Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermo 28 recensio expletior

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg



Sermo 28 recensio expletior

160 Ἡγοῦμαι κἀμοὶ νῦν ἁρμόζειν τὰ τοῦ προφήτου φάσκειν, ὅτι «ἐκαρτέρησα ὡς ἡ τίκτουσα», ἀεὶ ὀρεγόμενος τῆς ἐν σοὶ τοῦ ἁγίου πνεύματος προκοπῆς, οὐ λόγῳ καὶ σκιαῖς εὑρισκομένης ἀλλ' ἐνεργείᾳ «ἀληθείας» καὶ «δυνάμει θεοῦ» ἐπιτελουμένης κατ' αὐτὴν τὴν τοῦ δεσπότου ἀπόφασιν, ὅτι ἡ βασιλεία οὐκ «ἐν λόγῳ» «ἀλλ' ἐν» ἔργῳ καὶ «δυνάμει», καὶ πάλιν· «ἡ βασιλεία» «ἐντὸς ὑμῶν ἐστιν».

οἱ μὲν γὰρ ἐν σχήματι τὸν Χριστὸν φιλοσοφοῦσιν, ἄλλοι δὲ καὶ ἐν λόγῳ, ἕτεροι δὲ καὶ ἐν αὐτῷ τῷ ἔργῳ, οἱ γὰρ «ἐν δυνάμει θεοῦ» λίαν σπάνιοι.

εἰσὶ δὲ οὗτοι, ἐφ' οὓς τὸ «πνεῦμα» τὸ «ἅγιον ἐπελεύσεται» καὶ «δύναμις ὑψίστου ἐπισκιάσει».

εἰκὸς γὰρ πᾶσαν ψυχὴν ἀποδιδράσκουσαν μὲν τὴν ἐκ τῆς δοθείσης καταδίκης τῇ Εὔᾳ λύπην, μεταδιώκουσαν δὲ τὴν χαρὰν τῆς Μαρίας παρθενευθῆναι ἀμώμως καὶ ἀμέμπτως τῷ ἀχράντῳ νυμφίῳ Χριστῷ 162 ὥσπερ γὰρ διὰ τοῦ χοϊκοῦ φρονήματος καὶ τῶν σαρκικῶν παθῶν ἐπιγινώσκομεν ἑαυτοὺς υἱοὺς τῆς Εὔας καὶ τοῦ Ἀδάμ, οὕτως ἡμᾶς χρὴ ἐπιγνῶναι τὴν υἱοθεσίαν διὰ τοῦ ἐπουρανίου φρονήματος καὶ τῶν παθῶν τοῦ Χριστοῦ.

«ἑαυτοὺς» γὰρ «πειράζετε», «ἑαυτοὺς δοκιμάζετε», «εἰ ἐστὲ ἐν τῇ πίστει», εἰ «Ἰησοῦς Χριστὸς» οἰκεῖ «ἐν ὑμῖν».

εἰ γὰρ φοροῦντες «τὴν εἰκόνα τοῦ χοϊκοῦ» ᾐσθανόμεθα τῆς ἐνεργείας τῶν πονηρῶν καὶ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, πόσῳ μᾶλλον ἡμᾶς χρὴ φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου» αἰσθάνεσθαι τῆς ἐνεργείας τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος.

γινωσκέτω οὖν ἡ φρονίμη παρθένος, ὅτι οὕτως ὀφείλει ἔχειν ἐν ἑαυτῇ τὸν Χριστὸν καθάπερ καὶ ἡ Μαρία, καὶ ὡς ἐκείνη ἐν τῇ γαστρί, σὺ ἐν τῇ καρδίᾳ, καὶ τότε δυνήσῃ συνετῶς ψάλλειν καὶ λέγειν· «διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας».

οὕτω καὶ ὁ Ἐκκλησιαστὴς εἴρηκεν· ὅτι «ὡς ὀστᾶ κυοφορούσης» οὕτως «ἡ ὁδὸς τοῦ πνεύματος».

