Μακάριος Αιγύπτιος - Macarius of Egypt/Πνευματικές Ομιλίες - Homiliae spirituales (MPG 034 0449 0822)/Πρωτότυπο-AncientGreek/Ομιλίες ΜΑ-Ν

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. Original File

Here you will find the Orignal Text from Patrologia Gracea Migne. Original File

makariou_patrologia.jpg




ΟΜΙΛΙΑ ΜΑ.



1 Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν·

«ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ».

ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων.

τοιούτῳ δὲ τρόπῳ


115


παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα.

Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι.

ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι.

διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ' ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς·

καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ' ὀλίγον βοηθεῖται.

καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει.

Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει.

ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι·

ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό.

ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ κύριός φησιν·

ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω.

τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.

42 {1ΟΜΙΛΙΑ ΜΒ.

}1 Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος·

ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι.

ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς.

οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων ἢ Ἰσοκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ' ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς.

Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ·

ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν.

οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν.

ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν·

ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν·

ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι.

Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν ἢ τῶν ἰοβόλων μεταλαβεῖν, οὕτως αὐτοὶ πᾶσι τοῖς


116


προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος·

«γίνεσθε χρηστοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος».

τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς ὁ κύριος λέγει ὅτι «τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν·

ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί».

ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός.

οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους.

ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΜΓ.



1 Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός·

λέγει γάρ·

διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως.

διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος.

λέγει πάλιν·

«ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες».

ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης·

ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν.

ὁ κύριος ἦν ὁ λύχνος ὁ καιόμενος διὰ τὸ πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον.

Ὥσπερ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην.

ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, «ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν» καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων·

νεκροί εἰσιν ἀπὸ θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι.

ὁ ἀπόστολος λέγει, ὅτι ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, «ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους» τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα.

Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ θεοῦ ἔχειν·

γέγραπται γάρ·

ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν·

λέγει γάρ·

«ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου»·

εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ θεός.

ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ θεοῦ, αὐτός ἐστι κύριος τῆς καρδίας αὐτοῦ.

εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται ἢ εἰς τὰ κοσμικὰ πράγματα ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων.

ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία καὶ ὁ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός·

καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον.

Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ οὐ


117


δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ' εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων.

καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός.

μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς.

ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν.

Ὥσπερ ὁ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ φονεύων ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ.

οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι.

Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντα, ἀλλ' ἔτι ὑπὸ φόβον εἰσί, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν.

σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων.

ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρὰ δύναμις ἐργάσηται.

Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ·

εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας·

εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν.

ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν.

ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς.

ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν.

Ὥσπερ δὲ ἐὰν ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος ᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν·

συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου.

ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος.

λοιπὸν ἐὰν ᾖ μικρὸν κοῦφος ὁ νοῦς καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ


118


ἠρήμωσαν τὴν ψυχήν.

Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ' ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα·

ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν.

καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες.

ὁμοίως πάλιν ἐκεῖ ὁ θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν.

Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως·

ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν.

Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων.

Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται·

καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν.

οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ θεοῦ τὴν χάριν τοῦ πνεύματος.

οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων.

Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς.

Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος·

ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν·

καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων.

εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι' ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο·

ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.



ΟΜΙΛΙΑ Μ∆.



1 Ὁ προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον·

εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις.

καὶ γὰρ ὁ κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν


119


κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος.

καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ·

οἶνον γάρ φησι νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.

ὥσπερ γὰρ ὁ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ ὁ κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν.

ὁ γὰρ μεταβαλὼν τὴν φύσιν τῶν πέντε ἄρτων εἰς πλῆθος, καὶ φύσει ὄνου ἀλόγῳ δοὺς φωνήν, καὶ τὴν πόρνην εἰς σωφροσύνην μεταστρέψας, καὶ πυρὸς φύσιν καυστικοῦ δροσίζειν τοὺς ἐν τῇ καμίνῳ παρασκευάσας, καὶ φύσιν λεόντων, ἀγρίων θηρίων τῷ ∆ανιὴλ ἡμερώσας, οὗτος δύναται καὶ τὴν ψυχὴν ταύτην τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ἀπὸ τῆς ἁμαρτίας μεταβαλεῖν εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ χρηστότητα καὶ εἰρήνην τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ καὶ ἀγαθῷ.

Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι καὶ ἀπὸ λύκων φυλάξαι, ὡσαύτως ὁ ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν μόνος ἠδυνήθη θεραπεῦσαι καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας καὶ λέπρας τῆς ἁμαρτίας.

οἱ γὰρ πρὶν ἱερεῖς καὶ λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν καὶ ῥαντισμοῖς αἵματος, ὅπου γε οὐδὲ ἑαυτοὺς ἠδυνήθησαν θεραπεῦσαι.

καὶ γὰρ αὐτοὶ ἀσθένειαν περιέκειντο·

ἀδύνατον γὰρ φησὶν αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας.

ὁ δὲ κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν·

πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην·

ἰατρέ, θεράπευσον σεαυτόν, ἀντὶ τοῦ·

οὔκ εἰμι ἐγὼ ὡς ἐκεῖνοι οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεύειν.

