὶ ἑνὶ ὕδατι τρεφομένων οἱ μὲν εἰσὶν αὐτῶν ἄνδρες, οἱ δὲ νήπιοι, καὶ διαφορὰ πολλὴ ἐν αὐτοῖς ἐστι.

2-6-4 Καὶ ὥσπερ σῖτος ἐν τῇ αὐτῇ χώρᾳ ἐσπαρμένος διαφόρους σταχύας ἀνατέλλει πὴ μὲν πλείονας πὴ δὲ ἐλάττονας, ἐν τῇ αὐτῇ δὲ χώρᾳ, καὶ ἐν τῇ αὐτῇ ἅλωνι συνάγεται καὶ ἐν τῇ αὐτῇ ἀποθήκῃ ἀποτίθεται, οὕτω καὶ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν διαφορὰ δόξης τοῖς ἀνισταμένοις κεχάρισται κατὰ τὴν ἀξίαν τῶν κατορθωμάτων καὶ κατὰ τὴν μετουσίαν τοῦ ἀπὸ τοῦ νῦν οἰκοῦντος ἐν αὐτοῖς ἁγίου πνεύματος, ἑνὸς ὄντος τοῦ περὶ αὐτοὺς φωτόςὡς καὶ τοῦ περὶ τοὺς ἀστέραςκαὶ μιᾶς τῆς τοῦ θεοῦ δωρεᾶς κατὰ τὴν ἀξίαν τῶν νῦν κατορθωμάτων ἐπαστραπτούσης τοῖς ἀνισταμένοις.

εἰ γὰρ καὶ μικρότερός ἐστιν «ἀστὴρ ἀστέρος», ἀλλὰ τῷ αὐτῷ ἀστράπτει φωτί, μόνον ἵνα τις γεννηθεὶς τῷ πνεύματι τῷ ἁγίῳ ἀποκαθαρισθῇ τῆς ἐνοικούσης ἁμαρτίας.

2-6-5 Ἐν γὰρ ἑνὶ μέρει καὶ αὐτὴ ἡ γέννησις τελειότητος ἔχει εἰκόνα, οἷον ἐν μορφῇ καὶ μέλεσιν, οὐ μέντοι δυνάμει ἢ νῷ ἢ ἀνδρείᾳ.

ὁ γὰρ αὐξάνων πρὸς ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὰ τοῦ νηπίου πάντα καταργεῖ.

τοῦτο γάρ ἐστιν, ὃ λέγει ὁ ἀπόστολος·

«εἴτε γλῶσσαι καταργηθήσονται εἴτε προφητεῖαι».

ὥσπερ γὰρ ὁ ἀνὴρ οὔτε τὴν ὁμιλίαν τοῦ παιδίου καταδέχεται οὔτε τὴν τροφήν, ἑτέρας ἐχόμενος τροφῆς καὶ διαγωγῆς, οὕτω καὶ ὁ πρὸς τελείωσιν εὐαγγελικῶν κατορθωμάτων αὐξάνων τὴν νηπιότητα αὐτοῦ εἰς τὴν τελειότητα καταπαύει.

καθὼς γέγραπται·

«ὅτε γέγονα ἀνήρ, τὰ τοῦ νηπίου κατήργηκα».

ὅτι γὰρ καλῶς εἴρηται, ὅτι ἡ γέννησις ἐν ἑνὶ μέρει τελεία ἐστίν, ἐκ τῶν ὑπὸ κυρίου γενομένων γνώσῃ.

γεννηθέντος γὰρ τοῦ κυρίου πᾶσα ἡ κτίσις ἐθροήθη, ἄγγελοι ὕμνουν, ἀστὴρ ἐμήνυε, ποιμένες ἐξίσταντο ὡσαύτως καὶ ἐπὶ τοῦ σταυροῦ τοῦτο τὸ μυστήριον τελειοῦντος πᾶσα ἡ κτίσις ἐταράχθη·

ἥλιος γὰρ ἐσκοτίσθη, καταπέτασμα ναοῦ ἐσχίσθη, μνήματα ἠνεῴχθη, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη.

ὁρᾷς ὅτι ἐν ἑνὶ μέρει τὸ γεννηθῆναι πνεύματι ἁγίῳ τελείωσίς ἐστι.

2-7-1 Ἐρώτησις.

Οὐκοῦν οὐκ ἔχει ἁμαρτίαν καὶ σκότος παθῶν ὁ γεννηθείς; Ἀπόκρισις.

Τοῦτο τὸ σκότος, ὅπερ λέγεις καὶ τὰ πάθη, λῶρος καὶ ῥάβδος ἐστὶ τῶν παιδίων.

ἕτερος οὗτος λόγος καὶ δοῦλος νήπιον ὄντα τὸν δεσπότην αὐτοῦ τύπτει εἰς συμφέρον αὐτοῦ.

ἓν δὲ γίνωσκε ὅτι, εἰ ἀγαπᾷ ψυχὴ τὸν θεὸν ἐν ἀληθείᾳ, ταῦτα πάντα τὰ δοκοῦντα θλιβερώτερα καὶ οἱ πόλεμοι τῶν παθῶν εἰς συμφέρον αὐτῇ εἰσι.

φησὶ γὰρ ὁ ἀπόστολος·

«τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν», καὶ πάλιν·

«ἡ θλῖψις ὑπομονὴν κατεργάζεται» καὶ τὰ ἑξῆς.

δύναται γὰρ καὶ τὸ κακὸν συνεργεῖν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ, μόνον ἵνα τῇ ἀγάπῃ πρὸς θεὸν ψυχὴ δεσμῆται.

Ἐρώτησις.

Οὐκοῦν οὐκ ἔχει πόλεμον ὁ γεννηθείς; Ἀπόκρισις.

Ὁ βασιλεὺς ἀκμὴν εἰς πόλεμον ἀπέρχεται, μέγα εἰ ὁ γεννηθείς.

Ἐρώτησις.

Οὐκοῦν ἐλεύθερος οὐκ ἔστιν; Ἀπόκρισις.

Ἄλλο γεννηθῆναι καὶ ἄλλο πολεμιστής, ἄλλο νικητὴς καὶ ἄλλο ἐλεύθερος.

περὶ γεννήσεως ἐλέγομεν ὅτι ἐν ἑνὶ μέρει τέλειόν ἐστιν, ἐν τῷ τὰ μέλη πάντα ἀποσῴζειν τὸ νήπιον.

οὐ γὰρ δίδωσιν ὁ κύριος πνεῦμα καὶ χάριν, ἵνα τις πέσῃ ἐν ἁμαρτίαις, ἀλλ' αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται οἱ ἄνθρωποι μὴ συμφωνοῦντες τῇ χάριτι,

καὶ διὰ τοῦτο πίπτουσι.

δύναται γὰρ καὶ ἀπὸ ἰδίων καὶ φυσικῶν λογισμῶν πλανᾶσθαι ὁ ἄνθρωποςἀμελῶν ἢ καταφρονῶν ἢ 2-9-2 καυχώμενος ἢ φυσιούμενος ἢ ἐπαιρόμενος.

καὶ ἄκουε τί λέγει Παῦλος ὁ ἐλεύθερος·

«ἵνα, φησί, μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατάν».

ὁρᾷς ὅτι καὶ οἱ ἐν τηλικούτοις μέτροις πνευματικοῖς καταντήσαντες ἀσφαλείας πολλῆς χρῄζουσιν.

ἐὰν γὰρ μὴ δῷ πρόφασιν καὶ ὁρμὴν τῷ σατανᾷ ὁ ἄνθρωπος, οὐ κυριεύει αὐτοῦ.

βίᾳ γὰρ οὐ λαμβάνει αὐτὸν οὔτε ὁ κύριος οὔτε ὁ σατανᾶς, ἀλλ' εὐαρεστήσας καὶ συμφωνήσας τῇ χάριτι τελειοῦται εἰς αὐτήν, μὴ συμφωνήσας δέ, κἂν γεννηθῇ, τουτέστι μέτοχος πνεύματος γένηται, αὐτὸς αἴτιος γίνεται τοῦ πεσεῖν εἰς τὰ θελήματα τοῦ σατανᾶ.

εἰ γὰρ βίᾳ ἐλάμβανεν ὁ σατανᾶς καὶ βίᾳ ὁ κύριος, οὐκ ἦν αἴτιος ὁ ἄνθρωπος ὑπάγων εἰς γέενναν, καὶ οὐκ ἦν ἐπαινετὸς εἰς βασιλείαν ἀπερχόμενος.

2-10-1 Ἐρώτησις.

Τί ποιήσει ἄνθρωπος ἀποπλανώμενος ὑπὸ τοῦ σατανᾶ ὡς δι' εὐλογοφανῶν τινων ἢ ὡς δι' ὁμοίου φωτὸς ἀποκαλύψεως χάριτος; Ἀπόκρισις.

∆ιὰ τοῦτο πολλῆς διακρίσεως χρείαν ἔχει ὁ ἄνθρωπος, ἵνα τὴν τοῦ καλοῦ καὶ τοῦ κακοῦ διαφορὰν ἀκριβῶς ἐπιγινώσκῃ καὶ τὰς ποικίλας τέχνας τοῦ πονηροῦ διὰ λόγων καὶ φαντασιῶν πολλοὺς πλανῶντος διακρίνων 2-10-2 συνήσῃ.

ὥσπερ γάρ τις βουλόμενος δοκιμάσαι τὴν σωφροσύνην τῆς ἑαυτοῦ γαμετῆςεἰ ἀπέλθῃ νυκτὸς πρὸς αὐτὴν ὡς ἀλλότριός τις ἁμαρτῆσαι θέλων, κἀκείνη κράζει καὶ τύπτει αὐτόν, χαίρει ἐκεῖνος ὅτι τὴν σωφροσύνην αὐτῆς ἐν ἀκριβείᾳ φυλάσσει·

οὕτω μετὰ δοκιμασίας καὶ γνώσεως, μετὰ διακρίσεως καὶ αὐτοὺς τοὺς οὐρανίους προσδέχου.

ἐὰν γὰρ ἀποβάλῃς αὐτοὺς τοὺς οὐρανίους διὰ τοὺς οὐχ οὐρανίους, χαίρουσι καὶ πλέον σοι διδόασιν οἱ τοῦ κυρίου μετασχεῖν τῆς χάριτος καὶ ἐμπλησθῆναι ἐν πνευματικῇ ἀπολαύσει διὰ τὴν πρὸς τὸν κύριον ἀγάπην.

μὴ οὖν ταχὺ σεαυτὸν ἐπιδίδου ἐλαφρότητι φερόμενος, ἀλλὰ μένων βαρὺς καὶ μετὰ δοκιμασίας ἀκριβοῦς τὸ καλὸν κατέχων τὸ 2-10-3 πονηρὸν ἀπόθου.

εἰ γὰρ ἔχεις ἀγαπητὸν φίλον, ἔστι δέ τις ἐχθρὸς αὐτοῦ εἰς πρόσωπον τοῦ φίλου συνερχόμενοςκαὶ δέξῃ τὸν ἐχθρὸν ὡς φίλον, ὑβρίζεις σου τὸν φίλον, ὅτι τὸν ἐχθρὸν αὐτοῦ δεξιοῦσαι.

2-10-4 Ὀφείλεις οὖν δοκιμάζειν καὶ διακρίνειν, καὶ τότε ἐμπιστεύειν.

τῆς δὲ χάριτος φανερά ἐστι τὰ ἐνεργήματα, ἅπερ ἡ ἁμαρτία κἂν μετασχηματίζηται εἰς πρόσωπον ἀγαθόν, παρασχεῖν οὐ δύναται.

οἶδε, γάρ φησι, ὁ σατανᾶς καὶ εἰς ἄγγελον φωτὸς μετασχηματισθῆναι, δηλονότι πρὸς τὸ ἀπατῆσαι.

ἀλλὰ κἂν εἰς ὁράσεις λαμπρὰς μετασχηματιζόμενος φαντάζῃ τὴν ψυχὴν βουλόμενος πλανῆσαι, ἐνέργειαν ἀγαθὴν παρασχεῖν οὐ δύναται, δι' ἧς ἀκριβῶς γνωρίζεται.

οὔτε γὰρ ἀγάπην εἰς θεὸν καὶ εἰς τοὺς ἀδελφοὺς ἐνεργῆσαι δύναται, εἰ μὴ τάχα τῦφον καὶ ὑψηλοφροσύνην, οὐ πραότητα, οὐκ ἐπιείκειαν, οὐ ταπείνωσιν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ κατάστασιν λογισμῶν, οὐ μῖσος τοῦ κόσμου, οὐκ ἀνάπαυσιν πνευματικὴν εἰς θεόν, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων ἀγαθῶν, οὐχ ἡδονὰς καὶ πάθη παύει ἅπερ ἐστὶ τῆς χάριτος ἐνεργήματα.

«ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν 2-10-5 ἀγάπη, χαρά, εἰρήνη» καὶ τὰ ἑξῆς.

ἐκ τῆς ἐνεργείας οὖν γνώσῃ τὸ ἐλλαμφθὲν εἰς τὴν ψυχήν σου νοερὸν φῶς, εἰ τοῦ θεοῦ ἐστιν, ἢ τοῦ σατανᾶ ἐστιν.

ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ ἐὰν ἔχῃ διάκρισιν, εὐθέως ἐκ τῆς νοερᾶς αἰσθήσεως γινώσκει τὴν διαφοράν.

ὥσπερ γὰρ ὅμοιον θρίδαξ πικρίδι ἢ ὄξος οἴνῳ ὅμοιον μὲν εἶναι τῇ ὁράσει δύναται, ἀλλ' ἐκ τῆς γεύσεως ὁ λάρυγξ γνωρίζει τὴν ἑκάστου διαφοράν, οὕτως ἡ ψυχὴ ἐκ τῆς αἰσθήσεως τῆς νοερᾶς καὶ τῆς ἐνεργείας γνωρίζει καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὰ τοῦ σατανᾶ φαντάσματα.

2-11-1 Ἐρώτησις.

Τί ἐστιν ὅτι «πᾶσα ἁμαρτία ἐκτὸς τοῦ σώματός ἐστιν·

ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει»; Ἀπόκρισις.

∆ύο τρόπους ἔχει τὸ νόημα.

ἕνα μὲν ὅτι ἡ γυνὴ τοῦ ἀνθρώπου σῶμα αὐτοῦ λέγεται·

«ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν».

ἐπὰν οὖν τις πορνεύῃ, εἰς τὸ ἴδιον

σῶμα ἁμαρτάνει, τουτέστιν εἰς τὴν ἰδίαν αὐτοῦ γυναῖκα.

ἕτερον δὲ τρόπον βαθύτερον εἰς τὸ πνευματικόν·

τὸ σῶμά σου γὰρ ὁ κύριός ἐστιν, ὥς φησι Παῦλος·

«ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ 2-11-2 μέρους».

ὥσπερ γὰρ κατὰ τὸ σωματικὸν ἡ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐλήφθη καὶ εἰ μὴ συνήφθη αὐτῇ ὁ Ἀδάμ, καρπὸν τεκνογονίας οὐκ ἐποίει, οὕτως ἐὰν μὴ διὰ τῆς χάριτος συναφθῇ ἡ ψυχὴ Χριστῷ ἐν τῇ κοινωνίᾳ τοῦ πνεύματος, καρποὺς πνευματικοὺς καὶ ἐπουρανίους τελείων ἀρετῶν οὐ δύναται ποιῆσαι «ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν», καὶ ἐπάγει ὁ ἀπόστολος πνευματικῶς ἀλληγορῶν τὴν γραφήν·

«τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν», ἥτις ἐστὶ ψυχαὶ ἁγίων.

οὐκοῦν τὸ σῶμά σου ὁ κύριός ἐστιν.

ἐὰν οὖν ἡ ψυχὴ κοινωνῇ ἀοράτως ἐν τοῖς διαλογισμοῖς διὰ τῶν κρυφίων παθῶν τῷ πονηρῷ ὥσπερ ἀλλοτρίῳ ἀνδρί, «εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει», τουτέστιν εἰς τὸν κύριον.

2-12-1 Ἐρώτησις.

∆ιὰ τί ὁ ὄφις ὃν ἐσταύρωσε Μωϋσῆς ἐν τῇ ἐρήμῳ εἰς εἰκόνα καὶ τύπον τοῦ σωτῆρος κεῖται; φησὶ γὰρ ὁ κύριος·

«ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου».

ἆρα ἕτερον ζῷον εἰς εἰκόνα καὶ τύπον τοῦ κυρίου τεθῆναι οὐκ ἐδύνατο, εἰ μὴ τὸ ἰοβόλον ἑρπετὸν ὁ ὄφις; Ἀπόκρισις.

Εἰς μυστήριον μέγα κεῖται ὁ ὄφις τοῖς συνιέναι τὰ μυστήρια τοῦ θεοῦ δυναμένοις.

καθ' ὅσον δὲ χωροῦμεν εἰπεῖν, οὐκ ἀποκνήσομεν.

ἔχει ἐν ἑαυτῷ ὁ ὄφις φάρμακον, δι' οὗ θανατοῦνται οἱ δηχθέντες, καὶ ἔχει πάλιν φάρμακον ζωῆς, ἐξ οὗ μεταλαμβάνοντες οἱ δεδηγμένοι ζωοποιοῦνται, καταργουμένου ἐν αὐτοῖς τοῦ θανατικοῦ ἰοῦ διὰ τοῦ τῆς ζωῆς φαρμάκου.

λέγουσι δὲ οἱ τούτων ἔμπειροι οὕτω δοκιμάζεσθαι τὰ ἀμφότερα φάρμακα ἐπὰν τὸ αἴτιον τῆς ζωῆς ἐγγίσῃ τῷ κράματι τοῦ θανατικοῦ φαρμάκου, εὐθέως διϋλίζεται καθ' ἑαυτὸν ὁ ἰὸς ἀπὸ τοῦ συγκραθέντος οἴνου ὥσπερ πλησσόμενος 2-12-2 καὶ ὑποχωρῶν τῷ τῆς ζωῆς φαρμάκῳ.

οὕτως οὖν καὶ τοῦ ἀνθρώπου γεγονότος ὑπὸ τὸν θάνατον διὰ τῆς ἀρχῆθεν παραβάσεως ὁ θάνατος γέγονεν ἐν αὐτῷ πικρός.

διὰ γὰρ τὴν τοῦ ἑνὸς παράβασιν συνεθανατώθη καὶ συνέπαθεν ὅλον τὸ τῶν ἀνθρώπων γένος.

«ὥσπερ, γάρ φησι, δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ' ᾧ πάντες ἥμαρτον».

συνεπικράνθη γὰρ ἡ ἀνθρωπότης καὶ ὡμοιώθη διὰ τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν τῷ ἰῷ τοῦ νοητοῦ ὄφεως καὶ τῇ κακίᾳ, καὶ ὥσπερ ἀπεθηριώθη ὡς ὄφις γενόμενος ὁ 2-12-3 ἄνθρωπος, ἕρπων ἐν γηΐνοις λογισμοῖς καὶ πάθεσιν ἁμαρτιῶν.

ὅτι γὰρ διὰ τῆς κακίας ὁ ἄνθρωπος τῷ ὄφει ἐξωμοιώθη, ἄκουσον ἐν τῷ εὐαγγελίῳ Ἰωάννου τοῦ βαπτιστοῦ λέγοντος πρὸς τοὺς ἐρχομένους βαπτισθῆναι ὑπ' αὐτοῦ·

«ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας».

θανατωθέντος οὖν τοῦ ἀνθρώπου καὶ ἀφομοιωθέντος τῷ θανάτῳ εὑρέθη ἐξ αὐτοῦ φάρμακον ζωῆς αὐτὸς ὁ κύριος, δι' οὗ θανατοῦται ὁ θάνατος καὶ καταργεῖται ὑπ' αὐτοῦ ὁ θανατικὸς ἰὸς τῶν παθῶν τῆς κακίας καὶ ζωοποιοῦνται οἱ ἄνθρωποι.

2-12-4 Εἰς τύπον οὖν τοῦ σώματος τοῦ κυρίου ἦν, εἰς ἔλεγχον Ἰουδαίων τῷ ἐσταυρωμένῳ πιστεύειν μὴ βουλομένων.

βουλόμενος γὰρ ὁ μακάριος Μωϋσῆς τὸν χαμερπῆ νοῦν τοῦ λαοῦ εἰς τὸ ὕψος ἐπᾶραι καὶ διδάξαι αὐτοὺς ἄνω προσέχειν, τὸν χαλκοῦν ὄφιν κελεύσει θεοῦ ὑψωθῆναι ἐπὶ τοῦ ξύλου ἐποίησε καὶ οὕτως οἱ δακνόμενοι ὑπὸ τῶν ὄφεων τότε ἀνανεύοντες καὶ προσέχοντες τῷ χαλκῷ ὄφει πιστεύοντες ἐσῴζοντο κατὰ τὸ δεσποτικὸν τότε πρόσταγμα.

μήπω γὰρ δυνάμενοι πιστεύειν εἰς θεὸν ὥσπερ ὡδηγοῦντο ἄνω βλέπειν καὶ πιστεύειν τῇ 2-12-5 δεσποτικῇ δυνάμει καὶ οὕτως ἰῶντο.

ὅμως τύπος ἦν τοῦ κυρίου, ἵνα ὥσπερ ὁ λαὸς ὁ δακνόμενος ὑπὸ τῶν ὄφεων, ὃς ἐπίστευε τῷ νεκρῷ ὄφει ἐσῴζετοκατηργεῖτο γὰρ ὁ ἐν αὐτοῖς ἰὸς διὰ τῆς δυνάμεως τοῦ

θεοῦ ἐν τῷ χαλκῷ ὄφει τότε κατασκηνούσης, οὕτως οἱ δεδηγμένοι ὑπὸ τῶν πνευματικῶν ὄφεων τῆς κακίας καὶ τῷ θανατικῷ ἰῷ τῶν παθῶν τετρωμένοι, ἵνα πρόσχωσι καὶ πιστεύσωσι νεκρῷ σώματι ἐσταυρωμένῳ καὶ οὕτως ἰαθῶσιν, ὅπερ ἐστὶν «Ἰουδαίοις σκάνδαλον, ἔθνεσι δὲ μωρία», τοῖς δὲ πιστεύουσι τῷ 2-12-6 ἐσταυρωμένῳ σώματι Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία.

ὥσπερ οὖν ἐκεῖ οἱ ζῶντες δεδηγμένοι νεκρῷ ὄφει πιστεύοντες ἐσῴζοντο, ἐνταῦθα οἱ ζῶντες δεδηγμένοι ὑπὸ τοῦ ὄφεως τοῦ διαβόλου καὶ τὸν ἰὸν τῆς κακίας νεμόμενον ὑπὸ τῶν παθῶν ἐν αὐτοῖς ἔχοντες νεκρῷ σώματι θεοποιηθέντι πιστεύοντες σῴζονται, καταργουμένου τοῦ ἐν αὐτοῖς τῶν παθῶν θανατικοῦ ἰοῦ.

ἐξ αὐτοῦ γὰρ τοῦ θανατωθέντος Ἀδὰμ εὑρέθη ζωῆς φάρμακον τῷ ἀνθρώπῳ, ὅ ἐστι τὸ σῶμα κυρίου, δι' οὗ πᾶς ἰὸς ἁμαρτίας ἀπὸ τῶν πιστευόντων καταργεῖται.

ἅμα δὲ καὶ Ἰουδαίους ἐνταῦθα ὁ λόγος ἀπελέγχει, ὅτι εἰ ἐκεῖνοι νεκρῷ ὄφει χαλκῷ πιστεύοντες ἐσῴζοντο, διὰ τί οὗτοι ἐσταυρωμένῳ σώματι ἀποθανόντι καὶ 2-12-7 ἀναστάντι καὶ εἰς οὐρανοὺς ἀνελθόντι οὐ πιστεύωσιν, ἵνα ζήσωσι; τύπος οὖν καὶ μυστήριον ὁ ὄφις ὃν ἐσταύρωσε Μωϋσῆς ζωῆς καὶ θανάτου, τουτέστι τῆς ἁμαρτίας καὶ τοῦ κυρίου.

ἔχει δὲ καὶ ἕτερον νοῦν τὸ περὶ τοῦ ὄφεως μυστήριον.