εἰ οὖν ἔχεις «τὸν θησαυρὸν τοῦτον» ἐν τῷ ὀστρακίνῳ σου σκεύει, εἰ «ὁ εἰπών· ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν» ἐν τῇ καρδίᾳ σου «πρὸς φωτισμὸν τῆς γνώσεως» τοῦ εὐαγγελίου, εἰ «εἰρήνη τοῦ θεοῦ» βραβεύει ἐν τῇ καρδίᾳ σου ἀδιαλείπτως, εἰ διώξας κατείληφας τὴν «εἰρήνην» σὺν τῷ ἁγιασμῷ, εἰ «εἰς τὸν ἔσω» σου «ἄνθρωπον» κατῴκησεν ὁ Χριστός, εἰ «ὁ πατὴρ» σὺν τῷ μονογενεῖ αὐτοῦ ἐποίησε «μονὴν» παρὰ σοί, εἰ κατηξιώθης τοῦ μακαρισμοῦ διὰ τῆς ἐν καρδίᾳ καθαρότητος, εἰ ἐγένου «ναὸς θεοῦ» «καὶ τὸ πνεῦμα» αὐτοῦ ᾤκησεν ἐν σοί, εἰ «ἐν πληροφορίᾳ πίστεως» ἐρραντισμένην ἔχεις τὴν καρδίαν «ἀπὸ συνειδήσεως πονηρᾶς», εἰ «ὁ θεὸς τῆς εἰρήνης» ἡγίασέν σε ὁλοτελῆ «καὶ ὁλόκληρόν» σου «τὸ πνεῦμα» καὶ τὴν ψυχὴν «καὶ τὸ σῶμα ἀμέμπτως», εἰ 164 εἶ παρθένος φρονίμη ἔχουσα τὴν λαμπάδα καὶ τὸ ἔλαιον ἐν τῷ ἀγγείῳ, εἰ οἶδας, τί ἐστιν· «αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι», εἰ ἐνεδύσω τὸ «ἔνδυμα» τοῦ «γάμου», εἰ τούτων πάντων διὰ τῆς ἐν καρδίᾳ ἐνεργείας πεῖραν ἔλαβες, δυνήσῃ ἀξίως νυμφευθῆναι τῷ ἐπουρανίῳ νυμφίῳ, εἰ δὲ μήγε, κἂν ἐγὼ σιωπήσω, «οἱ λίθοι κεκράξονται».

166 Τοιγαροῦν μαρτύρομαι ἐνώπιον αὐτοῦ τοῦ δεσπότου μου καὶ τοῦ προσκυνητοῦ πνεύματος ἁγίου, ὅτι ὥσπερ ἡ ἐπίγειος παρθένος, κἂν δέξηται ἀρραβῶνα, κἂν μετὰ τὸν ἀρραβῶνα δῶρα πολλά, κἂν πάσης τῆς οὐσίας κυριεύσῃ, μὴ τύχῃ δὲ τῆς σαρκικῆς ἐκείνης κοινωνίας, ξένη ἐστὶ τοῦ ἐπονομασθέντος αὐτῇ ἀνδρὸςοὕτω καὶ ἡ Χριστῷ παρθενευομένη ψυχή, κἂν δέξηται ἀρραβῶνα διὰ τοῦ βαπτίσματος («ἀρραβὼν» γάρ ἐστι τέλειος «τῆς» μελλούσης «κληρονομίας» τὸ βάπτισμα) καὶ μετὰ τὸ βάπτισμα εὐθὺς δέξηται δόματα πολλά, λόγου ἢ ἑρμηνείας ἢ ἰάσεως ἢ τινὸς ἄλλου χαρίσματος, μὴ καταξιωθῇ δὲ τῆς συναφείας τοῦ ἀφθάρτου νυμφίου, ξένη αὐτῷ τυγχάνει.

τὸ χρῖσμα γὰρ τῆς «ἀγαλλιάσεως» καὶ τὸ «ἔνδυμα» τοῦ «γάμου» οὐκ ἐν χαρίσμασιν ἐπιγινώσκεται, ἀλλ' ἐν αὐτῇ τῇ υἱοθεσίᾳ ἐν ᾗ ἡ ἄτρεπτος ἀγάπη.

ἔχουσα οὖν τὸν ἀρραβῶνα τοῦ βαπτίσματος τὸ μὲν «τάλαντον» τέλειον ἔχεις, μὴ ἐπεργασαμένη δὲ ἀτελὴς ἔσῃ, οὐ μόνον δὲ ἀλλὰ καὶ στερηθήσῃ αὐτοῦ.

μὴ τοίνυν λογίζου ψωμίσασά σου «τὰ ὑπάρχοντα» εἶναί τι.