ἐγώ εἰμι ὁ ἀληθινὸς ἰατρὸς καὶ «καλὸς ποιμὴν» ὁ θεὶς τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ὁ δυνάμενος θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῆς.

ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον τὸ «ἅπαξ προσενεχθέν», καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦσαι.

ἡ γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ κυρίου μόνου γίνεται·

ἰδοὺ γάρ φησιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τῆς ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας.

Ὁ ποιμὴν τοίνυν ὁ καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει·

πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται, καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ὁ ἄνθρωπος, εἰς ἐκκλησίαν κυρίου τὴν ἐπουράνιον οὐκ εἰσέρχεται.

οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος.

περὶ γὰρ τοῦ λεπροῦ καὶ μῶμον ἔχοντος ταῦτα αἰνίσσεται μηνῦον τὸ πνεῦμα·

«λεπρὸς» φησὶν «ἢ μῶμον ἔχων οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου».

ἀλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ καὶ ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν.

τὸν αὐτὸν τρόπον καὶ Χριστός, ὁ ἀληθινὸς ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας καὶ ἐπικαλουμέναις αὐτὸν ἐπικαμπτόμενος εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν καὶ θεραπεύει καὶ ἰᾶται τὰ πάθη.

καὶ οὕτως δυνήσεται ἡ ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ.

πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν οὐκ εἰσέρχεται·

ἄμωμος γὰρ οὖσα καὶ καθαρὰ


120


ἀμώμους καὶ καθαρὰς ψυχὰς ζητεῖ.

μακάριοι γάρ φησιν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.

δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ μετατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως εἰς ἑτέραν κατάστασιν ἀγαθὴν καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος·

καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν.

Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις.

εἰ γὰρ ἐπὶ τοῦ Ἐλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ ὁ κύριος τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀγαθὸν καὶ ἐπουράνιον αὐτοῦ πνεῦμα, καὶ δι' αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενέγκῃ καὶ κουφίσει καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως.

καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι' ἑαυτοῦ περᾶσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ κοῦφον καὶ ἐλαφρὸν πλοῖον τὸ ἐκ ξύλου κατασκευασθέν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον·

καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ, τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι' ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι καὶ διαπερᾶσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ οὐράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι' οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι.

ὥσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν οὔτε ἐξ αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ' ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται, οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ' ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι, ἐν τῇ νηῒ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν πονηρὰς δυνάμεις.

καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι' ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν, οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χαρισμάτων τοῦ ἑνὸς πνεύματος πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυναμούμεναι τὴν ὅλην ὑπερίπτανται πονηρίαν.

Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρῄζει καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν ὁ κύριος, ἐν τῇ πιστῇ ψυχῇ γινόμενος καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπείρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν.

ἄνευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσήματα·

ἀναβαίνουσι γάρ φησιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.

πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων·

αὐτὸς γάρ φησι πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

∆εῖ τοίνυν ἀλλαγῆναι καὶ μεταβληθῆναι τὰς ψυχὰς ἡμῶν ἀπὸ τῆς νῦν καταστάσεως εἰς ἑτέραν κατάστασιν καὶ φύσιν θείαν, καὶ γενέσθαι καινοὺς ἐκ παλαιῶν, τουτέστιν ἀγαθοὺς καὶ χρηστοὺς καὶ πιστοὺς ἐκ πικρῶν καὶ ἀπίστων, καὶ οὕτω χρησίμους γενομένους εἰς τὴν ἐπουράνιον βασιλείαν ἀποκαταστῆναι.

καὶ γὰρ ὁ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ κυρίου, γράφει ταῦτα·

διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ.

πῶς τις ἄρα καταλαμβάνεται ὑπὸ τοῦ


121


θεοῦ; ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν·

ἀλλ' ἐπειδὴ ζήλῳ θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ κύριος, περιλάμψας ἀρρήτως ὁ ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν.

ἴδε δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν·

πάντα γὰρ δυνατὰ παρὰ θεῷ, ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε·

ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπεκατέστη.

διὰ τοῦτο ἦλθεν ὁ κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, «θείας κοινωνοὺς φύσεως», καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν.

Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος.

χρὴ οὖν ἀγαπῆσαι τὸν κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν.

εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ «κοινωνὸς θείας φύσεως» γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΜΕ.



1 Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει.

ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων.

τοῦτο γὰρ ὁ Χριστὸς ἀπεφήνατο εἰπών·

«πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος».

ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν.

Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν.

ὅτι τὸ πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν Ἀδάμ.

Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν.

ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο.

ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας·

ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορεύσαντες γένη ὀρνέων καὶ ἰχθύων


122


καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν·

ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι·

ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν.

ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν, ἄλλοι δὲ λίθους τιμίους.

ἄλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ σατανᾶ καὶ εἰς ἁμαρτίαν ἔπεσον.

καὶ οὗτοι πάντες οἱ προρρηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν.

ἔοικεν οὖν ὁ κόσμος ὁ πάσης ποικιλίας πεπληρωμένος ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον καὶ κτήσεις διαφόρους καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον·

ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας.

οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, ἀδελφοί, οὐ πλοῦτος, οὐκ ἀνδρεία, οὔτ' ἄλλα ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα.

πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης σχολάσωμεν τῷ κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας.

ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν.

Ἀνὴρ δέ τις φρόνιμος, ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς ψυχῆς, ἐσπούδασεν ἀποπειραθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴ πως εὑρεῖν ὠφέλειαν δυνηθῇ.

προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι, καὶ τούτοις ἐπὶ πολὺ συνδιατρίψας οὐδὲν ὤνησεν.

ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας·

τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος.

διῆλθε διὰ τῶν ζωγράφων καὶ τῶν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι.

τέλος ἀναχωρήσας τούτων ἐπεζήτει ἑαυτῷ θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς.

ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά.

Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα λείπεται προστασίας, καὶ οἱ ἐπερχόμενοι ἐπὶ τῷ βλάψαι αὐτὴν καὶ τὰς οἰκήσεις ἐρημῶσαι πολλοί, κἀκείνη μὴ φέρουσα τὴν ὕβριν περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι, καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ' αὐτῷ καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν ἐπὶ πολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη·

ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾶν τὰ ὑπ' αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται.

εἶτα δι' ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν.

διὰ τί; ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς.

οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη εἰ μὴ ψυχῆς πρὸς θεὸν καὶ θεοῦ πρὸς αὐτήν.

ἐποίησε γὰρ ὁ θεὸς ὀρνέων γένη διάφορα·

τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν·

τὰ δὲ ᾠκονόμησεν ὑπὸ τὰ ὕδατα


123


φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν.

ἐδημιούργησε καὶ δύο κόσμους·

τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο·

τὸν δὲ κάτω τοῖς ἀνθρώποις ὑπὸ τὸν ἀέρα τοῦτον.

ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζῴων παντοίων·

ἀλλ' ἐν οὐδενὶ αὐτῶν ὁ θεὸς ἐπαναπαύεται.

πᾶσα ἡ κτίσις ὑπ' αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον οὔτε κοινωνίαν ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ καὶ ἐπαναπαυσάμενος.

ὁρᾷς ὧδε συγγένειαν θεοῦ πρὸς ἄνθρωπον καὶ ἀνθρώπου πρὸς θεόν.

ἡ οὖν συνετὴ καὶ φρονίμη ψυχή, περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ εἰ μὴ μόνον ἐν κυρίῳ, καὶ ὁ κύριος ἐν οὐδενὶ εὐδόκησεν εἰ μὴ μόνον ἐν ἀνθρώπῳ.

Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ, τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας, καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην.

οὕτως καὶ ὁ κύριος ἐκ δεξιῶν τοῦ πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται, τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ' αὐτοῦ βοήθειαν ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει·

ἐπειδὴ λέγει·

ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, καὶ πάλιν ὁ Παῦλος ὅτι «συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις».

πολὺ δὲ τὰ ἄλογα ζῷα συνετώτερά εἰσιν ἡμῶν, καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωται τῇ ἰδίᾳ φύσει·

τὰ ἄγρια πρὸς τὰ ἄγρια καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος.

καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν ἐπουράνιόν σου συγγένειαν, ἥτις ἐστὶν ὁ κύριος, ἀλλὰ συνεπιδίδεις καὶ συνεπινεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν, ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν καὶ βρωθὲν ὑπ' αὐτοῦ ἀποκτανθῇ.

αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον.

Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρί, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια εἴτε ἱματισμὸν εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου καὶ τύχῃ τῆς κοινωνίας, οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ λαμβάνει ἀρραβῶνα ἐκ τοῦ πνεύματος, εἴτε χαρίσματα ἰαμάτων εἴτε γνώσεως εἴτε ἀποκαλύψεως, ἀλλ' οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας.

ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μασθὸν τῆς τροφοῦ, πῶς τὸ γάλα λάβῃ, τὸ αὐτό μοι λογίζου κἂν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ Μςʹ.



1 Ὁ τοῦ θεοῦ λόγος θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί.

πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου·

ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν.

εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος.

ἡ γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη.

συμπνίγεται γάρ, ὥς φησιν ὁ κύριος, καὶ ἄκαρπος γίνεται ἀπὸ τοῦ λόγου τοῦ θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ


124


γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει κατεχόμενος·

τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται.

ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδίζονται.

φησὶ δὲ καὶ Παῦλος·

ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστι, καὶ ὁ προφήτης λέγει·

«ἐγένετο αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς ἔμετος».

ὁρᾷς ὅτι ζῆν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ' ὃν ἕκαστος γεγέννηται λόγον.

Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου.

ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρότερον ἐκεῖθεν καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς.

ὥσπερ δὲ εἴ τις νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔρριπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.

καὶ οὐχ ὥς τινές φασι, κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξασθαι.

καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται καὶ βοᾷ καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτήν.

ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτό, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ.

τοῦτο καὶ ὁ φιλάνθρωπος θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ.

Πολὺ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίγνεται μετ' αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον.

τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ, καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου, εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ κύριος.