ὥσπερ ὁ διάβολος ἐν ἀρχῇ φθόνῳ καὶ κακουργίᾳ χρησάμενος διὰ ξύλου καὶ ὄφεως τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπατήσας ἐκβληθῆναι τοῦ παραδείσου κατεσκεύασε καὶ ἐκ τῆς προτέρας καθαρότητος καὶ δόξης εἰς πάθη πικρὰ καὶ θάνατον αὐτοὺς κατήνεγκε, καὶ λοιπὸν ἀπ' αὐτῶν πᾶν τὸ γένος τῆς ἀνθρωπότητος ὑποχείριον λαβὼν εἰς πᾶσαν ἁμαρτίαν καὶ πάθη μιαρὰ ἐξεπλάνησεδι' ἧς καὶ ἡ κτίσις πᾶσα μιαινομένη διὰ τῆς εἰδωλολατρείας καὶ δαίμοσι προσφερομένη ἐστέναζε πικρῶς, τὸν αὐτὸν τρόπον τῇ ἀνεκδιηγήτῳ σοφίᾳ ὁ θεὸς τῆς ἀνθρωπότητος πρόνοιαν ποιούμενος τὸν θεράποντα Μωϋσῆν εἰς λύτρωσιν τοῦ λαοῦ ἐξαπέστειλε διὰ ξύλου τῆς ῥάβδου, ἥτις καὶ εἰς ὄφιν μεταβαλλομένη τὰς τῶν μάγων ῥάβδους εἰς ὄφεις μεταβληθείσας κατέπινε, δι' ἧς καὶ λύτρωσιν τῷ λαῷ ἐξειργάζετο, δι' ἧς καὶ τὰ σημεῖα ὁ θεὸς ἐν Αἰγύπτῳ ἐποίησε, δι' ἧς καὶ 2-12-8 ἡ θάλασσα διερρήγνυτο.

ὁμοίως δὲ καὶ ἐν τῇ ἐρήμῳ, ὡς προείρηται, διὰ χαλκοῦ ὄφεως ὑψουμένου ἐπὶ ξύλου ζωὴν ἐν τῷ λαῷ τοῖς πιστεύουσιν ὁ θεὸς ἐχαρίζετο, ἵνα δι' ὧν ὁ διάβολος ἐν ἀρχῇ θάνατον καὶ αἰχμαλωσίαν ἐξειργάσατο, διὰ τούτων ὁ κύριος ζωὴν καὶ λύτρωσιν οἰκονομήσῃ.

διὰ γὰρ ξύλου καὶ ὄφεως, γυναικός τε καὶ ἀνθρώπου ὁ θάνατος καὶ τὰ πάθη τῆς ἁμαρτίας τῇ ἀνθρωπότητι ἐπηνέχθη.

2-12-9 ∆ιὰ οὖν Μωϋσέως τὸ ἥμισυ τῆς θεοσεβείας κατωρθώθη καὶ τὸ ἥμισυ τοῦ πάθους ἰάθη διὰ ξύλου καὶ ὄφεως, καθὼς προείρηται·

«οὐδὲν γὰρ ἐτελείου ὁ νόμος», ἐπὶ δὲ τῆς παρουσίας τοῦ σωτῆρος τὸ πᾶν μυστήριον ἐπληρώθη καὶ ἡ τελεία κατόρθωσις τῇ ψυχῇ ἐτελέσθη διὰ Μαρίαςἥτις ἀντὶ Εὔας λαμβάνεται Ζωήτῷ κόσμῳ τὸν σωτῆρα τεκούσης, τὸν δεύτερον Ἀδάμ, ὃς ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ἑαυτὸν εἰς θάνατον ἔδωκε.

«παρεδόθη, γάρ φησι, διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν», καὶ πάλιν ὅτι «εἷς ὑπὲρ πάντων ἀπέθανεν», ἵνα οἱ εἰς αὐτὸν πιστεύοντες λυτρωθῶσι καὶ ζωοποιηθῶσιν ἀπὸ τῆς τοῦ Ἀδὰμ γενομένης τῶν παθῶν καὶ τοῦ θανάτου τῷ κόσμῳ καταδίκης, καὶ οἱ δεδηγμέμοι ὑπὸ τῶν νοητῶν ὄφεων τῆς κακίας εἰς αὐτὸν ἀτενίζοντες διὰ τῆς πίστεως ζῶσι ζωὴν αἰώνιον, παντὸς θανατικοῦ ἰοῦ 2-12-10 παθῶν διὰ τῆς δυνάμεως τοῦ κυρίου καταργουμένου ἐν αὐτοῖς.

ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ἐλευθερωθεῖσα διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἠγαλλιάσατο.

«ἁγιάζεται γὰρ πάντα διὰ λόγου θεοῦ καὶ ἐντεύξεως», ὡς γέγραπται·

τὰ γὰρ προχωροῦντα τὸ πρὶν τοῖς δαίμοσιν εἰς ναοὺς τῶν εἰδώλων, λέγω δὴ λίθοι καὶ ξύλα καὶ καρποὶ τῆς γῆς καὶ ἃ εἰς προσφορὰς τοῖς εἰδώλοις προσεκομίζετο, νῦν ἐν ὀνόματι κυρίου εἰς ἐκκλησίας καὶ θυσιαστήρια καὶ προσφορὰς πνευματικὰς

ἁγιαζόμενα προχωροῦσι.

δι' ὧν οὖν ὁ διάβολος ἐν ἀρχῇ ἐμίανε καὶ θάνατον τῷ κόσμῳ ἐξειργάσατο, διὰ τούτων ὁ κύριος καθαρισμὸν καὶ ζωὴν τῷ κόσμῳ ᾠκονόμησεν ἀναλύων πάσας τὰς ἐκείνου μηχανάς.

2-12-11 Εἰσὶ καὶ λίθοι τίμιοι εἰς μυστήριον κείμενοι, ἐν οἷς ὁ λεγόμενος μαγνίτης.

οὗτος διὰ τῆς ἑαυτοῦ σκιᾶς σίδηρον ἁρπάζει, καὶ διήκουσα ἡ δύναμις τοῦ λίθου διὰ τοῦ σιδήρου ἄλλον ἁρπάζει σίδηρον καὶ πάλιν δι' ἐκείνου ἕτερον, εἰς τύπον τῶν τιμίων καὶ ἁγίων λίθων τῶν μελλόντων κυλίεσθαι ἐπὶ τῆς γῆς, ὡς ὁ προφήτης εἶπεν·

«ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς», ἤτοι ὁ πρωτότυπος, ὁ ἀκρογωνιαῖος καὶ τίμιος λίθος ὁ κύριος καὶ οἱ ἅγιοι ἀπόστολοι.

καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρε καὶ τοῦ κυρίου τὸ δι' ἡμᾶς νεκρωθὲν σῶμα ἐπισκιάσαν εἰς τοὺς νεκροὺς ἱκανοὺς ἤγειρε.

κατελθὼν γὰρ εἰς τὸν ᾅδην πολλοὺς ἀνήγαγε·

2-12-12 «πολλά, γάρ φησι, σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη».

καὶ νῦν δὲ κατὰ τὸ κρυπτὸν ἐν ἑκάστῃ ψυχῇ πιστῇ ἐπισκιάζουσα ἡ δύναμις τοῦ σώματος ἐκείνου ἐγείρει αὐτὴν ἐκ τῆς νεκρότητος τῶν παθῶν καὶ ἐν τῇ ἀναστάσει δὲ τῶν νεκρῶν ἐκείνου τοῦ σώματος ἐν δόξῃ πολλῇ ἐρχομένου πάλιν καὶ αὐτὰ τὰ σώματα πάσης τῆς ἀνθρωπότητος διὰ τῆς δυνάμεως αὐτοῦ ἀναστήσονται, «ἵνα κομίσηται ἕκαστος, ὃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν».

2-12-13 οὗτος οὖν ὁ λίθος πέτρα ὠνομάσθη πολλὰ ποιοῦσα θαυμάσια τοῖς Ἰσραηλίταις.

φησὶ γάρ·

«ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης αὐτοῖς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός».

ἡ πέτρα οὖν αὐτοῖς ἠκολούθει, δι' ἧς καὶ τὰ ὕδατα ἐξεπορεύετο, καὶ αὕτη διεῖλε τὴν θάλασσαν, αὕτη ἐγένετο στύλος νεφέλης ἡμέρας καὶ στύλος πυρὸς νυκτός, αὕτη ἔφερεν ἀπὸ οὐρανοῦ τὸ μάννα τοῖς Ἰσραηλίταις, αὕτη ὡδήγει αὐτοὺς καὶ πάντα τὰ εὐεργετήματα παρεῖχεν αὐτοῖς, ἥτις ἦν ὁ Χριστός.

2-12-14 εἰς τοῦτο τὸ μέρος ἡ πέτρα εὐηργέτει, εἰς ἄλλο μέρος ῥάβδος, ὡς προείρηται, τῆς δυνάμεως τοῦ θεοῦ καὶ ἐν τῇ ῥάβδῳ καὶ ἐν τῇ πέτρᾳ κατασκηνούσης.

ὅτε γὰρ ὤφθη ὁ θεὸς τῷ Μωϋσῇ ἐν τῇ ἐρήμῳ, "1πορεύθητί, φησι, πρὸς Φαραὼ καὶ εἶπον «ἐξαπόστειλον τὸν λαόν, ὅπως λατρεύσωσί μοι».

"2 ὁ δὲ ἀπεκρίθη·

"1βραδύγλωσσός, φησιν, εἰμὶ καὶ μογγιλάλος καὶ οὐ δύναμαι πορευθῆναι.

οὐδεὶς γάρ μου ἀκούσεται.

"2 πείθει αὐτὸν ὁ θεός·

"1πορεύου, ἐγὼ ἑτοιμάζομαι ἔμπροσθέν σου, ἵνα σου ἀκούσωσιν.

"2 εἶτα πληροφορεστέρως ἀποπείθει αὐτόν·

«τί, φησιν, ἐν τῇ χειρί σου κρατεῖς; ὁ δὲ ἔφη·

ῥάβδον.

λέγει αὐτῷ ὁ θεός·

ῥῖψον αὐτήν, καὶ ἔρριψε καὶ ἰδοὺ ἐγένετο ὄφις ἕρπων καὶ φοβηθεὶς Μωϋσῆς ἔφυγε.

λέγει αὐτῷ ὁ θεός·

μὴ φοβηθῇς, ἐπιλαβοῦ τῆς κέρκου καὶ ἐπιλαβομένου ἐγένετο πάλιν ῥάβδος».

ὅρα θαυμάσια·

ῥάβδον εἰς ὄφιν μεταβάλλει καὶ ὄφιν ῥάβδον ἀπερ2-12-15 γάζεται∆όξα τῇ μεγαλωσύνῃ αὐτοῦπόσῳ μᾶλλον δύναται μεταστρέψαι καὶ μεταβάλαι ψυχὴν πιστεύουσαν ἐκ τῆς προτέρας προλήψεως κακῆς εἰς ἑτέραν κατάστασιν καὶ φύσιν ἀρετῆς θείαν; εἶτα ἡ ῥάβδος ἐκείνη, ὡς προείρηται, πάντα τὰ εὐεργετήματα τοῖς Ἰσραηλίταις παρεῖχεν, ἔτυπτε ῥάβδῳ τὰ ὕδατα καὶ μετέβαλεν αὐτὰ εἰς αἷμα, ἐπῆρεν εἰς οὐρανὸν τὴν χεῖρα καὶ ἤνεγκε σκνῖπα καὶ κυνόμυιαν.

«ἔλαβεν αἰθάλην καὶ ἔρριψεν εἰς τὸν οὐρανόν, καὶ ἐγένοντο φλυκτίδες».

πάλιν ἐπῆρε τὴν χεῖρα εἰς τὸν ποταμόν, καὶ ἀποκατεστάθη τὸ 2-12-16 ὕδωρ εἰς τὴν ἀρχαίαν φύσιν.

εἰ ῥάβδος μεταβάλλει τὰ ὕδατα ἐκ τῆς ἀρχαίας φύσεως, πόσῳ μᾶλλον ὁ κύριος μεταβαλεῖ τὴν εἰς αὐτὸν ἐλπίζουσαν ψυχὴν εἰς τὴν ἀγάπην τοῦ πνεύματος ἐκ τῆς πικρᾶς τῶν παθῶν καταστάσεως.

καὶ εἰ τὴν ῥάβδον Μωϋσέως ἰδοῦσα γῆ Αἰγύπτου ἐτρόμαξε, πόσῳ μᾶλλον, εἰ τὸ τοῦ θεοῦ πνεῦμα ἐπισκιάσει πιστῇ ψυχῇ, τρομάξει φόβῳ ἡ γῆ τῆς νοητῆς Αἰγύπτου τῶν παθῶν τῆς ἁμαρτίας; ἡ γὰρ ῥάβδος καὶ ἡ πέτρα μεγάλην ἑορτὴν τοῖς Ἰσραηλίταις παρεῖχε καὶ ὥσπερ εἰς παστόν τινα καὶ νυμφῶνα ἔθαλπον αὐτούς.

στῦλος γὰρ πυρὸς προηγούμενος κατηύγαζε καὶ στῦλος νεφέλης ἄνωθεν ἐπεσκίαζε, μάννα ἐξ οὐρανοῦ

ὠμβρεῖτο, «τὰ ὄρη ἐσκίρτων ὡς κριοί, οἱ βουνοὶ ἥλλοντο ὡς ἀρνία προβάτων», θάλασσα ἰδοῦσα ἔφυγε σχιζομένη, Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

αὕτη ἡ πέτρα καὶ ποταμοὺς ἐξομβρεῖ εἰς τύπον τοῦ 2-12-17 κυρίου, ἀφ' οὗ ποταμοὶ πνευματικοὶ ἔμελλον ἐκπορεύεσθαι.

καὶ νῦν δέ, εἴ τις πιστεύων κτήσεται τὴν ἀληθινὴν καὶ πνευματικὴν πέτραν καὶ ῥάβδον τῆς δυνάμεως αὐτοῦ ἐν τῇ ἑαυτοῦ ψυχῇ, πᾶσαν εὐεργεσίαν ἄρρητον καὶ πᾶσαν ἀπόλαυσιν ἄφθαρτον ἐν ἑαυτῷ ἐν πληροφορίᾳ εὑρήσει.

2-12-18 Σπουδάσωμεν τοίνυν, ἀδελφοί, ὅλοι ὅλους ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι, παντὸς γηΐνου περισπασμοῦ καὶ πάσης ἐπιθυμίας ἑαυτοὺς αἴροντες, καὶ εἰς τὴν πρὸς αὐτὸν εὐαρέστησιν καὶ λατρείαν ψυχήν τε καὶ σῶμα τελείως ἀφιερώσωμεν, ἵνα τῆς οὐρανίου δωρεᾶς τοῦ πνεύματος ἐντεῦθεν καταξιωθέντες καὶ δι' αὐτοῦ πάσης κακίας τὴν λύτρωσιν λαβόντες καὶ τελείως ἁγιασθέντες καὶ ἄμωμοι διὰ τῆς χάριτος ἀποκατασταθέντες, τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ προσκυνητῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

3.

τ-1 ΛΟΓΟΣ Γʹ.

3-1-1 Ἡ ψυχὴ διὰ τὴν παρακοὴν μακρὰν ἀπέστη ἀπὸ τοῦ θεοῦ.

ὥσπερ γὰρ τὰ θηρία φεύγουσι τὸ τῆς ἡμέρας φῶς καὶ δύνουσιν εἰς τὰς ὕλας τῆς ἐρήμου, οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἰδίῳ θελήματι ἐνέδυ εἰς τὸν αἰῶνα τοῦτον, ὅπερ ἐστὶν ὕλη καὶ ἐρημία καὶ νὺξ καὶ φαντασία τῇ 3-1-2 ψυχῇ.

ἠγάπησε γὰρ σκότος ἐγκαταλιποῦσα τὸ φῶς, ἀπέστη ἀπὸ τῆς ζωῆς καὶ ἠγάπησε θάνατον, κατέλιπε πηγὴν ζωῆς καὶ ἠγάπησε πηγὴν σκότους καὶ θανάτου, ἀπεδύσατο πίστιν καὶ ἀγάπην καὶ πραότητα καὶ ὑπομονήνοὐ γὰρ ἐνέμεινεν ἐν τῷ λόγῳκαὶ ἐνεδύσατο ἀπιστίαν καὶ ὀργὴν καὶ θυμόν, κακίαν τε καὶ ζῆλον καὶ αὐθάδειαν καὶ συμπλοκὴν πονηρὰν περιεβάλετο ὡς ἱμάτιον ἰδίῳ θελήματι ἡ ψυχή.

διὸ παρήκουσε τῆς πρώτης φωτεινῆς τε καὶ ἑδραίας φωνῆς καὶ ὑπήκουσε δευτέρας τῆς μὴ ἑδραίας καὶ σκοτεινῆς φωνῆς, καὶ οὕτως ἰδίῳ θελήματι ἐγκαταλιποῦσα τὸν ἔνδοξον καὶ ἀπέραντον αἰῶνα, ἠγάπησε τὸν νῦν αἰῶνα καὶ ἐσκόρπισεν ἑαυτὴν ἡ ψυχὴ ἐπὶ πᾶσαν τὴν γῆν 3-1-3 ταύτην.

οἱ οὖν ἀπ' ἀρχῆς προφῆται καὶ δίκαιοι ἐβιάζοντο συναγαγεῖν τὴν σκορπισθεῖσαν ψυχὴν καὶ τελείαν αὐτὴν παραστῆσαι, καὶ οὐκ ἠδυνήθησαν.

ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης ὁ τὰ πάντα περιέχων τῇ ἑαυτοῦ βουλῇ, λόγος ζῶν, θεὸς ἀληθινὸς πρὸ αἰώνων.

φησὶ γάρ·

«οὗτος ὁ λόγος ἀληθῶς σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», ὅς ἐστι κύριος ἡμῶν Ἰησοῦς Χριστός.

οὗτος ὁ λόγος ἐστὶν ἐν μέσῳ ἡμῶν ὡς θηρευτὴς θήραν ἀγρεύων, καὶ οὗτος τὴν σκορπισθεῖσαν ψυχὴν ἐκ τοῦ αἰῶνος τούτου συνέλεξε καὶ ἀπειργάσατο ταύτην 3-1-4 τελείαν τε καὶ ἄσπιλον καὶ ἄμωμον.

ἐλθούσης οὖν τῆς χάριτος καὶ ὑπόδειγμα καὶ τύπον λαβόντες τοῦ λόγου ἀγρεύσωμεν καὶ συναγάγωμεν τὰς ἑαυτῶν καρδίας διὰ τῆς ἐπιφανείας τοῦ λόγου ἀκτήμονές τε γενόμενοι καὶ μηδὲν κεκτημένοι τοῦ αἰῶνος τούτου ἑτοιμάσωμεν τὰς ἑαυτῶν καρδίας, καθὼς τὸ πνεῦμα διδάσκει ἡμᾶς διὰ τοῦ ∆αβίδ·

«ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ σοι.

ἐξεγέρθητι ἡ δόξα μου».

3-1-5 Ὥσπερ γάρ τις ἐγκατάκλειστος γενόμενος ἐν σκοτεινῷ οἴκῳ οὐ θεωρεῖ τὸ ἑαυτοῦ σῶμα, οὕτω καὶ ἡ ψυχὴ διὰ τὴν παρακοὴν ὑπὸ τῆς ἁμαρτίας κατάκλειστος γενομένη εἰς τὸν αἰῶνα τοῦτον οὐκ ἐπιγινώσκει τὸ ἑαυτῆς κάλλος.

πότε οὖν ἡ καρδία ἑτοιμάσει ἑαυτὴν καὶ μετὰ παρρησίας λαλήσει πρὸς τὸν θεόν·

«ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου.

ἐξεγέρθητι ἡ δόξα μου», ἵνα ἐλθὼν ὁ 3-1-6 ζῶν

λόγος ἐμφανίσῃ αὐτῇ τὴν ἑαυτοῦ δόξαν.

ἐπεὶ οὖν ἡ ψυχὴ ἰδίῳ θελήματι ἐξέδωκεν ἑαυτὴν πνεύμασι τῆς πονηρίας, ὁδηγεῖται ὑπ' αὐτῶν καὶ κινεῖται ἐν αὐτῇ πάθη ἀσωτίαςλέγω δὴ τὸ πνεῦμα τῆς γαστριμαργίαςἐμποιεῖ πολυποσίαν τε καὶ πολυβρωσίαν τρυφήν τε καὶ σπατάλην, ὑποτίθεται δὲ τῇ ψυχῇ μακροὺς χρόνους, ὥστε αὐτὴν συναγαγεῖν χρήματα ἐν τῷ αἰῶνι τούτῳ, περισπῶν αὐτήν, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι ἀναξίαν αὐτὴν ἐργάσηται.

οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ τρυφή τε καὶ σπατάλη, καθὼς προείπομεν, τὴν φιλαργυρίαν τε καὶ πλεονεξίαν καὶ λογισμοὺς ῥυπαροὺς ἐμποιεῖ, καὶ οὕτως ἕκαστον πνεῦμα τὸ 3-1-7 ἑαυτοῦ πάθος ἐγκινεῖ.

ταῦτα οὖν γινώσκων ὁ τῆς ἀληθείας λόγος, ὁ κύριος ἡμῶν, ὃς ὑπέδειξεν ἡμῖν ὁδὸν διὰ τοῦ εὐαγγελίου φησί·

«μὴ μεριμνήσητε περὶ τῆς αὔριον», καὶ διὰ τῆς ὑπομνήσεως ταύτης τοῦ μὴ μεριμνᾶν περὶ τῆς αὔριον τὴν ὑπόθεσιν τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τοῦ μὴ προσέχειν βρώσει καὶ πόσει καὶ μὴ μεριμνᾶν χρόνους μακρούς, ἀλλ' ὡς διδάσκει ἡμᾶς ὁ ζῶν λόγος διὰ τοῦ εὐαγγελίου·

«ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ».

3-1-8 Ὥσπερ γὰρ ὄρνεον ἱπτάμενον εἰς τὴν πεδιάδα γῆν διώκεται ὑπὸ τῶν πονηρῶν ὀρνέων, ὥστε τὸ ὄρνεον ἐκεῖνο διαιρεθῆναι καὶ βρωθῆναι ὑπ' αὐτῶν, ἐὰν δὲ περιβλέψηται τὸ ὄρνεον ἐκεῖνο εἴς τινα τόπον, ἐν ᾧ παμμέγεθες δένδρον ἐρρίζωται, καὶ καταφύγῃ εἰς αὐτό, ῥύεται ἀπὸ τῶν πονηρῶν ὀρνέων, οὕτως δὴ καὶ ἡ ψυχὴ ἐσκόρπισται ἐν τῷ αἰῶνι τούτῳ πετομένη ἀπὸ ἀνατολῶν εἰς δυσμὰς καὶ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν διωκομένη ὑπὸ τῶν πονηρῶν πνευμάτων εἰς τὰ ἔργα τοῦ αἰῶνος τούτου.

ὅτε δὲ κατανοήσει ἡ ψυχὴ τὸ δένδρον τῆς ἀληθείας καὶ ἐγκαταφεύξει εἰς αὐτὸ καὶ κατασκηνώσει ἐν τοῖς κλάδοις αὐτοῦ, ῥύεται ἀπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἀδυνατοῦσιν εἰσελθεῖν εἰς αὐτήν, ἔξωθεν δὲ ἐπιθηρεύουσιν αὐτήν, πότε ἐξέλθῃ ἀπὸ τοῦ λόγου, καὶ κατισχύσουσιν αὐτῆς.

ὅταν δὲ ἔλθῃ εἰς τοὺς κλάδους τοῦ λόγου ἡ ψυχή, ὑπομονῆς χρεία καὶ μακροθυμίας, ἕως οὗ διαβλέψωσιν οἱ τῆς ψυχῆς ὀφθαλμοὶ καὶ κατανοήσῃ τὸν καρπὸν καὶ μεταλάβῃ καὶ ἐμπλησθῇ, ἵνα μηκέτι ᾖ ἀνάγκη ἔξω τοῦ λόγου περιπατεῖν.

3-2-1 Πῶς δὲ κατανοήσωμεν τὴν ὁδὸν τοῦ λόγου; ὥσπερ τις ὁδεύων ἐν βασιλικῇ στράτᾳ πορεύεται ἐπὶ τὴν πόλιν, ἐν ᾗ ὁ βασιλεὺς κατοικεῖ, καὶ ἐναρξάμενος τῆς ὁδοῦ κατανοεῖ τὰ σημεῖα μηδαμοῦ παραφερόμενος εἰς ἕτερον τόπον καὶ οὐκ ἐκλυθεὶς χαυνώσει καὶ ἀμελήσει, μᾶλλον δὲ σπουδάζων κατανοήσει, πόσον διάστημα ἔχει ἕως τῆς πόλεωςἀπὸ γὰρ τῶν σημείων γνωρίζει τὸ διάστημα, οὕτω γνωρίσωμεν τὴν ὁδὸν τοῦ πνεύματος, καθὼς ὑπέδειξεν ἡμῖν ὁ σωτήρ.

3-2-2 ὁ οὖν πλανώμενος ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν τῇ ὕλῃ τῆς ἐρήμου πλανᾶται καὶ ἐν ταῖς πέτραις ἀνοδίᾳ βαδίζων καταπατεῖ ἀκάνθας καὶ τριβόλους.

