Μακάριος Αιγύπτιος - Macarius of Egypt/Sermo 23 recensio excerpta

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg



Sermo 23 recensio excerpta

114XXIII- Exzerptfassung C Nr- 32b f- 133v18-134r13 - R Nr- 30a f- 139v1-13 setzt ein mit S- 116,10 - J Nr- 19- Vgl- zu Nr- XXIII Tbr 5 Vbr 12 Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀγαθῶν ἀεὶ προκοπὴν λαμβάνει εἰς ταπεινοφροσύνην εἰς χρηστότητα εἰς μακροθυμίαν·

ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ εἰς θεόν. οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες οὕτως εἰσὶν ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου·

ὥσπερ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳ, ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον, οὕτω 116 γενναῖοι καὶ μεγαλόψυχοι οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί. ὥσπερ ὁ φαινόμενος κόσμος χάριτι καὶ δικαιοσύνῃ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καρπῶν, δικαιοσύνῃ δὲ ἔν τε λιμῷ καὶ λοιμῷ, οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται, ποτὲ δὲ παραδίδοται πειρασμοῖς καὶ θλίψεσι τοῦ πονηροῦ πνεύματος, ἵνα οὕτω πυρωθεῖσα δόκιμος ἀποκαταστῇ.

C Nr- 32c f- 134r13-25 - R Nr- 30b f- 139v13-140r2 - J Nr-19 Ὥσπερ γὰρ ἐν τῷ βίῳ οὔκ ἐστι πάντοτε εὐφορία, 118 εἰ γὰρ πάντοτε ἄνεσις ἦν καὶ τρυφή, κατεσκίρτων ἂν τοῦ θεοῦ·

«ἔφαγε» γὰρ «ὁ Ἰσραὴλ καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ ἡ ψυχὴ εἰ πάντοτε ἐν τῇ ἀνέσει τοῦ πνεύματος διῆγεν, οὐκέτι ἐπεγίνωσκεν ἑαυτὴν καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει καὶ μόνον οἰήσει προέκοπτεν, ὥς φησιν ὁ ἀπόστολος, ἐπὶ συμφέροντι τὰς θλίψεις διηγούμενος·

«ἐδόθη μοί» φησιν «σκόλοψ τῇ σαρκί, ἵνα μὴ ὑπεραίρωμαι». ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς τὸ συμφέρον ἦσαν.

C Nr- 32e f- 134v15-25 - R Nr- 30d f- 140r22-140v8 - J Nr-19 Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως ὅσῳ τύπτεται λεπτότερον καὶ χρησιμώτερον καθίσταται, οὕτως ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα 120 χρησιμωτέρα καὶ καθαρωτέρα εἰς τὸ πνευματικὸν ἔργον καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χορὸν κληρονομεῖν καταξιοῦται. ὑπομενούσης γὰρ τῆς ψυχῆς καὶ μακροθυμούσης κατ' ὀλίγον τὸ τῆς κακίας μέρος μειοῦται. ὥσπερ γὰρ ἐάν τις διοδεύῃ ὁδὸν μακρὰν βαστάζων μαρσίπιον μεστὸν ἄμμου, ἔχῃ δὲ κάτωθεν λεπτοτάτην ὀπήν, ὅσῳ τις βαδίζει ἐκεῖνο ἀπορρέει καὶ κουφίζεται, ἕως ἂν ὅλη ἡ ἄμμος ἐκκενωθῇ, οὕτω κατ' ὀλίγον ἐλαττοῦται ἡ ἔνοικος ἁμαρτία τῷ προσκολλομένῳ τῷ θεῷ.

C Nr- 32e f- 134v15-25 - R Nr- 30d f- 140r22-140v8 - J Nr-19 Ὥσπερ γὰρ νήπιον πρὸς τὰ τοῦ κόσμου ἔργα ἄχρηστον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖν δύναται οὔτε φυτεῦσαι οὔτε ἕτερόν τι 122 ποιῆσαι οὕτω ψυχαὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ἀκμὴν νήπιαί εἰσιν, οὔπω χρησιμεύουσι τῇ βασιλείᾳ ὥς φησιν·

«εἰ δὲ χωρίς ἐστε παιδείας», «ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἴδε, πόσον αἱ θλίψεις εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, μόνον ἵνα τις προθύμως καὶ γενναίως ἑαυτὸν ἑτοιμάσῃ φέρειν.

C Nr- 32f f- 134v25-135r15 - R Nr- 30e f- 140v8-141r4 - J Nr-19 Εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς μεγάλας οὐ δυ- νήσεταί τις διελθεῖν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένηται καὶ εἰς πόνους καὶ εἰς πολέμους εὐδοκιμήσῃ πείρᾳ ἐπιδειξάμενος τὴν νίκην καὶ τρόπαια κατὰ τῶν ὑπεναντίων φέρων πόσῳ μᾶλλον ἐπὶ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ 124 τὰς δωρεὰς τοῦ πνεύματος τὰς ἐπουρανίους οὐδεὶς καταξιοῦται, ἐὰν μὴ πρότερον ἐγγυμνασθῇ ἐν τῇ μελέτῃ τῶν ἁγίων ἐντολῶν, καὶ οὕτω λαμβάνει ὅπλον ἐπουράνιον (αὐτὴν τὴν χάριν) καὶ ἀγωνίζεται κατὰ τῶν πνευμάτων «τῆς πονηρίας». 126 ὅσῳ γάρ τις προκόπτει εἰς τὸ πνευματικὸν ἀγῶνα ἀκμὴν λαμβάνει τῶν πνευματικῶν μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν, καὶ ὅσῳ ἐν τῇ χάριτι αὐξάνει, τοσούτῳ προκόπτει εἰς τὸ γινώσκειν τὰ τῆς κακίας «νοήματα».