καὶ τὸ σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, ἕως τρίτου οὐρανοῦ ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ κἀκεῖ διακονοῦσα αὐτῷ.

Καὶ αὐτὸς ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθεζόμενος ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι.

τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ, τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς.

αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει.

αὕτη αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς·

ὁ κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ κυρίου.

εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις, ἐρριμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ·

εἰ


125


οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως ἐλαφρά τε καὶ εὔπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, πολλῷ μᾶλλον ἡ ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ κυρίῳ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ.

καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καί, ὅπου βούλεται καὶ ἔνθα βούλεται, διακονεῖν τῷ Χριστῷ.

Τοῦτό φησιν ὁ ἀπόστολος·

«ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ».

θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαίρει κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ.

πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως.

μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή.

Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν τοιαύτην ἐποίησεν αὐτὴν ὁ θεός, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν.

ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς, κατὰ τὴν εἰκόνα τοῦ πνεύματος.

ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ κύριος.

ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα, ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον, ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι καὶ ἓν πνεῦμα μετ' αὐτοῦ εἶναι, καθώς φησιν·

«ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι».

ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.



ΟΜΙΛΙΑ περὶ τῶν παλαιῶν ΜΖ.

1 Ἡ δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης.

ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται.

ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο.

ἐνταῦθα δὲ ὁ λαὸς τοῦ θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται·

μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας.

παρ' ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ' ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός·

τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης·

«αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ πνεύματι καὶ πυρί».

Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα·

καὶ «εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου πνεύματος μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν».

ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνήν, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός».

γέγραπται ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν.

τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας.

καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν·

ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου πνεύματος πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.



126


Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις·

λέγει γάρ·

«διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς».

κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα.

∆ιαθήκη τε γὰρ ἔσωθεν καὶ πόλεμος ἔσωθεν, καὶ ἁπαξαπλῶς ὅσα ἐκείνοις συνέβη, «τυπικῶς» ἐγίνετο·

«ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν».

τῷ γὰρ Ἀβραὰμ προεῖπεν ὁ θεὸς τὸ ἐσόμενον ὅτι «πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια».

τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα.

πάροικος γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ·

ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιῶσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε «ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν θεόν», τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως.

καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου.

Εἶπε δὲ ὁ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν καὶ τῶν φλιῶν, «ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν»·

ἑώρα γὰρ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις καὶ πᾶν πρωτότοκον ἀνῄρει.

ἔτι δὲ καὶ


ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιζωσαμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν χερσί.

καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα κυρίου καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ ἀρνίου συντρῖψαι.

Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ.

ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα.

καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ.

διό φησι Μωϋσῆς·

αὕτη ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ θεὸς λυτρώσασθαι ἡμᾶς.

Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης.

Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν.

ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων.

Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο («τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ», καὶ αὖθις·

«ἐργάσῃ τὴν γῆν καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς»), ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι, ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνεδύθη σκότος, ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ.

καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας·

οἳ καὶ χωρίσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς ματαίους.

ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλείαν μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν.

ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ καὶ βοήσῃ πρὸς τὸν θεόν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας


127


τῶν Αἰγυπτίων.

ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ «ἐν τῷ μηνὶ τῶν νέων» ἀνθῶν, λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν.

κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς καὶ ἐνθυμήσεις ῥυπαράς, ὅσον δυνατόν, ἀπορρίψασθαι.

Σφαγῆναι δεῖ τὸ ἀρνίον καὶ τυθῆναι καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν.

Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον.

ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα.

εἶτα μετὰ τὸ χρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν.

ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου.

εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλά, ἀλλ' αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι·

μετὰ θλίψεως γὰρ πολλῆς καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας.

Καὶ πρὸς ἑσπέραν φησὶν ἔδεσθε αὐτό.

ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν.

οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν.

καὶ ὃν τρόπον εἶπε Μωϋσῆς·

αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ θεοῦ, οὕτως καὶ ὁ Χριστός, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται ἐκάλεσεν «ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως».

ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως.

εἰκότως, πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει καὶ πεπεδημένης κρυπτῶς ἐν λάκκῳ κατωτάτῳ καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι.

Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ·

ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει.

πένθος ἔχει τοὺς Αἰγυπτίους·

στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου.

κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν·

ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ θεός·

ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες καὶ κατέσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς.

μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους, καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν.

Ἀπαίρουσιν οἱ υἱοὶ Ἰσραήλ, τὸ πάσχα ποιήσαντες·

προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα λόγον.

στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο·

φυλάττον τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν.

γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν καὶ μετὰ τὴν τῶν πρωτοτόκων


128


ἀναίρεσιν, διώκειν ἐθάρσησε·

σπουδῇ γὰρ ζεύξας τὰ ἅρματα αὐτοῦ καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο.

ἤδη δὲ μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσα τε καὶ φυλάττουσα.

καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά.

Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα ἡ τοῦ θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν.

γνοὺς δὲ ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ λαβοῦσα τοὺς λογισμοὺς πάλαι κατεχομένους (ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα), ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν.