ὅταν δὲ ἔλθῃ ἐπὶ τὴν ὁδὸν τοῦ λόγου, βλέπει τὸ σημεῖον καὶ κατανοεῖ τὸν λόγον, εἶτ' οὖν τὸν τόπον εἰς ὃν ἔφθασεν ἐν τῇ ὁδῷ τῆς ἀληθείας.

τὸ δὲ πρῶτον σημεῖον ἐν τῇ ὁδῷ τοῦ λόγου φησί·

«μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν».

μακαρίζει τοὺς πτωχοὺς τῷ πνεύματι, οἵτινες τῷ πνεύματι τοῦ νῦν αἰῶνος πτωχεύουσι μηδὲν κεκτημένοι ἀπ' αὐτοῦ, πλούσιοι δὲ κατὰ μέρος ἐν πνεύματι τῆς ἀληθείας καὶ ἀκόρεστοι τυγχάνουσιν ὡς μηδὲν 3-2-3 κεκτημένοι, ἕως οὗ καταλάβωσι τὸ τέλειον.

κατανοείτω οὖν ἡ ψυχὴ ἐν τῇ ὁδῷ τῆς ἀληθείας, εἰ ἤγγισεν ἐπὶ τὸ σημεῖον τοῦτο·

οὕτω γὰρ προκόπτει καὶ ὁδεύει ἐπὶ τὸ ἔμπροσθεν σημεῖον.

φήσι γάρ·

«μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».

οὐκ ἐπὶ τῇ τῶν σαρκικῶν ἐξελεύσει μακαρίζει τοὺς πενθοῦντας ἐπὶ γονέων ἢ τέκνων ἢ ἀνδρὸς ἢ γυναικός, ἀλλὰ τὸν κατανοήσαντα, πόθεν ἐστὶ καὶ ὅτι ζωῆς ἀθανάτου ἐκοινώνησεν.

εἰσελθὼν εἰς τὰς ἐντολὰς τοῦ κυρίου καὶ βαδίζων ἐν τῇ ὁδῷ τῆς ἀληθείας ἔχει πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας·

οὗ

πενθεῖ δὲ ἡ ψυχή, μή ποτε ἡττηθεῖσα πάλιν ἀποθάνῃ, καὶ οὕτω προκόπτει ἐν τῇ ὁδῷ.

πενθικὴ δέ ἐστιν μὴ ἐπιδεχομένη δόξαν καὶ ἀγαλλίασιν τοῦ αἰῶνος τούτου, ἀλλὰ προβλέπει τὴν δόξαν τοῦ πρώτου ἀνθρώπου τὴν πρὸ τῆς παρακοῆς, καὶ οὕτως ἐν πένθει οὖσα, πότε καταλάβῃ τὴν δόξαν ἐκείνην, ἐκεῖ ἐμμένει οὕτως, ἕως οὗ ἔλθῃ ὁ παράκλητος, καὶ παρακληθήσεται ὑπ' αὐτοῦ.

3-2-4 «Μακάριοι οἱ πραεῖς ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν».

ἐπειδὴ διὰ τὴν παρακοὴν ἰδίῳ θελήματι τὴν γῆν τῆς καρδίας ἔδωκε τῷ ἀντιδίκῳ καὶ κολακευτικῷ τρόπῳ δουλεύει ἡ ψυχὴ τῇ ἁμαρτίᾳ, μὴ ἔχουσα ἐξουσίαν τῆς ἑαυτῆς οὐσίας καὶ μὴ δυναμένη καθ' ἑαυτὴν ἐκδιῶξαι τὸν ἀντίδικον, πορεύεται πράως πρὸς τὸν νομοθέτην τοῦ πνεύματος, μαστιζομένη δὲ ὑπὸ τοῦ ἀντιδίκου καὶ μὴ ὑπακούουσα αὐτοῦ ἀποβλέπει πρὸς τὸν νομοθέτην καὶ διὰ πολλῶν θλίψεων μακροθυμεῖ καὶ ὑπομένει, καὶ ἀπεκδέχεται, πότε ὁ νομοθέτης Χριστὸς ἐγγράψει τὸν νόμον τοῦ πνεύματος εἰς τὴν πρᾶον καὶ ἡσύχιον καρδίαν τότε ἐκδιώκεται ὁ ἀντίδικος, καὶ ἀπολαμβάνει ἡ ψυχὴ τὴν ἑαυτῆς γῆν.

τοιούτους πραεῖς μακαρίζει ὁ σωτήρ, καὶ κληρονομοῦσι τὴν γῆν τῆς καρδίας.

τοιαύτη καρδία μετὰ αἴνου δοξάζει τὸν νομοθέτην ῥυόμενον πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

3-2-5 «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται».

ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην οὐκ ἀκηδιᾷ, οὐ ῥέμβεται, οὐ περιβλέπεται ἔξω ὁ νοῦς αὐτοῦ, ἀλλὰ προσέχει τῷ λόγῳ τῆς ἀληθείας καὶ ἐστηριγμένη καὶ τεθεμελιωμένη καὶ ἑδραίᾳ τῇ πίστει ἀπεκδέχεται τὸν λόγον, ὅς ἐστιν ἄρτος ζωῆς.

3-2-6 «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται».

ὁ μὴ ἐλεῶν ἑαυτὸν ἕτερον οὐ δύναται ἐλεῆσαι, ὁ δὲ ἀπεχόμενος ἀπὸ τῶν ἡδονῶν τοῦ αἰῶνος τούτου προπορεύεται διὰ τῆς ὁδοῦ εἰς τὴν μονὴν τῶν ἁγίων.

ἡ τοιαύτη ψυχὴ ἐλεήμων τυγχάνει καὶ διὰ τῆς ἐνδόξου αὐτῆς πολιτείας ἐλεεῖ τὸν πλησίον, τύπος αὐτῷ γινομένη.

3-2-7 «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται».

ἡ τοιαύτη καρδία θεωρεῖ ἐν αὐτῇ τόν τε πρῶτον λόγον καὶ τὸν δεύτερον καὶ μαστιζομένη ὑπὸ τοῦ δευτέρου λόγου οὐχ ὑποτάσσεται αὐτῷ, βιαζομένη δὲ ὑπὸ τοῦ πρώτου τὸν δεύτερον καταλείπει, καὶ οὕτως ἰδὼν ὁ λόγος τὸν ἀγῶνα τῆς ψυχῆς ἀνατέλλει εἰς αὐτὴν τὸν φωτισμὸν τοῦ εὐαγγελίου καὶ ἀπελαύνει πᾶσαν ἐμφάνειαν πονηρὰν ἀπ' αὐτῆς.

τότε καταξιοῦται ἡ ψυχὴ μεταλαβεῖν τῶν καρπῶν τοῦ 3-2-8 δένδρου τῆς ζωῆς, ὅ ἐστιν ὁ λόγος τῆς ἀληθείας.

τοιαύτη καρδία ναὸς τοῦ θεοῦ καταξιοῦται γενέσθαι καὶ οἰκητήριον πνεύματος.

τοιαύτη καρδία ἀπεκδέχεται τὸν ἔνδοξον καὶ ἐπουράνιον θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσι.

τοιαύτη καρδία αὐτὸν τὸν θησαυροφύλακα Χριστὸν ἀπεκδέχεται καὶ ἔνδυμα δόξης ἄφθαρτον ἐνδιδύσκεται καὶ ἐν τοῖς ἀφθάρτοις δείπνοις ἀνακλίνεται μετὰ τῶν τελείων καὶ ἐν τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ λειτουργεῖ καὶ προσκυνεῖ τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.

3-2-9 Κατανοήσωμεν, ἀδελφοί, ἕκαστος τὴν ἑαυτοῦ καρδίαν, πόσον ὁδὸν διώδευσε καὶ πόσον διάστημα ἕως τῆς πόλεως ἔχει, μήποτε νομίζοντες ἐν τῇ ὁδῷ τῆς ἀληθείας περιπατεῖν καὶ κατανοοῦντες τὸ σεμνὸν ἔξωθεν σχῆμα καὶ εἰς τὸ ἔσωθεν μὴ ἐγκύψαντες εὑρεθείημεν ἐν ὕλῃ καὶ ἐρημίᾳ πελαζόμενοι, ὅ ἐστιν ὁ αἰὼν οὗτος, νὺξ καὶ φαντασία τῇ ψυχῇ.

3-3-1 Χρὴ οὖν προβλέπειν τὴν ψυχὴν τοῖς ἔσωθεν ὀφθαλμοῖς, μήποτε παγιδευθῇ ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως.

ὥσπερ γὰρ τὰ ζῷα παγιδεύονται καὶ θηρῶνται ὑπὸ τῶν θηρευτῶν, καὶ εἴ τι ἓν μέλος παγιδευθῇ, κάμπτεται ὅλον τὸ ζῷον καὶ μελίζεται ὑπὸ τῶν θηρευτῶν, οὕτω δὴ νοήσωμεν καὶ περὶ ψυχῆς, καθὼς τὸ πνεῦμα ἡμῖν δηλοῖ διὰ τοῦ προφήτου·

«παγίδα ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου».

πρῶτον γὰρ μέλος τι παγιδεύεται καὶ κατέχεται, καὶ οὕτως οἱ δαίμονες κάμπτουσι τὴν ψυχὴν εἰς τὰ ἑαυτῶν ἔργα καὶ διὰ τῶν ἡδονῶν τῆς βρώσεως περιποιεῖ ἡ ψυχὴ ὄγκον σώματος,

ὅπερ ἐστὶ πῦρ 3-3-2 φλογιζόμενον.

μνησθῶμεν οὖν τοῦ εἰπόντος ὅτι·

«σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν».

ὁ γὰρ βουλόμενος «εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι» οὐκ ἀγαπᾷ ὄγκον σώματος, ἀλλ' ἐνδυναμοῦται πνεύματι.

πῶς δὲ δεῖ ἐνδυναμωθῆναι φησὶν ὁ ἀπόστολος·

ἡ σοφία τοῦ θεοῦ μωρία ἐστὶ τοῖς ἀνθρώποις.

δεῖ οὖν πρῶτον ταπεινωθῆναι καὶ ξένον γενέσθαι τοῦ αἰῶνος τούτου.

ὁ γὰρ προφήτης δηλοῖ ἡμῖν·

εἶδον τὸν υἱὸν τοῦ ἀνθρώπου καὶ «τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων».

ἐλθὼν δὲ ὁ λόγος τοῦ θεοῦ καὶ ὁδὸς ἡμῖν γενόμενος καὶ πύλη τῆς ἄνω πόλεως, ὑπέδειξεν ἡμῖν ἐν ταπεινῇ καρδίᾳ ἐν τῷ αἰῶνι τούτῳ μωροὺς γενέσθαι.

3-3-3 ∆εῖ οὖν τὸν βουλόμενον υἱὸν θεοῦ γενέσθαι κατανοῆσαι ἑαυτόν, εἴ ἐστι τὸ εἶδος ἑαυτοῦ «ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων», εἰ ἠτιμάσθη καὶ οὐκ ἐταράχθη, εἰ τὸν νῶτον ἑαυτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον ἑαυτοῦ οὐκ ἀπέστρεψεν «ἀπὸ αἰσχύνης ἐμπτυσμάτων», μὴ ἀγαπῶν δόξαν, ἀλλὰ καὶ διδομένην ἀποβαλλόμενος, μὴ κάλλος τοῦ νῦν αἰῶνος, ἀλλὰ διωκόμενος καὶ μαστιζόμενος, ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως ὀνειδιζόμενος καὶ ἐξουδενούμενος ὑπὸ πάντων, ἑαυτὸν ἐλάττονα ποιῶν καταπατούμενος ὑπὸ πάντων, ὡς μὴ ἔχων «ποῦ τὴν κεφαλὴν κλῖναι» καὶ ἀναπαυθῆναι, πολεμούμενος κρυπτῶς καὶ φανερῶς, ὁρατῶς καὶ ἀοράτως ἐν πολλῷ ἀγῶνι, ὑποφέρων τὸν κόπον, τῷ νοῒ ἀντιμαχόμενος καὶ προκόπτων, ἵνα ᾖ ἀληθῶς «υἱὸς ὑψίστου».

ἐπὶ γῆς γὰρ περιπατοῦντος «τὸ πολίτευμα αὐτοῦ ἐν οὐρανοῖς ὑπάρχει», καὶ σοφὸς βιάζεται τῆς ἄνω πόλεως γενέσθαι.

καὶ οὕτως ἰδὼν ὁ κύριος τὸν κόπον καὶ τὸν ἀγῶνα τῆς ψυχῆς ὅτι ἐστένωσεν ἑαυτὴν ἐν τῷ αἰῶνι τούτῳ, τότε ἐμφανίζεται ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ εἰπών·

«ἐνοικήσω καὶ ἐμπερι3-3-4 πατήσω ἐν ὑμῖν».

τότε λαμβάνει δύναμιν καὶ ἴσχυν καὶ δεσμεύει τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάζει καὶ τὰ σκῦλα ἐπαίρει τοῦ ἰσχυροῦ, ἅπερ εἰσὶν ὡς ἀμφιβλήστρῳ ἰχθύες κατεχόμεναι ψυχαὶ ὑπὸ τῆς ἁμαρτίας.

ἡ τοιαύτη ψυχὴ «ἐπάνω σκορπίων καὶ ὄφεών» ἐστι, καταπατοῦσα «λέοντα καὶ δράκοντα», «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον» ἐπιβαίνει, καὶ εἰς τὸν φωλεὸν τοῦ λέοντος εἰσελ3-3-5 θοῦσα αἰχμαλωτίζει τὰ τέκνα αὐτοῦ οὖσα ἐν πολλῇ δυνάμει.

ὦ ψυχή, θεοῦ τίμιον σκεῦος, οἰκείᾳ βουλήσει ἀδοξίαν ἑαυτῇ καὶ ἀτιμίαν περιποιήσασα, ἥτις ὑπὸ σκοτεινῆς νεφέλης καταποθεῖσα εἰς βάθη θαλάσσης κατεβιβάσθης, ὑπὸ ὄφεων ἐμπαιζομένη καὶ βιβρωσκομένη ὡς ἰχθύδιον, ἐπίγνωθι σεαυτὴν ποῦ κατέχῃ, γνώρισον πόθεν ἦλθες.

ἰδοὺ ὁ ἀληθὴς λόγος ὡς ἀμφίβληστρον ἐλθών σε ἀνεβίβασεν ὡς σκεῦος τοῦ μεγάλου βασιλέως.

ναὸς θεοῦ προσαγορευθεῖσα φωλεὸς ὄφεων ἐγένου.

3-3-6 Ὥσπερ οὖν κεραμεὺς τίμιον σκεῦος ἔπλασεν εἰς χρῆσιν ἰδίαν, ὄφις δὲ εἰσῆλθεν ἕρπων εἰς τὸ σκεῦος, οὕτω δὴ γνῶθι σεαυτόν, ὦ ἄνθρωπε, σκεῦος τοῦ μεγάλου βασιλέως ὑπάρχων καὶ ὑπ' αὐτοῦ τετιμημένος, λαβὼν τὸ αὐτεξούσιον σῷ θελήματι ἐπεδέξω τὸν ἐχθρόν, φωλεὸς ὄφεως γενόμενος.

ὁ δὲ θεὸς ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δεσπότης πολλὴν εὐσπλαγχνίαν ποιησάμενος τῷ πλάσματι δι' ἑαυτοῦ ἐλθὼν ἐλυτρώσατο αὐτό.

3-3-7 Καὶ ὥσπερ ὁ κεραμεὺς ἐπὶ ἄνθρακος πυρὸς πυρῶν τὸ ἀγγεῖον ποιεῖ ἐκπορεύεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ ὁ λόγος τῆς ἀληθείας τῷ πλάσματι αὐτοῦ φησι·

«πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη».

πυρουμένης οὖν τῆς ψυχῆς σὺν τῷ σώματι ὑπὸ τοῦ λόγου ἐκδαπανᾶται ἡ ἁμαρτία·

δεξαμένη γὰρ ἡ ψυχὴ τὸν λόγον ἐργάζεται ὑπὸ τοῦ λόγου.

ψυχὴ δὲ ἐν ἀκηδίᾳ οὖσα ὑπὸ ἀπιστίας φρουρεῖται καὶ ὑπερτίθεται ἡμέραν καὶ ἡμέραν καὶ οὐ δέχεται τὸν λόγον, μακρὰν γενομένη ἀπ' αὐτοῦ, ὥστε ὑπὸ τῆς ἀκηδίας οὐδὲ τῆς φωνῆς τοῦ θεοῦ ἀκούει.

ἀναπτεροῖ δὲ ἑαυτὴν ἡ ψυχὴ δι' ὀνείρων καὶ ἐναναπαύεται ἐνυπνίοις, μὴ κατανοήσασα τὸν ἔνδον πόλεμον, ὡς ἐν ἐπάρσει ὕπνων

γενομένη καὶ εἰς οἴησιν ἐλθοῦσα·

ἡ δὲ οἴησις κάλυμμά ἐστι ψυχῆς καὶ οὐ δύναται γνῶναι ἑαυτήν.

ὢ φιλανθρωπίας τοῦ μεγάλου δεσπότου, «ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι» πολυμερῶς νύσσει τὴν ψυχήν, ἵνα ἐξυπνισθῇ.

3-3-8 Ὥσπερ γὰρ ὁ οἰκοδεσπότης ἔχων ἀμπελῶνα καὶ προσέρχεται ἀνθρώπῳ μισθῷ συλλαβεῖν αὐτὸν εἰς τὸν ἀμπελῶνα καὶ ὁ μὲν ἀμπελὼν αἱ ἐντολαί εἰσιν, ὁ δὲ λόγος ὡς οἰκοδεσπότης προσκαλεῖται τὸν ἄνθρωπον μισθῷ εἰς τὸν ἀμπελῶνα, ἵνα ἐργασάμενος τὰς ἐντολὰς ἐπιγνῶ ἑαυτὸν καὶ οὕτως ἡ ψυχὴ ἀναλαβοῦσα τὰς ἐντολὰς εἰς τὴν γῆν τῆς καρδίας ἐργάζεται τὴν γῆν, ἔχουσα καλὴν φυτείαν ἐν ἑαυτῇ καὶ πολὺν καρπὸν ἀναδείξας ὁ ἀμπελὼν ἁπλοῦται ἐν ταῖς ἐντολαῖς σκιαζόμενος ὑπ' αὐτῶν, ἵνα μὴ ὑπὸ τοῦ καύματος ἐκλείπῃ, λέγω δὴ ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως.

τότε ἡ ψυχὴ ἐν μεγάλῃ χαρᾷ γενομένη ἀπεκδέχεται τὸν οἰκοδεσπότην, πότε ἔλθῃ ὁ λόγος καὶ ἐπισκέψεται τὴν αὐτοῦ φυτείαν θάλλουσαν ἐν τῇ γῇ ἐκείνῃ.

τότε ὁ οἰκοδεσπότης χαίρει ἐπὶ τῷ ἐργασαμένῳ τὸν ἀμπελῶνα.

τότε ἡ ψυχὴ ἀναπαύεται ἐν τῷ λόγῳ.

3-3-9 Ἔκβαλε οὖν τὴν κρυφίαν πέτραν τὴν ἄκαρπον ἐκ τῆς γῆς τῆς καρδίας καὶ πᾶσαν τὴν λεπτολιθίαν, ἀνάλεξαι «ἀκάνθας τε καὶ τριβόλους» καὶ μὴ ἀκηδιάσῃς οὐ γὰρ μόνος ἐργάζῃ·

ἔστι γὰρ θεία δύναμις ἔν σοι συνεργοῦσα.

μὴ οὖν ἐκκακήσῃς καὶ ἀκηδιάσῃς σπεῦσον, ἵνα καταλάβῃς, ἵνα ἀναπαυθῇς ἐν τῷ λόγῳ καὶ θυγάτηρ ὑψίστου κληθήσῃ.

φησὶ γάρ·

"1ποῦ εἰσι τὰ τέκνα σου;"2 καὶ τί ἀπεκρίθη, φησίν, ἐν τῷ λόγῳ μου; μακάριοι οἱ ἀόκνῳ σπουδῇ τρέχοντες, ὅτι αὐτοὶ καταλαβόντες ἀναπαυθήσονται.

οὐαὶ δὲ τῇ ψυχῇ ἐκείνῃ, ᾕτινι οὐκ ἐμέλησε περὶ τῆς γῆς τῆς καρδίαςκαὶ οὐ παρεκάλησε τὸν οἰκοδεσπότην, ἵνα λάβῃ σφύραν καὶ μοχλοὺς σιδηροῦς, ἵνα ἐκβάλῃ τὴν κρυφίαν καὶ ἄκαρπον πέτρανοὔτε περὶ τῆς λεπτολιθίας ἐμέλησεν, ἀλλ' οὕτω χερσώδης ὑπάρχει ὁ πᾶς τόπος ὅλος ἔρημος.

ὑπερτίθεται οὖν ἡμέραν καὶ ἡμέραν καὶ τὸ ἔξωθεν σχῆμα μόνον φυλάσσει μὴ ἀτενίσασα εἰς ἑαυτήν, ἀλλ' ἐν ὑψηλοφροσύνῃ καὶ κενοδοξίᾳ ἐστὶ «πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις».

ἡ τοιαύτη ψυχὴ ἀπέχει τὸν μισθὸν αὐτῆς.

3-4-1 Τί δὲ ποιήσει, ὅταν ἀναλύσῃ ἐκ τοῦ σώματος, ὅταν ἑκάστη ψυχὴ ἀναδείξῃ τὸν ἑαυτῆς ἀμπελῶνα τῷ δεσπότῃ; τί εἴπῃ ἡ ψυχὴ ἐκείνη τὴν ἑαυτῆς γῆν ἔρημον καὶ χερσώδη καταλείψασα, ἄλλας δὲ ψυχὰς θεωροῦσα ὅτι εἰργάσαντο τὴν ἑαυτῶν γῆν καὶ ἐν πολλῇ δόξῃ ὑπάρχουσι.

φησὶ γάρ·

«λάμψει τὰ πρόσωπα αὐτῶν ὡς ὁ ἥλιος».

ὅταν οὖν ἴδῃ ἡ ψυχὴ ἐκείνη τοιαύτην δόξαν ἑτέρων ψυχῶν, τότε νοήσει ὅτι ἐνεπαίχθη ὑπὸ τῆς ὑψηλοφροσύνης καὶ κενοδοξίας θεωροῦσα 3-4-2 ἑαυτὴν ἔρημον, μὴ ἐργασαμένην τὴν ἑαυτῆς γῆν.

ἐὰν οὖν νοήσῃ ἡ ψυχὴ ἐκείνη, ἔτι ἐν τῷ σώματι οὖσα, ὅτι ἐμπαίζεται ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας, βοησάτω ἐξ ὅλης καρδίας πρὸς τὸν θεόν, εἰπάτω δέ·

«ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπε τὸ πνεῦμά μου».

ἐν πολλῇ γὰρ δυνάμει ἐστὶν ὁ ταπεινῶν ἑαυτόν, καθὼς λέγει·

«καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενεῖ», καὶ ἔτι·

«θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον».

ἡ οὖν συντετριμμένη καὶ τεταπεινωμένη καρδία ἐν πολλῇ δυνάμει ἐστὶ τοῦ ἀντιστῆναι «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» καὶ ἐκζητεῖν τὴν ἑαυτῆς οὐσίαν.

μακάριοι οἱ σπουδῇ βαδίζοντες ἐν ταῖς ἐντολαῖς, ὅτι αὐτοὶ καταλάβωσι τὸ τέλειον.

διὰ τοῦτο ὁ κύριος ἐφανερώθη, ἵνα ἡμεῖς πεισθῶμεν τῇ ἀληθείᾳ, καὶ κατέβη καὶ ἀνέβη, ἵνα ἡμεῖς ἀκολουθήσωμεν αὐτῷ, γενόμενος ὅ ἐσμεν κατ' οἰκονομίαν, ἵνα γενώμεθα ἡμεῖς ὅ ἐστιν.

3-4-3 Ὁ ἔνδοξος στρατιώτης ὁ μετὰ πολλῆς σπουδῆς καὶ εὐνοίας ἐκτελῶν τὸ διάταγμα τοῦ βασιλέως καὶ βουλόμενος πορευθῆναι εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἀντιστῆναι καὶ πολεμῆσαι καὶ ἐκδιῶξαι καὶ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε κύριος ὁ θεός, ἵνα ἀπολάβῃ τὴν γῆν καὶ ἴδῃ τὴν αὐτοῦ δόξαν, ἣν καὶ ἐπηγγείλατο ὁ βασιλεὺς δοῦναι, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν

καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».