εἰ δὲ καὶ λόγον ἔχεις λαλοῦσα «ταῖς γλώσσαις τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων», μὴ ἐπαίρου· οὐδέπω γὰρ «τὸ τέλειον» εἴληφας.

ἐὰν δὲ καὶ «ἑρμηνείαν» ἔχῃς, μὴ ἐναπομείνῃς.

εἰ δὲ καὶ «πᾶσαν τὴν πίστιν» κέκτησαι, ἐλθὲ ἐπὶ τὴν «ἀγάπην» τὴν μὴ συγχωροῦσάν σοι πεσεῖν.

«ἡ» γὰρ «ἀγάπη οὐδέποτε πίπτει», ἄτρεπτος γὰρ οὖσα ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας.

οὐκοῦν τὰ χαρίσματα οἰκονομίας ἕνεκεν ἐπιτελεῖται κατὰ τὴν διαίρεσιν τῆς τοῦ θεοῦ βουλήσεως τοῖς ἔτι νηπίοις καὶ ἀτελέσιν, ἡ δὲ ἀγάπη (ὡς προεῖπον) ἀπαθεῖς καὶ ἀτρέπτους τοὺς καταξιωθέντας αὐτῆς καθίστησιν, «θεὸς» γάρ ἐστιν, ὡς ἐν ταῖς καθολικαῖς μεμαθήκαμεν.

πᾶσα οὖν ψυχὴ ἐνεργουμένη ὑπὸ λογισμῶν ῥυπαρῶν καὶ ἐνθυμήσεων πονηρῶν οὐ Χριστῷ παρθενεύεται, μοιχεύεται γὰρ ὑπὸ τοῦ ἐναντίου.

ἡ δὲ καθαρῶς ἐπιθυμήσασα παραστῆναι τῷ κυρίῳ ἐν ἁγνότητι καρδίας διάγει, καθώς φησιν ὁ νυμφαγωγός· «ἡρμωσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξ167 ηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν».

ὅσων οὖν τὰ νοήματα φθείρεται, ἐν τῇ κοινωνίᾳ τῆς τοῦ διαβόλου φθορᾶς εἰσι καὶ οὐκ ἐν τῇ κοινωνίᾳ τῆς τοῦ σωτῆρος ἀφθαρσίας· «τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος» ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων»; ὥστε πιστεύσωμεν τούτοις, ἵνα καὶ ἀψευδῶς ἀναγινώσκωμεν· «ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».

ἐν οἷς γὰρ Χριστὸς οὐκ ἐνοικεῖ, νεκροὶ ὑπάρχοντες οὐκ αἰνοῦσι γνησίως τὸν θεόν, ἐπειδὴ ἐν τῷ προφήτῃ· «οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε».

βασιλευσάτω τοίνυν «ἡ ζωὴ τοῦ Ἰησοῦ» ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.

κτησώμεθα ἐν ἑαυτοῖς «πνεῦμα Χριστοῦ», ἵνα ὦμεν αὐτοῦ· «εἴ τις» γάρ φησι «πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

ἐξολοθρεύσωμεν τὰ ἐν ἡμῖν ἔθνη· εἴπωμεν τῷ θεῷ «διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα», «ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς», ἑαυτῶν γὰρ κατηγοροῦμεν οὐ τῶν Ἰσραηλιτῶν, λέγοντες· «οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε κύριος αὐτοῖς».

ἑαυτῶν κατηγοροῦμεν, οὐ τῶν εἰδώλων· «ὦτα» γὰρ ἔχομεν καὶ οὐκ ἀκούομεν, «ὀφθαλμοὺς» ἔχομεν καὶ οὐ βλέπομεν, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν ἡμῖν.

Ὥστε εὐξώμεθα «πεφωτισμένους τοὺς ὀφθαλμοὺς» τῆς διανοίας ἡμῶν γενέσθαι, ἵνα γνῶμεν τί ἐστιν· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου».

βοήσωμεν ἐκ καρδίας «ῥαββουνί», ἵνα ἀναβλέψωμεν.

ὁ ἀναβλέπων εἰ καὶ «ἐν σαρκί» ἐστιν «οὐ κατὰ σάρκα» στρατεύεται· «τὰ γὰρ ὅπλα τῆς στρατείας» αὐτοῦ «οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

ἐπάρωμεν «χεῖρας ὁσίους» ἐν προσευχαῖς ἀπαραλείπτως «χωρὶς ὀργῆς καὶ διαλογισμῶν».