μαθὼν δὲ ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ τῆς σφαγῆς τῶν πρωτοτόκων καὶ κλοπῆς τῶν λογισμῶν, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐδεὶς εὑρεθῇ ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν.

καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων.

ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη·

παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς.

θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν·

μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνευμάτων ἕστηκεν ὁ κύριος.

θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως ἢ ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι·

δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν.

Ἀπευδοκεῖ οὖν ἑαυτὴν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτῇ ἔχουσα ἡ ψυχὴ διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν.

καὶ ἐπειδὰν ἴδῃ ὁ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν καταπιεῖν αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν καὶ δοκιμάζων αὐτήν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει.

τοιαύτην γὰρ ὁ θεὸς ἔθετο τὴν ὁδὸν τὴν «ἀπάγουσαν εἰς τὴν ζωὴν» μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας καὶ δοκιμασίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.

ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτὴν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν παρ' ὀφθαλμοῖς θάνατον, τὸ τηνικαῦτα χειρὶ κραταιᾷ καὶ «ὑψηλῷ βραχίονι» διὰ τοῦ ἁγίου πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός.

Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύματος ἁγίου μετέχοντι.

εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διελθοῦσα καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ.

τότε τὸ πνεῦμα ὅπερ ἔλαβε καινὸν ᾆσμα τῷ θεῷ ᾄδει διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ.

ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ.

δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς


129


δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ.

Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί.

καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ παρὰ τῷ θεῷ καὶ ἀληθινή.

Ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα καὶ ἄχρηστον πρὸς πόσιν.

κελεύει οὖν ὁ θεὸς ἀποκνίσαντα ξύλον ῥῖψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος χρήσιμον καὶ πόσιμον ἐγένετο τῷ λαῷ τοῦ θεοῦ.

τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκειοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη.

διὸ ἐμβάλλει ὁ θεὸς τὸ ξύλον τῆς ζωῆς εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ·

γίγνεται γὰρ πνεῦμα σαρκοφόρον.

δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ πνεύματος.

οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ ξύλον τῆς ζωῆς εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ μὴ λαβὼν γὰρ τὸ ξύλον τῆς ζωῆς·

οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν.

Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας.

τοῖς μὲν ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν, τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο.

οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωή, ἐφ' ἣν ἐπαναπαύονται.

τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων.

σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας.

καὶ ἡ περιτομὴ καὶ ἡ σκηνὴ καὶ ἡ κιβωτὸς καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ νόμῳ Μωσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε τὴν κατ' εἰκόνα θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλείαν σκότους πικρίας.

ταύτῃ γὰρ ἠθέλησεν ὁ θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων.

κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ θεὸς παραδέχεται αὐτήν, κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτῇ, ἕως αὐξήσει αὐτὴν τῇ ἰδίᾳ αὐξήσει.

τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται.

πρῶτον γὰρ γεννᾷ αὐτὴν ἐν ἑαυτῷ καὶ αὐξάνει δι' ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ·

αὐτὸς γὰρ ὢν τέλειος νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου.

καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΜΗ.



1 Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν·

«ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν».

τί ἐστι τὸ ὀλίγον καὶ τί ἐστι τὸ πολύ; τὸ ὀλίγον τὰ ἐπαγγέλματά εἰσι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει


130


ἐλπίζειν, ὅτι ὁ κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται.

τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν αὐτόν, ὅτι οὕτως ἐνετείλατο·

«ὑμεῖς δὲ» φησὶ «μόνον ζητεῖτε τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ θεῷ·

ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόντων.

καὶ τότε φανερόν ἐστιν, ὅτι πιστεύει περὶ τῶν ἀφθάρτων καὶ ὄντως ζητεῖ τὰ αἰώνια ἀγαθά, εἰ περὶ τῶν ὁρωμένων ὑγιῆ τὴν πίστιν ἀποσῴζει.

Ὀφείλει γὰρ ἕκαστος τῶν ὑπακουόντων τῷ τῆς ἀληθείας λόγῳ δοκιμάζειν ἑαυτὸν καὶ ἀνακρίνειν ἤτοι ὑπὸ πνευματικῶν ἀνδρῶν ἀνακρίνεσθαι καὶ δοκιμάζεσθαι, πῶς ἐπίστευσε καὶ ἔδωκεν ἑαυτὸν τῷ θεῷ, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ τὸν λόγον αὐτοῦ ἢ οἰήσει δικαιώσεως καὶ πίστεως ἐν ἑαυτῷ πιστεύειν νομίζων.

ἕκαστος γὰρ εἰ ἐν τῷ ὀλίγῳ πιστός ἐστι (περὶ τῶν προσκαίρων λέγω), δοκιμάζεται καὶ ἐλέγχεται.

τὸ δὲ πῶς, ἄκουε.

πιστεύειν λέγεις βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς θεοῦ γεννηθεὶς ἄνωθεν γενέσθαι καὶ συγκληρονόμος τοῦ Χριστοῦ καὶ εἰς αἰῶνας ὅλους συμβασιλεύειν αὐτῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσιν ὡς ὁ θεός; πάντως ἐρεῖς ναί.

διὰ ταύτην γὰρ τὴν αἰτίαν ἀναχωρήσας τοῦ κόσμου ἑαυτὸν τῷ κυρίῳ δέδωκα.