ὁ τοιοῦτος ὡπλίσατο κατὰ τὸν ἀποστολικὸν λόγον «θώρακα δικαιοσύνης» ἐνδυσάμενος καὶ τὰ ἑξῆς, καὶ οὕτως ἐν καιρῷ πολέμου χαλιναγωγεῖ τὸν ἑαυτοῦ ἵππον, ἵνα κατὰ τὰ ἴχνη τοῦ νοῦ † βαδίζῃ ὁ ἵππος·

εἰ δ' οὖν † τῇ ἑαυτοῦ ἀσυνεσίᾳ χρησάμενος ἁρπάζει τὸν ἐπάνω αὐτοῦ ἄοπλον ὄντα καὶ ἐν μέσῳ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ῥίπτει, τότε καταγελᾶται ὑπὸ τῶν ἀλλοφύλων, ὅτι ὁ ἔνδοξος στρατιώτης παρελήφθη ὑπ' αὐτῶν, καὶ 3-4-4 χρῶνται αὐτῷ κατὰ τὸν ἑαυτῶν νόμον.

ἐπειδὴ οὖν ἡ ψυχὴ κυρία ἐστὶ τοῦ σώματος, ἔχει τὸ σῶμα ὥσπερ τὸν ἵππον, ἡ ψυχὴ χαλιναγωγεῖ τὸ σῶμα καὶ ὁδηγεῖ αὐτό, καθὼς ὁδηγεῖ τὸ πνεῦμα.

ἐὰν δὲ καταληφθῇ ἡ ψυχὴ τῷ φρονήματι τῷ σαρκικῷ, κατὰ τὰ ἐπιτηδεύματα τῆς σαρκὸς πορεύεται.

ταῖς τοιαύταις ψυχαῖς τὸ πνεῦμα παραγγέλλει διὰ τοῦ προφήτου·

«μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὔκ ἐστι σύνεσις».

ψυχὴ γὰρ σαρκικῷ φρονήματι συναπαγομένη ἵππος καὶ ἡμίονος τυγχάνει καὶ οὐκ ἔστιν ἐν αὐτῇ σύνεσις ἀγάπης ὅπου γὰρ ζῆλος καὶ ὀργή, ἔρις τε καὶ ὑψηλοφροσύνη, οὐκ ἔστιν ἐν αὐτῇ σύνεσις ἀγάπης.

καθὼς οὖν προείπομεν, ψυχὴ ἐνηδυνομένη σαρκικαῖς ἡδοναῖς·

ὄντως ἁρπάζεται ὑπ' αὐτῶν καὶ ἐν μέσῳ τῆς παρεμβολῆς τῶν πνευμάτων τῆς πονηρίας εὑρίσκεται, καὶ καταγελᾶται ὑπ' αὐτῶν καὶ ἐξουδενεῖται.

3-4-5 Οὐ μικρὸς οὖν ἀγὼν πρόκειται, ἀδελφοί, διαρρῆξαί τε τὸν θάνατον καὶ διελθεῖν εἰς τὴν ζωήν.

φησὶ γάρ·

«ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστιν», ἡ ἀνάπαυσις καὶ ἡ χαρὰ καὶ εὐφροσύνη.

ἐντὸς δὲ εὑρίσκεται ὁ αἰχμαλωτίζων καὶ πολεμῶν, ὅ ἐστι θάνατος καὶ ἀπώλεια τῆς ψυχῆς.

μὴ οὖν ἀναπαυέσθω ἡ ψυχή, ἕως οὗ θάψῃ ἐπιμελῶς τὰ αἰχμαλωτίζοντα αὐτήν.

τότε «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς» διὰ τὸ ῥαγῆναι ὕδωρ «ἐν γῇ διψώσῃ» καὶ γέγονεν ἡ ἔρημος εἰς πλῆθος ὑδάτων.

ἰδοὺ γὰρ ἐπηγγείλατο τὴν ἔρημον καρδίαν πλῆσαι ὕδατος ζῶντος, πρῶτον διὰ τοῦ προφήτου·

«ἐγὼ δώσω ὕδωρ τοῖς ἐν δίψει, τοῖς πεπορευμένοις ἐν ἀνύδρῳ», διὰ γὰρ πατρῴαν παρακοὴν ἐν πολλῷ καύσωνι γέγονεν ἡ ψυχή.

ἐλθὼν δὲ ὁ κύριος «κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἵνα γνωρίσῃ ἡμῖν τὸ ὕδωρ τὸ ζῶν καὶ τὸν καύσωνα τῆς ψυχῆς καταπαύσῃ, ἐν ᾧ κατείχετο, φησίν·

«ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα».

3-4-6 ἔσται γὰρ «πηγὴ ὕδατος ἁλλομένου ἐν αὐτῷ».

οὐ μικρόν ἐστιν, ἀδελφοί, ζητῆσαι τὴν παραγγελίαν τοῦ ἀποστόλου καὶ γνῶναι.

«εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός·

ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς».

πῶς ἂν οὖν γνῶμεν τὴν παραγγελίαν τοῦ ἀποστόλου; ὁ αὐτὸς λέγει·

«λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

3-4-7 Ὥσπερ γὰρ βασιλεὺς οἰκοδομήσας ὁ θεὸς πόλιν καὶ παλάτιον ἐν αὐτῇ, ἔθετο θησαυροὺς ἀποκρύφους ἐν αὐτῇ καὶ παρέδωκε τῷ οἰκονόμῳ εἰπών·

"1ταῦτα πάντα δίδωμί σοι εἰς ἐξουσίαν, φύλασσε τὴν πόλιν καὶ τὰ ἐν αὐτῇ.

ἃ δὲ ἀπεκάλυψά σοι, ἔχε εἰς τροφήν, καὶ ἀφ' οὗ παρηγγέλῃ σοι μὴ φαγεῖν, βλέπε μὴ παρακούσῃς.

εἰ δὲ μήγε, θανάτῳ ἀποθανῇ.

ἰδοὺ τὰ τείχη μου ὑψηλὰ καὶ αἱ πύλαι τῇ ἐμῇ σοφίᾳ γεγένηται πρὸς τὸ ἀδυνατεῖν τινα ἀνοῖξαι αὐτάς, εἰ μή σοι μόνῳ ἐδόθη ἡ ἐξουσία ἀνοίγειν καὶ κλείειν.

μὴ οὖν ἀκούσῃς τοῦ τυράννου.

εἰ δὲ μήγε, εἰς δοῦλον παραληφθήσῃ ὑπ' αὐτοῦ καὶ ἔσῃ ἐργαζόμενος 3-4-8 τὰ ἔργα αὐτοῦ.

"2 καὶ ταῦτα παραγγείλας ἀπῆλθεν ἀπ' αὐτοῦ.

Καὶ προσελθὼν ὁ τύραννος τῷ οἰκονόμῳ εἶπεν αὐτῷ·

"1διὰ τί τῶν ὄντων ὑπὸ τὴν πόλιν οὐ πάντων ἐξουσιάζεις; δέξαι με ὑπὸ τὴν πόλιν καὶ χρῆσαι ταῖς συμβουλίαις μου, καὶ ἔσῃ ἴσος τῷ βασιλεῖ.

"2 ὁ δὲ οἰκονόμος ἀκούσας ταῦτα, παρακούσας τῆς ἐντολῆς τοῦ βασιλέως, ἰδίῳ θελήματι ἀνοίξας τὰς θύρας τῆς πόλεως ἐδέξατο τὸν τύραννον καὶ τὸν στρατὸν αὐτοῦ.

τότε ἤρθη τὸ ἔνδυμα τοῦ οἰκονόμου καὶ εὑρέθη ἐξαίφνης γυμνός.

ἠλαύνετο γὰρ ὑπὸ τῆς στρατιᾶς τοῦ τυράννου εἰς τὰ ἔργα αὐτῶν ποιεῖν τὰ κελευόμενα ὑπὸ τοῦ μείζονος.

3-4-9 ἔχων δὲ

τὴν ἐξουσίαν ποιεῖν ὃ θέλει ἀφόβως ὁ βασιλεὺς ζητεῖ τὸν οἰκονόμον·

"1ποῦ εἶ ᾧ ἐνεπίστευσα τὴν πόλιν μου; διὰ τί μου ἀπέστης; τί μου κατέγνως; οὐ γὰρ ἦν πάντα τὰ ἐν τῇ πόλει ὑπ' ἐξουσίαν σήν; καὶ ἵνα τί μου παρήκουσας τῆς ἐντολῆς καὶ ὑπήκουσας τοῦ τυράννου; καὶ νῦν ὁρῶ σε ὑποτεταγμένον ὡς δοῦλον αὐτοῦ.

σοὶ ἐθεμελίωσα πόλιν, ἵνα μοι συμβασιλεύσῃς, σὺ δὲ ἀπέστης ἀπ' ἐμοῦ καὶ ὁρᾷς σεαυτὸν γυμνὸν καὶ μηδὲν κεκτημένον.

εἰ δὲ βούλει ἐπαναδραμεῖν εἰς τὸν τόπον σου καὶ ἀπολαβεῖν τὴν δόξαν σου, ὥσπερ ἐγκατέλιπες τὰς ἐντολάς μου καὶ ἐποίησας τὸ διάταγμα τοῦ ἀντάρτου, οὕτως ἐγκαταλιπὼν τὸ διάταγμα τοῦ ἀντάρτου οὗ ὑπήκουσας, ἐπιστράφηθι πρός με ποιῶν τὸ θέλημά μου.

πλὴν ἐν πολλῷ κόπῳ καὶ «ἐν ἱδρῶτι τοῦ προσώπου σου» ἀπολάβῃς τὸν πλοῦτόν σου.

ἀκαμάτως γὰρ λαβὼν καὶ μὴ εἰδὼς τὸν κόπον οὕτως ἀπώλεσας καὶ παρέδωκας τὴν κληρονομίαν σου.

"2 3-5-1 Ἐπίγνωμεν οὖν, ἀδελφοί, ἕκαστος τί ἀπωλέσαμεν, καὶ ἀναλάβωμεν τὸν θρῆνον τοῦ προφήτου·

ὄντως γὰρ «ἡ κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις καὶ οἱ οἶκοι ἡμῶν ξένοις» διὰ τὸ παρακοῦσαι ἡμᾶς τῆς ἐντολῆς τὰ ἑαυτῶν θελήματα ἐκτελοῦντας καὶ ἡδυνομένους ἐν τοῖς ῥυπαροῖς καὶ γηΐνοις λογισμοῖς.

ἀποστὰς γὰρ νοῦς ἀπὸ τῶν ἐντολῶν ἀσχολεῖται ὑφ' ὧν κατέχεται λογισμῶν τῆς πονηρίας καὶ ἐν αὐτοῖς ἔγκειται.

ἀπὸ πολλοῦ οὖν διαστήματός ἐστιν ἡ ψυχὴ ἀπὸ τοῦ θεοῦ, καὶ ὄντως «ὀρφανοὶ ἐγενήθημεν» ὡς μὴ ἔχοντες πατέρα.

3-5-2 τοῦτο οὖν ἀγωνιζέσθω ὁ ἔχων πόνον ψυχῆς, τὸ καθαίρειν πονηροὺς «λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ», καὶ οὕτω βιαζομένου τὸν ναὸν τοῦ θεοῦ ἄσπιλον φυλάσσειν, ἔρχεται ὁ ἐπαγγειλάμενος καὶ εἰπών·

«ἐνοικήσω καὶ ἐμπεριπατήσω» ἐν ὑμῖν.

τότε ἀπολαμβάνει τὴν ἑαυτῆς κληρονομίαν ἡ ψυχὴ καὶ καταξιοῦται ναὸς γενέσθαι θεοῦ, ἐκδιώξασα τὸν πονηρὸν καὶ τὸν στρατὸν αὐτοῦ, καὶ λοιπὸν βασιλεύει.

πῶς ἠγάπησεν ὁ θεὸς τὴν ψυχὴν καὶ ἐτίμησεν αὐτήν, ἐν ὁμοιώσει καὶ εἰκόνι ἑαυτοῦ δοξάσας αὐτήν, καὶ αὐτὴ ἠθέτησεν αὐτὸν παροργίσασα αὐτόν.

3-5-3 Ὥσπερ γὰρ φυτεύεται φυτὸν καὶ εἰκὼν τίς ἐστι τελείου δένδρου, οὕτως δὴ καὶ ἡ ψυχὴ ὡς φυτὸν ἐτέθη ἐν τῷ παραδείσῳ, ἵνα αὐξηθῇ καὶ καρποφορήσῃ, διὰ δὲ τὴν παρακοὴν ἀπέστη ἀπὸ τῆς ἐντολῆς καὶ ἐν φρονήματι κακίας ἐκαρποφόρησε τὴν ἁμαρτίαν.

ὥσπερ οὖν ἰδίῳ θελήματι ηὐξήθη τῇ κακίᾳ, οὕτω δὴ πάλιν αὐτεξουσίως ἐξᾶραι τὸν ἐγκεντρισμὸν ὀφείλει τῆς κακίας, ἵνα τῇ ἑαυτῆς 3-5-4 ἐλαίᾳ ἐγκεντρισθῇ κατὰ τὸν ἀποστολικὸν λόγον.

εἰ δὲ θέλεις γνῶναι, ὅτι ὁ θεὸς φυτῷ τὴν ψυχὴν παρεικάζει, τί λέγει ὁ προφήτηςμᾶλλον δὲ τὸ πνεῦμα διὰ τοῦ προφήτουκαὶ διὰ τοῦ μακαρισμοῦ ἀποστρέφει τὴν ψυχὴν ἀπὸ τῆς βουλῆς τῆς ἀσεβείας καὶ ἑστάναι ἐν τῇ ὁδῷ τῆς ἁμαρτίας κωλύει καὶ ὁδηγεῖ αὐτὴν ἐν τῷ νόμῳ τοῦ πνεύματος, ἵνα νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ γενομένη αὐξηθῇ ἐν πνεύματι; διὸ καὶ ἐπιφέρει·

«καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ».

ψυχῇ δὲ ἐν τῇ ὁδῷ τῆς βουλῆς τῆς ἀσεβείας βαδισάσῃ ὁμοίως καὶ ἐν τῇ ὁδῷ τῆς ἁμαρτίας ἐπιφέρει·

«οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' 3-5-5 ἢ ὡσεὶ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς».

γνῶθι οὖν τὴν διαφορὰν τῶν ἀμφοτέρων ψυχῶν.

ἡ γὰρ ἐν κόπῳ καὶ πολλῷ ἀγῶνι γενομένη διὰ τὴν ἐντολήνἐπίρροια πνεύματος γίνεται ἐπ' αὐτήν, καὶ οὕτως ἐν πολλῇ δυνάμει οὖσα μεταβάλλεται «εἰς μέτρον ἡλικίας», ὃ ὑπέδειξεν ἐλθὼν ὁ σωτήρ.

ἡ δὲ ἐνάμαρτος ψυχὴ ἡδυνομένη ἐν βουλαῖς ἀσεβείας βαδίζειν καὶ ἐν τῇ ὁδῷ τῶν ἁμαρτωλῶν ἑστάναι ἐπιθυμοῦσα, ἡ τοιαύτη ψυχὴ παραφέρεται ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως καὶ ἐμπαίζεται ἐν τῷ ἀέρι.

πάντα γὰρ πεφανέρωται τῷ θεῷ καὶ γινώσκει τὰς ὁδοὺς τῶν καρδιῶν ἡμῶν καὶ τὰς τρίβους τῶν ψυχῶν ἡμῶν ἐπίσταται.

καταργήσωμεν οὖν ἕκαστος τὸ σαρκικὸν ἡμῶν θέλημα, ἵνα μὴ

ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως «ὡς χνοῦς» ἐπαρθῶμεν, μᾶλλον δὲ ἑνωθέντες τῇ ἐντολῇ ἐπιρροίᾳ πνεύματος αὐξηθῶμεν κατὰ τὸ εἰρημένον φυτόν.

3-5-6 Ὥσπερ γὰρ βρέφος γεννηθὲν εἰκών ἐστι τελείου ἀνδρός, οὕτω δὴ καὶ ἡ ψυχὴ εἰκών ἐστι τοῦ ποιήσαντος αὐτήν.

καὶ ὥσπερ παιδίον κατὰ μέρος αὐξανόμενον ἐκ μέρους γινώσκει τὸν πατέρα, ἐλθὸν δὲ εἰς ἡλικίαν παιδεύεται τῇ τοῦ πατρὸς σοφίᾳ καὶ τότε ἐπιγινώσκει πατὴρ υἱὸν τελείως καὶ υἱὸς πατέρα καὶ ἀποκαλύπτεται ὁ τοῦ πατρὸς θησαυρὸς τῷ υἱῷ, οὕτω καὶ ἡ ψυχὴ ἔμελλε προκόπτειν πρὸ τῆς παρακοῆς καὶ ἔρχεσθαι εἰς ἄνδρα τέλειον, διὰ δὲ τὴν παρακοὴν καὶ ἡ εἰκονικὴ ἀγάπη ἐκαλύφθη.

μέρος δέ τι κέκτηται ἐξ αὐτῆς, εἰς πόντον δὲ ἀγνωσίας ἐνέδυ καὶ εἰς πέλαγος λήθης καὶ εἰς ὄγκον πλάνης κατε3-5-7 βιβάσθη καὶ ἐν πύλαις ᾅδου κατέλυσε.

ἀπὸ πολλοῦ οὖν διαστήματος ἐμακρύνθη ἀπὸ τῆς ἐντολῆς ἡ ψυχὴ καὶ οὐκ ἠδύνατο ἑνωθῆναι αὐτῇ οὐδὲ ἐπιγνῶναι, ἀλλὰ ὁ θεὸς πρῶτον μὲν διὰ τῶν προφητῶν ἐπέστρεφεν αὐτὴν πάλιν εἰς ἐπίγνωσιν, ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν ὁ ἀκατάληπτος καὶ ἀπερινόητος καὶ μήτε ἀρχὴν ἔχων μήτε τέλος, ἡ μακαρία τριάς, ἡ ἀμέριστος βουλὴ καὶ ἀπέραντος οὐσία, οὗτος ὁ θεὸς ἡμῶν ὁ ἀνεξερεύνητος καὶ ἀνεκδιήγητος, αὐτὸς ἑαυτὸν ἐντολὴν ἐποίησε κατ' οἰκονομίαν δι' ἡμᾶς ἀποστείλας αὐτὸς 3-5-8 ἑαυτόν.

ἐλθὼν οὖν ὁ υἱὸς παρὰ τοῦ πατρὸς διεσκέδασε τὸν βυθὸν τῆς ἀγνωσίας τήν τε λήθην καὶ τὴν πλάνην καὶ πύλας ᾅδου μὴ ἀνοιγομένας διέρρηξε καὶ εἰσῆλθεν ἐπὶ τὴν πεπλανημένην ψυχήν, ἵνα αὐτὸν ἡ ψυχὴ ὑπόδειγμα λαβοῦσα ἀκολουθήσῃ τῇ ἐντολῇ ἕως πρώτης εἰκόνος, ἵνα τότε κατὰ μέρος ἑνωθῇ καὶ κραθῇ τῇ ἐντολῇ καὶ ἕν τι γένηται μετ' αὐτῆς, ἵνα ἐκ τῆς παρακοῆς ἔλθῃ εἰς τὴν εἰκονικὴν ἀγάπην, ἐκ δὲ τῆς εἰκονικῆς διὰ τῆς ἐντολῆς εὕρῃ τὴν 3-5-9 ἀνάπαυσιν, ἀγάπην τὴν μηδέποτε τρεπομένην.

ἰδοὺ ὁ Ἰησοῦς βαπτίζεται ὑπὸ Ἰωάννου ἁγιάσας μὲν τὰ ὕδατα, καθὼς γέγραπται, ψυχῶν δὲ πιστῶν ὑποδείξας συγχώρησιν παραπτωμάτων.

ἔπειτα μαρτυρεῖ Ἰωάννης ὅτι εἶδον «τὸ πνεῦμα τοῦ θεοῦ» «ἐρχόμενον ἐπ' αὐτὸν» τὸν Ἰησοῦν.

ὁ δὲ ἀποστέλλων καὶ ὁ ἀποστελλόμενος καὶ ἐφ' ὃν ἀπεστάλη ἕν εἰσι.

κατ' οἰκονομίαν οὖν, καθὼς προείπομεν, ὑπέδειξε διὰ τοὺς μέλλοντας προκόπτειν καὶ «εἰς ἄνδρα τέλειον» ἔρχεσθαι.

πειραζόμενος δὲ κατ' οἰκονομίαν καὶ μέχρι τῆς ἀγγελικῆς διακονίας ὑποδεικνύει τὴν ἐλευθερίαν τῆς ψυχῆς.

ἔπειτα ὀνειδισμοὺς καὶ ἐξουθενώσεις, ὕβρεις τε καὶ ῥαπίσματα καὶ ἀνακρίσεις ὑπὸ ἀρχόντων μέχρι τοῦ σταυροῦ 3-5-10 ὑπέδειξε.

καθὼς οὖν ἔπαθεν ὁ σωτήρ, ἀναλαβέτω ἡ ψυχὴ εἰς ἑαυτήν, ἵνα προσέχῃ.

πῶς δεῖ ἀπαντῆσαι πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐξουδενοῦντας καὶ σταυροῦντας αὐτήν, ἵνα γένηται ὡσεὶ κωφὸς καὶ ἄλαλος, μὴ ἀνοίγων τὸ στόμα, καθὼς ὑπέδειξε, καὶ οὕτω κατὰ τὰ ἴχνη τοῦ ὑποδείξαντος βαδίζουσα, ἵνα προβλέπῃ τὴν ἐνέργειαν καὶ λεπτότητα τῆς πονηρίας καὶ ὡς ἐν σταυρῷ ἐμπεπηγμένων τῶν ἥλων μετὰ κραυγῆς ἰσχυρᾶς βοησάτω πρὸς τὸν δυνάμενον αὐτὴν ῥύσασθαι ἐκ θανάτου.

εἰπάτω δέ·

«ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.

ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας», ἵνα καθαρισθεῖσα ἄμωμος γένηται.

τότε εὑρίσκει τὸν ὑποτάξαντα αὐτῷ τὰ πάντα, τότε ἀνακιρνᾶται ἡ ψυχὴ τῇ ἐντολῇ, τότε θαμβοῦται καὶ βασιλεύει καὶ ἀναπαύεται.

3-6-1 ∆ιὰ γὰρ τὴν παρακοὴν ὑπὸ ὑλικῶν καὶ ῥυπαρῶν λογισμῶν καταποθεῖσα ἄλογος γέγονεν.

οὐ μικρόν ἐστιν, ἀδελφοί, ἐκ τῆς τοιαύτης ὕλης ἐξελθεῖν καὶ κατανοῆσαι τὴν λεπτότητα τῆς πονηρίας καὶ διελθεῖν, ἵνα ἀνάρχῳ νοῒ συγκραθῇ.

ὦ ἀγάπη ἀνεκλάλητος καὶ εὐσπλαγχνία καὶ οἰκτιρμοὶ τοῦ δεσπότου.

ἑαυτὸν ὀρνέῳ παρεικάζει, ἵνα ἡ ἐν πλάνῃ ψυχὴ εἰς τὰς πτέρυγας αὐτοῦ καταφύγῃ, καί φησιν ὁ ζωοποιὸς λόγος·

«ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, ὃν τρόπον ὄρνις τὰ νοσσιὰ ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε»; ἰδοῦ ἥπλωσε τὰς

πτέρυγας αὐτοῦ καὶ ἐκδέχεται τὴν ψυχήν, πότε εἰσέλθῃ 3-6-2 καὶ ἀναπαυθῇ ἐν ταῖς πτέρυξιν αὐτοῦ.

ὥσπερ γὰρ ὄρνεον ἐκ δευτέρου γεννᾶται, πρῶτον μὲν ἐν καλύμματι, ἔπειτα ἐκ δευτέρου ἀναλαμβανόμενον ὑπὸ τὰς πτέρυγας, καὶ ὂν μὲν ἐν τῷ καλύμματι ὑπὸ τῆς θερμότητος πυροῦται τὸ εἶδος, ὅ ἐστιν ὁ νεοσσός, περιαιρομένου δὲ τοῦ καλύμματος ἐμμένει ἐν ταῖς πτέρυξι τῆς μητρός, ἕως ὅτου αὐξηθῇ «εἰς μέτρον ἡλικίας» τῆς μητρὸς αὐτοῦ καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ εἰς οὐρανὸν ἵπτασθαι καὶ ἐπάνω γενέσθαι πάντων τῶν ἑρπετῶν τῶν βουλομένων διελεῖν αὐτὸ καὶ ἀπολέσαι·

οὕτω δὴ καὶ ἡ ψυχὴ ἐλθοῦσα εἰς τὸν κόσμον, εἰσέρχεται διὰ τῶν προφητῶν εἰς τὸ τῆς δικαιοσύνης ἐργαστήριον καὶ νόμον φυλάσσει, ἐλθὼν δὲ ὁ ζωοποιὸς λόγος διδάσκει ἡμᾶς περισσεύειν τὴν δικαιοσύνην «πλεῖον τῶν γραμματέων 3-6-3 καὶ Φαρισαίων».