γενώμεθα συμφυλέται τοῦ κυρίου τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς «Ἰούδα».

ἰουδαίσωμεν ἐν τῷ κρυπτῷ· «οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος», «ἀλλ' ὁ ἐν τῷ κρυπτῷ», ὁ διὰ τῆς ἀργίας τῶν ματαίων λογισμῶν καὶ ῥυπαρῶν ἐννοιῶν σαββατίζων πάντοτε καὶ περιτομὴν δεξάμενος ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ.

168 τοιγαροῦν περιτέμωμεν τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς «καρδίας» τὸ περιττὸν τοῦ νοὸς ἐκτεμόντες, ὅπερ ἔστι «τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία» ἡ παρασπαρεῖσα διὰ τοῦ ἐχθροῦ ἐν τῇ παρακοῇ.

δεξώμεθα ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἐν πνεύματι θεοῦ νόμον, ὃν ἐπηγγείλατο λέγων· «διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπιγράψω αὐτοὺς ἐπὶ ταῖς διανοίαις αὐτῶν» καὶ παρὰ τοῦ ∆αβίδ· «ὁ νόμος τοῦ θεοῦ ἐν καρδίαις αὐτῶν, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτῶν».

εἰ οὖν βούλει μὴ ὑποσκελίζεσθαι, δέξαι τὸν ἐν τῷ κρυπτῷ τοῦ θεοῦ νόμον, τὸν διὰ τοῦ ἁγιασμοῦ εἰς ἀπάθειάν σε καθιστῶντα.

ταῦτά ἐστι τὰ ἡμέτερα, μᾶλλον δὲ τὰ τοῦ θεοῦ, νοῦν μὲν ἔχοντα ἀληθῆ, λέξιν δὲ ἁπλῆν.

τούτων καταξιωθέντες εὐχώμεθα «νοῦν Χριστοῦ» ἔχειν καὶ «ἐν καινότητι ζωῆς» περιπατεῖν, μὴ ἄλλα ἐν τῇ καρδίᾳ δεικνύντες ἕτερα δὲ ἐν τῇ ἐπιφανείᾳ.

μισητὸν γὰρ παρὰ θεῷ τὸ ψευδὲς καὶ δολερὸν ἦθος.

διὸ καὶ ὁ κύριος σαφῶς καὶ εὐκρινῶς ὑπέδειξε «τὰ κοινοῦντα τὸν ἄνθρωπον» ἔνδοθεν «ἐκ τῆς καρδίας» ἐκπορεύεσθαι, καὶ πάλιν τὸν Φαρισαῖον κατακρίνων, μᾶλλον δὲ ἕκαστον ἡμῶν, ὡς τυφλὸν ὄντα κατὰ τὸν ἔσω ἄνθρωπον μυστηρίων θείων, φησίν· «Φαρισαῖε τυφλέ, τὸ ἔσωθεν τοῦ ποτηρίου πλῦνον, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν».

ὁ γὰρ ἐπὶ τὴν ἄκραν λαμπρότητα τῶν ἐντὸς τὴν σπουδὴν θέμενος, τουτέστι περὶ τὸν νοῦν καὶ τὴν ψυχὴν διὰ παντὸς ἀσχολούμενος, καὶ τὸν ἔξω συνεκπλύνει δηλαδή.

παρακαλῶ οὖν μὴ ἐναπομείνωμεν τοῖς ἔξωθεν ἤθεσι καὶ σχήμασιν, «ναὸς θεοῦ» καθαρὸς γενώμεθα, ἀκούσωμεν τοῦ παραινοῦντος ἡμῖν· «ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμώμητα»· ἄμωμος γάρ ἐστιν ὁ μὴ ἐν καρδίᾳ ἀνομίας ἐργαζόμενος, ὁ μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων», ὁ εἰδὼς τί ἐστι· «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν» καὶ οὐκ ἔξωθεν, ὁ ἀψευδῶς λέγων· «ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου», ὁ σημειωθεὶς ὑπὸ τοῦ προσώπου τοῦ Χριστοῦ, μᾶλλον δὲ ὁ ἐνεργηθείς, ὁ ἀγωνιζόμενος φθάσαι «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», ὁ τὴν παρ' ἀνθρώποις εὐδο169 ξίαν ἀποφεύγων, μεταδιώκων δὲ τὴν ἀπὸ τοῦ θεοῦ δόξαν τὴν ἐνεργοῦσαν τῇ καθαρᾷ καρδίᾳ.