δοκίμασον τοίνυν σεαυτόν, μήποτέ σε μέριμναι γήϊναι κατέχουσιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, ὡς τῇ σῇ δυνάμει περιγιγνόμενος καὶ προνοούμενος ἑαυτοῦ, ἃ προσετάχθης μὴ μεριμνᾶν ὅλως περὶ σεαυτοῦ.

εἰ γὰρ πιστεύεις τὰ ἀθάνατα καὶ αἰώνια καὶ παράμονα καὶ ἄφθονα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ θεὸς ἔδωκε καὶ ἀσεβέσιν ἀνθρώποις καὶ θηρίοις καὶ πετεινοῖς, οὐ πιστεύεις παρασχέσθαι σοι τὸν κύριον; ὥσπερ καὶ ἐνετείλατο μὴ μεριμνᾶν ὅλως περὶ τούτων εἰπών·

«μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε ἢ τί περιβάλησθε.

ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ».

εἰ δὲ περὶ ταῦτα ἔτι μέριμναν ἔχεις καὶ οὐκ ἐνεπίστευσας ὅλον σεαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἔτι ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος.

καὶ πάλιν·

ὥσπερ τὸ σῶμα τιμιώτερον τοῦ ἐνδύματός ἐστιν, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος.

πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἁμαρτίας, δι' ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστῶν θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παθῶν καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας, ὁ μόνος ἀληθινὸς ἰατρὸς καὶ θεραπευτής; Ἐρεῖς πάντως·

πιστεύω.

εἰς τοῦτο γὰρ ἕστηκα καὶ ταύτην ἔχω τὴν προσδοκίαν.

γνῶθι τοίνυν, ἐρευνήσας σεαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρῃ, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θεραπεῦσαι.

ἴδε πῶς σεαυτὸν ἀπατᾷς, ὅτι νομίζεις πιστεύειν, μηδέπω πιστεύων ὡς δεῖ ἐξ ἀληθείας.

εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπευθῆναι, ἐπίστευες ἂν αὐτῷ δυνατῷ ὄντι θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη καὶ νοσήματα, καὶ πρὸς αὐτὸν ἂν μόνον κατέφευγες, ὑπερορῶν ἰατρικῶν ἐπιτηδευμάτων καὶ θεραπειῶν.

ὁ γὰρ τὴν ψυχὴν κτίσας αὐτὸς καὶ τὸ σῶμα πεποίηκε, καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι.

Ἀλλὰ πάντως ἐρεῖς μοι ταῦτα·

ὁ θεὸς τῷ σώματι ἔδωκεν εἰς θεραπείαν τάς τε βοτάνας τῆς γῆς


131


καὶ τὰ φάρμακα, καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη προευτρέπισε, τὸ ἀπὸ γῆς ὂν σῶμα θεραπεύεσθαι οἰκονομήσας ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν.

σύμφημι κἀγὼ ταῦτα οὕτως ἔχειν.

ἀλλὰ πρόσεχε καὶ γνώσῃ τὸν τρόπον, τίσι ταῦτα δέδοται καὶ τίσιν ᾠκονόμησεν ὁ θεὸς κατὰ πολλὴν καὶ ἄπειρον φιλανθρωπίαν καὶ χρηστότητα.

ἐκπεσὼν ὁ ἄνθρωπος ἀπὸ τῆς ἐντολῆς, ἧς εἰλήφει, καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονώς, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἀτιμίαν ἢ μετάλλου τινὸς ἐργασίαν, ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθεὶς καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονὼς καὶ ἄπιστος ἀπὸ τῆς πλάνης τῶν παθῶν καταστάς, ὑπὸ τὰ πάθη λοιπὸν καὶ τὰ νοσήματα τῆς σαρκὸς πέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνοσος.

δῆλον δὲ ὅτι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσιν ὑποπεπτώκασιν.

ᾠκονόμησε τοίνυν ταῦτα τοῖς ἀσθενέσι καὶ ἀπίστοις ὁ θεός, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος διὰ πολλὴν χρηστότητα, ἀλλ' ἔδωκεν εἰς ψυχαγωγίαν καὶ θεραπείαν καὶ ἐπιμέλειαν τοῦ σώματος τὰ φάρμακα τοῖς τοῦ κόσμου ἀνθρώποις καὶ τοῖς ἔξω πᾶσι, κἀκείνους συνεχώρησε τούτοις χρᾶσθαι τοὺς τῷ θεῷ μηδέπω δυναμένους ἐξ ὅλου ἑαυτοὺς ἐμπιστεύειν.

σὺ δὲ ὁ μονάζων ὁ προσεληλυθὼς τῷ Χριστῷ καὶ υἱὸς θεοῦ βουλόμενος εἶναι καὶ ἄνωθεν ἐκ πνεύματος γεννηθῆναι καὶ ἀνωτέρας καὶ μείζους τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου ἐπαγγελίας ἐκδεχόμενος, τὴν εὐδοκίαν τῆς τοῦ κυρίου ἐπιδημίας, καὶ ξένος τοῦ κόσμου γεγονώς, καινοτέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους κεκτῆσθαι ὀφείλεις.

δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΜΘ.



1 Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μητρὸς ἕνεκεν τοῦ κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύματα φωτὸς θεότητος μὴ ἀμφιάσηται εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προσκαίρου καὶ σαρκικῆς κοινωνίας ταύτης κοινωνίαν τοῦ ἐπουρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινομένης τοῦ κόσμου τούτου χαρᾶς χαρὰν πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ κυρίου κατὰ τὸ γεγραμμένον, καὶ ἁπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως ἀπόλαυσιν ἄφθαρτον ἐπιθυμητὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν, οὗτος γέγονεν ἅλας μωρόν, οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους, οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη καὶ τῶν θεϊκῶν δωρεῶν οὐκ ἀπέλαυσε.

μυστήρια θεῖα δι' ἐνεργείας τοῦ πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ.

διὰ τοῦτο γὰρ ξένος τοῦ κόσμου γεγένηταί τις, ἵνα εἰς ἕτερον κόσμον καὶ αἰῶνα τῷ φρονήματι μετέλθῃ ἡ ψυχὴ αὐτοῦ κατὰ τὸν ἀπόστολον·

ἡμῶν γὰρ φησὶ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ πάλιν·

«ἐπὶ γῆς περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα».

∆εῖ τοίνυν τὸν ἀποταξάμενον τῷ κόσμῳ τούτῳ βεβαίως πιστεῦσαι, ὅτι χρὴ εἰς ἕτερον αἰῶνα τῷ φρονήματι ἀπὸ τοῦ νῦν διὰ τοῦ πνεύματος μεταβῆναι, κἀκεῖ πολιτεύεσθαι καὶ τρυφᾶν καὶ ἀπολαύειν πνευματικῶν ἀγαθῶν καὶ τὸν ἔσω ἄνθρωπον ἐκ πνεύματος γεννηθῆναι, καθὼς ὁ κύριος εἶπεν·

«ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν»·

ἐπειδὴ ἔστιν ἄλλος θάνατος παρὰ τὸν φαινόμενον καὶ ἄλλη ζωὴ παρὰ τὴν φαινομένην.

λέγει γὰρ ἡ γραφὴ ὅτι «ἡ σπαταλῶσα ζῶσα τέθνηκεν», καί·



132


«ἄφετε τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς»·

ὅτι «οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε».

Ὥσπερ γὰρ ὁ ἥλιος ἀνατείλας ἐπὶ τὴν γῆν ὅλος ἐν τῇ γῇ ἐστιν, ἐπὰν δὲ πρὸς δυσμὰς γένηται, πάσας αὐτοῦ τὰς ἀκτῖνας συνάγει πορευόμενος ἐν τῷ ἑαυτοῦ οἴκῳ, οὕτως καὶ ψυχὴ ἡ μὴ ἄνωθεν ἐκ τοῦ πνεύματος ἀναγεννηθεῖσα ὅλη ἐν τῇ γῇ ἐστι τοῖς λογισμοῖς αὐτῆς καὶ τῷ φρονήματι ἐπὶ γῆς ἐκτεινομένη ἕως τῶν περάτων αὐτῆς.

ἐπὰν δὲ καταξιωθῇ τὴν ἐπουράνιον λαβεῖν τοῦ πνεύματος γέννησιν καὶ κοινωνίαν, πάντας αὐτῆς τοὺς λογισμοὺς συνάγουσα καὶ μεθ' ἑαυτῆς ἔχουσα εἰσέρχεται πρὸς τὸν κύριον εἰς τὸ ἐξ οὐρανοῦ ἀχειροποίητον κατοικητήριον, καὶ πάντες οἱ λογισμοὶ αὐτῆς οὐράνιοι καὶ καθαροὶ καὶ ἅγιοι γίγνονται, χωροῦντες εἰς ἀέρα θεϊκόν.

ῥυσθεῖσα γὰρ ἡ ψυχὴ ἐκ τῆς φυλακῆς τοῦ σκότους, τοῦ πονηροῦ ἄρχοντος τοῦ πνεύματος τοῦ κόσμου, εὑρίσκει λογισμοὺς καθαροὺς καὶ θείους, ὅτι εὐδόκησεν ὁ θεὸς τὸν ἄνθρωπον ποιῆσαι «θείας φύσεως κοινωνόν».

Εἰ οὖν ἀναχωρήσεις πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ προσκαρτερεῖς τῇ εὐχῇ σου, οὐ μᾶλλον τὸν κάματον τοῦτον ἀναπαύσεως μεστὸν ἡγήσῃ, καὶ τὴν ὀλίγην θλῖψιν καὶ τὸν πόνον χαρᾶς καὶ ἀνέσεως ἀνάπλεων νομίσεις μεγίστης; εἰ γὰρ καὶ τὸ σῶμά σου καὶ ἡ ψυχή σου καταδεδαπάνητο κατὰ πᾶσαν ὥραν ἐν ὅλῳ τῷ βίῳ διὰ τηλικαῦτα ἀγαθά, τί τοῦτο ἦν; ὢ τῆς ἀρρήτου εὐσπλαγχνίας τοῦ θεοῦ, ὅτι δωρεὰν ἑαυτὸν χαρίζεται τοῖς πιστεύουσιν ἐν ὀλίγῳ καιρῷ θεὸν κληρονομῆσαι, καὶ θεὸν οἰκῆσαι ἐν σώματι ἀνθρώπου καὶ ἔχειν τὸν κύριον οἰκίαν καλὴν τὸν ἄνθρωπον.