αἰνίττεται δὲ ἡμῖν ἐπάνω γενέσθαι τοῦ νόμου, φησὶ γάρ·

«ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν».

καὶ τὰ πλεῖστα ἐντελλόμενός ἐστιν, ἵνα εἰσέλθωμεν εἰς τὰς πτέρυγας τῆς μητρὸς ἡμῶν (τουτέστιν εἰς τὰς ἐντολὰς αὐτοῦ).

πυρουμένη γὰρ ἡ ψυχὴ ὑπὸ τοῦ λόγου καὶ ἐνδυναμωθεῖσα περιαιρεῖ τὸ κάλυμμα καὶ ἀναγεννᾶται ἐν πνεύματι, ἀνακαλυφθεὶς δὲ Χριστὸς αὐτῇ ἐκράθη ἀπερι3-6-4 ορίστῳ πηγῇ καὶ ἀνάρχῳ νοΐ.

γνῶθι οὖν, ψυχή, ἐὰν ᾖ ἐν ταῖς πτέρυξι τῆς μητρός σου καὶ μὴ ἐξέλθῃς, ἵνα μὴ ὑπὸ ὄφεων ἀναλωθήσῃ.

ἦλθε γὰρ ὁ σωτὴρ ἀνακαινίσαι καὶ ζωοποιῆσαι τὴν ψυχὴν καὶ ἐκδαπανῆσαι τὸ ἀλλότριον, ὅ ἐστι τυφλὴ καὶ νυκτερίνη ἐπισπορά, ἵνα τὴν ἑαυτοῦ ἀγάπην ἐπιδείξηται καὶ πλεονάσῃ ἐν αὐτῇ, ἵνα διελθοῦσα ἀρχὰς καὶ ἐξουσίας μίξῃ γόνιμον φῶς φωτὶ μακαρίῳ.

Ὦ πτέρυγες ἡπλωμέναι, ὦ σπλάγχνα πατρός.

Ἀμήν.

4.

τ-1 ΛΟΓΟΣ ∆ʹ.

4-1-1 Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει.

4-1-2 Τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται, ὥσπερ σειρά τις ἅλυσις πνευματικὴ μία ἀπὸ τῆς μιᾶς ἀπηρτημέναι.

ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις 4-1-3 ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος.

ὥσπερ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται·

τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνότητος, ἡ χαυνότης ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμεναοὕτως ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι.

4-1-4 Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς καρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα.

ἐπειδὴ πρὸς θεὸν ἁγιότητος κοινωνία μυστική τις διὰ πνευματικῆς ἐνεργείας καὶ συνάφειά τις διαθέσεως αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς κύριον τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται καὶ εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ θεοῦ ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς εὐχαῖς προσκαρτερεῖν ἀναγκάζων καὶ τὴν τοῦ πνεύματος χάριν τῆς τελειότητος αὐτεξουσίῳ

προαιρέσει ἕκαστος ὑποδέχεται τοῦ θεοῦ αὐτῷ διδόντος.

4-2-1 Ἐρώτησις.

Ἀλλ' ἐπειδή τινες μὴ ἀκούσαντες τὸν λόγον ὡς χρή, ἀκούσαντες δὲ τοῦ εὐαγγελίου ὅτι ἐάν τις «ψυχροῦ ποτήριον ποτίσῃ», μισθὸν ἔχει, πωλοῦσιν ὑπάρχοντα καὶ ἐλευθεροῦσι δούλους καὶ ἐντολὰς ποιοῦσιν, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, οὕτω ζῶντες οὐκ ἀπέρχονται εἰς βασιλείαν οὐρανῶν; 4-2-2 Ἀπόκρισις.

Ὁ λόγος οὗτος λεπτός ἐστι.

τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν γέενναν, ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰν καὶ μέτρα καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ κολάσει περισσείαν.

καὶ ὥσπερ ἐστὶ μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ καὶ τοῖς λοιποῖς μέλεσι καὶ κάτω τοὺς πόδας αὐτὴ κινεῖ, οὕτω καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει, καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, καὶ ἐξώτερός ἐστι τῶν κτισμάτων, ἐπειδὴ ἀμέτρητός ἐστι.

προσέχει οὖν αὐτὴ ἡ θεότης τῇ ἀνθρωπότητι καὶ οἰκονομεῖ αὐτούς.

4-3-1 Ἐρώτησις.

Εἶπες ὅτι προσέχει αὐτοῖς, οὐκ εἶπες δὲ ὅτι ἐνεργεῖ 4-3-1 εἰς αὐτοὺς ἢ διακρίνεται ἐν αὐτοῖς.

διάκρινόν μοι ὧδε τοὺς υἱοὺς τῆς βασιλείας καὶ χώρισον τὸν βαθμὸν τοῦτον.

ὧδε γὰρ ὁ λόγος ὁ βληθεὶς περὶ πάντων τῶν κοσμικῶν.

τινὲς γὰρ εὔχονται καὶ οὐκ οἴδασι τί ζητοῦσι, τινὲς νηστεύουσι, τινὲς στήκουσιν εἰς διακονίαν.

οὗτοι ἔχουσι μισθόν; Ἀπόκρισις.

Ἐπειδὴ δικαιοκρίτης ἐστὶν ὁ θεός, κατὰ τὸ μέτρον τῆς πίστεως ἀποδίδωσιν αὐτοῖς τὸν μισθόν, ἐπειδὴ ἃ ποιοῦσι, διὰ φόβον θεοῦ 4-3-2 ποιοῦσιν, ἀλλ' οὔκ εἰσιν οὗτοι κληρονόμοι οὔτε υἱοὶ οὔτε βασιλεῖς.

εἰσὶ δὲ ἐν αὐτῷ τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι, ἄλλοι ἅρπαγες, καί εἰσιν ἄλλοι τὰ ἴδια αὐτῶν πτωχοῖς διδόντες.

προσέχει τούτοις κἀκείνοις ὁ κύριος, καὶ τοῖς ἀγαθοποιοῦσι δίδωσιν ἀνάπαυσιν καὶ τὸν μισθόν.

εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά, καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ ἐν αὐτῇ τῇ δόξῃ διαφορά ἐστι·

καὶ ἐν αὐτῇ δὲ τῇ γεέννῃ καὶ ταῖς κολάσεσι φαίνονται οἱ φάρμακοι καὶ οἱ λῃσταὶ καὶ οἱ πόρνοι πῶς κρίνονται, καὶ πῶς οἱ ἄλλοι μικρὰ 4-3-3 πλημμελήσαντες.

οἱ δὲ λέγοντες ὅτι «μία ἐστὶ βασιλεία καὶ γέεννα μία καὶ οὔκ εἰσι βαθμοί», κακῶς λέγουσι.

καὶ γὰρ οἱ τὰ καλὰ ποιοῦντες ἔχουσι μισθὸν καὶ βοήθειαν καὶ τόπους ἀναπαύσεως.

πόσοι κοσμικοὶ εἰς τὰ θέατρα στήκουσι καὶ εἰς ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν.

καὶ τούτοις κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.

4-3-4 Ὥσπερ βλέπεις τὰ ἅρματα καὶ τοὺς ἵππους πῶς ζευγνύουσι καὶ ἡνιοχοῦσιν ἐλαύνοντες κατ' ἀλλήλωνἕκαστον γὰρ ἅρμα φέρει συμπήξεις καὶ μηχανὰς κατὰ τοῦ ἄλλου ἅρματος, ὅπως ῥίψῃ καὶ νικήσῃ, οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα.

λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί, ὁμοίως δὲ καὶ τῆς κακίας ἔνδον.

καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, οὓς μήπω οἶδε καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ καὶ αὐτὴ ἡ κακία πολλοὺς λογισμοὺς ἔχει καὶ ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς.

καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα, κατέχων τὰς ἡνίας τῶν λογισμῶν.

καὶ τρέχει κατὰ τοῦ ἅρματος τοῦ σατανᾶ, ὅπερ αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς.

4-4-1 Ἐρώτησις.

Πῶς λέγουσί τινες ὅτι "1οὐκέτι δυνάμεθα εὔξασθαι"2; εἰ οὖν ἀνάπαυσίς ἐστι, διὰ τί οὐχ ὑπομένουσιν ἐν τῇ εὐχῇ; Ἀπόκρισις.

Αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα εἰς τὸν ἄνθρωπον δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, τοῦ ἐπισκέψασθαι ἀδελφοὺς ἢ τὸν λόγον διακονεῖν.

καὶ αὐτὴ δὲ ἡ φύσις † ἀπελθεῖν † ἰδεῖν τοὺς ἀδελφούς, λαλῆσαι λόγον.

οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μεῖναι ἐν τῇ φύσει, ἀλλὰ ἀνάγκη ὅτι καὶ αὐτὸ γίνεται πῦρ, ὃν τρόπον ἐὰν βάλῃς κόχλακα εἰς πῦρ (ἢ λίθον) γίνεται ἄσβεστος.

καὶ εἰς θάλασσαν ἐὰν θελήσῃς πολὺ δῦναι καὶ ἀπελθεῖν εἰς τὸ

μέσον πέλαγος, ὥσπερ καταποντίζεται τὸ ὅλον σου καὶ ἀφανὲς γίνεται, ἀλλ' ὅσῳ κατὰ βάθους κατέρχεται καὶ εἰσέρχεται, πάλιν θέλει αὐτὴ ἡ φύσις ἀναβῆναι καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς τὸν λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους, οὕτω καὶ τὸ πνεῦμα·

εἰσέρχεταί τις εἰς βάθος τῆς θεότητος πολὺ καὶ εἰς πέλαγος χάριτος, καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν πρὸς ἀδελφούς, ἀποπληρῶσαι ἀγάπην, πληροφορῆσαι εἰς λόγον.

Ἐρώτησις.

Πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, ἡ χάρις καὶ ἡ ἁμαρτία; Ἀπόκρισις.

Ὥσπερ ἐὰν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἑψεῖται καὶ βράζει, ἔξωθεν τοῦ πυρὸς ὑποκαίοντος.

ἐὰν δέ τις ἀμελήσῃ καὶ μὴ βάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κατασβέννυσθαι, οὕτω καὶ ἡ χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σού ἐστι καὶ ἔξωθεν.

λοιπὸν ὅταν εὔξῃ καὶ δῷς τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ κυρίου, ἴδε ὑπέβαλες τὰ ξύλα καὶ γίνονται ὅλοι οἱ λογισμοί σου πῦρ καὶ βάπτονται εἰς τὸν λογισμὸν τοῦ θεοῦ καὶ ὑποχωρεῖν ἡ ἁμαρτία ὡς ἐξωτέρω γίνεσθαι αὐτήν, ἀλλὰ καὶ ἔσωθεν 4-5-2 σοῦ ἐστιν καὶ ἔξωθέν σου ἐμφαίνεται.

ὀλίγον δὲ ἐὰν ἀμελήσῃ τις ἢ εἰς κοσμικὰ πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν εἰσέρχεται ἡ κακία καὶ ἐνδύονται τὴν ψυχὴν καὶ ὅλον τὸν ἄνθρωπον θλίβουσι·

μνημονεύει γὰρ ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως.

ἄρχεται οὖν δεῖσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν.

πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν θεὸν καὶ ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδρότερον ἐπιζητεῖν·

"1δέομαί σου"2, λέγων, "1κύριε"2, κατὰ μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτειν, ἀνεπαύθη ἡ ψυχή.

4-5-3 ὥσπερ τὸ ἄγκιστρον κατὰ μικρὸν αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθύν, εἰ γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ θανάτου, πῶς ἐδύνου διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέως καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ.

4-6-1 Ἐρώτησις.

Τί ἐστιν ὁ σατανᾶς καὶ πότε ἐξέπεσε καὶ διὰ τί ἠφείθη εἰς τὸν κόσμον; Ἀπόκρισις.

Ὁ σατανᾶς ἄγγελος ἦν κτίσμα καὶ πρὸ τοῦ τὸν Ἀδὰμκτισθῆναι.

οὗτος ἰδίῳ θελήματι προσέκρουσε τῷ θεῷ καὶ ἥμαρτε.

λοιπὸν οὖν οὗτος αὐτὸς εἰς κυβέρνησιν καὶ γυμνασίαν τῷ Ἀδὰμ ἐτέθη καὶ ὡς ῥάβδος ἐστὶ παιδείας.

δι' αὐτοῦ γὰρ παιδεύονται οἱ παιδευόμενοι, δι' αὐτοῦ δοκιμάζονται οἱ δοκιμαζόμενοι, δι' αὐτοῦ τελειοῦνται οἱ τελειούμενοι.

δι' αὐτοῦ στεφανοῦνται οἱ συνετοί, δι' αὐτοῦ γνωρίζονται οἱ ἀθλοῦντες ἀθληταὶ καὶ στεφανοῦνται.

ἐπεὶ εἰ μὴ ἦν οὗτος, ἡσυχία ἂν ἦν πολλὴ καὶ ἠρεμία τῷ Ἀδάμ καὶ γὰρ τὰ ὄρη ἢ τὰ δένδρα οὐ κάμνει οὐδὲ ποιεῖ τιἀλλὰ διὰ τοῦτο ὡς ἠθέλησεν ὁ θεὸς ἐποίησε τὸν κόσμον τοῦτον καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ παρεχώρησε τῷ πονηρῷ εἰς γυμνασίαν.

4-6-2 Ὥσπερ ἵνα ᾖ κιρκίσιον καὶ ὦσι τρέχοντα δύο ἅρματα, λοιπὸν ὁ βασιλεὺς καὶ ὁ λαὸς καὶ ὁ δῆμος θεωρεῖ ἡδέως, ἐπεὶ οὐ κάμνουσιν αὐτοί, ἀλλὰ οἱ ἀγωνιζόμενοι κατ' ἀλλήλωνἕκαστον γὰρ ἅρμα εἰς πτῶσιν τοῦ ἄλλου τρέχει, τίς τίνα προλάβῃ, τίς τίνα καταρίψῃ, καὶ λοιπὸν ἐπὶ μὲν τῶν νικώντων φωναί, ἐπὶ δὲ τῶν ἡττωμένων πένθος καὶ κλαυθμός, οὕτω καὶ ὁ κύριος ποιήσας τὸν κόσμον τοῦτον, ἵνα μὴ ᾖ ἀργὸς ἁπλῶς ὁ Ἀδάμ, ἔθηκεν αὐτῷ ἀντίπαλον, καὶ ἴδε εἰς τὸ θέατρον τοῦ κόσμου τούτου καὶ εἰς τὸ κιρκίσιον ἀγῶνες πολλοὶ καὶ δρόμοι.

ὁ θεὸς καὶ ἡ ἐπουράνιος ἐκκλησία, ἴδε, ὁρᾷ τὸν πόλεμον καὶ τοὺς ἀγῶνας καὶ ἐπὶ τῇ νίκῃ εὐφημίαι πολλαὶ ὑπὸ τῶν ἀγγέλων καὶ νίκης φωναὶ δίδονται, δοξαζόντων τὸν ἐπουράνιον δεσπότην.

4-6-3 Ὥσπερ ἵνα ᾖ λέων καὶ ᾖ ἐκεῖ ὁ ὀφείλων αὐτὸν ὑπεράλλεσθαι καὶ λοιπὸν ἐκεῖ θεωρεῖ ὁ κόσμος καὶ οἱ ἄρχοντες.

ἐπὰν οὖν ἀπολυθῇ ὁ λέων καὶ ὑπερπηδησθῇ, ἰδοὺ εἰς γέλωτα καὶ παίγνιον πίπτει ὁ λέων καὶ ἄρχονται καταγελᾶν αὐτοῦ, οὕτω καὶ ὁ σατανᾶς ἡττώμενος ὑπὸ τοῦ Ἀδὰμ εἰς γέλωτα καὶ ἐμπαιγμὸν ὑπὸ τῶν ἀγγέλων πίπτει.

αὐτὸς γὰρ

ὁ λέων εἰς τὸ κλονεῖν κεῖται, καὶ ὁ σατανᾶς εἰς τὸ ἀφανίζειν τὰς ψυχάς.

4-6-4 Πῶς ὅτε ἦσαν οἱ τρεῖς παῖδες ἐν τῇ πυρᾷ, ἔχαιρεν ὁ κύριος καὶ ἔλεγε τοῖς ἀγγέλοις αὐτοῦ·

ἄγωμεν, ἴδωμεν σώματα δικαίων (τοῦ Ἀδὰμ) πῶς αἱ τρίχες τῶν ὄψεων αὐτῶν ἐνίκησαν τὸ πῦρ.

πῶς πάλιν ἐθεώρουν τὴν Θέκλαν εἰσελθοῦσαν εἰς τὸ θέατρον, ἐκεῖ λέοντες κατ' αὐτῆς καὶ ταῦροι, ἐκεῖ θηρία πολλά, ἐκεῖ φωναί.

ἡ δὲ ἔχουσα τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τὸν νοῦν εἰς οὐρανούς, πάντων ἐκείνων περιεγένετο.

ὀφείλει οὖν ὁ νοῦς ἕτοιμος εἶναι καὶ ηὐτρεπισμένος εἰς τὸν πόλεμον καὶ μὴ φοβεῖσθαι τὰς ἀπειλὰς τοῦ ἐχθροῦ.

πάσας παρ' αὐτοῦ τὰς ἁρμολογίας καὶ τέχνας καὶ τὰ μάγγανα καὶ τὰς συμπήξεις, ἃς ἐπιφέρει τοῖς νοήμασι καὶ τοῖς λογισμοῖς τῶν ἀνθρώπων διὰ τῆς 4-6-5 πίστεως ὁ κύριος καταλύει καὶ θριαμβεύει, μόνον σὺ μὴ φοβηθῇς.

Ὥσπερ ἐκεῖ ἔλεγον τῷ βασιλεῖ οἱ τρεῖς παῖδες "1βάλλεις ἡμᾶς εἰς τὸ πῦρ καὶ οὐκ ἀποθνῄσκομεν"2, οὕτω καὶ σὺ εἰπὲ τῷ σατανᾷ.

"1οὐ φοβοῦμαί σε, υἱὲ πλάνης.

εἰ καὶ ἐπιφέρεις μοὶ πληγὰς καὶ πειρασμούς, ἔχω τὸν θεόν, ἔχω τὸν Ἰησοῦν τὸν καταναλίσκοντά σε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τὸν κολάσει αἰωνίᾳ τιμωρούμενόν σε.

καὶ ἐὰν φάγῃς μοὺ ὅλα τὰ μέλη, οὐ φοβοῦμαί σε οὐδὲ ἀποθνῄσκω.

"2 ὥσπερ ἵνα ᾖ μάρτυς καὶ κόψουσιν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ ὅλα τὰ μέλη καὶ ἔτι οὗτος θαρσῶν καὶ πιστεύων εἰς τὸν κύριον λέγει τῷ κόπτοντι·

"1ποίει ὃ θέλεις.

δυνατός ἐστιν ὁ θεός, ᾧ πιστεύω, ὅτι ἐμὲ μὲν σώσει, σὲ δὲ αἰωνίῳ πυρὶ κολάσει.

"2 μὴ φοβηθῇς οὖν τὸν σατανᾶν ἀνδρίσαι καὶ ἀγωνίσαι κατ' αὐτοῦ.

εἰπὲ αὐτῷ·

"1ἔχω θεὸν τὸν κολάζοντά σε, σατανᾶ.

"2 εἰς ἓν δὲ μέρος 4-6-6 σκληρότερός σού ἐστιν ὁ σατανᾶς.

οἷον ἐκεῖ τὸν Παῦλον εἰς τὸ φαινόμενον ἔσυραν εἰς τὸ θέατρον καὶ ἔβαλον εἰς θηρία, τὸ μὲν ἀντιστῆναι οὐκ ἠδύνατο, τὸ δὲ εἰσελθεῖνεἰσῆλθεν, οὕτω καὶ σὺ τὸ μὲν εἰσελθεῖν εἰς τὸ θέατρον τῆς καρδίας καὶ συρῆναι καὶ κρατηθῆναι ὑπὸ τῶν ἀκαθάρτων πνευμάτων καὶ τῶν ἰοβόλων θηρίων, ὡς οὐ θέλεις, κατασύρῃ καὶ ἄκων πάσχεις, τὸ δὲ ἀντιστῆναι καὶ ἀγωνίσασθαι τῆς φύσεως σού ἐστι ὥστε καὶ τῆς βοηθείας 4-6-7 τοῦ κυρίου περιγενέσθαι.

Καὶ γὰρ ὁ ἅγιος Παῦλος τότε διὰ πίστεως καὶ θείας δυνάμεως συνεργούσης περιεγένετο τῶν θηρίων.

νοήματα δὲ καὶ προαιρέσεις αἱ δεθεῖσαι εἰς τὴν ἀγάπην καὶ ἔθη κακά, ἃ συνεγενήθησαν, δυσχερῶς λύονται καὶ ἀφίστανται.

πολλοὶ γάρ εἰσι καὶ ἀγαπῶσι τὰς κακὰς συνηθείας, εἰς ἃς ἀνεστράφησαν, εἰς ἡδονὰς αἰσχρὰς ἢ εἰς φιλαργυρίαν ἢ εἰς ἔπαρσιν, τοῦτο ὥσπερ οὐκ εὐκόλως ἀποτίθεται, ὁμοίως πάλιν νοήματα καὶ λογισμοὶ οἱ δεθέντες εἰς τὴν ἀγάπην τοῦ κυρίου καὶ ἀναστραφέντες εἰς 4-6-8 αὐτὴν οὗτοι καλῶς πορεύονται καὶ ἀληθινῶς τὴν ὀρθὴν ὁδὸν διοδεύουσι.

καὶ ὥσπερ ἐκεῖ ἡ κιβωτός, ἣν παρέλαβον οἱ ἀλλόφυλοι, ὅπου ἦν ἀποκείμενος ὁ νόμος τοῦ θεοῦ καὶ ὡς μόνον εἰσῆλθεν εἰς τὴν πόλιν ἐκείνην, εὐθέως τὰ ξόανα καὶ τὰ εἴδωλα τῆς πόλεως ἐκείνης κατέπεσαν καὶ πολλαὶ πληγαὶ ἐπηνέχθησαν αὐτοῖς, οὕτω καὶ ὅπου οἱ νόμοι τοῦ θεοῦ εἰς τὰς πλάκας τῆς καρδίας εἰσὶν ἐγγραφόμενοι, πίπτουσι τὰ ξόανα καὶ τὰ εἴδωλα τῶν ἀκαθάρτων πνευμάτων ἐκ τῆς καρδίας τῶν λογισμῶν.

4-7-1 Ἐρώτησις.

Πῶς ὀφείλει ἕκαστος συναγαγεῖν τὸν νοῦν αὐτοῦ καὶ τοὺς διαλογισμοὺς αὐτοῦ ῥεμβομένους εἰς τὸν κόσμον καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν τοῦ κυρίου καὶ τὴν ἀγάπην τῆς ψυχῆς πρὸς αὐτὸν ἀποσῴζειν; Ἀπόκρισις.

Ὥσπερ μήτηρ ἐὰν ἔχῃ τέκνα καὶ ἀπέρχονται ἁπλῶς καὶ ὡς ἔτυχε ῥέμβονται, οὐχὶ λαβοῦσα ἡ μήτηρ συναγάγῃ εἰς τὸν οἶκον αὐτὰ παιδεύουσα καὶ νουθετοῦσα; οὕτω καὶ ἡ ψυχὴ ὀφείλει συνάγειν πανταχόθεν τοὺς ἑαυτῆς λογισμοὺς ῥεμβομένους, ὥσπερ ἑαυτῆς τέκνα.

κἂν ὑπὸ τῆς ἁμαρτίας καὶ τῶν μεριμνῶν σκορπίζονται, ὅμως τὸ ἑαυτὴς δυνατὸν ἀεὶ ἀπαύστως ὀφείλει συνάγειν τοὺς λογισμοὺς εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, εἰς ἑαυτήν, καὶ ἀεὶ προσδοκᾶν τὸν κύριον ἐν πίστει βεβαίᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτὴν εἰς ἑαυτὸν

καὶ ποιήσῃ τοὺς λόγους αὐτῆς θεϊκούς, λογικούς, οὐρανίους καὶ διδάξῃ αὐτὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, 4-7-2 ἀρέμβαστον.

εἰ δὲ καὶ εἰς εὐχὴν κείμενοι τοῖς λογισμοῖς ἔξω ῥεμβόμεθα καὶ μὴ συνάγομεν ἑαυτούς, ἀλλ' ἐπιδίδομεν καὶ χαυνοῦμεν ἑαυτοὺς τοῖς λογισμοῖς τῆς ἁμαρτίας καὶ μὴ τὸ θέλημα ἡμῶν ἕλκῃ καὶ βιάζηται τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πῶς αὐτὸς ὁ κύριος θελήματι τῷ ἑαυτοῦ ἔλθῃ πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτὸν ἡμῶν χαυνωμένων καὶ ῥεμβομένων ἔξω τοῖς λογισμοῖς; (ἐὰν τὸ σῶμα εἰς εὐχὴν δὴ κεῖται, οὐκ ἀφίῃς τὸν κύριον ἐλθεῖν πρός σε τῷ ἑαυτοῦ θελήματι, ὥσπερ οὐδὲ σὺ τῷ σῷ θελήματι σπεύδεις πρὸς αὐτόν).

4-7-3 Πᾶσα γὰρ ἡ εὐαρέστησις τῷ θεῷ καὶ ἡ διακονία τῆς ψυχῆς ἐν τοῖς λογισμοῖς ἐστιν.

σπούδασον ἔσωθεν ἀρέσαι αὐτῷ πάντοτε, ἔσωθεν προσδοκῶν αὐτόν, ἀεὶ σπουδαίως ἔσωθεν ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν διαπαντὸς πρὸς αὐτόν, καὶ ὄψει πῶς καὶ αὐτὸς τῷ θελήματι αὐτοῦ ἔρχεται πρός σε καὶ μονὴν ποιεῖται παρὰ σοί.

ὅσον γὰρ σὺ τὸν νοῦν σου ἀναγκάζεις εἰς τὴν ζήτησιν αὐτοῦ, αὐτὸς πολὺ μᾶλλον ἀναγκάζεται ὑπὸ τῆς εὐσπλαγχνίας καὶ χρηστότητος αὐτοῦ ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε πνευματικῶς.

οὐκ ἀφέστηκέ σου ὅλως, ἕστηκεν ἀοράτως πρός σε, θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, θεωρῶν πῶς ζητεῖς αὐτόν·

εἰ ἐξ ὅλης ψυχῆς, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελείᾳ καὶ χαυνώσει νοός, εἰ μὴ τοῖς πάθεσι τῆς ἀτιμίας συνεργῶν.

4-7-4 καὶ ὅτε ἴδῃ σε ὅτι πάντοτε σπουδαίως ἕλκεις πανταχόθεν τοὺς διαλογισμούς σου πρὸς τὴν αὐτοῦ μόνην ζήτησιν, τότε αὐτὸς φανεροῦται καὶ ἐπιφαίνεται τῇ ψυχῇ σου ἀρρήτῳ καὶ ἐπιθυμητικῷ κάλλει καταλάμπων σε καὶ οὕτω βοηθείας τῆς ἐξ αὐτοῦ μεταδίδωσί σοι καὶ τὴν νίκην ἐν σοὶ πᾶσαν ποιεῖται, ῥυόμενός σε ἐκ τῶν ἀοράτων ἐχθρῶν σου, θεωρήσας πρότερον τὴν σὴν πρὸς αὐτὸν ὀρθὴν καὶ ἀπερίσπαστον ζήτησιν καὶ τοῦ νοός σου τὴν προσδοκίαν ἀδιαλείπτως καὶ τὴν εἰς αὐτὸν εὐθείαν ἀγάπην καὶ οὕτω διδάσκει σε καὶ δίδωσί σοι ἀληθινὴν εὐχήν, ἀγάπην ἀληθινήν, πίστιν ἀληθείας καὶ ἀληθινὴν χαράν, ἥτις αὐτός ἐστιν ὁ κύριος πάντα ἐν σοὶ γινόμενος.

4-8-1 Εἰσέρχεται γάρ τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται ἐκ τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ κυρίου ὡς νύμφη μετὰ τοῦ νυμφίου κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος·

«ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπί σοι».

καὶ συμβαίνει ὅτι ἀσχολεῖται ὁ τοιοῦτος πᾶσαν ἡμέραν καὶ ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται ἐν τῇ προσευχῇ ὁ ἔσω ἄνθρωπος εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ' ἐκεῖνον τὸν καιρὸν λήθην γενέσθαι ἐν τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς τὰ ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα, ἃ ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατον, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὅτι "1εἴθε ἀπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ"2.

Ἐρώτησις.

Εἰ πάντοτε εἰσέρχεται ὁ ἄνθρωπος εἰς ἐκεῖνα τὰ πράγματα; Ἀπόκρισις.

Ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι καὶ ἐρρίζωται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πεπηγμένον ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ, μία δὲ οὖσα ἡ χάρις πολυτρόπως ὡς θέλει πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ.

ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἀνάπτεται τὸ πῦρ, ποτὲ δὲ ὥσπερ πραΰτερον καὶ μαλακώτερον καὶ τοῦτο τὸ φῶς κατὰ καιρούς τινας πλέον ὑφάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει, καίτοι ἡ λαμπὰς πάντοτε καιομένη ἐστὶ καὶ λάμπουσα, ὅταν δὲ φαιδρυνθῇ, πλέον ἐν μέθῃ ἐξετάζεται τῆς ἀγάπης τοῦ θεοῦ, πότε δὲ κατ' οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι.

4-9-2 Πλὴν καὶ ἐπεφάνη

τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ.

ἄλλοτε πάλιν ἐν εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι' ἐλαίου ἐζυμωμένοι, καὶ ὅσῳ ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο.

ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινὸν ἦν οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι.

καὶ ὃν τρόπον εἰς τὸ ὄρος ἀνελθόντος τοῦ κυρίου μετὰ Ἰωάννου καὶ Πέτρου καὶ Ἰακώβου μετεμορφώθη τὰ ἱμάτια αὐτοῦ καὶ ἐξήστραψεν·

οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβοῦτο καὶ ἐθαύμαζεν ὁ ἄνθρωπος ἐνδεδυμένος.

ἐν ἄλλῳ δὲ καιρῷ αὐτοῦ τοῦ φωτὸς ἀδιαλείπτως φαίνοντος ἐν τῇ καρδίᾳ ἠνοίγετο ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς καὶ ὁ καινὸς κόσμος καὶ ὁ φωτεινὸς συνῆν τῷ κυρίῳ αἰνῶν καὶ δοξολογῶν, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν αὐτόν, ἀλλ' εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ ἡδύτητα καὶ διὰ τὰ ἀπόκρυφα μυστήρια ὡς τὸν ἄνθρωπον κατ' ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἀπὸ τῆς ἁμαρτίας.

4-9-3 Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως·

φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς βαθμὸν κατώτερον τῆς τελειότητος.

ὡς ἵνα εἴπωμεν, δεῖ δεκαδύο βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα.

ἐν καιρῷ τινι ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσελθεῖν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρὰ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα.

εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρὸς πάντοτε, αἰχμάλωτος καὶ μετέωρος.

καὶ νῷ ἐδείχθη μοι ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωποςσυνῆν γὰρ αὐτῷ πάντοτεκαὶ οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν τι ἢ μεριμνᾶν κἂν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον κεῖσθαι ἐν μιᾷ γωνίᾳ μετέωρος καὶ μεμεθυσμένος.

ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου πάλιν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται.

4-9-4 Τὰ δὲ πράγματα οὕτως ἐστίν.

ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης, ἀλλ' ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα·

ὅθεν ὁμολογεῖ ὁ τοιοῦτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας·

ὥστε εἰπεῖν καὶ ἐλεύθερος καὶ οὐκ ἐλεύθερος καὶ διαλέλυται καὶ τέθραυσται «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον.

οὔτε δὲ πάντοτε ἴση ἡ εὐχή ἐστι·

ἔστι γὰρ καιρὸς ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει καὶ ἔστι καιρὸς ὅτε ὑποστέλλει καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ.

ὅμως εἰσελθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος, ἀκμὴν δὲ οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον, ἀλλὰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος, καὶ ἡ ἁμαρτία ἀκμὴν ἔσω σύνεστιν.

αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι καὶ τέλειοι εἶναι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσι τῆς χάριτος ἐνέργειαν.

ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς τὸ μέτρον ἐκεῖνο καὶ οἶδα καταμαθεῖν, πῶς ἔστι τέλειος ὁ ἄνθρωπος.

4-10-1 Ἐρώτησις.

Εἰπὲ ἡμῖν·

σύ, ἐν ποίοις μέτροις εἶ; Ἀπόκρισις.

Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ καὶ εἰρηνεύει ὅλα τὰ μέλη τῆς καρδίας, ὥστε τὴν ψυχὴν καθαρὰν γενομένην ἐκ τῆς

πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον καὶ ἀφελὲς φαίνεσθαι καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν, ἀλλ' ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ καὶ χαίρει ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ Ἕλληνας καὶ Ἰουδαίους ἀγαπᾷ.

ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτω θαρσεῖ τῷ υἱῷ τοῦ θεοῦ ὡς πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσῳ εἰσέρχεται, πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν ἄλλαι ἑκατὸν μοναὶ καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα καὶ θαυμάσια δείκνυται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱὸς καὶ κληρονόμος πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι.

Ἄλλῃ ὥρᾳ λοιπὸν ὡς πρέσβις θεοῦ ἐκ τῆς πολλῆς πρὸς αὐτὸν ἀγάπης ἄρχεται δέεσθαι ὑπὲρ τοῦ κόσμου, ἵνα σωθῇ ὅλος ὁ Ἀδὰμ ἐκκαιόμενος ἐκ τῆς ἀγάπης.

καὶ θέλων πάντας σωθῆναι διδάσκει λόγον ζωῆς καὶ τὰ τῆς βασιλείας πρεσβεύων ὑπὲρ Χριστοῦ καὶ ἐξηγούμενος, ὅσον δυνατόν ἐστιν ἀκοῦσαι μυστήριά τινα ἐπουράνια καὶ θεῖα τοῦ ἀπείρου αἰῶνος τοῦ ἀκατονομάστου καὶ ἀκαταλήπτου.

4-11-2 Ἄλλῃ ὥρᾳ ὁπλίζεται ὅλος ὁ ἄνθρωπος τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδεδυμένος καὶ λαμβάνει στρατιὰν ἐπουράνιον πνευμάτων ἁγίων καὶ ἄρχεται κατακόπτειν τὰς παρεμβολὰς τῶν ἐχθρῶν καὶ ποιεῖν ἐκεῖ σφαγὰς πολλῶν πτωμάτων.

4-11-3 Ἄλλῃ ὥρᾳ ἐνεργεῖ τῇ ψυχῇ καὶ εὐφραίνονται μετ' ἀλλήλων ἡ ψυχὴ καὶ ὁ κύριος καὶ ὁ ἄνθρωπός ἐστιν ἐν πολλῷ φωτὶ καὶ χαρᾷ πρός τε τὸν κύριον καὶ τοὺς ἀδελφούς, ὅμως δὲ ἡ λαμπὰς καὶ τὸ φῶς νυκτὸς καὶ ἡμέρας καίεται.

τὸ δὲ ὅλον κατ' οἰκονομίαν οὐκ ἠλευθέρωται ὁ ἄνθρωπος καὶ σχεδὸν ὅλος ἠλευθέρωται καὶ ὅλος ἐστὶ καθαρὸς καὶ σχεδὸν οὔκ ἐστιν ὡς δεῖ.

ὅμως διακόπτεται τὸ 4-11-4 μεσότοιχον καὶ νενίκηται ὁ θάνατος.

ποτὲ δὲ ἡ λαμπὰς πλέον ἐκκαίεται καὶ φαιδρύνεται, ὥστε μὴ δύνασθαι τὸν ἄνθρωπον φέρειν τὴν λαμπηδόνα ἐκείνην καὶ τὴν στιλβότητα, ἀλλὰ εἶναι ὡς ἐκλελυμένον.

πάλιν καίτοι ἁπτόμενον τὸ φῶς ὥσπερ στυγνάζει καὶ ἐπίκειται ὥσπερ ἀήρ τις λεπτός, γνοφώδης, ὡς ἐπὶ δέρματος τῆς ἐναντίας δυνάμεως.

διὰ τοῦτο λέγει ὁ τοιοῦτος ἄνθρωπος·

ὅτι οὐκ εἰμὶ τὸ ὅλον ἐλεύθερος.

4-12-1 Ἐρώτησις.

∆ιὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον; Ἀπόκρισις.

Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται καὶ μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς χάριτος τοῦ πνεύματος καὶ εἰ ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνονται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον δοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς.

εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύναται παραδοῦναι λόγον πνευματικόν, ἐπειδὴ οὐκ ἔχουσι τὸ ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια.

Καὶ ὥσπερ ἵνα ἐὰν ᾗ παιδίον ἐκ μήτρας γεννώμενον ἐπίμωμον ἢ χωλὸν ἢ τυφλὸν ἀπὸ γενετῆς, ὡς τέρας καὶ σημεῖόν ἐστι τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες ἑρμηνευταὶ εἶναι τῶν γραφῶν μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα·

μηκέτι γὰρ κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ τὰ 4-13-2 μέλη, ἀλλ' ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες.

καὶ ὥσπερ ἵνα ᾗ νόμισμα, ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα καὶ εἰς τὸ ἄλλο μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, μὴ ἀπερχόμενον εἰς ἐμπορίαν, οὕτως εἰσὶ καὶ οἱ βεβλαμμένοι ὄντες ὑπὸ τῆς ἐμπυρίας ἤγουν ὑπὸ τῆς ἁμαρτίας·

ὑπὸ γὰρ τοῦ νοὸς αὐτῶν ἤτοι σοφίας θέλουσι λαλεῖν τὰ οὐράνια, ὅθεν οὐκ ἐγεννήθησαν.

4-13-3 ἐπεὶ ὑπόστησόν μοι πρόσωπον ἕν, ὅτι ἔστι τις σοφός, παρθένος καὶ ἐν τοῖς φαινομένοις ἀνεπίληπτος, νηστεύων, ἀγρυπνῶν, ἀποταξάμενος, ξένος τοῦ κόσμου, εὐχόμενος.

λοιπὸν διαλέγομαι ἐγὼ πρὸς τοῦτον·

παρθένος εἶ σύ; μᾶλλον σοῦ ἐγώ.

πτωχὸς εἶ; περισσότερον σοῦ ἐγώ.

νηστεύεις; μᾶλλον σοῦ ἐγώ.

λοιπὸν ἐν τούτοις ἐγὼ περισσότερός σου·

λέγω οὖν ὅτι οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον, ἵνα κερασθῇ ἐν τῷ νῷ καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ οὐράνιον δῶρον τοῦ τὴν φύσιν σου τοῖς φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς 4-13-4 καθαρῶς ᾖς ποιῶν.

καὶ ὥσπερ ἵνα ᾖ βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορφύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς βασιλεύς, οὕτω καὶ σύ, εἰκῇ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ἐνδύσῃ πορφύραν πνεύματος οὐ στεφανοῦσθαι οὐδὲ εἰς θρόνον βασιλικὸν ἀναβῆναι δυνήσῃ·

ἀλλὰ εἰκῆ ταῦτα περιφέρεις.

4-14-1 Ἐρώτησις.

Ἐὰν δὲ εἰς ἔτη τριάκοντα ἢ τεσσαράκοντα μὴ δέξωμαι τὴν θείαν δύναμιν καὶ συμβῇ με ἐξελθεῖν ἐκ τοῦ βίου, τί; Ἀπόκρισις.

Ἐγώ σοι πρὸς τοῦτο ἀποκρίνομαι, ὅτι οὐ κρίνει σε ὁ θεὸς ὡς βλάσφημον, ὅτι περισσοτέραν σπουδὴν ἐνεδείξω.

εἰπεῖν σοι ἔχει ὁ θεός, ὅτι ἐπειδὴ ἐξῆλθες ὀπίσω μου καὶ ἔκλαυσας καὶ ἐζήτησας νυκτὸς καὶ ἡμέρας καὶ παρ' ὃ ᾖς τὸ πρότερον ἀμεριμνῶν ἐν τοῖς φαινομένοις καὶ φυσιούμενος ἐπ' αὐτοῖς, νῦν πλέον ἐσπούδασας κατὰ τὰς γραφὰς ζητῶν τὴν ἀλήθειαν, ὥστε δέξασθαι τὴν θείαν δύναμιν ἐν ἑαυτῷ, οὐ κρίνω σε ἐν τούτῳ ὡς βλάσφημον·

μὴ γένοιτο, ἀλλὰ δέχεται σε ὡς καλλίονα σεαυτοῦ γενόμενον παρ' ὃ ᾖς τὸ πρότερον.

καὶ σὺ δὲ αὐτὸς δοκίμασον ἐν ἑαυτῷ καὶ διάκρινον ὅτι ἡ νῦν σου πολιτεία καὶ ἐργασία ἀνωτέρα ἐστίν.

ἐγὼ δέ σοι λέγω κατὰ τὰς γραφάς, ὅτι «ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».

4-14-2 Ἀλλὰ λέγεις μοι ὅτι·

ἀπόδειξόν μοι, πῶς σύνεστι τοῖς πιστοῖς ἡ θεία δύναμις.

ἀποκριθήσομαι σοι καὶ πῶς σε πείσω, ὅτι ἡ θεία δύναμις τοῖς πιστοῖς σύνεστιν, ἀπὸ τῆς παλαιᾶς διαθήκης ἢ ἀπὸ τῆς καινῆς; ἔλθωμεν πρῶτον ἐπὶ τὴν σκιάν.

τίς ἐνεδυνάμωσε τὸν Ἀβραὰμ γέροντα ὄντα καὶ ἔχοντα «σῶμα νενεκρωμένον» ἐλθεῖν εἰς ἀνακαινισμὸν καὶ γεννῆσαι υἱόν; ἀλλὰ λέγεις μοι·

τὰς μὲν θυσίας αὐτοῦ ἐδέξατο, πρὸς αὐτὸν δὲ οὐκ ἦν.

καὶ τίς φίλος βουλόμενος τῷ φίλῳ αὐτοῦ συντυχεῖν πρῶτον εἰς τὴν ὕπαρξιν αὐτοῦ διακινεῖ, εἰς χώραν ἢ εἰς ἄμπελον, καὶ τότε αὐτὸν ὁρᾷ καὶ καταφιλεῖ; καὶ ὁ θεὸς ἄρα οὐ τὰς μὲν θυσίας τοῦ Ἀβραὰμ ἐδέξατο καὶ τὰ ὑπάρχοντα, πρὸς αὐτὸν δὲ οὐκ ἦν οὐδὲ ᾤκει ἐντὸς αὐτοῦ; καὶ ὅτε συνέβαλεν εἰς πόλεμον, τίς ἦν ὁ νικῶν; ἡ φύσις αὐτοῦ μόνον ἢ ὁ θεὸς ἦν οἰκῶν ἐν αὐτῷ καὶ ποιῶν τὴν νίκην; ἔλθωμεν ἐπὶ τὸν Νῶε.

τίς ἦν ὁ ὑποτάξας ἔμπροσθεν αὐτοῦ ὅλα τὰ γένη τῶν θηρίων; ἡ φύσις αὐτοῦ ἢ οὐράνιόν τι συνὸν αὐτῷ τὸ ὑπὲρ τὴν φύσιν, ὅπερ ἔκτισεν καὶ αὐτὰ τὰ ζῷα καὶ ὑπέταξεν ἔμπροσθεν αὐτοῦ ταῦτα τὰ θηρία; ὁ Ἰακὼβ δὲ ὑπὸ ἰδίας δυνάμεως τοιοῦτον λίθον ἀπεκύλισεν ἢ θεία δύναμις ἦν ἐν τῷ νοῒ αὐτοῦ ἡ ἀποκυλίσασα τὸ βάρος τοῦ λίθου; τοσοῦτον δὲ ἀδιαλείπτως σὺν αὐτῷ ἦν ὁ θεός, ὅτι οὐδὲ εἰ ἐκοιμᾶτο ἠφίει αὐτόν.

ἤνοιξε γὰρ αὐτῷ τὰς θύρας τῶν οὐρανῶν καὶ ἔδειξεν αὐτὸν τὸν οὐράνιον οἶκον, εἰς τύπον κλίμακος φανεὶς αὐτῷ.

εἶτα ἐπάλαιεν αὐτῷ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον.

4-15-1 Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἦν; ἢ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τῶν ὑετῶν καὶ κτίστης τῶν οὐρανῶν.

οὗτος ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ καὶ διὰ τῆς γλώσσης αὐτοῦ ὁ λόγος τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς, καὶ πάλιν 4-15-2 εἶπε, καὶ ἠνοίγησαν αἱ θύραι τῶν οὐρανῶν καὶ κατῆλθεν ὑετός.

ὁμοίως ὁ Μωϋσῆς ἔθηκε τὴν ῥάβδον καὶ ἐγένετο ὄφις καὶ εἶπε καὶ ἐγένετο ξύλον, ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε καὶ ἐγένοντο σκνῖφες καὶ βάτραχοι εἰς τοὺς οἴκους τῶν βασιλέων καὶ πάντων τῶν Αἰγυπτίων.

ἡ μία δρὰξ τῆς αἰθάλης πῶς ἤκουσε καὶ ὥδευσε καὶ εἰσῆλθεν ὡς οὔτε ψυχὴν εἶχεν οὔτε νοῦν λογικόν; ταῦτα ἆρα φύσις ἀνθρωπίνη ποιεῖν δύναται; λέγει τῇ θαλάσσῃ καὶ διαμερίζεται, λέγει τῷ ποταμῷ καὶ μεταβάλλεται εἰς αἷμα,

δηλονότι οὐρανία δύναμις ᾤκει ἐν 4-15-3 τῷ σώματι αὐτοῦ καὶ διὰ Μωϋσέως ἐποίει τοιαῦτα σημεῖα.

ὁ ∆αβὶδ πῶς ἐδύνατο ἄνευ ὅπλου κατὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; λέγει γὰρ ὁ θεὸς τῷ ∆αβὶδ ἀποθέσθαι αὐτὸν τὰ ὅπλα καὶ γυμνὸν ἀπελθεῖν πρὸς αὐτόν, καὶ ὁ ἀλλόφυλος κατεγέλα αὐτοῦ.

καὶ ὅτε ἔρριψεν ὁ ∆αβὶδ τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς τοῦ ∆αβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, ὅπως ἀπέλθῃ κατ' αὐτοῦ καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτόν.

οὐ γὰρ ἐδύνατο ὁ ∆αβὶδ ἀσθενὴς ὢν κατὰ τὸ σῶμα νικῆσαι τοιοῦτον γενναῖον, εἰ μὴ 4-15-4 θεία δύναμις συνῆν αὐτῷ ἡ ποιήσασα τὴν νίκην.

Ἰησοῦς ὁ τοῦ Ναυὴ ὅτε ἀπῆλθεν εἰς τὴν πόλιν Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος τῇ ἰδίᾳ φύσει ποιῆσαι.

ἐκέλευσεν οὖν αὐτῷ ὁ θεὸς συλλέγειν κιθάρας καὶ σάλπιγγας, καὶ οὕτως ἀφ' ἑαυτῶν τὰ τείχη ἔπεσον τῆς πόλεως.

ὁμοίως καὶ ὅτε ἀπῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει τῷ Ἰησοῦ ὁ κύριος·

"1ἄπελθε εἰς πόλεμον.

"2 λέγει ὁ Ἰησοῦς τῷ κυρίῳ·

"1ζῇ κύριος, οὐ μὴ ἄνευ σου ἀπέλθω.

"2 καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ, ὥστε στῆναι αὐτὸν εἰς ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; αὕτη ἡ φύσις ἐδύνατο ἐπιτάξαι; ἢ ἡ δύναμις ἡ συνοῦσα αὐτῷ ἐπέταξε 4-15-5 τῷ ἡλίῳ καὶ ἐπήκουσε καὶ ἐποίησε τὴν νίκην; Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, ὅτε μὲν ἐξέτεινε τὰς χεῖρας πρὸς τὸν θεόν, ἐπάτει τὸν Ἀμαλήκ, ὅτε δὲ ἔκλινε τὰς χεῖρας, περιεγένετο ὁ Ἀμαλήκ.

4-15-6 Ὅτε ἀκούεις ταῦτα γενόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων.

ἀνάλαβε οὖν πρὸς ἑαυτόν.

ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμούς σου εἰς τὸν οὐρανὸν καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς, καὶ πατεῖς αὐτόν, ὅταν δὲ κλίνῃ σου ὁ λογισμὸς ἤγουν ὁ νοῦς ἐπὶ τὰ γήϊνα καὶ σαρκικά, ἀνώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς.

καὶ ὥσπερ ἐκεῖ τὰ τείχη ἔπεσαν διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντα τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροὶ ἐξολοθρεύ4-15-7 ονται διὰ δυνάμεως θεοῦ.

εἰ οὖν κατὰ τὸ εἰρημένον εἰς τὴν σκιὰν οὕτω συνῆν τοῖς δικαίοις ἡ δύναμις τοῦ θεοῦ ποιοῦσα θαυμάσια φοβερὰ καὶ φανερὰ, ἀλλ' εἰ καὶ ἔξωθεν σημεῖα ἐποίουν διὰ τῆς θείας δυνάμεως, ἀλλ' ἔσωθεν δὲ ᾤκει ἐν αὐτοῖς ἡ θεία χάρις, ὁμοίως καὶ εἰς τοὺς προφήτας, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ, ἐνήργει εἰς αὐτοὺς καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς, τοῦ προφητεύειν καὶ λαλεῖν.

οὐ πάντοτε δὲ ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ 4-15-8 ἐν αὐτοῖς πνεῦμα·

πλὴν ἡ δύναμις πάντοτε συνῆν.

εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὴν ἔλευσιν τοῦ κυρίου, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος.

«ἐκχέω, γάρ φησιν, ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα».

διὰ τοῦτο γὰρ εἶπε·

«μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος».

«πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει».

«εἰ γὰρ ὑμεῖς πονηροὶ ὄντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δίδωσι πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν».

4-15-9 ἐκείνη ἡ δύναμις ἡ ἐξ ἀρχῆς γενομένη μετὰ τῶν πατέρων καὶ μετὰ τῶν ἀποστόλων, ἡ αὐτὴ ἵνα κατασκηνώσῃ εἰς ἡμᾶς καὶ ἀναπαύσῃ ἡμᾶς.

4-16-1 Ἐρώτησις.

Ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι; Ἀπόκρισις.

Ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα.

ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ ἄρχοντες διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον.

λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ κύριος καὶ ἔλαβεν ἐκ τῆς παρθένου τὸ σῶμα.

εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος λαλεῖ τοῖς ἀνθρώποις.

λοιπὸν οὖν τὸ σῶμα, εἰς ὃ ἐνεκαθέζοντο τὰ πονηρὰ

πνεύματα, ἀπεξέδυσεν ὁ κύριος καὶ ἐνεδύσατο τὸ σῶμα «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ ἐποίησεν ἐκεῖνο τὸ σῶμα ἴδιον θρόνον τοῦ πνεύματος αὐτοῦ.

ὥσπερ καὶ ἡ Μαρία λέγει ὅτι «ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός».

«καθεῖλε δυνάστας ἀπὸ θρόνων», τὰ ἀρχοντικὰ πνεύματα τῆς πονηρίας ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, ὅπου ἐνεπολιτεύοντο, καθεῖλε καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τὸ σῶμα καὶ τοὺς λογισμούς.

Ἐρώτησις.

Τί οὖν ἐστιν ὃ εἶπε·

«καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ»; Ἀπόκρισις.

Τοῦτο εὑρίσκομεν ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ἀνελήφθη ὁ κύριος εἰς τοὺς οὐρανούς.

ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ παράκλητον ἐπὶ τοὺς δώδεκα ἀποστόλους, τὴν ἁγίαν αὐτοῦ δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκαθέσθη εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν.

καὶ ἴδε οἱ παρεστῶτες λέγουσιν·

«ὅτι γλεύκους μεμεστωμένοι εἰσί».

λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτούς, λέγων περὶ τοῦ Ἰησοῦ ὅτι "1ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ ἐν σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαντες ἐπὶ ξύλου"2, καὶ ποιεῖ θαυμάσια καὶ διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς.

γέγραπται δὲ ὅτι·

«ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες» καὶ νῦν πληροῦται.

ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὡς γενέσθαι κόσμον θεοῦ ἐκλεκτόν.

4-17-2 Ὁρᾷς πῶς ἀρχὴ κρίσεως τότε γέγονεν, ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός.

ὧδε δὲ ἐδόθη αὐτοῖς ἐξουσία τοῦ καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὧδε γίνεται τοῦ ἁγίου πνεύματος καθεσθέντος ἐν τῷ θρόνῳ τῶν νοημάτων αὐτῶν.

ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὐκ εἰσὶ κτίσματακαὶ οἱ λέγοντες κακῶς λέγουσιν, ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει.

τί λέγει ὁ ἀπόστολος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου, ὅτι «αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν», εἰς ἣν ὁμολογοῦμεν.

περὶ δὲ τοῦ ἐνδύματος, οὗ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτούς.

4-18-1 Ὥσπερ ἐάν τις ἔλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαυθῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθεὶς ἔνθεν εὑρεθῇ εἰς δυσώδεις τόπους, λοιπὸν ἄρχεται ἐκχέειν δάκρυα ὡς ἀπὸ τοιούτων τόπων εἰς σκοτεινοὺς 4-18-2 καὶ δυσώδεις τόπους ἀπαχθείς.

ἢ ὥσπερ ἵνα ᾖ τις ὡραία καὶ σοφωτάτη καὶ πλουσιωτάτη ὑπὲρ πάσας, καὶ ἀναλάβῃ ἄνδρα πενιχρὸν καὶ ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη, καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ θῇ αὐτῷ διαδήματα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς πτοεῖσθαι καὶ ξενίζεσθαι λέγων·

"1ἐμοὶ τῷ ταλαιπώρῳ καὶ ταπεινῷ καὶ μετρίῳ τοιαύτη κοινωνικὴ ἐδόθη;"2 οὕτως ὁ θεὸς τῷ ταπεινῷ καὶ ταλαιπώρῳ ἀνθρώπῳ ἐποίησεν.

ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τρυφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν ὁ ἄνθρωπος συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου, πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, ὅλα σικχαίνει πρὸς ἐκεῖνον τὸν θησαυρὸν τὸν ἐπουράνιον·

ἐπειδὴ γὰρ «ὁ θεὸς ἀγάπη ἐστίν», ἐδέξατο τὸ νοερὸν καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπαύθη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος.

4-19-1 Ἐρώτησις.

Σύνεστιν ὁ σατανᾶς τῷ θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν ἀνθρώποις; Ἀπόκρισις.

Ὁ ἥλιος οὗτος κτίσμα ὤν, καταλάμπων εἰς βορβορώδεις τόπους τί βλάπτεται; πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται·

ἐπέτρεψε δὲ εἶναι τὸ

κακὸν εἰς γυμνασίαν τῷ ἀνθρώπῳ.

πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ θεοῦ.

εἰ δὲ λέγεις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν θεόν, ποιεῖς αὐτὸν μὴ ἐν παντὶ ὄντα καὶ περιγραπτὸν εἰς ἐκεῖνον τὸν τόπον, ἔνθα κατοικεῖ.

ἡμεῖς δὲ λέγομεν τὸν θεὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον καὶ πάντα ἐν αὐτῷ εἶναι, καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ.

μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ θεῷ εἰσι καὶ δι' αὐτοῦ συνεστήκασι, μὴ καὶ αὐτὰ θεὸς ἐγένετο; τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι θεός ἐστι.

Ἐρώτησις.

Ἐπειδὴ ἡ ἁμαρτία «μεταμορφοῦται εἰς ἄγγελον φωτὸς» καὶ παρόμοια τῆς χάριτος φέρει, πῶς ἵνα νοήσῃ ἄνθρωπος «τὰς μεθοδείας τοῦ διαβόλου», καὶ πῶς δέξηται καὶ διακρίνῃ τὰ τῆς χάριτος; Ἀπόκρισις.

Τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην, ἀλήθειαν, καὶ ὅταν δέξηται τὴν ἀλήθειαν, ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν.

τὰ δὲ τῆς ἁμαρτίας ἀειδή ἐστι, τεταραγμένα, οὐκ ἔχει ἀγάπην καὶ χαρὰν πρὸς τὸν θεόν.

ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακοςἀλλὰ τὸ μὲν γλυκύ, τὸ δὲ πικρὸν εἶναι καὶ παρόμοιον, οὕτω καὶ ἐν αὐτῇ τῇ χάριτι ἔστιν ὁμοίωμα 4-20-2 ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας.

οἷον ἔστιν ἡ αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος, ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ.

ἔστι λύχνος ἅπτων εἰς οἶκον, ἄλλος ἐστὶν ἅπτων πανταχοῦ.

ἄλλη οὖν ἡ αὐγὴ ἡ ἁπτομένη ἐν αὐτῷ τῷ λύχνῳ, λαμπροτέρα καὶ φαιδροτέρα.

οὕτως ἐστίν, ὅτε ὡς μακρόθεν αὐτοῦ ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρει ἐν αὐταῖς ταῖς ὁράσεσι, καὶ ἔστιν ἄλλος καὶ εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ θεοῦ καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν 4-20-3 εἰς ἀγάπην θεοῦ.

τὸν Πέτρον ὅτε ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν αὐτὸς ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ διέρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι.

4-21-1 Ἐρώτησις.

Καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος θεοῦ; Ἀπόκρισις.

Αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει αὐτοὶ ὀλισθαίνουσι καὶ πίπτουσιν.

ἔρχεται γὰρ ἐπαίρεσθαι καὶ κατακρίνειν καὶ λέγειν·

"1σὺ ἁμαρτωλὸς εἶ"2, ἔχει δὲ ἑαυτὸν δίκαιον.

οὐκ οἶδας, τί λέγει Παῦλος·

«ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι»; ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ἐπαίρεσθαι.

Ἐρώτησις.

Εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι, διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν; Ἀπόκρισις.

Ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός.

καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν.

ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τοῦτον τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδέ τινα πληροφορίαν ἐν ἑαυτῷ ὁράσεων.

πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις καὶ ἄλλο φωτισμός.

ἀνωτέρα δέ ἐστιν ἡ ἀποκάλυψις, ὅτι πράγματα μεγάλα καὶ μυστήρια θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ.

Ἐρώτησις.

Εἰ βλέπει τις διὰ φωτὸς θεϊκοῦ καὶ ἀποκαλύψεως τὴν ψυχήν; Ἀπόκρισις.

Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι καὶ Χριστιανοί.

Ἐρώτησις.

Εἰ ἔχει μορφὴν ἢ εἰκόνα ἡ ψυχή; Ἀπόκρισις.

Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ, ὥσπερ καὶ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφήν.

καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτω καὶ ὁ ἔσω ὁμοίαν τῷ ἀγγέλῳ ἔχει εἰκόνα καὶ οὐ τῷ ἔξω ἀνθρώπῳ.

Ἐρώτησις.

Εἰ ἄλλος ἐστὶ νοῦς καὶ ἄλλη ψυχή; Ἀπόκρισις.

Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτω καὶ μέλη ψυχῆς ἐστι πολλά, νοῦς, συνείδησις, λογισμοὶ θέλημα κατηγοροῦντες καὶ ἀπολογούμενοι.

ἀλλὰ ταῦτα εἰς ἕν εἰσιν ἀποδεδεμένα.

μέλη ἐστὶ ψυχῆς, μία δέ ἐστι ψυχή, εἷς ὁ ἔσω ἄνθρωπος.

ὥσπερ δὲ οἱ

ἔξω ὀφθαλμοὶ βλέπουσι μακρὰν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει γοργότερος ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς.

Οἱ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσι, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, φωτεινοί, ὅμοιοι τοῦ πατρὸς αὐτῶν, τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως.

οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν·

αὐτὸς γὰρ λέγει·

«οὐκ ἐστὲ ἐκ τοῦ κόσμου 4-26-2 τούτου, ὡς ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου».

ὥσπερ γὰρ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν ἀποστέλλει τοῖς ἰδίοις ἐπὶ τῷ κτισθῆναι αὐτῷ παραδείσους, οἴκους, ἐνδύματα ἀναγκαῖα, καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, πάλιν πλοῦτον πολὺν ἐπιφέρεται, καὶ μετὰ πολλῆς χαρᾶς δέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ, οὕτω πολλῷ μᾶλλον εἰς τὸ πνευματικόν, ὅσοι ἐμπορεύονται τὸν πλοῦτον τὸν ἐπουράνιον, οἴδασι τούτους οἱ συμπολῖται αὐτῶν, τουτέστι τῶν ἁγίων τὰ πνεύματα καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσιν ὅτι εἰς μέγα πλοῦτον ἐνέπεσον οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῆς γῆς.

ἔχοντες οὖν τὸν κύριον μεθ' ἑαυτῶν ἐν τῇ ἀναλύσει, ἐν πολλῇ χαρᾷ ἀπέρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ, εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ.

4-27-1 Ὅτι καὶ οἱ πνευματικοὶ καὶ οἱ ἔχοντες χαρίσματα πίπτουσιν ἐπαιρόμενοι.

Καὶ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται.

χρὴ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ τὸν θεὸν καὶ μὴ ἐφ' ἑαυτόν.

4-27-2 Οἱ λέγοντες μὴ εἶναι ἁμαρτίαν ἐν ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ ἀπαγόμενοι καὶ λέγοντες "1ἤχους ὑδάτων ἠκούσαμεν.

"2 οὕτω καὶ οὗτοι καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῆς κακίας καὶ τῶν κυμάτων οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ αὐτῶν καὶ τοῖς λογισμοῖς τὴν ἁμαρτίαν.

4-27-3 Ἄλλοι εἰσὶν οἱ λόγον λαλοῦντες μὴ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ, ὥστε διηγεῖσθαι περὶ τραπέζης βασιλικῆς καὶ μηδὲν φαγεῖν ἢ κτήσασθαι.

ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα ἀνοιγέντων τῶν θησαυρῶν καὶ εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων τῶν πολυτελῶν.

4-27-4 Ὥσπερ δὲ ἵνα ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας, καὶ συμβῇ τοῦτον θάψαι, πόνον ἔχει ἄπαυστον καὶ πένθος ἀπαραμύθητον, οὕτω καὶ ὁ νοῦς ὡς ἀποθανούσης τῆς ψυχῆς ἀπὸ 4-27-5 θεοῦ ὀφείλει ἔχειν πένθος καὶ πόνον καὶ δάκρυα ἄπαυστα, συντετριμμένην ἔχειν τὴν καρδίαν καὶ εἶναι ὑπὸ φόβον καὶ μέριμναν, ἔχειν πείναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε.

καὶ τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλ' ὡς εὑρὼν τὸν θησαυρὸν χαίρει καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν.

ἐπέρχονται γὰρ οἱ λῃσταί.

4-27-6 Ὥσπερ ἵνα τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα ἐμπέσῃ εἰς περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὗτος οὐκέτι δέδοικε ζημίας ἢ πενίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτω καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες εἰς τόπους φοβερούς, εἶτα μεμεστωμένοι χάριτος οὐκέτι δεδοίκασι τοὺς θέλοντας συλῆσαι αὐτούς, ἐπειδὴ ὁ πλοῦτος σύνεστιν αὐτοῖς, ἔχουσι δὲ φόβον, οὐ τὸν τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ τὸν φόβον καὶ τὴν μέριμναν, πῶς διοικήσωσι 4-27-7 τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα.

ἔχει δὲ οὗτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας τοὺς ἀνθρώπους, καὶ τοὺς ἁμαρτωλοὺς καὶ τοὺς

ἀτάκτους, καὶ ὅσῳ εἰς πλοῦτον χάριτος καὶ φωτός ἐστι, τοσοῦτον ἔχει ἑαυτὸν πένητα καὶ ἐμφυτευθέντα ἐν αὐτῷ ὡς φυσικὸν τὸν τοιοῦτον λογισμόν, καὶ ὅσον εἰσβαίνει εἰς γνῶσιν θεοῦ τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσῳ μανθάνει ὡς μηδὲν εἰδὼς διάκειται.

ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φύσιν τινὰ ἀπεργάζεται ἐν τῇ ψυχῇ.

4-27-8 Ὥσπερ ἵνα ᾖ παιδίον ὑπὸ νεανίσκου ὀξυδρόμου βασταζόμενον οὐκέτι τὸ παιδίον ὃ θέλει πράσσει, ἀλλ' ὁ βαστάζων αὐτὸ περιφέρει ὡς θέλει, οὕτω καὶ ἡ κατὰ βάθος ἐνεργοῦσα χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανοὺς καὶ ἀναφέρει εἰς τὸν ἴδιον κόσμον, εἰς τὴν τελείαν κατάπαυσιν.

4-28-1 Οἱ γὰρ Χριστιανοὶ οὐδὲ ἐν τοῖς θλιβεροῖς πράγμασιν ἄχθονται ἢ λυποῦνται.

ἐὰν ἐξετασθῶσιν ἐν πενίᾳ καὶ κακουχίᾳ ἢ ἐν ἀστοχήμασιν, οὐκ ὀφείλουσιν ἀηδίζεσθαι, ἀλλὰ μᾶλλον χαίρειν καὶ προτιμᾶν τὴν πενίαν ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀδοξίαν ἀντὶ δόξης.

καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς πράγματα τρυφηλὰ καὶ ἔνδοξα τοῦ βίου τούτου, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν ἐλθεῖν τὴν φαινομένην ἢ δόξαν ἢ πλοῦτον ἢ τρυφήν, οὐκ ὀφείλουσιν ἥδεσθαι ἐν τούτοις καὶ ἐπαναπαύεσθαι, ἀλλὰ μᾶλλον ἀποφεύγειν ὡς ἀπὸ πυρός.

Τιμία γάρ ἐστιν ἡ ψυχὴ ὑπὲρ ὅλα τὰ δημιουργήματα.

μόνος γὰρ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐγένετο.

ἰδοὺ γὰρ ὁ οὐρανὸς οὗτος πόσος ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, ὡς τίμια σκεύη τῶν κτισμάτων, ἀλλ' ὁ ἄνθρωπος παρὰ πάντα κτίσματα τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ κύριος, εἰ καὶ τὰ κήτη τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζω αὐτοῦ εἰσι.

«ποιήσωμεν, γάρ φησιν ὁ θεός, ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν».

βλέπε οὖν σοῦ τὸ ἀξίωμα, πῶς εἰ τίμιος καὶ παρ' ἀγγέλους, ὁπότε αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς.

4-29-2 Ὁ θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν λύτρωσιν καὶ σωτηρίαν ἦλθον.

βασιλεὺς υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο καὶ ἐλθὼν ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ.

καὶ τοσαύτη ἐστὶν ἀγάπη θεοῦ πρὸς ἄνθρωπον, ὅτι ὁ ἀθάνατος σταυροῦται διὰ σέ.

«οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὐτοῦ μονογενῆ ἔδωκεν» ὑπὲρ αὐτοῦ·

«πῶς οὐχὶ καὶ σὺν αὐτῷ πάντα ἡμῖν χαρίσηται»; καὶ ἀλλαχοῦ πάλιν λέγει·

«ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν».

καὶ γὰρ Ἐλισσαῖος ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε·

"1πολλοὶ ἔρχονται καθ' ἡμῶν.

καὶ ἡμεῖς μόνοι ἐσμέν·

"2 ἀπεκρίνατο Ἐλισσαῖος·

"1οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων κύκλῳ ἡμῶν βοηθοῦντα ἡμῖν;"2 ὁρᾷς ὅτι τὰ πάντα καὶ πλήθη ἀγγέλων σύνεστι τοῖς τοῦ θεοῦ δούλοις.

πόση οὖν ἐστιν ἡ ψυχή, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς τὴν βασιλείαν, καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος.

4-29-3 Ἐν τοῖς φαινομένοις γὰρ ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων, ἀλλ' ὑπὸ ὡραίων, πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τῇ προαιρέσει καὶ ὡραῖοι, μὴ ἔχοντες μῶμόν τινα, οἱ εὐειδέστατοι, ἐκεῖνοι εἰς κοινωνίαν βασιλέως ἀπέρχονται, οὕτω καὶ εἰς τὸ πνευματικόν·

ψυχαὶ αἱ ἐν πᾶθεσιν ἤθεσι καὶ τρόποις χρηστοῖς κεκοσμημέναι αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ.

4-29-4 Εἰ εἰς τὸ φαινόμενον ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα βάλλεται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν ὁ ἄμωμος καὶ ἄσπιλος καὶ ἀναπαυθῆναι·

εἰς γὰρ τοιαύτην καρδίαν ὁ θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται.

4-29-5 Ἐν γὰρ τοῖς φαινομένοις ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύβει καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ κἀκείνῳ

δίδωσιν.

οὕτω καὶ ὁ θεὸς τὴν ἰδίαν φύσιν μετὰ τῶν ἑαυτοῦ τιμίων ἐμπιστεύει τῇ ψυχῇ.

4-29-6 Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος (καὶ ἔλθῃ ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ εἰς τὸ πολεμῆσαι), καὶ ἐὰν ᾖ τὸ ἓν μέρος ἐλάχιστον, εὐθέως ἀποστέλλει πρεσβείαν τὰ πρὸς εἰρήνην ζητῶν.

ἐὰν δὲ ᾖ ἔθνος μέγιστον πρὸς ἔθνος μέγιστον, οἷον βασιλεὺς Περσῶν πρὸς βασιλέα Ῥωμαίων, ἀνάγκη ὅτι οἱ δύο βασιλεῖς μετὰ ὅλων τῶν στρατοπέδων κινοῦνται.

βλέπεις ὁποῖον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, μετὰ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου.

ὁ θεὸς παρεγένετο διὰ σέ.

4-29-7 Ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχὸν ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ θῇ αὐτῷ φάρμακα εἰς ὅλα τὰ τραύματα καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπενέγκῃ καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτω καὶ ὁ θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων.

ἀπέπλυνεν αὐτῶν τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσ4-29-8 ήγαγεν αὐτοὺς εἰς τὸν ἐπουράνιον νυμφῶνα.

μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοιοῦτον, ὅτι ἀπ' ἀρχῆς (ἐξ οὗ ἐκτίσθη ὁ Ἀδάμ) ἕως τῆς συντελείας τοῦ κόσμου εἰ ἠγωνίζετο πρὸς τὸν σατανᾶν, οὐδὲν ἄξιον ἐποίει πρὸς τὸ δόμα, πρὸς τὴν δωρεὰν καὶ τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀντιπράττων καὶ ἀντιμαχόμενος.

4-29-9 Ἐὰν δὲ μετεωρίζῃ καὶ ἐκλύῃ, ἔοικας τινί; ὥσπερ γὰρ ἵνα ᾖ πόλις μὴ ἔχουσα τεῖχος καὶ οἱ λῃσταὶ ὅθεν θέλουσιν εἰσέρχονται μὴ ἐμποδιζόμενοι καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν, οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ ὀργιζομένου εἰσέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς διαλογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον.

4-29-10 Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν ἑαυτῶν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά.

ἐπειδὴ ἡ ῥίζα τῆς κακίας ἐνδότερον τῶν μελῶν τοῦ σώματός ἐστι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τοῦτό ἐστιν ἡ ἐναντία δύναμις ὑποστατικὴ οὖσα νοερά, καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπερεκχυνομένη ἡ ἔσωθεν κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον καὶ εἰς τὸ φανερὰς ἁμαρτίας κατεργάζεσθαι.

ἐπειδὴ ὡς ὀφθαλμὸς πηγῆς ἐστι πάντοτε βρύων καὶ εὐθὺς οὐ γίνῃ ἐπὶ τὸ ἐπισχεῖν τὰ ῥεύματα, ἀλλὰ συντίθῃ καὶ συνηδύνῃ καὶ λοιπὸν ἐμπίπτων εἰς μυρία κακὰ ὡς θαμβούμενος εἶ καὶ ἔκφρων γενόμενος.

4-29-11 Ὃν τρόπον ἵνα ᾖ τις εὐγενής, ἀμέριμνος πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος, οἱ ὀφφικιάλιοι, ἁρπάσουσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι "1κατηγορήθης ἐπὶ ἐγκλήματι καὶ θανάτῳ ὑπόκεισαι"2, λοιπὸν ἐκ τοῦ φόβου ἀπώλεσεν ὅλας αὐτοῦ τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβωμένος ἐστίν.

οὕτως ὑπολάμβανέ μοι καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας.

4-29-12 Καὶ γὰρ ὁ φαινόμενος κόσμος ἀπὸ βασιλέως καὶ ἕως πτωχοῦ ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἐπειδὴ οὐκ ἔστι φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, «τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία».

ἡ γὰρ παρεισελθοῦσα δύναμις λογικὴ καὶ οὐσία νοερὰ τοῦ σατανᾶ ἐνέσπειρε πάντα τὰ κακά, ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς, καὶ οὐκ οἴδασιν οἱ ἄνθρωποι, ὅτι ὑπὸ ἀλλοτρίας δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φύσεως ταῦτα ποιεῖν.

οἱ δὲ ἔχοντες τὴν εἰρήνην τοῦ Χριστοῦ ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ 4-29-13 οἴδασι, πόθεν ταῦτα κινεῖται.

πάσχει γὰρ οὗτος ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἴδασιν.

ἔστι γὰρ πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν καὶ οὕτω διατρέχει εἰς ὅλα τὰ μέλη καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας καὶ μυρία

κακά.

οἱ οὖν συγγαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτω νεμομένου τοῦ κακοῦ καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν.

τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας καὶ 4-29-14 κενοδοξίας, τυφώσεως, ζήλου, θυμοῦ.

ὥσπερ ἵνα τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ ἐδέσματα πολλά.

λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι, 4-29-15 καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται.

ὄρη γάρ ἐστι δύσβατα ἐν μέσῳ καὶ ποταμοὶ καὶ πλῆθος δρακόντων καὶ θηρίων ἰοβόλων καὶ ἑρπετῶν.

καὶ ὥσπερ ἵνα ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς.

φλόγες πυρός εἰσι καίουσαι καὶ «βέλη πεπυ4-29-16 ρωμένα».

ἐνεμήθη γὰρ τὸ κακὸν ἐν ταῖς ψυχαῖς καὶ ἐθεμελίωσεν.

οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλὰ μετὰ τὸ ἄρξασθαι ὑποβάλλειν ἀπωθοῦνται καὶ ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἑαυτῶν ἔχοροι γίνονται.

ὁ γὰρ σατανᾶς πολὺ θέλει τῇ ψυχῇ ἐπαναπαυθῆναι καὶ ἐφαπλωθῆναι, 4-29-17 καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης αὐτῆς τῆς ψυχῆς.

εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, οἱ ἐὰν ἴδωσι νέον μετὰ γυναικός, εἰ καὶ οὐ λογίζονταί τινα ὅλως, οὐδὲ μιαίνεται ὁ νοῦς αὐτῶν, οὐδὲ ἐπιτελοῦσιν ἔνδον ἁμαρτίαν, ἀλλ' οὔπω ἐστὶ τῷ τοιούτῳ πράγματι θαρρῆσαι.

εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται τὰ πάθη καὶ κατεσβέσθη καὶ ἐξηράνθη·

ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν.

4-29-18 Ὥσπερ οἱ ἔμπειροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης καὶ εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ βασιλέως καὶ εἰς τὴν πορφύραν, οὕτω καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται ἐκ τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι λίθους τιμίους καὶ μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν.

4-29-19 Ὥσπερ γὰρ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν ὁ θηρατὴς εἰς τὸν βυθὸν ῥίπτει, οὕτω καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται εἰς πάντας καὶ ζητεῖ ἀνάπαυσιν, καὶ οἱ ἄνθρωποι οὐχ ὑπακούουσιν·

διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βυθὸν τοῦ σκότους ῥίπτονται.

4-29-20 Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται ὡς κέγχρος, 4-29-21 οὕτω καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι, ἐπειδὴ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῶν φαίνονται, ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ καὶ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λαλοῦντες.

καὶ φαίνεται σκεύη, ἐν οἷς ὁ θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν.

καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ κύριος θέλει πολυτρόπως.

ὁ οὖν λαλῶν, ἐὰν μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, αἱ μὲν ἐν πολέμῳ, ἄλλαι ἐν ἀναπαύσει.

4-29-22 Ὥσπερ ἵνα ᾖ πόλις ἠρημωμένη, καὶ θέλῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ ὑπεκρεύσαντα καὶ καταπεσόντα τελείως καταβάλλει, καὶ οὕτως ἄρχεται σκάπτειν καὶ προβάλλεσθαι τὴν οἰκοδομήν·

οὔπω δέ ἐστιν ἡ οἰκία.

ἢ ὥσπερ τις παράδεισον οἰκοδομεῖ εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ φυτεύειν, ἵνα μετὰ πολὺν χρόνον ἐξενέγκῃ καρποὺς ὁ παράδεισος, οὕτω καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσίν, ἠρημωμέναι, ἀκανθώδεις·

εἶπε γὰρ αὐτῷ ὁ θεός·

«τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ».

χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ θῇση τὸν θεμέλιον, ἕως οὗ ἔλθῃ εἰς τὰς καρδίας τὸ ἐπουράνιον πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθαςκαὶ οὕτως ἄρχονται ἁγιάζεσθαι.

4-30-1 Οἱ λόγοι μὲν οἱ λεγόμενοι προτρεπτικοί

εἰσι, προθυμοποιοῦντες τὴν ψυχήν, αὐτοὶ δὲ οὗτοι οἱ λόγοι ἔργων χρῄζουσιν.

ἰδοὺ γὰρ γραφαὶ καὶ νόμος καὶ διδάσκαλοι καὶ ὁ θεὸς λαλοῦσι λόγους, ἵνα οὗτοι οἱ λόγοι ἐν ἔργῳ γένωνται τῇ 4-30-2 ψυχῇ.

καὶ γὰρ ἐλθὼν ὁ κύριος ἐπὶ τῆς γῆς ἔργον ἐποίησεν ἐν αὐτῇ, εἰργάσατο γὰρ τὴν χερσωθεῖσαν γῆν καὶ ἐρημωθεῖσαν καὶ ἐξέβαλεν ἐξ αὐτῆς ἀκάνθας καὶ τριβόλους καὶ ἔλαβεν ἐξ αὐτῆς φυτὸν νέον καὶ ἐφύτευσεν ἐν αὐτῇ οὐράνιον φυτείαν καινήν.

εἰ γὰρ ἤθελε γυμνῇ τῇ θεότητι κατελθεῖν ἐπὶ γῆς, οὔτε οἱ ἄνθρωποι ἠδύναντο ἰδεῖν τὴν δόξαν αὐτοῦ οὔτε αὐτὸς ὁ θάνατος ἠδύνατο ὑπενεγκεῖν οὔτε ὑποστῆναι ἡ κτίσις.

ἀλλ' εἰς ἓν μέρος ἔθηκε τῆς δόξης αὐτοῦ τὸ μέγεθος καὶ ἐχρήσατο ἐργαλείοις γεωργικοῖς καὶ σχῆμα ἀνέλαβε γεωργοῦ, ὁμοίως δὲ καὶ ἐνδύματα ἐνεδύσατο τὰ σκεύη τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ οὕτως εἰσελθὼν τὴν ἔρημον γῆν τῆς καρδίας εἰργάσατο.

εἰ γὰρ τὴν δόξαν Μωϋσέως ὑπενεγκεῖν Ἰσραὴλ οὐκ ἠδυνήθη, πόσῳ μᾶλλον τὴν θεϊκὴν δόξαν οὐδεὶς ἐδύνατο ὑποστῆναι.

ἀνέλαβεν οὖν σχῆμα γεωργοῦ καὶ ἔνδυμα ζευγηλάτου.

ὥσπερ ἵνα ᾖ ἐργάτης καὶ λάβῃ τὰ ἐργατικὰ σκεύη καὶ τὰ τοῦ ἀρότρου καὶ οὕτω σκάψῃ τὴν γῆν, οὕτως ὁ κύριος λαβὼν τὸ ἔνδυμα τὸ ἐργατικὸν ἔβαλεν ἐργάτας εἰς τὴν γῆν καὶ εἰργάσατο καὶ ἔσκαψε κατὰ βάθους καὶ ἔβαλε σπόρον ἐπουράνιον.

4-30-3 Ὥσπερ γὰρ ἐν δικαστηρίῳ καθέζεται ὁ ἄρχων πρὸ βήματος καὶ λοιπὸν εἰς τὴν θύραν τίθεται παραπέτασμα, ἵνα οἱ ἔξωθεν προθυμότεροι ὦσι καὶ ἄφοβοι, οὕτως αὐτὴ ἡ θεότης ἐκρύβη εἰς τὴν ἀνθρωπότητα καὶ ὡς καλύμματι ἢ παραπετάσματι τοῦ ἀνθρώπου τῷ σώματι ἀπεχρήσατο.

καὶ κελεύει ἔξωθεν καὶ γίνεται εἰς ἄλλο πρόσωπον.

ἁλιεύς ἐστι βαλὼν τὸ δίκτυον εἰς τὸ βάθος τῆς θαλάσσης καὶ ἀπὸ τοῦ σκοτεινοῦ βάθους ἀνήνεγκε τὸν Ἀδάμ, καὶ ἴδε ἐπάνω τοῦ ὕδατος κολυμβᾷ.

4-30-4 Τίς γὰρ ἦν κάματος τῇ θεότητι, ὡς ἦν καθ' ἑαυτὴν γυμνή, ἀποκτεῖναι τὸν θάνατον; ἀλλὰ καὶ λαβὼν τὸ σῶμα μᾶλλον ὑβρίσθη καὶ ἔπαθεν.

ἄλλως δὲ θαύμασον αὐτοῦ τὴν σοφίαν καὶ τὴν δόξαν, πῶς κατῆλθε νεκρὸν σῶμα καὶ αὐτὸν τὸν χοῦν καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας τῇ τέχνῃ αὐτοῦ καὶ τῇ σοφίᾳ πάλιν συνέπηξεν, ἔσχισε λίθους καὶ ἀνέστησε σώματα νεκρά.

κἀκεῖ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατεθεμάτισεν, ἐθριάμβευσε τὸν σατανᾶν καὶ ἐπάνω τοῦ τάφου πάλιν ὧδε ἐποίησε νίκην, καὶ ἐλυτρώσατο τὸν καταδεδουλωμένον Ἀδὰμ ἀπὸ τοῦ βαρυτάτου φορτίου τοῦ θανάτου.

αὐτός ἐστι τὰ ὅπλα, αὐτός ἐστιν ὁ πολεμιστής, διὰ τούτου γὰρ νίκη δίδοται τῷ Ἀδάμ.

ἴδε ὁποῖον ἔργον ἐλθὼν ὁ κύριος εἰργάσατο ἐπὶ τῆς γῆς καὶ ἐν τῷ ᾅδῃ κατελθών.

ἐπειδὴ γὰρ μετὰ τὴν παράβασιν ἐφυτεύθη εἰς τὸν Ἀδὰμ πικρὸν δένδρον, ἦλθεν ὁ κύριος ἐκεῖνο ἐκριζῶσαι καὶ νέα φυτὰ ἐπουράνια στῆσαι.

τούτους δὲ τοὺς λογισμοὺς ἐβάλομεν, ἵνα τις σὺν τῷ λόγῳ καὶ τοῦ ἔργου ἐπιλάβηται, ἵνα αὐτὸς οὗτος ὁ λόγος ἐνέργεια καὶ δύναμις γένηται.

4-30-5 Ὥσπερ γάρ ἐστι πόλις ἔχουσα τείχη, καὶ πάντα γέμει ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς, καὶ ἐν αὐταῖς πρόσωπα βασιλέων ἐζωγραφημένα καὶ αὐτὴ ἡ πορφύρα τοῦ βασιλέως ἄλλοι διὰ χαλκοῦ ποιοῦσιν ὁμοιώματα ἀνδριάντων, ἄλλοι ποιοῦσιν εἰκόνας, ἕτεροι ζωγραφοῦσι θάλασσαν καὶ ἰχθύας, ἄλλοι ὁμοιώματα πτηνῶν καὶ προστιθέασιν αὐτοῖς πτερά, ἃ οὔτε ζῶσιν οὔτε πέτανται, ἄλλοι ζωγραφοῦσιν ἥλιον σὺν ταῖς ἄκτισιν, ἄλλοι ποιοῦσιν οὐρανὸν καὶ ἀστέρας.

ἀλλὰ ταῦτα νεκρά ἐστι, μὴ ἔχοντα ψυχὴν μήτε δύναμιν κινοῦσαν αὐτά.

ἄπελθε πρὸς τὴν εἰκόνα τοῦ βασιλέως καὶ λάλησον αὐτῇ, καὶ οὔτε ἀκούει οὔτε ἀποκρίνεταί σοι ἢ κινεῖται·

οὐ γὰρ ἔχει ψυχὴν κινοῦσαν αὐτήν.

ἄπελθε πρὸς τοὺς ζωγραφηθέντας ἀνδριάντας ἢ ἐν τῷ χαλκῷ ἢ ἐν τοῖς ξύλοις·

ὁμοίως κἀκεῖ εὑρίσκεις νεκρὰς εἰκόνας μὴ ἐχούσας φωνὴν μηδὲ ψυχὴν ζῶσαν.

θεωρεῖς ὄρνεα ἐζωγραφημένα, καὶ οὔτε ὁδεύει οὔτε πέταται.

θεωρεῖς ἥλιον ἐζωγραφημένον καὶ ζήτησον παρ' αὐτοῦ φῶς, καὶ οὐκ ἔχει σοι δοῦναι.

διὰ τί; ἐπειδὴ οὐκ ἔχει κινητικὴν ὑπόστασιν.

οὕτω καὶ ὅλος ὁ Ἀδὰμ ἐκ τῆς

παραβάσεως τῆς ἐντολῆς εἰκόνα μέν τινα εἶχε τοῦ πρώτου ἀνθρώπου, ψυχὴν δὲ ἐπουράνιον οὐκ εἶχεν οὔτε εἰκόνα θεϊκὴν ζῶσαν ἐν ἑαυτῷ.

διὰ τοῦτο νεκρός ἐστιν ἀπὸ τοῦ θεοῦ καὶ οὔτε πτερὰ ἔχει, ἵνα πετασθῇ εἰς τὸν θεϊκὸν ἀέρα, οὔτε φῶς ἔχει ἵνα φωτισθῇ καὶ σχῇ κληρονομίαν μετὰ τοῦ ἐπουρανίου φωτός.

4-30-6 Εἰσῆλθε ζύμη παλαιὰ τοῦ σκότους καὶ ἐζύμωσεν ὅλον τὸν Ἀδάμ, ζύμη τοῦ ἐχθροῦ, καὶ ἔν τινι μέρει συνεφυράθη αὐτὸς ὁ Ἀδὰμ μετὰ τῆς κακίας.

εἰκόνα μὲν εἶχε τοῦ πλάσματος τοῦ πρώτου, ἐν θεῷ δὲ ζῆν οὐκ ἠδύνατο καὶ οὐδεὶς τούτῳ ἴσχυσε δοῦναι ζωὴν ἢ δύναμιν οὔτε ψυχὴν κινοῦσαν αὐτόν, οὔτε Μωϋσῆς οὔτε προφῆται, μόνην δὲ σκιάν τινα ἔφερον καὶ ἐπαγγελίαν ὅτι ἔρχεται 4-30-7 ὁ λυτρωτής.

ὥσπερ δὲ βασιλεὺς ὁρᾷ τὴν εἰκόνα αὐτοῦ καὶ προσεγγίζει αὐτῇ καὶ σπουδαίως προσέχει, ἐπειδὴ ἰδία αὐτοῦ ἐστιν εἰκών, οὕτω καὶ ὁ κύριος ἀπέστειλε τὴν εἰκόνα αὐτοῦ διὰ νόμου, ὕστερον δὲ ἐπηκολούθησεν αὐτὴ ἡ ὑπόστασις.

γεγραμμένον γὰρ ἦν ἐν τῷ νόμῳ, ὅτι ὅπου ἂν εὑρεθῇ παλαιὰ ζύμη ἐξολοθρευθήσεται.

οὕτως οὖν παραγενόμενος ὁ κύριος ἐπ' ἐσχάτων τῶν ἡμερῶν πᾶσαν τὴν παλαιὰν ζύμην τὴν ἐξαφανίσασαν τὸν νοῦν καὶ τὴν ψυχὴν τοῦ Ἀδὰμ ἐκαθάρισε καὶ ἐξωλόθρευσε καὶ ἔβαλε νέον προζύμιον εἰς τὴν γῆν τοῦ Ἀδὰμ καὶ πάλιν ἀνεζύμωσε τὸν Ἀδὰμ ζύμῃ ἐπουρανίῳ.

4-30-8 Εἰ οὖν οἱ λόγοι καλοί εἰσιν, ἀλλὰ σκία εἰσὶ τῶν ἀληθινῶν πραγμάτων.

εἰκόνος γὰρ ζώσης χρεία, ἵνα ἐλθοῦσα ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ κερασθῇ μετὰ τῆς ψυχῆς, καὶ τότε δύναται ζῆν ἐν θεῷ, ἵνα λάβῃ πτερὰ ἐκεῖθεν τοῦ πνεύματος καὶ χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς τοῦ περιπατεῖν εἰς ἀέρα θεϊκὸν καὶ ἰδεῖν τὸ φῶς τὸ οὐράνιον καὶ ἐργάζεσθαι ἔργον θεϊκόν.

καὶ αὐτοὶ δὲ οἱ τεχνῖται οἱ τὰ εἴδωλα ποιήσαντες διὰ ξύλου καὶ χαλκωμάτων καὶ χρυσοῦ καὶ ἀργύρων ἐποίησαν εἰκόνας ἀνθρώπων καὶ ζῴων καὶ θηρίων.

ἄπελθε ἐκεῖ ζήτησον·

οὐ ψυχὴν εὑρίσκεις, οὐ φωνὴν ἀκούεις, ἵνα ἀποκρίνηταί σοι ὀφθαλμοὺς γὰρ ἔχουσι καὶ οὐ βλέπουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν.

4-30-9 Ἔστη οὖν ὁ κύριος εἰς τὸ μέσον τοῦ στοιχείου τῆς γῆς, καὶ ἰδοὺ διὰ τῆς δυνάμεως αὐτοῦ ὅλον τὸν κόσμον συνήγαγε πρὸς ἑαυτόν.

τὸ γὰρ φορτίον αὐτοῦ μεμέστωται παντοίων ἀγαθῶν.

καὶ ἔστησε τὴν πανήγυριν αὐτοῦ πεπληρωμένην παντοίων εἰδῶν πολυτίμων βασιλικῶν.

πάντα οὖν εὑρίσκεις ἐκεῖ, προτρέπεται πάντας καὶ συνάγει ὅλον τὸν Ἀδὰμ λέγων·

πραγματευτής εἰμι καὶ ἡ πανήγυρίς μου γέμει.

ἰατρός εἰμι καὶ ἔχω φαρμάκων εἴδη πολλά.

ὁ χωλὸς λάβῃ φάρμακον τὸ ἰώμενον τὴν ἀσθένειαν αὐτοῦ καὶ ὁ κυλλὸς δέξεται φάρμακον τὸ ἰώμενον τὸ πάθος αὐτοῦ, ὁ τυφλὸς λάβῃ κολλύριον τὸ ἀνοῖγον τὴν πήρωσιν αὐτοῦ, ὁ νεκρὸς λάβῃ ψυχὴν τὴν κινοῦσαν αὐτὸν καὶ ζωοποιηθήσεται ἐκ τῆς νεκρώσεως αὐτοῦ.

4-30-10 Ὥσπερ γὰρ διὰ τοῦ σώματος τοῦ Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου, κατέστρεψεν ὁ θάνατος ὅλον τὸν κόσμον καὶ ἀντῆρε καὶ ὑψηλοφρόνησεν, οὕτως πάλιν ὁ κύριος δι' αὐτοῦ τοῦ σώματος, οὗπερ ἀνέλαβε, κατεπάτησε καὶ ἦρε τὰ σκῦλα ἀπὸ τοῦ ἀνθρώπου, ἐλευθερώσας αὐτοὺς ἐκ τοῦ πικροῦ ζυγοῦ τῆς δουλείας, ἀπέστειλε γὰρ τὸ δίκτυον καὶ προσέδησε τὸ βάρος τοῦ σώματος, καὶ οὕτως κατῆλθεν εἰς τὰ καταχθόνια καὶ ἐποίησε πόλεμον πρὸς τὸν θάνατον καὶ ἀνήγαγεν ἐλεύθερον τὸν Ἀδάμ, καὶ κάτω οὖν αὐτὸς ἐποίησε τὴν νίκην καὶ ἄνω ἐπὶ τῆς γῆς αὐτὸς διὰ τοῦ σταυροῦ κατέκρινε τὴν ἁμαρτίαν.

4-30-11 Προσκολληθῶμεν οὖν αὐτῷ νυκτὸς καὶ ἡμέρας καὶ διακονήσωμεν ἑαυτοὺς καὶ εἰς πάντα μιμησώμεθα αὐτόν.

ὥσπερ γὰρ σὺ τρέχεις ὀπίσω αὐτοῦ, οὕτω καὶ αὐτὸς κατελθὼν ἐξ ἁγίων οὐρανῶν ἦλθεν ὀπίσω σου εἰς ἀναζήτησιν καὶ ἔλαβε μορφὴν δούλου, ἵνα ἐκ τῆς δουλείας σε ῥύσηται, καὶ ἀφῆκε πλοῦτον καὶ ἔλαβε πτωχείαν, ἵνα σε ἐλευθερώσῃ ἐκ τῆς δουλείας τῆς πτωχείας ἐγεύσατο θανάτου ὁ ἀθάνατος, ἵνα σε τὸν τεθανατωμένον ζωοποιήσῃ ἐκ τοῦ θανάτου σου εἰσῆλθεν εἰς πάθη καὶ θλίψεις, ἵνα σε ἐκ τῶν παθῶν καὶ πειρασμῶν ῥύσηται.

αὐτὸς

γὰρ ὁ σατανᾶς νομίσας αὐτὸν ἄνθρωπον εἶναι ἀπῆλθε πειράσαι αὐτὸν καὶ τῷ σώματι αὐτοῦ ἐνόμιζεν ἐμπαίζειν, καὶ εὑρέθη δι' αὐτοῦ τοῦ σώματος ἐμπίπτων καὶ κατακρινόμενος.

4-30-12 Εἰσὶ δέ τινες, οἵτινες ἐὰν ἀναστῶσι διακονῆσαι ἀδελφοῖς, ὥσπερ βάρος ἡγοῦνται, κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας.

ἆρα οὐ βλέπεις ὅτι ὁ κύριος ἐλθὼν ὑπέδειξεν ὁδὸν καὶ εἰς τὸ σωματικὸν καὶ εἰς τὸ πνευματικόν; λαβὼν γὰρ λέντιον περιεζώσατο καὶ ἔνιψε τοὺς πόδας τῶν μαθητῶν.

οὕτως εἶ λιθοκάρδιος, ὅτι οὐ κινεῖταί σου ἡ καρδία εἰς ζῆλον δικαιοσύνης καὶ ἐξακολουθεῖς τῷ κυρίῳ καὶ δουλεύεις τοῖς ἀδελφοῖς; 4-30-13 Περὶ τῶν υἱῶν Ζεβεδαίου λέγει ἡ μήτηρ αὐτῶν·

κύριε, θέλω «ἵνα οἱ δύο μου υἱοὶ καθίσωσιν εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων».

ἀπεκρίθη ὁ κύριος·

«τοῦτο οὐκ ἔστιν ἐμόν», ἐπειδὴ μόνον τὰ περὶ αὐτῶν ἐζήτησεν.

ὁ δὲ Πέτρος λέγει περὶ πάντων, ὡς μέλη ἴδια λογιζόμενος τοὺς ἀδελφούς, οὓς κοινωνοὺς ἐζήτησεν·

«ἡμεῖς οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντές σοι·

τί ἕξωμεν»; ἀπεκρίθη ὁ κύριος αὐτῷ περὶ πολλῶν εἰπών·

«ὑμεῖς οἱ ἀφέντες καὶ ἀκολουθήσαντές μοι καθήσεσθε ἐν τῷ καινῷ αἰῶνι ἐπὶ δώδεκα θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ».

καὶ πάλιν·

«ἑκατονταπλασίονα λήψεσθε ἐν τῷ νῦν αἰῶνι».

4-30-14 Πάντες οὖν οἱ ἀδελφοὶ ἑαυτοὺς ὡς ἴδια μέλη καὶ ἓν σῶμα λογιζώμεθα.

ἓν γὰρ μέλος ἐσμὲν ἐν Χριστῷ οἱ πάντες.

οὕτω γὰρ εὐδόκησεν ὁ θεός, ἵνα οἱ κάτω καὶ οἱ ἐπουράνιοι μία ἐκκλησία γένωνται εἰς ἕνα σύνδεσμον τῆς ἀγάπης.

μὴ τὸ βρῶμα ἐὰν ἀπενέγκῃ ἡ χεῖρ εἰς τὸ στόμα, τῷ ἑνὶ μέλει ἐποίησεν; οὐχὶ ὅλῳ τῷ σώματι; οὕτως οἱ πολλοὶ ἀδελφοὶ ἕν εἰσιν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

5.