ὥσπερ γὰρ ἐνεργεῖ τὸ ἀπαύγασμα τῆς δόξης τοῦ ἡλίου τούτου ταῖς σαρκικαῖς ὄψεσιν, οὕτως ἐνεργεῖ ἡ δόξα τοῦ ἁγίου πνεύματος τοῖς κατὰ τὸν ἔσω ἄνθρωπον καθαροῖς ὄμμασιν ὥστε ὁ σπουδάζων διὰ τῶν κατορθωμάτων τοῦ ἔξω ἀνθρώπου καὶ τῆς ματαίας αὐτοῦ δυνάμεως δικαιωθῆναι τοιοῦτός ἐστιν ὡς ὁ «ζῆλον θεοῦ» ἔχων «ἀλλ' οὐ κατ' ἐπίγνωσιν» ὡς ὁ ὀφείλων εἶναι διδάσκαλος κατὰ «τὸν χρόνον» καὶ «πάλιν» χρῄζων διδαχῆς, ὡς ὁ «στερεᾶς τροφῆς» καταξιοῦσθαι ὀφείλων, μετέχων δὲ «γάλακτος», ὡς ὁ ἀρξάμενος «πνεύματι, νῦν» δὲ «σαρκὶ» ἐπιτελῶν.

γινωσκέτω τοίνυν ὁ τοιοῦτος, ὅτι «πᾶσα ἡ» τοῦ ἔξω ἀνθρώπου «δικαιοσύνη» «ὡς ῥάκος ἀποκαθημένης» ἐλογίσθη παρὰ τῷ προφήτῃ καὶ παρὰ τῷ ἀποστόλῳ δὲ «σκύβαλα».

Ἡμῖν δὲ γένοιτο τῇ τοῦ θεοῦ δικαιοσύνῃ ὑποταγῆναι τῇ ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένῃ, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ ἔστηκεν.

«τοῦτο» γάρ ἐστι «κόπος ἐνώπιόν μου» (φησίν) «ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ», ὅπως «τὸ μαρτύριον τῆς συνειδήσεως» καυχήσηται «ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ» τοῦ λυτρουμένου ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν καὶ καθαρίζοντος τὴν συνείδησιν ἡμῶν ἀπὸ «νεκρῶν ἔργων», ἵνα «τῷ πνεύματι» τοῦ θεοῦ λατρεύσωμεν καὶ μὴ «ἐν σαρκὶ» ὦμεν «πεποιθότες», ἵνα γνῶμεν τί προσκυνοῦμεν κατὰ τὸν εἰπόντα· «ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν».

τούτων γὰρ ὁ μάρτυς ἐν οὐρανῷ πιστός, ἐπειδὴ «κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν», οὐχ ἕτερόν τι φρονοῦντες ἢ ὅτι «καλὸν τὴν καρδίαν χάριτι βεβαιοῦσθαι» καὶ «μὴ διδαχαῖς ποικίλαις καὶ ξέναις» παραφέρεσθαι.

εὐχόμεθα δὲ ῥυσθῆναί σε τῆς παρὰ ἀνθρώπων εὐδοξίας τῆς ὡς ἔοικε πανούργως καὶ σοφῶς παγιδευούσης, μὴ κτήσασθαι τὴν ἐκ τῆς τοῦ θεοῦ δυνάμεως κυβέρνησιν, ἵνα μήτε τῷ φαυλισμῷ τῶν ἀνθρώπων ποτὲ ἡττηθῇς, μήτε πάλιν τῷ μακαρισμῷ ἐπαρθῇς.

πείσθητι τῷ ὁδηγοῦντί σε «εἰς πᾶσαν» αὐτοῦ «τὴν ἀλήθειαν».

κοινωνησάτω 170 ἡ ψυχή σου τῷ Χριστῷ, ὡς κοινωνεῖ νύμφη νυμφίῳ· «τὸ» γὰρ «μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν» ἄμωμον ψυχήν· οὐδεὶς γὰρ ἀπογράφεται ἐν τῇ «ἐκκλησίᾳ» τῶν «ἐν οὐρανοῖς πρωτοτόκων» εἰ μὴ ἡ ἄμωμος ψυχή, καὶ οὐδεὶς «στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ».