Μακάριος Αιγύπτιος - Macarius of Egypt/Πνευματικές Ομιλίες - Homiliae spirituales (MPG 034 0449 0822)/Πρωτότυπο-AncientGreek/Ομιλίες ΛΑ-Μ

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. Original File

Here you will find the Orignal Text from Patrologia Gracea Migne. Original File

makariou_patrologia.jpg



ΟΜΙΛΙΑ ΛΑ.



1 ∆εῖ τὸν πιστεύοντα αἰτεῖν τὸν θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη.

ὅτι τὸ ἄκρως καλὸν ὁ θεός ἐστι.

πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.

Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα καὶ νουθετοῦσα τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμούς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ,


101


πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν.

ἀδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις καὶ μετ' αὐτῶν κατηξιώθη·

οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν.

ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ' ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον.

«μὴ φοβοῦ,» φησιν «ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω», καὶ πάλιν·

«πρόσεχε» φησὶ «σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα»·

«μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου·

τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν».

Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πάντως ὁ κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν·

πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν.

ὥστε σπούδασον ἀρέσαι τῷ κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι.

καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί.

ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε.

ἕστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς.

καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου.

θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, «ξύλον ζωῆς», μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, θεός, οἶνος, «ὕδωρ ζῶν», πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, πάντα ἐν πᾶσι Χριστός.

καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι.

ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων.

ὡς «ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων», ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος.

Ἄρωμεν οὖν τὸ σῶμα τοῦτο καὶ ποιήσωμεν θυσιαστήριον καὶ ἐπιθῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν.

δεηθῶμεν τοῦ κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ καὶ καταφάγῃ τὸ θυσιαστήριον καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ πάντες οἱ ἱερεῖς τῆς Βάαλ πέσωσιν, αἵτινές εἰσιν αἱ ἀντικείμεναι ἐνέργειαι, καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν ὑετὸν ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ·

«ἀνορθώσω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω»·

ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας τῇ ἰδίᾳ χρηστότητι ὁ κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα·

ἐκεῖθεν γὰρ τρέφεται


102


ψυχή, ἔνθα καὶ ἐσθίει, ἤτοι ἐκ τοῦ αἰῶνος τούτου ἤτοι ἐκ τοῦ πνεύματος τοῦ θεοῦ.

καὶ ὁ θεὸς ἐκεῖ τρέφεται καὶ ζῇ καὶ ἀναπαύεται καὶ ἀναστρέφεται.

Τὸ λοιπὸν ἕκαστος εἰ βούλεται, δοκιμάσει ἑαυτόν, πόθεν τρέφεται καὶ ποῦ ζῇ καὶ ἐν οἷς ἐστιν, ἵν' οὕτως νοήσας καὶ τὴν ἀκριβῆ διάκρισιν κτησάμενος τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τελείως ἑαυτὸν ἐπιδῷ.

λοιπὸν προσευχόμενος ἐν τῇ εὐχῇ πρόσεχε σεαυτῷ, ἐπέχων τοῖς λογισμοῖς καὶ ταῖς ἐνεργείαις πόθεν εἰσίν, ἐκ τοῦ θεοῦ ἢ ἐκ τοῦ ἐναντίου, καὶ τίς προσφέρει τροφὴν τῇ καρδίᾳ, ὁ κύριος ἢ οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου.

καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὢ ψυχή, αἰτοῦ τὸν κύριον ἐν πόνῳ καὶ πόθῳ τροφὴν οὐράνιον καὶ αὔξησιν καὶ ἐργασίαν Χριστοῦ κατὰ τὸ εἰρημένον·

«ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ οὐκ ἐν σχήματι καὶ τύπῳ ὥς τινες νομίζουσιν.

ἰδοὺ γὰρ τῶν μόρφωσιν εὐσεβείας μόνον ἐχόντων ὁ νοῦς καὶ ἡ διάνοια ἔοικε τῷ κόσμῳ.

ἰδοὺ ὁ σεισμὸς καὶ ὁ σάλος τῆς προαιρέσεως αὐτῶν, ἡ ἄστατος γνώμη, ἡ δειλία καὶ ὁ φόβος, κατὰ τὸ εἰρημένον·

στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀπιστίαν καὶ σύγχυσιν τῶν ἀστάτων λογισμῶν·

ὅσαι ὧραι σαλευόμενοι ὡς οἱ λοιποὶ πάντες ἄνθρωποι.

σχήματι δὲ μόνῳ καὶ νοήματι διαφέρουσιν οἱ τοιοῦτοι τοῦ κόσμου καὶ σωματικοῖς κατορθώμασι τοῦ ἔξω ἀνθρώπου, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῷ κόσμῳ σύρονται, καὶ δεσμοῖς γηΐνοις καὶ μεριμνῶν ἀνωφελῶν ἐμπεριέχονται, τὴν ἐξ οὐρανοῦ εἰρήνην ἐν καρδίᾳ μὴ κτησάμενοι, καθώς φησιν ὁ ἀπόστολος ὅτι ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, ἥτις ἐστὶ βασιλεύουσα καὶ ἀνακαινίζουσα τὰς τῶν πιστῶν διανοίας ἐν ἀγάπῃ θεοῦ καὶ πάσης τῆς ἀδελφότητος.

δόξα καὶ προσκύνησις πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΒ.



1 Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι·

παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν.

οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, θεοῦ σοφίαν, οὐ τοῦ κόσμου τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου.

καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοί, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι καὶ εἰς δόξας καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς.

Ἔστι γένη ζῴων ἡμέρων, οἷον ἵππος καὶ βοῦς·

ἕκαστον αὐτῶν ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν.

τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις·

ὁ λέων ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν, ὁ ἔλαφος ὁμοίως, καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλή.

καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα, ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου.

τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστὶ σώματα πολλά, μὴ ἐοικότα ἀλλήλοις.

καὶ ἐν τῇ γῇ σπέρματα πολλά εἰσιν, ἀλλ' ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν.

καὶ δένδρα πολλά εἰσιν, ἀλλ' εἰσὶ δένδρα μείζονα καὶ εἰσὶ δένδρα μικρότερα, καὶ αὗται αἱ ὀπῶραι διαφορὰν ἔχουσι πολλήν·

ἕκαστον γὰρ αὐτῶν ἰδίαν ἔχει γεῦσιν.

καὶ εἰσὶ βοτάναι καὶ ἐν αὐταῖς διαφοραὶ πολλαί, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνην.

Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, φύλλα καὶ ἄνθη καὶ καρπούς·

ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα·

καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην.

οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον.

καὶ ἐπειδὴ ἀπὸ θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδῦσαν καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχήν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα, ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν, ὃ


103


ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον καὶ οὐράνιον.

ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως, ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη.

Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ πνεύματος.

ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή·

τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται·

ἢ ὥσπερ ὁ οὐρανὸς εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν.

ὁμοίως δὲ καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ οἱ λογισμοὶ ἐρχόμενοι διάφοροί εἰσι, τὸ δὲ πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον ἕνα λογισμὸν ποιεῖ καὶ μίαν καρδίαν·

οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς πνεύματος κυβερνῶνται.

Τί δέ ἐστι τὰ διχηλοῦντα ζῷα; ἐπειδὴ τοῖς δυσὶν ὄνυξιν εὐθέτως περιπατεῖ τὴν ὁδόν, εἰς τύπον κεῖται τῶν ἐν νόμῳ πορευομένων ὀρθῶς.

ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ διακονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται (σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι ἢ λαλῆσαι) ἐξ αὐτοῦ δέ ἐστι τοῦ σώματος καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος, οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης.

προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ «διακονίαν πνεύματος» οὐκ εἶχεν.

οὐ γὰρ ἠδύνατο Μωϋσῆς, σάρκα περιβεβλημένος, εἰσελθεῖν εἰς τὴν καρδίαν καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους.

περιτομὴ γὰρ ἡ ἐν τῇ σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγμάτων.

ἐκεῖνο γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐρρυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ πνεύματος καθαρίζει καὶ ἀποπλύνει.

ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίας, ὧδε ἀληθινὸς ἀρχιερεὺς ὁ Χριστὸς ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι καὶ τὴν μεμολυσμένην συνείδησιν.

λέγει γάρ·

«μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος».

εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν.

τὸ γενόμενον ἐκεῖ τύπος ἐστίν.

οὕτως γὰρ καὶ ὁ κύριος, ἐνδυσάμενος τοὺς ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς καὶ κήρυκας ὅλου τοῦ κόσμου.

ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσαν τὴν ἀλήθειαν δείκνυσιν.

ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει οὔτε πόνους ἰᾶται, οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη·

οὐδὲ γὰρ εἶχε ζωήν.

∆ύο γὰρ πρόσωπα συναπτόμενα τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι.

«κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι ἢ μονόχειρα ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν·

ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἕν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται, οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος ἐὰν καθ' ἑαυτὴν γυμνὴ


104


ἀπομείνῃ καὶ μὴ λάβῃ τὴν μῖξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη, ἀλλ' ἔμεινε γυμνὴ καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ.

αὕτη γὰρ ἡ ψυχὴ ναὸς θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη καὶ νύμφη βασιλέως·

λέγει γάρ·

ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.

οὕτως εὐδόκησεν ὁ θεός, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν συμπεριέλαβε τὴν φύσιν σου τὴν λογικήν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θεϊκῷ αὐτοῦ πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν.

καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ πνεύματι καὶ εἰσέλθῃ ψυχὴ ἐπουράνιος εἰς τὴν ψυχήν σου, τότε εἶ τέλειος ἄνθρωπος ἐν θεῷ καὶ κληρονόμος καὶ υἱός.

ὥσπερ δὲ τὸ μέγεθος τοῦ θεοῦ καὶ τὸ ἀκατάληπτον αὐτοῦ οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν οὔτε οἱ κάτω, οὕτως πάλιν τὸ λεπτὸν τοῦ θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται.

ὥσπερ γὰρ τὸ μέγεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ.

Καὶ συμβαίνει ὅτι οἰκονομεῖ σε εἰς θλίψεις εἶναι καὶ πάθη καὶ στίγματα, καὶ ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται.

εἰ ἐν κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι ἀτυχία.

ἄρχῃ καθ' ἑαυτὸν λογίζεσθαι παρ' ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν κἂν ἀποτάσσομαι καὶ τῷ θεῷ δουλεύω.

λοιπὸν ἐρχόμενος ὧδε ἀκούεις τῆς ἐντολῆς λεγούσης πώλησόν σου τὰ ὑπάρχοντα, μίσησον κοινωνίαν σαρκικήν, δούλευσον τῷ θεῷ·

τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ ὅτι διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ.

λοιπὸν ἐν μέρει ἐν τοῖς φαινομένοις ἤλλαξάς σου τὸν νοῦν καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς·

οὕτως οὖν χρὴ σὲ καὶ εἰς τὸν νοῦν ἀλλαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον.

λοιπὸν εἰς αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν καὶ οὐκέτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον τὴν μέριμναν καὶ τὸν πόνον, ἵνα κτήσῃ ὃ ἤκουσας.

καὶ ὅτε νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετά σου ὁ κύριος·

τί καυχᾶσαι; οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα; τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐκ ἐγὼ ἐποίησα; τί ἐποίησας σύ; ἄρχεται ἡ ψυχὴ ἐξομολογουμένη δέεσθαι τοῦ κυρίου καὶ λέγειν ὅτι πάντα σά ἐστιν·

ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι·

τὰ ἐνδύματά μου σά ἐστιν.

ἐκ σοῦ τρέφομαι καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν.

τότε ἄρχεται ὁ κύριος πρὸς ταῦτα λέγειν·

χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σά ἐστι, τὸ θέλημα τὸ ἀγαθὸν σόν ἐστι.

καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσέφυγές μοι, δεῦρο λοιπὸν δώσω σοι ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω οὔτε ἐπὶ γῆς ἄνθρωποι ἔχουσιν.

ἐμὲ λάβε τὸν κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ᾖς πάντοτε μετ' ἐμοῦ εὐφραινομένη καὶ ἀγαλλιῶσα.

ὥσπερ γὰρ γυνὴ μεμνηστευμένη ἀνδρὶ πάντα τὰ ὑπάρχοντα αὐτῆς καὶ ὅλην τὴν προῖκα ἀποφέρει ἐκ πολλῆς ἀγάπης, εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρός, καὶ τοῦτο λέγει·

ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σά ἐστι καὶ ἡ προὶξ σή ἐστι καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμὸν σόν ἐστιν, οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ πνεύματι.

Χρὴ δέ σε, ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν.

ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου καὶ ἄρξῃ ζητεῖν τὸν θεὸν καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ᾗ συνεγεννήθης.

καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον.

ἄρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμούς, νοῦν πρὸς νοῦν, ψυχὴν πρὸς ψυχήν, πνεῦμα πρὸς πνεῦμα.

καὶ λοιπὸν ἐκεῖ ἀγωνιᾷ ἡ ψυχή.

ἀποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτὴ δύναμις τοῦ σκότους ἐγκαθεζομένη τῇ καρδίᾳ.

καὶ ὁ κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σου ἐστίν, ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμοὺς οὐρανίους ἐντίθησί σοι καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ


105


κρυπτῷ.

ἀφίησι δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις.

καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναί σε.

ὥσπερ ὅταν ᾖ πλουσίου παιδίον καὶ ἔχῃ παιδαγωγόν, τέως μὲν λώροις αὐτὸν βασανίζει καὶ ἡ παιδεία καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, ἕως ὅτε γένηται ἀνήρ·

τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ, οὕτως καὶ ἡ χάρις οἰκονομικῶς σε παιδεύει, ἕως ὅτε φθάσῃς «εἰς τέλειον ἄνδρα».

Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον θέλει, ἵνα ὅλη καρποφορήσῃ·

λοιπὸν οὖν ἀποφέρει τὸ δρέπανον, καὶ εἰ μὴ εὕρῃ καρπόν, λυπεῖται.

οὕτως καὶ ὁ κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων.

ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπεῖται, οὕτως καὶ ὁ κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπεῖται.

ὥσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος τῇ οἰκουμένῃ ἐπιλάμπει, οὕτως ἡ θεότης πανταχοῦ ἐστι καὶ πανταχοῦ εὑρίσκεται.

εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων.

εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων.

ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί.

δόξα καὶ μεγαλοπρέπεια πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΓ.



1 ∆εῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων.

καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν θεόν.

ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι' ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι' ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ' ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ.

καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν πνευματικήν, θεοῦ ἀξίαν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν.

Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ' ἑτέραν μετιῶν ἐπίνοιαν καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει, οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδήσωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι.

οὕτως γὰρ ἐπαναπαύσεται ὁ κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ' αὐτήν.

οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζῴων τῶν ὑπεζευγμένων τῷ δεσποτικῷ ἅρματι·

ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν θεόν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ θεοῦ·

γίγνεται γὰρ ὅλη ὀφθαλμός.

Καὶ ὃν τρόπον οἶκος, τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας, οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα πάσης ὡραιότητος γέμει·

τὸν γὰρ κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον.

οὐαὶ δὲ οἰκίᾳ, ἦς ὁ δεσπότης ἀποδημεῖ καὶ ὁ κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης


106


ἀκαθαρσίας καὶ ἀκαταστασίας·

ἐκεῖ «σειρῆνες καὶ δαιμόνια» κατὰ τὸν προφήτην οἰκοῦσιν·

ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ αἴλουροι καὶ κύνες καὶ πᾶσα ἀκαθαρσία ἐστίν.

οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς καὶ ἀπολαμβανούσῃ τὸν καλὸν οἰκοδεσπότην Χριστὸν ἔνοικον, ἀλλὰ μενούσῃ ἐν τῇ ἀκαθαρσίᾳ αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τοὺς πείθοντας αὐτὴν καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ.

Ὅταν δὲ ἴδῃ ὁ κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας καὶ βοῶσα πρὸς αὐτόν, καθὼς ἐνετείλατο ἀδιαλείπτως προσεύχεσθαι ἐν παντί, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον καὶ ἄσπιλον νύμφην «αὐτὸς ἑαυτῷ παραστήσει» αὐτήν.

εἰ οὖν πιστεύεις ταῦτα ἀληθῆ εἶναι ὥσπερ καὶ εἰσί, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ κύριος.

εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας, ἵνα λάβῃς.

ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον·

τυφλὸς γὰρ εἶ.

ὅταν θεωρῇς φῶς, βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς καὶ ἀγαθόν·

σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων.

ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ σατανᾶς, καὶ ὦτα ἃ ἐκώφευσε·

καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι.

ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ Λ∆.



Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί.

ἀλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ οὐρανὸν καινὸν καὶ γῆν καινὴν καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος.

ἔστι κόσμος ἀληθινὸς καὶ γῆ ζῶσα καὶ ἄμπελος καρποφόρος καὶ ἄρτος ζωῆς καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται·

πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων, καὶ πάλιν·

«ἀνατελεῖ τοῖς φοβουμένοις τὸν κύριον ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», καὶ ὁ κύριος εἶπεν·

ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ πάλιν·

ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ πάλιν·

«ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».

Ἡ γὰρ ἔλευσις τοῦ κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια.

ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί, τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ·

ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ κύριος.

«τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ» τὸ ἀχειροποίητον περιβέβληνται, δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι.

οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ·

πονηρία γὰρ ἐξήρθη.

«οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος», εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, Χριστοὶ καὶ θεοὶ καὶ τέκνα θεοῦ γενόμενοι.

ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ·

ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι.

ἐν ἑνὶ φωτὶ


107


ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου.

οὕτως πολλοῖς σχήμασι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ ἑτέρου δόξῃ.

Ὁρᾷς πῶς αἱ τοῦ θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀρρήτου καὶ ἀϊδίων μυστηρίων καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσαι.

ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ ἢ σπέρματα ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ καὶ τὸν πάντα πλοῦτον τῆς γῆς ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι, ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῷα ἢ τὸν ἀριθμὸν ἢ τὰ γένη ἢ τὴν διαφορὰν ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν, ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι, ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος ἢ τὰς θέσεις τῶν ἄστρων ἢ τὸν δρόμον αὐτῶν ὥς ἐστιν ἀδύνατον καταλαβεῖν, οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀπέραντον καὶ ἀκατάληπτον.

εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά.

ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιαθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν ἢ ἐξαγορεῦσαι.

μετὰ πάσης οὖν σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον·

κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ θεός·

«κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου».

δόξα τῷ ἑαυτὸν διδόντι καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΕ.



1 Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν.

τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ κυρίου.

ἡ γὰρ καταξιωθεῖσα ψυχὴ τοῦ ἀληθινοῦ σαββάτου ἀργεῖ καὶ ἀναπαύεται ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν σάββατον σαββατίζει καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων.

ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν σάββατον, εἰ καὶ σωματικῶς, ἀνεπαύοντο, ἀλλ' αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι.

τοῦτο δὲ τὸ ἀληθινὸν σάββατον ἀνάπαυσις ἀληθινή ἐστι ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ σατανᾶ καὶ ἀναπαυομένης εἰς τὴν τοῦ κυρίου ἀνάπαυσιν αἰωνίαν καὶ χαράν.

Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῷα τῷ σαββάτῳ ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῷα ἀπὸ τῶν βαρέων ἔργων), οὕτως ἐλθὼν ὁ κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον σάββατον δοὺς ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας ἀκαθάρτων διαλογισμῶν καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης, ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν.

καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων τῆς ἀδικίας καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας.

ὁ γὰρ κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων·

«δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».

καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατίζουσαι


108


σάββατον ἀληθινόν, τρυφερόν, ἅγιον·

καὶ ἑορτάζουσιν ἑορτὴν πνεύματος, χαρᾶς καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου·

καὶ λατρεύουσι λατρείαν καθαρὰν καὶ εὐάρεστον τῷ θεῷ ἐκ καθαρᾶς καρδίας.

τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον σάββατον.

παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ θεῷ ἐκ καθαρᾶς καρδίας καὶ ἑορτάσαι ἑορτὴν πνεύματος ἁγίου.

μακάριος οὖν «ὁ εἰσελθὼν εἰς ἐκείνην τὴν κατάπαυσιν».

δόξα τῷ οὕτως εὐδοκήσαντι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι.

ἀμήν.



ΟΜΙΛΙΑ Λςʹ.



1 Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ' εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι·

εἷς πλουσιώτερος τοῦ ἑτέρου.

καὶ ἡ γραφὴ λέγει ὅτι «ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι θεοῦ λαλεῖ».

οὗτος πνευματικός ἐστι, «θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ»·

οὗτος περισσείαν ἔσχε τῆς χάριτος.

ὁ μὲν γὰρ «ἑαυτὸν μόνον οἰκοδομεῖ», ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον.

τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει.

καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην·

διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος.

Ἢ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ νεανίσκοι·

πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες·

ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ' ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως φωτίζει, οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται εἶναι ἐν σκότει, ἀλλὰ διαφορὰ πολλή ἐστιν.

ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχοι δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν.

δόξα τῷ θεῷ.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΖ.



1 «Ἡ φιλία τοῦ κόσμου» κατὰ τὸ γεγραμμένον «ἔχθρα ἐστὶν εἰς θεόν».

διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν» ἕκαστον τὴν ἑαυτοῦ «καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα.

εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς.

τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν θεοῦ ἤκουσε.

τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν.

ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν.

ἀλλὰ καὶ Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο·

ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος ἐγκατελήφθη.

ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ θεοῦ·

ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται.

∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τὸ τοῦ


109


πνεύματος φιλόθεον καὶ ἀγαθὸν πάντων προκρίνοντες, οὐ λόγῳ μόνον ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων·

ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ τοῦ θυμοῦ ἀγάπην.

μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου, τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.

οὔτε γὰρ τοὺς ἀγαθοὺς ἠρνοῦντο οὔτε τοὺς κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι.

πρὸς πάντας οὖν εἶχον ἐνδιάθετον εὔνοιαν.

ὅτε γὰρ ἤκουον τοῦ κυρίου·

«ἄφετε καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο, εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς.

ὅτε δὲ πάλιν ἤκουον·

καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς, τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων.

ἀφέντες γὰρ τὴν δικαιοσύνην ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητήσαντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην.

Καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, τὴν δικαιοσύνην ἐκέλευσε ζητεῖν τοῦ θεοῦ·

οἶδε γὰρ ταύτην μητέρα τῆς ἀγάπης ὑπάρχειν.

οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον, καθὼς ἐνετείλατο·

«ἄφετε καὶ ἀφεθήσεται ὑμῖν».

οὗτός ἐστιν ὁ πνευματικὸς νόμος ὁ ἐν καρδίαις πισταῖς γραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου·

«οὐκ ἦλθον» γάρ φησι «καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».

πῶς δὲ πληροῦται, μάθε.

Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινε περισσοτέρως τὸν ἀδικηθέντα·

ἐν ᾧ γὰρ φησὶ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις·

ἐν ᾧ δὲ ἀφίησιν, ἀφεθήσεται αὐτῷ.

οὕτως γὰρ ὁ νόμος λέγει·

«ἀνὰ μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή».

πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει.

πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα·

πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέρων ἑκάστῳ τὴν ψῆφον.

τῷ ἀφιέντι ἀφίησι καὶ τῷ παραζηλοῦντι παραζηλοῖ·

φησὶ γάρ·

μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.

διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀγάπην ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν.

ἀγαθῶν δὲ λέγω, οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν·

οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνοντες, καθώς φησι·

μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν.

ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.

Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραότητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρησσε τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τελείως τὴν ἔχθραν ἀπεβάλλοντο καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην·

ὁ γὰρ κύριος λοιπὸν κατήργει «τὴν στρεφομένην ῥομφαίαν» τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος».

καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι, καὶ κατὰ τὸν ἀπόστολον οὐκέτι «ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι» ἔλεγον, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

20Ἐρώτησις:20 ἀλλ' ἐγὼ τοῦτο θαυμαστὸν ἐπερωτήσω.

Εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ὁμολογήσαντες ἐν ταῖς Πράξεσιν ὁμοιοπαθεῖς ἡμῖν εἶναι ἄνθρωποι; 20Ἀπόκρισις:20 ἀλλ' ἀκούετε, τί πρὸς ταῦτα ἀποκρίνεται Παῦλος·

ἡμῖν δὲ φησὶν ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ.

τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη


110


τοῦ θεοῦ.

ἀλλ' ἵνα μή τις εἴπῃ ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο ἀλλαχοῦ ἐπευχόμενος λέγει·

«ἵνα δώῃ ὑμῖν ὁ θεὸς δύναμιν, κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», καὶ πάλιν·

«ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν·

ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν·

εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πληροφορίᾳ καὶ αἰσθήσει μεταλαβεῖν τοῦ ἁγίου πνεύματος, καὶ εἰσελθεῖν ὅθεν ἐξεληλύθημεν, καὶ τοῦ λοιποῦ ἀποστραφῆναι ἀφ' ἡμῶν τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' ἐν πληροφορίᾳ τοῦ πνεύματος εἶναι καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετανοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ.

τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τὴν μετουσίαν τοῦ πνεύματος χαριζομένῳ, καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων·

φησὶ γάρ·

«οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλὰ δι' ἀκοῆς πίστεως».

20Ἐρώτησις:20 τί ἐστι «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; 20Ἀπόκρισις:20 ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, τῷ συστήματι τῶν πιστῶν καὶ τῷ συγκρίματι τῆς ψυχῆς.

ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία ἐστὶν ὅλον αὐτοῦ τὸ σύγκριμα·

πέντε δὲ λόγοι εἰσὶν αἱ περιεκτικαὶ ἀρεταὶ ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι.

ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ τῶν πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ τῶν πέντε ἀρετῶν πολλὴν οἰκοδομεῖ τὴν εὐσέβειαν.

πέντε γὰρ οὖσαι πάσας περιέχουσι·

πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία.

ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι·

ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ.

Αἱ δὲ ἀρεταὶ ὅσον εἰσὶ περιεκτικαὶ πασῶν, τοσοῦτον ἀλλήλων γενικαί.

τῆς πρώτης γὰρ ἀπούσης ἀναιροῦνται πᾶσαι.

ὁμοίως διὰ τῆς δευτέρας αἱ ἀκόλουθοι ὡσαύτως αἱ καθεξῆς.

πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ μοι ἡ γραφὴ λέγουσα·

οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ ἀδικοῦντα; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται.

πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ.

ἡ δὲ ἐνάρετος ψυχὴ οὕτως προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν·

οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τὴν δύναμιν.

εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν πεποίηκεν, ἀλλ' ἢ μόνον τῷ ἀγαπῆσαι καὶ ἐπιτηδεῦσαι πρὸς τὰς ἐνεργείας.

μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».

20Ἐρώτησις:20 τί οὖν ἡ γραφὴ παραγγέλλει τῷ ἀνθρώπῳ ποιεῖν; 20Ἀπόκρισις:20 προείπομεν ὅτι τὴν ἐπιτήδευσιν ἔχει ὁ ἄνθρωπος κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ.

παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ.

τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελέσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι.

Τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική·



111


μὴ παρόντος δὲ τοῦ θελήματος, οὐδὲ αὐτὸς ὁ θεός τι ποιεῖ, καίπερ δυνάμενος, διὰ τὸ αὐτεξούσιον.

ἡ οὖν τελεσιουργία τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ ἀνθρώπου κεῖται.

πάλιν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει.

θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος τὸ σύνολον.

ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι.

τίς γάρ φησιν ἔγνω νοῦν κυρίου; αὐτὸς δέ φησι·

«ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε», ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει·

ἡμῶν δὲ μόνον παραζητεῖ τὸ θέλημα.

τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος, εἰ μὴ πόνος ἑκούσιος; ὥσπερ γὰρ σίδηρος πρίζων, ἐκκόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτως καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν·

ἀλλ' ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλεῖ καὶ ἀνακαινίζει, καθὼς καὶ ὁ προφήτης λέγει·

«μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος;» οὕτως δέ ἐστι καὶ εἰς τὸ κακόν.

ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε καὶ ὁ σατανᾶς ἐλαύνει καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος.

σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα.

οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ἀναίσθητος σίδηρος, ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολέμου λογισμὸν οὐ μετεπίπτομεν, ἀλλὰ μᾶλλον ὡς ὁ βοῦς καὶ ὁ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν·

φησὶ γάρ·

ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ·

Ἰσραὴλ δέ με οὐκ ἔγνω.

εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ πνευματικῷ παιδευθῆναι νόμῳ εἰς ὑπούργησιν τῶν ἁγίων αὐτοῦ ἐντολῶν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΗ.



1 Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί·

τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν.

εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν.

καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν.

διὰ τοῦτο λέγει ὁ ἀπόστολος·

«ἐν κινδύνοις περισσοτέρως, ἐν θλίψεσιν ὑπερβαλλόντως», θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε.

Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως εὑρίσκονται·

πολλάκις γὰρ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες.

οὕτως καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦνται εἰς τὸν στέφανον τοῦ Χριστοῦ, ἵνα κοινωνοὶ γένωνται τῶν ἁγίων αἱ ψυχαὶ ἐκεῖναι.

δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ νεκρῶν.

ὥσπερ δὲ τῷ Μωϋσῇ «κάλυμμα ἐπετίθετο εἰς τὸ πρόσωπον» πρὸς τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ νῦν «ἐπὶ τὴν καρδίαν σου κεῖται» κάλυμμα πρὸς τὸ μὴ βλέπειν τὴν δόξαν τοῦ θεοῦ.

ὅταν δὲ περιαιρεθῇ τοῦτο, τότε ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐκζητοῦσιν ἐν ἀληθείᾳ, καθὼς λέγει ὅτι «ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ μονὴν παρ' αὐτῷ ποιήσω».

σπουδάσωμεν οὖν προσελθεῖν τῷ ἀψευδεῖ Χριστῷ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ κύριος διὰ σταυροῦ καὶ θανάτου, διαρρήξας πύλας ᾅδου καὶ ἁμαρτίας, καὶ ἐξαγαγὼν τὰς πιστὰς ψυχὰς καὶ δοὺς αὐταῖς


112


ἔνδον παράκλητον καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ.

συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερουσαλὴμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων.

Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι καὶ συμπαθῆσαι.

τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος θεοῦ ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς ὅτι οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν·

καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα.

καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς καὶ θάνατός ἐστιν ἕτοιμος.

οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα «κατειργάσατο πᾶσαν ἐπιθυμίαν» κακήν.

αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες καὶ ὥσπερ εἰπεῖν ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν αὐτοὶ ἐκεῖνοι καθ' ὥραν καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη.

φωτίζει γὰρ αὐτὸν ἡ χάρις, λοιπὸν ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει τὰ πάντα, οὖσα θεία καὶ ἐπουράνιος, ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι.

μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων, καὶ πάλιν ἄλλῃ ὥρᾳ ὁρᾶν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον ἢ δυνάστην φίλον βασιλέως, πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾶν ἀσθενῆ καὶ πτωχόν.

λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς διὰ τί οὕτως καὶ πάλιν οὕτως; Ὅτι ὁ σατανᾶς μισόκαλος ὢν τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι·

ἔργον γὰρ ἔχει τοῦτο.

ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς, τὴν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ μαρτύριον τῆς συνειδήσεως σοῦ καυχήσηται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ τοῦ καθαρίσαντός σου «τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων», ἵνα τῷ πνεύματί σου θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα·

ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.

πείσθητι τῷ ὁδηγοῦντί σε θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Χριστῷ ὡς κοινωνεῖ νύμφη νυμφίῳ·

«τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστί» φησίν, «ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν».

ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΛΘ.



1 Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς.

καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ·

γέγραπται γάρ·

«ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως».

εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου


113


τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ Μ.



1 Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις·

μία τῆς μιᾶς ἤρτηνται.

ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται·

τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας·

καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα.

οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι.

κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα.

ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς τοῦ θεοῦ ἁγιότητος καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως πρὸς τὸν κύριον ἐν ἀγάπῃ ἀρρήτῳ·

ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς θεὸν καὶ τὴν χάριν τῆς τοῦ πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται.

20Ἐρώτησις:20 ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα καὶ δούλους ἐλευθεροῦσι καὶ ποιοῦσιν ἐντολάς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, ἆρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 20Ἀπόκρισις:20 ὁ λόγος οὗτος λεπτός ἐστι.

τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν γέενναν·

ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς καὶ μέτρα, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ γεέννῃ.

ὥσπερ δέ ἐστι μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ καὶ κάτω τοὺς πόδας αὕτη κινεῖ, οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον.

προσέχει οὖν αὕτη ἡ θεότης τοῖς ἀνθρώποις καὶ οἰκονομεῖ πάντα κατὰ λόγον.

καὶ ἐπειδή τινες μὲν εὔχονται, μὴ εἰδότες τί ζητοῦσι, τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως ὁ θεὸς, δικαιοκρίτης ὤν, ἀποδίδωσι τὸν μισθόν.

ἃ γὰρ ποιοῦσι, διὰ φόβον θεοῦ ποιοῦσιν·

ἀλλ' οὔκ εἰσιν οὗτοι πάντες υἱοὶ οὔτε βασιλεῖς οὔτε κληρονόμοι.

εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι καὶ ἄλλοι ἅρπαγες, οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς διαδιδόντες.

προσέχει καὶ τούτοις κἀκείνοις ὁ κύριος.

καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν.

εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά·

καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι.

καὶ ἐν αὐτῇ τῇ γεέννῃ καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ καὶ οἱ λῃσταὶ καὶ οἱ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες.

οἱ δὲ λέγοντες ὅτι μία ἐστι βασιλεία καὶ μία γέεννα καὶ οὔκ εἰσι βαθμοί κακῶς λέγουσι.

πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες καὶ λοιπὰς ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν.

τούτοις οὖν κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.

Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους καὶ ἅρματα ἡνιοχοῦσι καὶ κατ' ἀλλήλων ἐλαύνουσιν (ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ


114


νικήσει τὸν ἐξ ἐναντίας), οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα.

λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί·

ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον.

καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ·

καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς καὶ ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς.

καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς, κατέχων τὰς ἡνίας τῶν λογισμῶν.

καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ σατανᾶ, ὅπου καὶ αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς.

20Ἐρώτησις:20 εἰ ἀνάπαυσίς ἐστιν ἡ εὐχή, πῶς λέγουσί τινες ὅτι οὐ δυνάμεθα εὔξασθαι, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῇ; 20Ἀπόκρισις:20 αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφούς, τοῦ εἰς τὸν λόγον διακονῆσαι.

καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀδελφούς, λαλῆσαι λόγον·

οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ φύσει, ἀλλ' ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ.

ὃν τρόπον ἐὰν βάλῃς κάχληκας εἰς πῦρ, ὁ λίθος γίνεται ἄσβεστος·

καὶ εἰς θάλασσαν ὁ θέλων ἐπὶ πολὺ καταδῦναι καὶ ἀπελθεῖν, εἰς μέσον πέλαγος καταποντίζεται καὶ ἀφανὴς γίνεται, ὁ δὲ κατὰ βαθμὸν εἰσερχόμενος πάλιν ἀναβῆναι θέλει καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους, οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς ἀδελφούς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον.

20Ἐρώτησις:20 πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ ἡ χάρις καὶ ἡ ἁμαρτία; 20Ἀπόκρισις:20 ὥσπερ ὅταν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἕψεται καὶ βράσσει, τοῦ πυρὸς ἔξωθεν ὑποκαιομένου·

εἰ δέ τις ἀμελήσει καὶ μὴ ὑποβάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κατασβέννυσθαι, οὕτως καὶ ἡ χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστι.

λοιπὸν ἐὰν εὔξῃ καὶ δώσεις τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ, ἴδε ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ λογισμοί σου πῦρ καὶ βάπτονται εἰς τὸν πόθον τοῦ θεοῦ.

εἰ δὲ καὶ ὑποχωρεῖ τὸ πνεῦμα ὡς ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σου παραφαίνεται.

εἰ δὲ ἀμελήσει τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν ἢ εἰς κοσμικὰ πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν ἔρχεται ἡ κακία καὶ ἐνδύεται τὴν ψυχήν, καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν.

μνημονεύει οὖν ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως καὶ ἄρχεται θλίβεσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν.

πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν θεόν, ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν·

δέομαί σου, φησὶ κύριε.

κατὰ μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν, ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρὸν μικρόν.

εἰ γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέος καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.