ὥσπερ γὰρ ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν εἰς τὸ κατοικῆσαι τὸν ἄνθρωπον, οὕτως καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἔκτισεν εἰς ἰδίαν οἰκίαν, εἰς τὸ ἐνοικῆσαι καὶ ἀναπαῆναι ὡς ἐν ἰδίῳ οἴκῳ τῷ σώματι, ἔχων νύμφην καλὴν τὴν ἐράσμιον ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ πεποιημένην.

ἡρμοσάμην γὰρ ὑμᾶς φησιν ὁ ἀπόστολος ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ πάλιν·

οὗ οἶκός ἐσμεν ἡμεῖς.

ὥσπερ γὰρ ὁ ἀνὴρ ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ σπουδῆς πάντα τὰ ἀγαθὰ ἀποθησαυρίζει, οὕτω καὶ ὁ κύριος ἐν τῷ οἴκῳ αὐτοῦ, τῇ ψυχῇ καὶ τῷ σώματι, ἀποτίθεται καὶ θησαυρίζει τὸν πλοῦτον τοῦ πνεύματος τὸν οὐράνιον.

Οὔτε δὲ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ ἁγίου πνεύματος ἀποκαλύπτεται ἡ κατάληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται.

ἀλλ' ἐνταῦθα θεώρει καὶ διάκρινον καὶ σύνες, πῶς.

ἄκουσον.

οὗτος θεός, αὕτη οὐ θεός.

οὗτος κύριος, αὕτη δούλη.

οὗτος κτίστης, αὕτη κτίσμα.

οὗτος ποιητής, αὕτη ποίημα.

οὐδὲν κοινὸν τῆς αὐτοῦ φύσεως καὶ αὐτῆς τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ εὐδόκησεν εἰς τοῦτο τὸ ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ἔργον ἐνοικῆσαι, ὥς φησιν ἡ γραφή·

εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων, εἰς τὴν αὐτοῦ σοφίαν καὶ κοινωνίαν, εἰς ἴδιον κατοικητήριον, εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην.

Τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ κυρίου εἰς ἡμᾶς γεγενημένης, μὴ ἀμελήσωμεν, ὢ τέκνα, μήτε ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἐπιδοῦναι.

παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς ἀτιμίας, καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀναλάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, καὶ οὕτως ἀξιωθῶμεν τῆς κοινωνίας τοῦ πνεύματος, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας.

ἀμήν.

ΟΜΙΛΙΑ Ν.

}1 Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ;


133


νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς.

καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός.

ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις.

καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος.

ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη.

καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι.

ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη·

τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα.

ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα.

Ὁ ∆αβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς ∆αβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην·

οὐ γὰρ ∆αβὶδ ἠδύνατο, ἀσθενὴς ὢν τῷ σώματι.

Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ' ὅτε ὁ θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ' ἑαυτῶν κατέπεσε.

καὶ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ κύριος·

«ἄπελθε εἰς πόλεμον».

ἀπεκρίθη Ἰησοῦς·

«ζῇ κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ».

καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; ἡ φύσις αὐτοῦ μόνη ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν θεόν, ἐπάτει τὸν Ἀμαλήκ·

εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ Ἀμαλὴκ περιεγίνετο.

Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων.

ἀνάλαβε οὖν εἰς ἑαυτὸν ταῦτα.

ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμοὺς εἰς τὸν οὐρανόν, καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς.

καὶ ὥσπερ εἰς Ἰεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως θεοῦ.

οὕτως ἐν τῇ σκιᾷ θεοῦ δύναμις ἀδιαλείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά, καὶ ἔσωθεν δὲ ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις.

ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ.

οὐ γὰρ πάντοτε ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ ἐν αὐτοῖς πνεῦμα·

πλὴν ἡ δύναμις πάντοτε συνῆν.

Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα τὸ ἅγιον, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὸν σταυρόν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος.

ἐκχεῶ γάρ φησιν ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

τοῦτό ἐστιν ὃ εἶπεν αὐτὸς ὁ κύριος ὅτι «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος».

«πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει».

«εἰ» γάρ φησιν «ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν», δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν ἀπόστολον.

Τὰ οὖν τοιαῦτα μέτρῳ καὶ χρόνῳ καὶ κόπῳ πολλῷ καὶ ὑπομονῇ καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, «γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς», κατὰ τὸ εἰρημένον, διὰ «καλοῦ τε καὶ κακοῦ», δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν καὶ πολυτρόπων περιστάσεων καὶ ἐνεδρῶν τῆς κακίας, ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ πνεύματος.

ὁ γὰρ γνωρίζων τὴν ἐπιβουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων ἀκμὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ θεοῦ


134


χάριτος καὶ εἰρήνης.

καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ κυρίου καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ πνεύματος.

ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ.

ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ.

ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας.

εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως.

ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξερριζώθη ἡ ἁμαρτία.

τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε.

∆ιὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν συνετώτεροι γένησθε ἐν κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.