Μακάριος Αιγύπτιος - Macarius of Egypt/Πνευματικές Ομιλίες - Homiliae spirituales (MPG 034 0449 0822)/Πρωτότυπο-AncientGreek/Ομιλίες ΚΑ-Λ

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP



MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. Original File

Here you will find the Orignal Text from Patrologia Gracea Migne. Original File

makariou_patrologia.jpg



ΟΜΙΛΙΑ ΚΑ.



1 Ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ ἐξ ἀληθείας καὶ κατ' ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην·

ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου πράγμασι περισπασμῶν γηΐνων ἀφιστάμενος καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας, καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν·

οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Κατὰ δύο γὰρ τρόπους καὶ δεσμοὺς ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ βίῳ τούτῳ, ἐν τοῖς βιωτικοῖς πράγμασι καὶ ἐν τῇ τοῦ κόσμου ἀγάπῃ ἤγουν τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν, πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικὸς καὶ τέκνων, συγγενείας, πατρίδων, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ' ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει.

ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαι.

καὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι.

παντὶ γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν.

Ἐπάν τις τοίνυν ἀκούσας τὸν λόγον τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου, καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων δύναται γνῶναι, ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων



πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται.

καὶ οὕτως δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι.

Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ καταργεῖσθαι δύναται.

δι' ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ ἀδυνατεῖ.

εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον.

γένοιτο γάρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἂν τότε δυνηθῇ ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην καὶ τὸν ἔνδον πόλεμον καὶ τοὺς πονηροὺς λογισμούς.

ἐὰν μὴ γάρ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν πλάνην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ' ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν·

ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών.

Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισάμενος καὶ ἀπορρίψας ἀφ' ἑαυτοῦ τὸ φορτίον τῆς γῆς καὶ τῶν ματαίων ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄρας ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων ἀπαγαγών, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι καὶ ψυχῇ λέγω), ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν·

καὶ οὕτως δεηθεὶς τοῦ κυρίου καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος, καὶ διὰ τούτων ὁπλισάμενος δυνήσεται «στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου» ἐν ταῖς ἐνεστώσαις πονηρίαις·

ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργίας τοῦ πνεύματος καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΚΒ.



1 Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται.

ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων καὶ ἄγγελοι ἀριστεροί, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος.

καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι.

εἰ γὰρ ζῶν καὶ ὢν ἐν τῷ αἰῶνι τούτῳ ὑπετάγη καὶ ὑπήκουσε καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ' αὐτῶν.

ἀπὸ δὲ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγματα·

καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ θεοῦ ἀπὸ



τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα, καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα, καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ κυρίῳ.



ΟΜΙΛΙΑ ΚΓ.



1 Ὁ μαργαρίτης ὁ μέγας καὶ πολύτιμος καὶ βασιλικὸς ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος τὸν μαργαρίτην τοῦτον δύναται φορεῖν·

ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν.

οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον·

ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι), τὸν ἐπουράνιον καὶ πολυτίμητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτός, τοῦ φωτὸς τοῦ ἀλαλήτου, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος.

οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας·

οὕτως γὰρ εἶπεν ὁ ἀπόστολος·

καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Ὥσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζῴοις συννέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν·

ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν.

εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται·

εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώρακα λέγω καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι.

καὶ οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς·

χωρὶς γὰρ ἐπιβάτου καὶ θώρακος ἵππος πολεμεῖν οὐ δύναται.

ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ' αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιήσῃ τοῖς πολεμίοις.

τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα.

ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ.

εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν ἔρχεται εἰς τὸ δοκιμασθῆναι αὐτήν, ἵνα κατ' ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ πνεύματος, ἐκλειπούσης κατ' ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας.

καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς.

καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι·

χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀνέρχεται εἰς παράταξιν.

ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, «ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται», καθὼς ἐν τῷ Ἰὼβ εἴρηται·

ὅτι καὶ ἀπ' αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.




ΟΜΙΛΙΑ Κ∆.



1 Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις.

ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν καὶ διὰ τῆς τοῦ πνεύματος δυνάμεως ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία.

ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται.

δεῖ τοίνυν τὸν Χριστιανὸν κατὰ τὰς ἁγίας γραφὰς ἀρνησάμενον τὸν κόσμον μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως Ἀδάμ, εἰς αἰῶνα ἕτερον καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται·

ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.

Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει ἐξ ὅλης καρδίας τῷ κυρίῳ, ἀρνησαμένη τὸν αἰῶνα τοῦτον.

καὶ ἡ δύναμις τοῦ θεϊκοῦ πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ εἰς τὴν τοῦ κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μεταθεῖναι.

ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς εἰς τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς.

ἀλλ' ὥσπερ ὁ Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν εἰς ἑαυτὸν ὑπεδέξατο, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες καὶ πᾶν τὸ γένος Ἀδὰμ ἐκείνης τῆς ζύμης μετέσχε·

καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως πορνειῶν καὶ ἀσελγειῶν καὶ εἰδωλολατριῶν καὶ φόνων καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης·

καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακόν, ὡς νομίζειν μήτε εἶναι θεόν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας θεὸν λαμβάνειν δύνασθαι (εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν ζύμη τὸ γένος τοῦ παλαιοῦ Ἀδάμ), τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ κύριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πάσας ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ καὶ γένωνται μετὰ τοῦ κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ἐζυμωμένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ πνεύματι, καθὼς εἴρηται·

«ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν» καὶ τὰ ἀκόλουθα.

ἄνευ δὲ τοῦ προζυμίου τοῦ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ κυρίου καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν ἀδύνατον, ὥσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκτραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ σατᾶν.

Ὥσπερ γὰρ ἐάν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα καὶ ἀνεπιτήδειον εἰς βρῶσιν·

ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς ἑαυτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ κύριος παρείκασε τὴν βασιλείαν εἰπών·

ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον·

ἢ ὥσπερ ἐὰν ᾖ κρέα, καὶ πᾶσαν μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἅλας τὸ τῶν σκωλήκων ἀναιρετικὸν καὶ δυσωδίας ἀφανιστικόν, ὄζει καὶ σέσηπται τὰ κρέα καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις, τὸν αὐτὸν τρόπον ὑπόθου μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα, τὸ δὲ ἅλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν



φύσιν τοῦ ἁγίου πνεύματος.

ἐὰν οὖν μὴ μιγῇ καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων ἐξ ἐκείνου τοῦ αἰῶνος καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ πνεύματος ζύμη καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μεταλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας οὐδ' οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος καὶ ἀζυμότητος τῆς πονηρίας.

Ὅσα γὰρ ἀφ' ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν καὶ ἐπιμελεῖσθαι καὶ ἐπιτηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι' ἑαυτῆς ἄνευ τῆς συνεργίας τοῦ πνεύματος κατεργάσασθαι, πολὺ πλανᾶται.

οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους, οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ' ἑαυτῆς καὶ δι' ἑαυτῆς μόνον ἄνευ τοῦ πνεύματος οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι.

ἐὰν γὰρ μὴ προσέλθῃ τῷ θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, ἀρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι ξένον τι τῆς ἰδίας φύσεως ἀγαθόν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ ἁγίου πνεύματος, καὶ ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος οὐδ' οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης οὐδ' οὐ μὴ αὐγάσῃ ὁ φωτισμὸς τοῦ πνεύματος ἐν τῇ ἐσκοτισμένῃ ψυχῇ καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου τῆς ἀγνοίας ἐξυπνισθῇ καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ θεὸν διὰ δυνάμεως θεοῦ καὶ ἐνεργείας χάριτος.

Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, ἀνεπιτήδειός ἐστι καὶ ἀνεύθετος τῇ βασιλείᾳ.

καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ πνεύματος, ἐν μηδενὶ παρατρεπόμενος καὶ τὴν χάριν μὴ ἐνυβρίζων δι' ἀμελείας καὶ κακοπραγίας καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισάμενος μὴ λυπήσει τὸ πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν.

ὥσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν (θυμοῦ λέγω καὶ ἐπιθυμίας καὶ φθόνου καὶ βάρους καὶ πονηρῶν λογισμῶν καὶ τῶν λοιπῶν ἀτοπημάτων), οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς χάριτος καὶ δυνάμεως τοῦ θεοῦ ἐν ταῖς ἀρεταῖς (ἀγάπῃ λέγω καὶ χρηστότητι καὶ ἀγαθότητι καὶ χαρᾷ καὶ ἐλαφρότητι καὶ ἀγαλλιάσει θείᾳ), ἵνα ἐξομοιωθῆναι δυνηθῇ καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ.

κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται πάντοτε τῇ χάριτι καὶ εὐάρεστος εὑρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ πνεύματος ἐξεργασθεῖσα τῆς βασιλείας ἀξία καθίσταται.

δόξα καὶ προσκύνησις τῷ ἀχράντῳ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΚΕ.



1 Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ' ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες καὶ ἀεὶ ὀρεγόμενοι οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, οὐκ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ τῆς ἀηττήτου δυνάμεως.

οἱ δὲ μὴ λόγῳ θεοῦ τετιμημένοι μήτε νόμῳ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι, οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου κατακρινομένης.

τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ' οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν·

«ἐὰν γὰρ μὴ ὁ κύριος οἰκοδομήσῃ» φησὶν «οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν».

Ἀμήχανον γὰρ «ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα», μὴ πρότερον, καθ' ὅσον δυνατὸν



ἀνθρώπῳ, ἐκκαθάραντα ἑαυτὸν καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις·

«ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ».

εἴπερ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου πνεύματος στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, οὐκ ἂν εἴρητο ὑπὸ τοῦ ἀποστόλου·

ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ πάλιν·

ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.

διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ κυρίου·

μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευόμεθα, ὡς πόρρω τῆς δυνάμεως τοῦ θεοῦ τυγχάνοντες.

ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης καὶ ὥσπερ ἐν κατόπτρῳ τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ' ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μή, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστὶ καὶ ἐνέργεια πονηρίας, ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι καὶ πάντῃ ἀπεξενωμένη.

Τοιγαροῦν εἰ βούλει μαθεῖν, τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν παραδείσῳ τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῶν τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα, καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι οὔπω ἐκληρονομήσαμεν τὴν γῆν τῆς ἐπαγγελίας τὴν ῥέουσαν γάλα καὶ μέλι.

οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας, ἀλλ' ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ.

οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ θεοῦ, ἔτι γὰρ τὸ «πέταυρον τοῦ ᾅδου» καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ.

οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ, ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐγκατερρίζωται ἡμῖν.

οὔπω ἐνεδυσάμεθα «τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι», ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, «σύμμορφοι τῆς δόξης αὐτοῦ» γεγόναμεν.

οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ θεῷ διὰ τὸ βασιλεύειν «τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι».

οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα.

οὔπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα.

οὔπω μετεμορφώθημεν τῇ ἀνακαινίσει τοῦ νοός, ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ «τοῦ νοὸς ματαιότητι».

οὔπω Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ.

οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ·

ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν.

οὔπω «κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ» γεγόναμεν·

ἔτι γὰρ πνεῦμα δουλείας ἡμῖν ἐνυπάρχει καὶ οὐχ υἱοθεσίας.

οὔπω γεγόναμεν ναὸς θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου·

ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν.

ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα.

οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως.

οὔπω ἡμῖν «ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν».

οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν.

οὔπω ἀπειλήφαμεν τὴν τοῦ κυρίου ὁμοίωσιν οὔτε γεγόναμεν τῆς



«θείας φύσεως κοινωνοί».

οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή.

οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου.

οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν.

καὶ ἵνα συνελὼν πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἐπειδὴ ἔτι ἐσμὲν ὄφεις, γεννήματα ἐχιδνῶν.

πῶς δὲ οὐκ ὄφεις οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ θεοῦ εὑρισκόμενοι, ἀλλ' ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ; Ἐπὶ τούτοις τοίνυν πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν, οὐχ εὑρίσκω.

πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην, ἀγνοῶ.

πῶς δὲ ᾄσω τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ; πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν; πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα; πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν; πῶς παρέλθω τὴν μεγάλην ἔρημον; πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; πῶς νικήσω τοὺς ἀλλοφύλους; πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; πῶς ὄψομαι τὸν ἀληθινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης; πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς; πῶς πίω τὸ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδωρ; πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας; πῶς ἴδω τὸν ἀρχιστράτηγον κυρίου, ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν; ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης.

Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον θεοῦ γενέσθαι καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός».

σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὑρεθῇς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ ὑψίστου.

σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλὴμ καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος.

Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα·

λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.

οὐ γὰρ ἀγνοεῖς ὅτι οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι; διό φησιν ὁ προφήτης μετὰ παρρησίας·

τῶν δακρύων μου μὴ παρασιωπήσῃς, καὶ πάλιν·

«ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου» καί·

«ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός», καὶ ἐν ἑτέρῳ ψαλμῷ·

τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

τὸ γὰρ ὄντως «ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας» προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος·

φησὶ γάρ·

Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.

ὢ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων.

ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς.

ὢ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας.

ὢ ὀξύτης πνεύματος κυρίου, ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου.

ὢ κέντρον πόθου ψυχῆς πρὸς τὸν θεὸν λόγον.

ὢ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον νυμφίον.

Μίμησαι ταύτην ὡς τέκνον, μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα, εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα·

«πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη»·

ἔστι γὰρ πύρωσις τοῦ πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας.

διότι τὸ ἄϋλον καὶ θεῖον πῦρ φωτίζειν μὲν ψυχὰς καὶ δοκιμάζειν εἴωθεν ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ, κακίαν δὲ ἀναλίσκειν ὥσπερ



ἀκάνθας καὶ καλάμην.

«ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί», διδοὺς «ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ».

τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς ἀποστόλοις, ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις.

τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν·

οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν.

τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ.

τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε.

τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος ∆αβὶδ ἔλεγε·

δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον·

ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.

τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα·

«ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου».

τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις.

τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ' «ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν» ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ θεοῦ σὺν τῷ κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

ἀμήν.

ΟΜΙΛΙΑ Κςʹ.



1 Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς, ἀγαπητέ, τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή.

ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ θεός, εἰ μὴ μόνον εἰς σέ.

βλέπε σοῦ τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, ὅτι μὴ δι' ἀγγέλων, ἀλλὰ δι' ἑαυτοῦ ἦλθεν ὁ κύριος εἰς σὴν πρεσβείαν, ὥστε σὲ τὸν ἀπολωλότα ἀνακαλέσασθαι, τὸν τετραυματισμένον, καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ.

δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω, καὶ διακριτικὸς παθῶν καὶ δαιμόνων ἀλλότριος, καθαρὸς ἀπὸ ἁμαρτίας, «εἰκὼν καὶ ὁμοίωμα» θεοῦ, διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι καὶ τετραυματισμένος καὶ νενεκρωμένος·

ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ σατανᾶς.

ἔν τινι οὕτως ἐστὶ καὶ ἔν τινι ζῇ καὶ διακρίνει καὶ ἔχει θέλημα.

20Ἐρώτησις:20 οὐχὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; 20Ἀπόκρισις:20 προεῖπον ὅτι καὶ ἡ ἁμαρτία συνεκριζοῦται, καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ.

οὕτως μέντοι διὰ τῆς δυνάμεως τοῦ πνεύματος καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίγνεται·

ἀποθεοῦται γὰρ ὁ ἄνθρωπος.

20Ἐρώτησις:20 εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει πολεμεῖ; 20Ἀπόκρισις:20 αὐτοῦ ἡ ὁρμὴ οὐ μόνον εἰς τοὺς Χριστιανούς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον.

εἰ οὖν παρεχωρεῖτο ὡς θέλει πολεμεῖν, πάντας ἂν ἠφάνισε.

διὰ τί; ὅτι τὸ ἔργον αὐτοῦ καὶ τὸ θέλημα τοῦτό ἐστιν.

ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ ὑποκαίει τὴν κάμινον, οὐ πλέον ἵνα μὴ ὀπτηθέντα ὑπὲρ τὸ δέον ψοφήσῃ, οὐκ ἔλαττον ἵνα μὴ ἔνωμα ὄντα ἀπόληται·

καὶ εἰ ὁ ἀργυροκόπος καὶ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρ, ἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς καὶ ὁ


82


ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται·

καὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει καὶ τῷ καμήλῳ ἢ ἄλλῳ τινὶ τῶν ζῴων, ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι, πόσῳ μᾶλλον ὁ θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως.

ὥσπερ δὲ μία οὖσα ἡ γῆ, ἡ μέν ἐστι τραχώδης, ἡ δὲ λεπτόγεως, καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν, οὕτως εἰσὶ διάφοροι καὶ αὗται τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων·

οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται·

ᾧ μὲν δίδοται διακονία λόγου, ᾧ δὲ διάκρισις, ἄλλῳ χαρίσματα ἰαμάτων.

οἶδε γὰρ ὁ θεός, πῶς τις δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διάφορα.

ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύναται ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις.

20Ἐρώτησις:20 εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; 20Ἀπόκρισις:20 ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ συμφωνεῖ, μένει ἐν τῇ ταὐτότητι ἡ φύσις, ὁ σκληρὸς ἐν τῇ σκληρότητι καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι.

συμβαίνει δὲ ὅτι ἰδιώτης ὤν τις ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ ἀπόκρυφα μυστήρια, καὶ ἰδιώτης ἐστὶ τῇ φύσει.

ἄλλος ἀπὸ φύσεως σκληρὸς ὢν δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι καὶ εὐδοκεῖ εἰς αὐτὸν ὁ θεός.

ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται μὲν αὐτὸν ὁ κύριος.

μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ, ἐπειδὴ ἡ φύσις ὅλη τοῦ Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ τοῦ κακοῦ, ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική.

ὥσπερ σωμάτιον γραφόμενόν ἐστι διαφόρως·

ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψας, δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γραφήν, οὕτως καὶ ὁ σκληρὸς ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ.

ὁ γὰρ θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν.

οἱ ἀπόστολοι εἰς ἣν ἂν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ ἐκ τῶν κακουμένων τινὰς ἰῶντο, τινὰς δὲ οὔ·

ἤθελον δὲ αὐτοὶ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα·

οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν.

ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον·

ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος.

καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυμάσια καὶ εἴς τινα ἀσθενεῖν αὐτούς, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν, καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ καὶ φανερωθῇ, εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται.

εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὐ τὸ αὐτεξούσιον καὶ οὐκέτι πίστις καὶ ἀπιστία·

ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου.

Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς·

οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ τι ποιῆσαι.

ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος; δός μοι αὐτὸν εἰς χεῖρας, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς διάβολος.

ἐν ὅσῳ οὖν τυγχάνει τις τῆς ἀντιλήψεως θεοῦ καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι, ἐξαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ·

ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνεις αὐτοῦ, δουλεύει σοι.

ἄφες αὐτὸν καὶ παράδος μοι, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

λοιπὸν ὡς ὅτι παρακαλεῖται ἡ ψυχή, ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς.

ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν,


83


ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβων τὴν ψυχήν, ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ θεοῦ.

Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει, οὐκ ἀπελπίζει, ἀλλὰ κρατεῖ ὃ κρατεῖ, καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτῇ διὰ μυρίων πειρασμῶν, ὑπομένουσα λέγει·

ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω.

καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ·

ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκες αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ' ἐμοὶ δουλεύει καὶ ἐμὲ φοβεῖται; τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκέτι ἔχει τι εἰπεῖν.

καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ καταισχυνθῇ.

οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι μηδὲν ἤνυσεν.

ἄρχεται γὰρ ὁ κύριος λόγον αὐτῷ ποιεῖν·

ἴδε παρεχώρησά σοι, ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτόν.

μή τι ἠδυνήθης; μὴ ὑπήκουσέ σοι; 20Ἐρώτησις:20 εἰ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; 20Ἀπόκρισις:20 εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; ἑξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν.

καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι, τί μέλλει ποιεῖν.

πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δέ, εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή.

οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος.

Ὥσπερ γὰρ ἐὰν ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη·

πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν, οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη.

λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ.

ἔν τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογισμούς·

ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ, λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ·

ἔν τινι κεκράτηται καὶ ἔν τινι ἔχει θέλημα.

προσέρχεται γάρ, ἔστιν ὅτε τῷ θεῷ ζέων, καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ' αὐτοῦ ποιεῖ, καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον.

διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι θεόν, τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν.

καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, πλὴν εἰ καὶ ἐργάσεται, χρῄζει ἄνωθεν ὑετῶν καὶ ὄμβρων·

ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν.

οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα.

χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ καὶ πονῆσαι.

ζητεῖ γὰρ ὁ θεὸς τὸν πόνον καὶ κάματον καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου.

ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς καμών.

Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι καὶ νηστεύων λέγειν·

οὐκ ἐνήστευσα εὐχόμενος, οὐκ ηὐξάμην παραμένων τῇ εὐχῇ, οὐ παρέμεινα, καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν καὶ κάμνειν.

κἂν δίκαιός ἐστι παρὰ θεῷ, ὀφείλει λέγειν·

ἐγὼ οὔκ εἰμι δίκαιος οὔτε κάμνω, ἀλλὰ καθ' ἡμέραν ἄρχομαι.

ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγειν·

ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι.

ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐνάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον, ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς


84


δαπάνας σκορπίζει·

ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου, οὕτω κἀνταῦθα ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι μέλλω λυτρώσεως τυγχάνειν καὶ ζωῆς, οὐ δύναται ὑπομένειν τὰς θλίψεις οὔτε τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι·

ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν καὶ ὑπομένειν τὰς θλίψεις.

Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν φυγεῖν ἀπὸ πυρός, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου, εἰ μὴ διὰ πολλοῦ καμάτου.

ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς, ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν ὅτι ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ θεῷ ὑποβάλλει τῇ ψυχῇ καὶ ὑποκλέπτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτομένη διακρῖναι καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου.

τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ ἑαυτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ, ὀργισθῇ τε καὶ ἐπιπλήξῃ, καὶ ταῖς συνούσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ τοῖς λογισμοῖς καὶ μαχεσθῇ αὐτῷ.

Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά σου ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύεις τῷ θεῷ, ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου, καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον.

ὥσπερ ἐὰν ᾖ νεᾶνις καὶ νεανίσκος, καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ὅτι ἐμοιχεύθη, οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα, τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ θεοῦ, καὶ γέγραπται·

πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ.

ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη, καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ·

ἡ αὐτὴ γὰρ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων ἢ θεοῦ καὶ ἀγγέλων.

καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ.

20Ἐρώτησις:20 εἰ ἡσυχάζει ποτὲ ὁ σατανᾶς, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου ἤ, ἕως ὅτε ζῇ, ἔχει πόλεμον; 20Ἀπόκρισις:20 ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν·

ἕως ἂν ζῇ τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορῇ τὴν σάρκα, πολεμεῖται.

ἀλλ' ὅταν τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ, λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ σατανᾶς; πρὸς λόγον, ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον·

ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιρρεπῆ καὶ φίλον αὐτοῦ, ὅστις βοηθεῖ αὐτῷ, οὐδὲν βλάπτεται.

ὅτε γάρ τις φθάσει ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως, οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς τὸ φαινόμενόν εἰσι πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως·

εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν, οὐδὲν ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως.

οὕτως καὶ οἱ Χριστιανοί, εἰ καὶ πολεμοῦνται παρὰ τοῦ ἐχθροῦ, ἀλλ' αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν ἐξ ὕψους δύναμιν καὶ ἀνάπαυσιν καὶ οὐδὲν φροντίζουσι τοῦ πολέμου.

Ὥσπερ γὰρ ὁ κύριος ἐνεδύσατο σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν ἀναπαύσει εἰσίν.

εἰ δὲ καὶ ἔρχεται πόλεμος, ἔξωθεν κρούει ὁ σατανᾶς, ἀλλ' αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ κυρίου δυνάμει καὶ οὐ φροντίζουσι τοῦ σατανᾶ.

καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείρασε τὸν κύριον ἡμέρας τεσσαράκοντα, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; ἔσωθεν γὰρ θεὸς ἦν, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔξωθεν πειράζονται, ἀλλ' ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται.

εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν, εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν.

ὁ δὲ μὴ τοιοῦτος ἀκμὴν ἔσωθεν ἔχει πόλεμον·

ὥραν ἀναπαύεται εἰς τὴν εὐχὴν καὶ ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ στήκει.

οὕτως γὰρ θέλει ὁ κύριος·

ἐπειδὴ ἀκμὴν νήπιός ἐστι,


85


γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους, καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις.

εὔχονται ἐν ἀναπαύσει καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν.

Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος; «ἐὰν ἔχω πάντα τὰ χαρίσματα, ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι·

» ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι, καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτί, νήπιοί εἰσι.

πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τοιαῦτα μέτρα καὶ ἔσχον χαρίσματα ἰαμάτων καὶ ἀποκάλυψιν καὶ προφητείαν, καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ σύνδεσμος τῆς τελειότητος, ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον.

εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν.

εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ σατανᾶς.

οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν·

χάριτος εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον·

ἀρκεῖ ἡμῖν, οὐ χρῄζομεν.

ἀλλ' ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες.

ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο εἰ μὴ σχολαστικὸς ὁ μετρίως μαθὼν γράμματα.

οὕτως καὶ ὧδε οὐδενί ἐστιν καταληπτὸς ὁ θεὸς καὶ μετρητός, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν.

εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι.

αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς οὔτε λαλῆσαι·

ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.

20Ἐρώτησις:20 εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μεταστῇ ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη; 20Ἀπόκρισις:20 ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ.

μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν·

τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι.

καὶ τότε βλέπων ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ (οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές) καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς·

ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους, καὶ εὐθέως μετατιθεῖ σε εἰς τὴν βασιλείαν αὐτοῦ·

τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν.

χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.

Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν·

ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ, ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται, τοῦτο ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν.

ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι.

τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς·

τοῦτο ἴδιον αὐτοῦ ἐστιν.

ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ κυρίῳ.



86


γέγραπται δέ, ὅτι ὁ γεωργὸς ὅταν ἴδῃ τὸ «κλῆμα φέρον καρπόν», καθαρίζει αὐτό, ἵνα πλείονα ἐξενέγκῃ·

τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς καῦσιν δίδωσι.

πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἵνα, εἴτε νηστεύει εἴτε ἀγρυπνεῖ εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφει ἅπαντα τῷ κυρίῳ, τοῦτο λέγων ὅτι εἰ μὴ ὁ θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐκ τοῦ κόσμου ἐξελθεῖν.

καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἅπερ ἀπὸ φύσεως ποιεῖς τῷ θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ ἴδια αὐτοῦ, τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται.

τίνα δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη.

20Ἐρώτησις:20 ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικὰ καὶ πῶς ἐστι τὰ πνευματικά; 20Ἀπόκρισις:20 τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα, ἀλλ' οὐκ ἔστι καθαρά.

οἷον ἀγαπᾷς τὸν θεόν, ἀλλ' οὐ τελείως·

ἔρχεται ὁ κύριος διδούς σοι ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον.

εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι·

δίδωσί σοι ὁ θεὸς τὴν καθαρὰν εὐχὴν ἐν πνεύματι καὶ ἀληθείᾳ.

ἐν τοῖς φαινομένοις ἡ γῆ ὡς ἐπὶ τὸ πλεῖστον ἀφ' ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας, ὁ δὲ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, ἀλλ' αἱ ἄκανθαι μὴ σπειρόμεναι ἀναφύουσι καὶ πληθύνονται·

μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη τῷ Ἀδάμ·

«τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ».

πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται.

ἀνάλαβε τοῦτο πνευματικῶς.

μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ τῆς καρδίας ἐκφέρει ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ ἄνθρωπος, ἐμπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται.

εἶτα αὐτὸ τὸ ἅγιον «πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείας» τῶν ἀνθρώπων, καὶ ὁ κύριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον καὶ ἐργάζεται αὐτήν, καὶ πεσόντος τοῦ σπόρου ἀκμὴν οἱ τρίβολοι καὶ αἱ ἄκανθαι ἀναφύονται.

πάλιν αὐτὸς ὁ κύριος καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἔτι τὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι.

εἰ γὰρ καὶ σύνεστι κακία τῇ φύσει, ἀλλ' οὐχ οὕτω κατακυριεύει ταύτης ἢ ἔχει νομήν.

τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνίγειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον.

καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι καθαροῦ σίτου, ἔστι δὲ μῖξις ἐκεῖ ζιζανίων ὡς χοίνικος, τί παραφαίνεται; κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου.

οὕτω καὶ ἐν τῇ χάριτι.

ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς, οὐ δύναται βλάψαι τὸν ἄνθρωπον οὔτε ἔχει ἰσχύν τινα ἢ νομὴν κατ' αὐτοῦ.

ἡ γὰρ τοῦ κυρίου ἔλευσις καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας καὶ ἐνόχους καὶ ὑποτεταγμένους ἐλευθερώσῃ καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου τῆς ἁμαρτίας.

Οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ ξενίζεσθαι, εἴγε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι.

καὶ γὰρ εἰς τὸ παλαιόν, Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην πολλὰ ἔπαθον.

Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον·

ὅμως δὲ τὴν ἱερωσύνην ὁ κύριος τιμῶν ἀφῆκεν αὐτὸν ἱερᾶσθαι.

ὁμοίως οἱ προφῆται ὑπ' αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο.

λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν Χριστοῦ καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς.

νῦν γὰρ ἔστι βάπτισμα πυρὸς καὶ πνεύματος καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη, τὸ γὰρ θεῖον καὶ ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ.

πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ' ἔμφοβοί εἰσι, διὸ καὶ παραχωροῦνται πειράζεσθαι.

εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων


87


ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρατηρίων εἶναι·

ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλ' ἀνάπαυσις, χαρά, εἰρήνη καὶ σωτηρία.

ὁ γὰρ κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται σωτὴρ διὰ τὸ σῴζειν τοὺς αἰχμαλώτους, ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσι καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς·

ἔν τισι γὰρ κυριεύουσιν ἔτι τοῦ ἀνθρώπου.

πρὸς λόγον δὲ εἰπεῖν·

ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, τύραννος δὲ καὶ ἄρχων κακὸς ὁ σατανᾶς.

λοιπὸν ὁ θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ' ἑαυτῶν εἰς τὴν βασιλείαν·

ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον εἰς ἑαυτούς.

μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός.

Ὥσπερ δὲ εἰ ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱόν, ὅπου ἀπαντῶσιν αὐτὸν καθ' ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ αὐτά, οὕτως καὶ ὑμεῖς σπουδάσατε λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων.

οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.

Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν.

πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ μέχρι τέλους εὐηρέστησαν τῷ θεῷ.

ὁ Ἀβραὰμ κατὰ θεὸν πλούσιος ὢν καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε, καὶ ὁ ∆αβὶδ «ὄνειδος ἀνθρώπων» φησὶ «καὶ ἐξουδένωμα λαῶν, σκώληξ καὶ οὐκ ἄνθρωπος».

ὁμοίως πάντες οἱ προφῆται καὶ ἀπόστολοι κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν.

Αὐτὸς ὁ κύριος, ὅς ἐστιν ὁδὸς καὶ θεός, ἐλθὼν οὐ δι' ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, μορφὴν δούλου λαβών, θεὸς υἱὸς θεοῦ, βασιλεὺς υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα καὶ θεραπεύων τοὺς τετραυματισμένους, ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος.

ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν.

δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν.

ἐννόησον, ἐν ᾗ ὥρᾳ ἔκραζον·

σταύρωσον, σταύρωσον αὐτόν, καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας.

ὥσπερ ἐν τοῖς φαινομένοις ἐὰν ᾖ κακοποιὸς καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτως ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ, ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν, κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων.

ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον καὶ ἐρράπισαν αὐτόν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν; γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων».

εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ δεσπότῃ σου ποιήσεις; ὁ θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ' ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰς σὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι·

καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν; δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ εἰς τοὺς αἰῶνας.

ἀμήν.



88


ΟΜΙΛΙΑ ΚΖ.



1 Γνῶθί σου τὴν εὐγένειαν, ὢ ἄνθρωπε, καὶ τὸ ἀξίωμα, πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου.

ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος καὶ μᾶλλον ἐντεῦθεν ταπεινωθῆναι·

ἐπειδὴ διὰ δυνάμεως θεοῦ βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ.

ἀλλ' ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, οὕτω χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἀνελθεῖν καὶ συγκαθίσαι καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

ὅσοι γὰρ δυνηθῶσι περιγενέσθαι καὶ παρελθεῖν τοὺς θρίγγους τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, τὴν εἰρηνευομένην καὶ μεστὴν πολλῶν ἀγαθῶν, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται.

δεῖ οὖν ὑπὲρ τούτου μεγάλως πονῆσαι καὶ ἀγωνίσασθαι·

οὐ γάρ ἐστι δίκαιον τὸν νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι, καὶ τὴν νύμφην, δι' ἣν ὁ νυμφίος παρεγένετο, κεχαυνωμένην εἶναι καὶ ῥέμβεσθαι.

Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἐὰν ᾖ τις πόρνη, πᾶσιν ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως, οὕτω καὶ ἡ ψυχὴ παντὶ ἐπιδέδωκεν ἑαυτὴν δαίμονι καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων.

εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν, τινὲς δὲ παρὰ προαίρεσιν.

καὶ τί ἐστι ταῦτα; οἱ μὲν κατὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ καὶ συνηδόμενοι καὶ φιλιάζοντες·

οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ σατανᾶ καὶ οὐ ποιοῦσι πόλεμον ἐν τοῖς λογισμοῖς μετὰ τοῦ διαβόλου.

οἱ δὲ παρὰ προαίρεσιν, οὗτοι ἔχουσι τὴν ἐν αὐτοῖς ἁμαρτίαν «ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν» αὐτῶν κατὰ τὸν ἀπόστολον.

καὶ ἔστιν ἡ ὀμιχλώδης δύναμις καὶ τὸ κάλυμμα παρὰ προαίρεσιν, καὶ οὐ συμφωνοῦσιν ἐν τοῖς λογισμοῖς οὔτε συνήδονται ἢ ὑπακούουσιν, ἀλλ' ἀντιλέγουσι καὶ ἀντιπράττουσιν, ἀντιπίπτουσιν, ὀργίζονται ἑαυτοῖς·

οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ θεῷ ὑπὲρ ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους.

Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα κόρην ῥάκη ἐνδεδυμένην, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἀποπλύνῃ τὴν μελανίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλέως καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτως καὶ ὁ κύριος εὗρε τὴν ψυχὴν τετραυματισμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον καὶ ἐξέδυσεν αὐτὴν τὰ μέλανα ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα, καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς εἰς χαρὰν καὶ ἀγαλλίασιν·

καὶ ὥσπερ ὅταν ᾖ παράδεισος καὶ ἔχῃ ἐκεῖ δένδρα καρποφόρα καὶ ὅλα εὐώδη, καὶ ὦσιν ἐκεῖ τόποι πολλοῖς ἐπιτερπεῖς, ὅλοι ὡραῖοι καὶ πεπληρωμένοι εὐωδίας καὶ ἀναπαύσεως, καὶ ὅστις ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται καὶ ἀναπαύεται, οὕτως γίγνονται αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ.

ὅλοι εἰσὶν ἐν χαρᾷ, ἐν εὐφροσύνῃ καὶ εἰρήνῃ βασιλεῖς καὶ κύριοι καὶ θεοί·

γέγραπται γάρ·

«βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων».

Οὐκ ἔστιν οὖν τὸ τυχὸν ὁ Χριστιανισμός·

«τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν».

ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, «γένος ἐκλεκτόν, ἱεράτευμα καὶ ἔθνος ἅγιον»·

τὸ γὰρ μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου.

ἡ μὲν φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειά ἐστι καὶ φθαρτὰ καὶ παρερχόμενα, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε παρερχόμενα ἢ λυόμενα·

συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ


89


ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ.

καὶ «πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν», πρωτότοκοι δὲ καὶ αὐτοί.

ἀλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ θεῷ, παρ' ἑαυτοῖς εἰσιν ἐλάχιστοι καὶ λίαν ἀποδεδοκιμασμένοι.

καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν καὶ πηκτόν ἐστι, τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι.

20Ἐρώτησις:20 οὐκ οἴδασιν οὖν ὅτι προσθήκην ἔλαβον, καὶ ὃ οὐκ εἶχον, ἐκτήσαντο ξένον τῆς φύσεως αὐτῶν; 20Ἀπόκρισις:20 ἐγὼ γάρ σοι λέγω, ὅτι οὔκ εἰσι δεδοκιμασμένοι καὶ οὔκ εἰσιν ἐν προκοπῇ καὶ ἀγνοοῦσιν, ὡς ὃ οὐκ εἶχον ἐκτήσαντο.

ἀλλὰ τοιούτους ὄντας αὐτὴ ἡ χάρις ἐλθοῦσα διδάσκει μὴ ἔχειν τὴν ψυχὴν αὐτῶν τιμίαν, ὄντας ἐν προκοπῇ, ἀλλὰ φυσικῶς ἀτίμους ἑαυτοὺς ἡγεῖσθαι·

καὶ παρὰ θεῷ τίμιοι ὄντες παρ' ἑαυτοῖς οὔκ εἰσι.

καὶ ἐν προκοπῇ καὶ γνώσει θεοῦ ὄντες ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ θεῷ πλούσιοι ὄντες παρ' ἑαυτοῖς εἰσι πένητες.

ὥσπερ δὲ ὁ Χριστὸς μορφὴν δούλου λαβών διὰ τῆς ταπεινοφροσύνης ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ.

καὶ νῦν ὁ αὐτὸς ὄφις ἐνδομυχῶν ταῖς καρδίαις διὰ τυφώσεως, καταβάλλει καὶ ἀπολλύει τὸ γένος τῶν Χριστιανῶν.

ὥσπερ γὰρ ἐὰν ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ πλοῦτον ἔχων πολύν, ἔτι προσοδεύηται καὶ εἰσάγῃ καρπούς, οὗτος ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτος ὢν πάντας λακτίζει καὶ κολαφίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικρὰν δὲ ἀνάπαυσιν εὑρόντες καὶ εὐχήν, ἤρξαντο τυφοῦσθαι καὶ ἀπονοεῖσθαι καὶ κατακρίνειν, καὶ οὕτω κατέπεσον εἰς τὰ κατώτατα τῆς γῆς.

ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης εἰπὼν ὅτι «ὡς θεοὶ γενήσεσθε», οὗτος καὶ νῦν ἐν ταῖς καρδίαις ὑποβάλλει ὑψηλοφροσύνην λέγων·

τέλειος εἶ, ἀρκεῖ σοι, ἐπλούτησας, οὐ χρείαν ἔχεις, μακάριος εἶ.

εἰσὶ δὲ ἕτεροι κατὰ κόσμον οἱ πλοῦτον μὲν ἔχοντες, τὸν δὲ προσοδεύοντες ἐν καρποῖς πολλοῖς κατέχουσιν ἑαυτοὺς ἐν διακρίσει καὶ οὔτε καυχῶνται οὔτε ἐπαίρονται, ἀλλ' εἰσὶν ἴσοι·

οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ἔρχεται ἀφορία.

καὶ πάλιν, ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν·

οἴδασι γὰρ ὅτι πάλιν διαδέχεται εὐφορία.

καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες, οὐ ξενίζονται οὔτε ἐν προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ ζημία, ξενίζονται.

Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτόν τί ἐστι·

γεῦσις ἀληθείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας.

ὥσπερ ἐὰν ᾖ πηγή, καὶ ὤν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν καὶ μὴ δώῃ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτως καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι.

20Ἐρώτησις:20 διὰ τί οὐ δίδωσιν ἐμπλησθῆναι; 20Ἀπόκρισις:20 ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ὑπεραίρεται·

διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον.

εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ' ἕν σοί τις ἐδίδου ἐμπλησθῆναι, οὐκ ἄν σε οὐδεὶς ἔφερεν.

ἀλλ' εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν θεόν.

καὶ γὰρ κατὰ κόσμον πτωχός τις εὑρὼν βαλάντιον χρυσοῦ, ἀπὸ ἐλαφρίας ἤρξατο κηρύσσειν·

εὗρον βαλάντιον, πλούσιός εἰμι.

τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἔλαβεν αὐτό.

ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισε καὶ ἤρξατο πάντας ὑβρίζειν καὶ ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα.

οὕτως καὶ εἰς τὸ πνευματικόν.

μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλ' ἀπολλοῦσι καὶ αὐτὸ ὃ ἔλαβον·

πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτίζει αὐτῶν τὸν νοῦν.

20Ἐρώτησις:20 μετὰ τὸ ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πῶς πίπτουσί τινες; οὐχὶ ὁ


90


σατανᾶς ἀσθενέστερος ἀποδείκνυται πολύ; ὅπου γὰρ ἡμέρα, πῶς δύναται νὺξ εἶναι; 20Ἀπόκρισις:20 οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ' ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπει, παραχωρεῖ τῇ κακίᾳ.

καὶ πάλιν σὺ τῷ σῷ θελήματι προσεγγίζων τῷ κυρίῳ προτρέπῃ τοῦ ἐπισκέψασθαί σε τὴν χάριν·

ἐπεὶ πῶς γέγραπται·

τὸ πνεῦμα μὴ σβέννυτε.

ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν, ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος.

ὁμοίως λέγει·

«μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως».

ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι.

ἐγὼ δέ σοι λέγω, ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται ἐπὶ τὸ ἀγαθόν.

Ὥσπερ ὅταν ὦσί τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὴν εὐγένειαν αὐτῶν καὶ τὰ ἀξιώματα, καὶ ἀπέλθωσι καὶ ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης, καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι·

τοῦτο καταλέλειπται τῷ ἰδίῳ αὐτῶν θελήματι.

ἐγὼ δέ σοι λέγω, ὅτι καὶ τοὺς ἀποστόλους τοὺς τετελειωμένους ἐν τῇ χάριτι οὐ κεκώλυκεν ἡ χάρις ἃ ἐβούλοντο πρᾶξαι, εἴγε ἤθελον αὐτοὶ ἐκεῖνοι μὴ ἀρέσκοντά τινα τῇ χάριτι διαπράττεσθαι.

καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτικὴ καλοῦ καὶ κακοῦ ἐστι, καὶ ἡ ἐναντία δύναμις προτρεπτική, οὐκ ἀναγκαστική.

λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει.

οὐχ ὁρᾷς ὅτι Πέτρος κατεγνωσμένος ἦν, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν; καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν.

καὶ ὁ Παῦλος, πνευματικὸς ὤν, ἐκ τοῦ ἰδίου θελήματος διάλεκτον ἐποιήσατο μετὰ Βαρνάβα, καὶ παροξυνθέντες ἀνεχώρησαν ἀπ' ἀλλήλων.

καὶ πάλιν ὁ αὐτὸς λέγει·

«ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς».

ἰδοὺ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν ἔτι τὸ αὐτεξούσιον, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως ὅτου ἐστὶν ἐν τῷ αἰῶνι τούτῳ.

20Ἐρώτησις:20 οὐκ ἠδύναντο ἁμαρτάνειν οἱ ἀπόστολοι εἰ ἤθελον, ἢ καὶ αὐτοῦ τοῦ θελήματος ἰσχυροτέρα ἦν ἡ χάρις; 20Ἀπόκρισις:20 ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο·

οὔτε γὰρ ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ.

πλὴν οὐ λέγομεν ὅτι ἡ χάρις ἐν αὐτοῖς ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείοις πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ τὴν ἐξουσίαν τοῦ ποιεῖν ἃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται.

καὶ αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη, ἀσθενὴς οὖσα, ἔχει ἐξουσίαν καὶ συνόντος τοῦ ἀγαθοῦ τρέπεσθαι.

ὥσπερ ἐὰν ὦσί τινες, ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, τὸ λοιπὸν ἔσωθέν εἰσιν ἠσφαλισμένοι καὶ ἐχθροὶ οὐκ ἐπέρχονται αὐτοῖς·

ἢ ἐπέρχονται μέν, λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστιν ἢ χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι καὶ ἀντιπαλαῖσαι τοῖς ἐχθροῖς καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τῶν ἐχθρῶν καὶ μὴ πολεμῆσαι, καίτοι ἔχοντες ὅπλα, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν τελείαν δύναμιν καὶ ἔχοντες τὰ ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνήδονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ' αὐτοῦ καὶ οὐ πολεμοῦσι·

τρεπτὴ γάρ ἐστιν ἡ φύσις.

καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ θεοῦ, εἴτε πάλιν υἱὸς ἀπωλείας διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον.

Ἄλλο ἐστὶ τὸ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, καὶ ἄλλο ἐστὶ φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη.

ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου λόγοις, καὶ ἄλλο ἐστὶν ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι αὐτῆς τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ.

ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν


91


καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια.

οὕτω κἂν τοῖς πνευματικοῖς, ἄλλο ἐστὶ τὸ γνώσει τινὶ καὶ νοῒ διηγεῖσθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ ἐν πληροφορίᾳ καὶ ἐν τῷ ἔνδον ἀνθρώπῳ καὶ τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ ἁγίου πνεύματος.

οἱ γὰρ ψιλοὺς λόγους λέγοντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν.

«ὁ γὰρ λόγος» φησὶν «ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως», καὶ πάλιν ἀλλαχοῦ λέγει·

«τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.

ὁ τοιοῦτος οὐ πίπτει.

πολλοῖς γὰρ ἐκζητήσασι τὸν θεὸν ἠνοίγη θύρα, καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον εἰς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες·

εὕρομεν θησαυρόν.

ἀπέκλεισεν αὐτοῖς τὰς θύρας, ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν·

θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν.

οἰκονομικῶς γὰρ ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωμεν·

ὁ γὰρ θησαυρὸς δείκνυται πρὸς προτροπὴν τῆς ζητήσεως.

20Ἐρώτησις:20 ἐπειδή τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν μετέβη τις «ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν», εἰ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμούς; 20Ἀπόκρισις:20 γέγραπται ὅτι «πνεύματι ἐναρξάμενοι ἐν σαρκὶ νῦν ἐπιτελεῖσθε;» λέγει δὲ πάλιν·

«ἐνδύσασθε τὴν πανοπλίαν τοῦ πνεύματος πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου».

πρὸς λόγον, εἰσὶ δύο τόποι, ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ «πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας»·

ἐν φωτὶ ὢν ἢ ἐν σκότει.

καὶ πάλιν·

«πρὸς τὸ δύνασθαι ὑμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι», καὶ πάλιν·

μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, καὶ πάλιν·

«ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ θεοῦ καὶ μετόχους γενομένους πνεύματος ἁγίου καὶ παραπεσόντας ἀνακαινίζειν».

ἰδοὺ οἱ φωτισθέντες καὶ γευσάμενοι παραπίπτουσιν.

ὁρᾷς ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ πνεύματι, καὶ ἔχει θέλημα τοῦ λυπῆσαι.

πάντως γὰρ λαμβάνει ὅπλα τοῦ ἀπελθεῖν εἰς πόλεμον καὶ ἀγωνίσασθαι κατὰ τῶν ἐχθρῶν·

πάντως ἐφωτίσθη, ἵνα στρατεύσηται κατὰ τοῦ σκότους.

20Ἐρώτησις:20 πῶς λέγει ὁ ἀπόστολος·

«ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν προφητείαν καὶ λαλῶ ταῖς γλώσσαις τῶν ἀγγέλων, οὐδέν εἰμι»; 20Ἀπόκρισις:20 οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν ὁ ἀπόστολος, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην ἥτις ἐστὶ τελεία, ταῦτα μικρά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις πίπτει·

ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός ἐστιν.

ἐγὼ δέ σοι λέγω, ὡς εἶδον ἀνθρώπους εἰς ὅλα τὰ χαρίσματα γενομένους καὶ μετόχους πνεύματος, καὶ οὗτοι μὴ φθάσαντες εἰς τὴν τελείαν ἀγάπην ἔπεσον.

εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός.

λοιπὸν περιβόητος ἦν ἐπὶ σεμνῷ βίῳ, καὶ ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ μυρία κακά.

ἄλλος ἐπὶ διωγμοῦ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητής, μετὰ ταῦτα εἰρήνης γενομένης, ἀπελύθη καὶ ἦν ὀνομαστός·

τὰ γὰρ βλέφαρα αὐτοῦ ἦν βλαβέντα, ἐπειδὴ ὑπεκαπνίσθη.

οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων σιτίον ἐδίδου τῷ παιδὶ αὐτοῦ·

καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον θεοῦ.

ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοῦ καὶ ἐκρεμάσθη καὶ ἐξέσθη, εἶτα ἐβλήθη εἰς τὴν φυλακήν.

ὑπηρέτει οὖν αὐτῷ κατὰ πίστιν κανονική τις, καὶ ποιήσας συνήθειαν μετ' αὐτῆς, ὢν ἐν τῇ φυλακῇ, ἐξέπεσεν εἰς πορνείαν.

ἴδε ὁ πλούσιος ὁ πωλήσας τὰ ὑπάρχοντα αὐτοῦ καὶ ὁ δοὺς τὸ σῶμα αὐτοῦ εἰς μαρτύριον, πῶς ἔπεσον.

Ἄλλος δέ τις φρόνιμος ἀσκητής, συνών μοι ἐν τῇ οἰκίᾳ καὶ μετ' ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὡς εὐχόμενος ἐγγύς μου κατανύττεσθαι·

ἔβρασσε γὰρ ἐν αὐτῷ ἡ χάρις.

ἐδόθη δὲ αὐτῷ καὶ τὸ χάρισμα τῶν ἰαμάτων, καὶ οὐ μόνον τοὺς δαίμονας


92


ἀπήλαυνεν, ἀλλὰ καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας καὶ ἔχοντας πάθη δεινὰ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευεν.

εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου καὶ συνηδόμενος αὐτῷ, ἐτυφώθη καὶ ἐξέπεσεν εἰς αὐτὰ τὰ βαθύτατα τῆς ἁμαρτίας.

ἴδε καὶ ὁ ἔχων χάρισμα ἰαμάτων ἔπεσεν.

ὁρᾷς πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς τὰ μέτρα τῆς ἀγάπης πίπτουσιν; ὁ γὰρ φθάσας εἰς τὴν ἀγάπην, δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον κόσμον, ὡς τῆς ἰδίας φύσεως οὐκ αἰσθανόμενος.

20Ἐρώτησις:20 τί ἐστιν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; 20Ἀπόκρισις:20 κατ' ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι καὶ δίκαιοι καὶ βασιλεῖς καὶ προφῆται, ὅτι μὲν ἔρχεται ὁ λυτρωτής, ᾔδεισαν.

ὅτι δὲ πάσχει καὶ σταυροῦται καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν οὔτε ἤκουσαν, οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν, ὅτι ἔσται βάπτισμα πυρὸς καὶ πνεύματος ἁγίου καὶ ὅτι ἐν τῇ ἐκκλησίᾳ προσφέρεται ἄρτος καὶ οἶνος ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος, καὶ οἱ μεταλαμβάνοντες ἐκ τοῦ φαινομένου ἄρτου πνευματικῶς τὴν σάρκα τοῦ κυρίου ἐσθίουσι, καὶ ὅτι οἱ ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν παράκλητον καὶ ἐνδύονται δύναμιν ἐξ ὕψους καὶ πληροῦνται τῆς θεότητος, καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῷ ἁγίῳ πνεύματι.

τοῦτο οὐκ ᾔδεισαν οἱ προφῆται καὶ βασιλεῖς οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν.

νῦν γὰρ οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι καὶ ἐπιποθοῦσιν εἰς τὴν θεότητα, ἀλλὰ καὶ τοιαύτην χαρὰν καὶ παράκλησιν ἔχοντες ὑπὸ φόβον καὶ τρόμον εἰσίν.

20Ἐρώτησις:20 ὑπὸ ποῖόν εἰσι φόβον καὶ τρόμον; 20Ἀπόκρισις:20 τοῦ μὴ σφαλῆναι ἔν τινι, ἀλλὰ συμφωνεῖν τῇ χάριτι.

ὥσπερ ἐὰν ᾖ τις ἔχων θησαυροὺς καὶ ὁδεύῃ εἰς τόπους ἔνθα εἰσὶ λῃσταί, λοιπὸν χαίρει μὲν διὰ τὸν πλοῦτον καὶ τὸν θησαυρόν, ὑπὸ φόβον δέ ἐστι, μήπως ἐπελθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτόν, καὶ ὡς βαστάζων εἰς τὰς χεῖρας αὐτοῦ τὸ ἴδιον αἷμα, οὕτως ἐστίν.

Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα καί ἐσμεν ξένοι καὶ ἀκτήμονες καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι.

λοιπὸν ἴδε τὸ σῶμα κεῖται εἰς εὐχήν.

ὀφείλουσιν εἰπεῖν οἱ ἀδελφοί, εἰ ἄρα σὺν τῷ σώματι καὶ ὁ νοῦς συμφωνεῖ.

ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται κατὰ κόσμον καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας.

λοιπὸν σὺ ἐπίσκεψαι σεαυτόν, ἔχων τὸ σῶμα ξένον τοῦ κόσμου τούτου, ἆρα ἔχεις καὶ τὸν νοῦν ἀλλότριον τούτου τοῦ αἰῶνος καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον.

καὶ γὰρ ἕκαστος κοσμικὸς ἢ στρατιώτης ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει καὶ τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ αὐτῷ ἐστιν ὁ θησαυρός·

γέγραπται γάρ·

«ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία».

Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖόν ἐστι θησαυρόν, ἆρα ὅλος διόλου πρὸς τὸν θεόν ἐστιν ἢ οὔ; εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμποδίζον.

πάντως πνεύματά εἰσι πονηρά, ὁ σατανᾶς καὶ οἱ δαίμονες, κατέχοντες τὸν νοῦν καὶ περισκελίζοντες τὴν ψυχήν.

ὁ γὰρ πολύπλοκος διάβολος, ἔχων μάγγανα καὶ τρίθυρα καὶ ποικιλίαν πολλήν, κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς καὶ οὐκ ἐᾷ ὀρθῶς προσεύχεσθαι καὶ προσεγγίζειν θεῷ.

ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι τῶν δαιμόνων καὶ πνευμάτων τῆς πονηρίας, ὁμοίως καὶ ἀγγέλων καὶ πνεύματος ἁγίου·

ναός ἐστι τοῦ σατανᾶ καὶ ναὸς τοῦ ἁγίου πνεύματος.

λοιπὸν ἐπισκέψασθε τὸν νοῦν ἡμῶν, ἀδελφοί, τίνος ἐστὲ κοινωνοί, ἀγγέλων ἢ δαιμόνων·

τίνος ἐστὲ ναὸς καὶ οἰκητήριον, θεοῦ ἢ διαβόλου·

ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος ἢ τοῦ σατανᾶ·

ὥσπερ οὖν οἰκίαν μεμεστωμένην δυσωδίας καὶ κοπρίας, χρὴ ταύτην καθαρισθῆναι τὸ ὅλον καὶ κοσμηθῆναι καὶ πληρωθῆναι πάσης εὐωδίας καὶ θησαυρῶν, ὥστε πνεῦμα ἅγιον ἐλθεῖν ἀντὶ τοῦ σατανᾶ καὶ ἐπαναπαῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν.

Πλὴν οὐκ εὐθύς τις ἀκούσας λόγον θεοῦ ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους.

εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι ἐγίγνετο τοῦ ἀγαθοῦ


93


μέρους, οὐκέτι ἂν ἦσαν ἀγῶνες ἢ καιροὶ πολέμων ἢ δρόμος, ἀλλ' ἀκαμάτως, εἰ μόνον ἤκουσεν, ἦλθεν ἂν εἰς κατάπαυσιν καὶ τὰ τέλεια μέτρα.

οὐχ οὕτως δέ ἐστι τὰ πράγματα.

περιαίρεις γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις εἶναι παλαίουσαν τῷ νῷ.

ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο, ὑποστελλούσης τῆς χάριτος κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ, εἰσέρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου καὶ ἀγῶνος ἀποφέρεται τὰ νικητήρια καὶ γίνεται Χριστιανός.

Εἰ γάρ τις ἀκούων μόνον ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ καὶ οἱ πόρνοι πάντες μέλλουσιν ἀπελθεῖν εἰς βασιλείαν καὶ ζωήν.

ἀλλ' οὐδεὶς αὐτοῖς δώσει ταύτην ἄνευ καμάτου καὶ ἀγῶνος, ἐπειδὴ «στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδός», καὶ δι' αὐτῆς τῆς τραχείας ὁδοῦ διοδεῦσαι χρὴ καὶ ὑπομεῖναι καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν.

Εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι λίθος προσκόμματος καὶ πέτρα σκανδάλου ἦν ὁ Χριστιανισμός, οὔτε πίστις καὶ ἀπιστία.

ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον δετὸν καὶ ἄτρεπτον εἰς τὸ ἀγαθόν τε καὶ κακόν.

τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα τὰ μέρη νόμος δέδοται, τῷ ἔχοντι τὸ αὐτεξούσιον ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν·

δετῇ γὰρ φύσει νόμος οὐ κεῖται.

οὔτε γὰρ ὁ ἥλιος οὔτε ὁ οὐρανὸς καὶ ἡ γῆ νενομοθέτηται.

ἐπειδὴ τὰ κτίσματα δετῆς εἰσι φύσεως·

ὅθεν οὔτε τιμῇ οὔτε κολάσει ὑπόκεινται.

ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοίμασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν.

πάλιν δὲ ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος.

εἰ δὲ οὐ λέγεις αὐτὸν λυτῆς φύσεως, λοιπὸν τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου.

ὁ γὰρ ἀπὸ φύσεως χρηστὸς καὶ ἀγαθὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός ἐστιν·

οὐ γὰρ ἐπαινετόν, εἰ καὶ ἐπιθυμητὸν τὸ μὴ προαιρέσει ἀγαθόν.

ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν ἐξ αὐτεξουσίου προαιρέσεως.

Ὥσπερ ὅταν ᾖ παρεμβολὴ Περσῶν καὶ παρεμβολὴ Ῥωμαίων, καὶ ἐξέλθωσιν ἀπ' αὐτῶν πτερωτοὶ δύο νεανίσκοι ἰσοδύναμοι, καὶ ποιήσωσι πάλην, οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόρροπον κατ' ἀλλήλων.

καὶ τὴν ἰσοδυναμίαν ἔχει ὁ σατανᾶς τοῦ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα·

καὶ ἡ ψυχὴ πάλιν ἔχει τοῦ ἀντιλέγειν καὶ ἐν μηδενὶ αὐτῷ ὑπακούειν·

προτρεπτικαὶ γάρ εἰσιν αἱ ἀμφοτέραι δυνάμεις τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὐκ ἀναγκαστικαί.

τῇ οὖν τοιαύτῃ προαιρέσει δίδοται θεία ἀντίληψις, καὶ δύναται παλαίουσα λαβεῖν ὅπλα ἐξ οὐρανοῦ καὶ δι' αὐτῶν ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν·

τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, ἄνευ δὲ θεοῦ νικῆσαι ἢ ἐκριζῶσαι τὸ κακὸν οὐ δύναται.

οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν εἶναι ὡς γίγαντα γενναῖον καὶ τὴν ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν.

εἰ γὰρ οὕτως ἐστὶ τὰ πράγματα ἀνόμοια, ὡς γίγας ἡ ἁμαρτία καὶ ὡς παιδίον ἡ ψυχή, ἄδικος ὁ νομοθέτης, νόμον δεδωκὼς τῷ ἀνθρώπῳ ποιεῖν πάλην πρὸς τὸν σατανᾶν.

Οὗτος δέ ἐστιν ὁ θεμέλιος τῆς πρὸς θεὸν ὁδοῦ, τὸ ἐν ὑπομονῇ πολλῇ, ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ πνεύματος, ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς καὶ διὰ τούτων κτήσασθαι δύναταί τις τὴν δικαιοσύνην ἐν ἑαυτῷ·

λέγομεν δὲ δικαιοσύνην αὐτὸν τὸν κύριον.

αὗται γὰρ αἱ ἐντολαὶ οὕτως προστάσσουσαι ὥσπερ μίλιά εἰσι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀναγούσης εἰς τὴν ἐπουράνιον πόλιν τοὺς διοδεύοντας.

λέγει γάρ·

μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·

μακάριοι οἱ πραεῖς·

μακάριοι οἱ ἐλεήμονες·

μακάριοι οἱ εἰρηνοποιοί.

τοῦτον εἶπεν εἶναι Χριστιανιαμόν.

εἰ δέ τις ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ πεπλάνηται καὶ κακῷ θεμελίῳ κέχρηται.

δόξα τοῖς οἰκτιρμοῖς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς


94


αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΚΗ.



1 Ὥσπερ ὀργισθεὶς ὁ θεός ποτε Ἰουδαίοις παρέδωκε τὴν Ἱερουσαλὴμ εἰς τὸ προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτούς, καὶ οὐκ ἦν ἔτι ἐκεῖ ἑορτὴ οὔτε προσφορά, οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς διὰ τὴν παράβασιν τῆς ἐντολῆς παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ πάθεσι, καὶ οὕτω πλανήσαντες αὐτὴν τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ οὔτε ἑορτὴ οὔτε θυμίαμα οὔτε προσφορὰ δι' αὐτῆς τῷ θεῷ ἀναπεμπομένη, πλησθέντων ἐν ταῖς ὁδοῖς τῶν γνωρισμάτων αὐτῆς θηρίων δεινῶν, καὶ ἑρπετῶν πνευμάτων πονηρίας ἐν αὐτῇ καταλυόντων.

καὶ ὥσπερ οἶκος ἐὰν μὴ ἔχῃ τὸν δεσπότην κατοικοῦντα, σκότος καὶ ἀτιμίαν καὶ ὕβριν ἐνδύεται καὶ ῥυπαρίας καὶ κοπριῶν ἐμπέπλησται, οὕτω καὶ ψυχὴ ἡ μὴ ἔχουσα τὸν δεσπότην αὐτῆς μετὰ τῶν ἀγγέλων ἐν ἑαυτῇ χορεύοντα, σκότους ἁμαρτίας καὶ αἰσχύνης παθῶν καὶ πάσης ἀτιμίας ἐμπίπλαται.

Οὐαὶ ὁδῷ, ἐπὰν μηδεὶς ἐν αὐτῇ περιπατῇ μήτε ἀκούῃ ἐν αὐτῇ φωνῆς ἀνθρώπου·

ὅτι καταλυτήριον θηρίων τυγχάνει.

οὐαὶ ψυχῇ, ὁπόταν μὴ διοδεύῃ ἐν αὐτῇ ὁ κύριος, καὶ τῇ φωνῇ αὐτοῦ φεύγῃ ἐξ αὐτῆς τὰ πνευματικὰ τῆς πονηρίας θηρία.

οὐαὶ οἰκίᾳ, ὁπότε ὁ δεσπότης οὐκ οἰκεῖ ἐν αὐτῇ.

οὐαὶ γῇ, ὁπότε μὴ ἔχει τὸν ἐργαζόμενον αὐτὴν γεωργόν.

οὐαὶ πλοίῳ, ὁπόταν μὴ ἔχῃ τὸν κυβερνήτην, ὅτι ὑπὸ τῶν κυμάτων καὶ τοῦ σάλου τῆς θαλάσσης φερόμενον ἀπόλλυται.

οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἀληθινὸν κυβερνήτην Χριστὸν ἐν αὐτῇ, ὅτι ἐν τῇ θαλάσσῃ τῆς πικρίας τοῦ σκότους τυγχάνουσα καὶ ὑπὸ τοῦ σάλου τῶν παθῶν κυματουμένη καὶ ὑπὸ τῶν πονηρῶν πνευμάτων χειμαζομένη τὸ τέλος ἀπώλειαν κτᾶται.

οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἐργαζόμενον αὐτὴν ἐπιμελῶς Χριστόν, ἵνα καρποὺς ἀγαθοὺς τοῦ πνεύματος ἐνεγκεῖν δυνηθῇ, ὅτι ἔρημος οὖσα καὶ ἀκανθῶν καὶ τριβόλων μεστὴ τὸ τέλος καῦσιν πυρὸς καρποῦται.

οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν δεσπότην αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα, ὅτι ἔρημος οὖσα καὶ δυσωδίας παθῶν ἐμπεπλησμένη καταλυτήριον κακίας τυγχάνει.

Ὥσπερ γὰρ ὁ γεωργὸς ἐπὰν πορεύηται ἐργάσασθαι τὴν γῆν, δέοντα ἐργαλεῖα καὶ ἄμφια πρὸς τὴν ἐργασίαν λαμβάνει, οὕτως καὶ Χριστὸς ὁ βασιλεὺς ὁ ἐπουράνιος καὶ ἀληθινὸς γεωργός, ἐλθὼν ἐπὶ τὴν ἐρημωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα, ἐνδυσάμενος τὸ σῶμα καὶ ὡς ἐργαλεῖον τὸν σταυρὸν βαστάσας, εἰργάσατο τὴν ἔρημον ψυχὴν καὶ ἔλαβεν ἐξ αὐτῆς τὰς ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν πνευμάτων καὶ τὰ ζιζάνια τῆς ἁμαρτίας ἐξέτιλε καὶ πάντα χόρτον ἁμαρτημάτων αὐτῆς πυρὶ κατέκαυσε, καὶ οὕτως ἐργασάμενος αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ ἐφύτευσεν ἐν αὐτῇ τὸν παγκάλλιστον παράδεισον τοῦ πνεύματος, πάντα καρπὸν ἡδὺν καὶ ἐπιθυμητὸν φέροντα τῷ δεσπότῃ θεῷ.

Καὶ ὥσπερ ἐν Αἰγύπτῳ, τριημέρου σκότους γενομένου, οὐκ ἔβλεπεν υἱὸς πατέρα οὔτε ἀδελφὸς ἀδελφὸν οὔτε φίλος γνήσιον φίλον, τοῦ σκότους καλύψαντος αὐτούς, οὕτω τοῦ Ἀδὰμ παραβάντος τὴν ἐντολὴν καὶ πεσόντος ἀπὸ τῆς προτέρας δόξης καὶ ὑπὸ τὸ πνεῦμα τοῦ κόσμου γεγονότος, καὶ τοῦ καλύμματος τοῦ σκότους ἐλθόντος ἐν τῇ ψυχῇ αὐτοῦ, ἀπ' αὐτοῦ καὶ μέχρι τοῦ ἐσχάτου Ἀδάμ, τοῦ κυρίου, οὐκ ἔβλεπον τὸν ἀληθινὸν πατέρα τὸν ἐπουράνιον καὶ τὴν ἀγαθὴν καὶ χρηστὴν μητέρα, τὴν χάριν τοῦ πνεύματος, καὶ τὸν γλυκὺν καὶ ποθούμενον ἀδελφόν, τὸν κύριον, καὶ τοὺς φίλους καὶ γνησίους ἀγγέλους ἁγίους, μεθ' ὧν ἔχαιρε χορεύων καὶ ἑορτάζων.

οὐ μόνον δὲ ἕως τοῦ ἐσχάτου Ἀδάμ, ἀλλ' ἔτι καὶ νῦν ἐφ' οὓς οὐκ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστός, καὶ ὧν οὐκ ἠνοίγησαν οἱ τῆς ψυχῆς ὀφθαλμοί, ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτισθέντες, ὑπὸ τὸ αὐτὸ σκότος τῆς


95


ἁμαρτίας ἔτι τυγχάνουσι, τὴν αὐτὴν τῶν ἡδονῶν ἐνέργειαν ἔχοντες, τῇ αὐτῇ τιμωρίᾳ ὑποκείμενοι, ὀφθαλμοὺς βλέποντας τὸν πατέρα μηδέπω ἔχοντες.

Τοῦτο γὰρ ὀφείλει γινώσκειν ἕκαστος, ὅτι εἰσὶν ὀφθαλμοὶ ἐνδότεροι τῶν ὀφθαλμῶν τούτων καὶ ἔστιν ἀκοὴ ἐνδοτέρα τῆς ἀκοῆς ταύτης.

καὶ ὥσπερ οὗτοι οἱ ὀφθαλμοὶ αἰσθητῶς βλέπουσι καὶ κατανοοῦσι τὸ πρόσωπον τοῦ φίλου ἢ τοῦ ἀγαπητοῦ, οὕτως καὶ οἱ τῆς ἀξίας καὶ πιστῆς ψυχῆς ὀφθαλμοὶ πνευματικῶς φωτισθέντες φωτὶ θεϊκῷ βλέπουσι καὶ κατανοοῦσι τὸν ἀληθινὸν φίλον καὶ γλυκύτατον καὶ πολυπόθητον νυμφίον, τὸν κύριον, καταλαμπομένης τῆς ψυχῆς ὑπὸ τοῦ προσκυνητοῦ πνεύματος, καὶ οὕτω βλέπουσα νοερῶς τὸ ἐπιθυμητὸν καὶ μόνον ἀνεκλάλητον κάλλος, εἰς ἔρωτα θεῖον τιτρώσκεται καὶ εἰς πάσας ἀρετὰς ὑπὸ τοῦ πνεύματος κατευθύνεται, καὶ οὕτως ἀόριστον καὶ ἀνέκλειπτον κέκτηται ἀγάπην πρὸς τὸν ὑπ' αὐτῆς ποθούμενον κύριον.

Τί τοίνυν μακαριώτερον τῆς ἀϊδίου φωνῆς ἐκείνης Ἰωάννου δεικνύοντος πρὸ ὀφθαλμῶν τὸν κύριον λέγοντος·

ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; ἀληθῶς «ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων Ἰωάννου τοῦ βαπτιστοῦ»·

πλήρωμα γὰρ πάντων τῶν προφητῶν τυγχάνει.

καὶ πάντες μὲν προεφήτευσαν περὶ τοῦ κυρίου, μήκοθεν δεικνύοντες αὐτὸν παραγινόμενον.

αὐτὸς δὲ προφητεύων περὶ τοῦ σωτῆρος ἐδείκνυε παρ' ὀφθαλμοῖς, πᾶσι βοῶν καὶ λέγων·

ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.

τί ἡδεῖα καὶ καλὴ ἡ φωνὴ εὐθὺ δεικνύοντος τὸν ὑπ' αὐτοῦ κηρυσσόμενον.

«μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν οὐδείς·

ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν».

οἱ ἄνωθεν ἐκ τοῦ θεοῦ γεννηθέντες ἀπόστολοι οἱ τὴν ἀπαρχὴν τοῦ παρακλήτου πνεύματος λαβόντες, οὗτοι γὰρ συνδικασταὶ καὶ σύνθρονοι κατηξιώθησαν γενέσθαι·

οὗτοι λυτρωταὶ τῶν ἀνθρώπων γεγόνασιν.

εὑρίσκεις αὐτοὺς σχίζοντας θάλασσαν δυνάμεων πονηρῶν καὶ διαγαγόντας ψυχὰς πιστευούσας.

εὑρίσκεις αὐτοὺς γεωργοὺς τὴν ἄμπελον τῆς ψυχῆς ἐργαζομένους.

εὑρίσκεις αὐτοὺς παρανύμφους νυμφεύοντας ψυχὰς Χριστῷ·

ἡρμοσάμην γὰρ φησὶν ὑμᾶς ἑνὶ ἀνδρί.

εὑρίσκεις αὐτοὺς διδόντας ζωὴν τοῖς ἀνθρώποις.

καὶ ἁπαξαπλῶς εὑρίσκεις αὐτοὺς πολυμερῶς καὶ πολυτρόπως διακονοῦντας τῷ πνεύματι.

οὗτος οὖν ἐστιν ὁ μικρός, ὁ μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.

ὥσπερ γὰρ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος Ἰησοῦς, ὁ καλὸς καὶ ἀληθινὸς γεωργός, δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτούς, μετ' αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων καὶ ἐν ἀληθείᾳ πιστευόντων.

Πλὴν καὶ τοῦτο εἰπεῖν ἄξιον, ὡς «οὐκ ἐν λόγῳ» μόνον ἀκοῆς ἡ βασιλεία τοῦ θεοῦ καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, ὡς ἄν τις εἰδὼς λόγους καὶ ἑτέροις ἐκδιηγούμενος, ἀλλ' ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος ἡ βασιλεία τυγχάνει.

ταῦτα γὰρ πεπόνθασι καὶ Ἰσραηλιτῶν παῖδες, μελετῶντες τὰς γραφὰς ἀεὶ καὶ περὶ τοῦ κυρίου δῆθεν τὴν μελέτην ἔχοντες, καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ δεξάμενοι, ἑτέροις τὴν αὐτῶν κληρονομίαν ἀπέδοντο.

οὕτως καὶ οἱ λόγους τοῦ πνεύματος διηγούμενοι ἐτέροις, αὐτοὶ τὸν λόγον ἐν δυνάμει μὴ κεκτημένοι, ἄλλοις ἀποδίδονται τὴν κληρονομίαν.

δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΚΘ.



1 Ἡ τοῦ θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ἐξεργάζεται ποικίλως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, ὥστε φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτὸν καὶ πάντα κίνδυνον καὶ πόνον διὰ τὸν θεὸν ὑπομένοντας.

Οἷς μὲν γὰρ προαπαντῶσι τὰ χαρίσματα καὶ τὰ τοῦ ἁγίου πνεύματος


96


δωρήματα εὐθὺς ἅμα τῷ προσελθεῖν μετὰ πίστεως καὶ αἰτήσεως·

ἄνευ καμάτων καὶ ἱδρώτων καὶ πόνων ἔστι δ' ὅτε ἐν τῷ κόσμῳ τυγχάνουσιν ἔτι δίδωσι τὴν χάριν ὁ θεὸς οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ καὶ ἀκαταλήπτῳ, εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν καὶ τὸ αὐτεξούσιον θέλημα τῶν ταχέως ἐπιτυχόντων τῆς θείας χάριτος, εἰ ᾔσθοντο τῆς εὐεργεσίας καὶ τῆς πρὸς αὐτοὺς γενομένης χρηστότητος καὶ γλυκύτητος τοῦ θεοῦ, κατὰ ἀναλογίαν τῆς ἄνευ πόνων ἰδίων χάριτος.

ἧς καταξιωθέντες ὀφείλουσι σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπης καρπὸν ἐπιδείξασθαι καὶ τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδοῦναι, τουτέστιν ὅλους ἑαυτοὺς διδόντες ἐκδότους εἰς τὴν τοῦ κυρίου ἀγάπην καὶ τὸ αὐτοῦ θέλημα μόνον ἐπιτελοῦντες καὶ πάσης σαρκικῆς ἐπιθυμίας τελείως ἀναχωροῦντες.

οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον κατὰ τὸ εὐαγγέλιον καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας καὶ σπουδῆς καὶ τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν οὐκ εὐθὺς ὁ θεὸς δίδωσι τὴν χάριν καὶ τὴν ἀνάπαυσιν καὶ ἀγαλλίασιν τοῦ πνεύματος, μακροθυμῶν ἐπ' αὐτοῖς καὶ τὴν δωρεὰν ἐπέχων, καὶ τοῦτο οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ, εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν εἰ πιστὸν καὶ ἀληθῆ ἥγηνται τὸν θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν εἰ πιστεύσαντες ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ ἕως τέλους παραμένουσιν ἐν πληροφορίᾳ πίστεως καὶ σπουδῆς αἰτοῦντες καὶ ζητοῦντες, εἰ μὴ περικακήσαντες καὶ ὑποστείλαντες ἀποστραφῶσι, καὶ ἀπιστήσαντες καὶ ἀπελπίσαντες ὀλιγωρήσουσι, μὴ εἰς τέλος ὑπομείναντες διὰ τὴν παρολκὴν τοῦ χρόνου καὶ τὸ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν.

Ὁ γὰρ μὴ τάχιον λαμβάνων διὰ τῆς ἀναβολῆς καὶ μακροθυμίας τοῦ θεοῦ πλέον ἐκκαίεται καὶ πλέον ὀρέγεται τῶν οὐρανίων ἀγαθῶν, καὶ πλείονα πόθον καὶ σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ πᾶσαν ἀρετῆς κατάστασιν καὶ πεῖναν καὶ δίψαν εἰς τὸ ἀγαθὸν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῶν τῆς κακίας λογισμῶν τῶν συνόντων τῇ ψυχῇ καὶ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἐκτρεπόμενος ἢ πάλιν προφάσει μακροθυμίας εἰς χαύνωσιν ἑαυτὸν ἐπιδώσει, λογισμῷ τοιούτῳ χρώμενος ὡς ὅτι ὁτεδήποτε λαμβάνω τὴν χάριν τοῦ θεοῦ, κἀντεῦθεν εἰς ἀμέλειαν ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος.

ἀλλ' ἐφ' ὅσον αὐτὸς ὁ κύριος διὰ τῆς ἀναβολῆς μακροθυμεῖ ἐπ' αὐτῷ, δοκιμάζων τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως καὶ ἐμπονεστέρως καὶ ἀνενδεῶς καὶ ἀπερικακήτως ὀφείλει ζητεῖν τὴν δωρεὰν τοῦ θεοῦ, ἅπαξ πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτόν, ὅτι θεὸς ἀψευδὴς καὶ ἀληθινός ἐστιν ὁ ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτοῦσι τὴν χάριν αὐτοῦ ἕως τέλους ἐν πάσῃ ὑπομονῇ.

ταῖς γὰρ πισταῖς ψυχαῖς πιστὸς καὶ ἀληθὴς ἡγεῖται ὁ θεός, καὶ «ἐσφράγισαν ὅτι ἀληθής ἐστι» κατὰ τὸν ἀληθῆ λόγον.

Ἀκολούθως οὖν τῇ προειρημένῃ τῆς πίστεως ἐννοίᾳ ἀνακρίνουσιν ἑαυτάς, ἐν τίσιν ὑστεροῦσι τὸ ὅσον ἐξ αὐτῶν, ἢ πόνῳ ἢ ἀγῶνι ἢ σπουδῇ ἢ πίστει ἢ ἀγάπῃ ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει.

καὶ ἀνακρίνουσαι ἐν πάσῃ ἀκριβείᾳ λεπτότητος βιάζονται ὅση δύναμις, καὶ ἄγχουσιν εἰς τὴν εὐαρέστησιν τοῦ κυρίου, ἅπαξ πιστεύσασαι ὅτι ὁ θεός, ἀληθὴς ὤν, οὐ στερήσει τῆς τοῦ πνεύματος δωρεᾶς αὐτάς, εἰ παραμείνωσιν ἕως τέλους εἰς τὴν πρὸς αὐτὸν διὰ πάσης σπουδῆς λατρείαν καὶ ἀναμονήν, ἀλλὰ καταξιωθήσονται τῆς οὐρανίου χάριτος ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι καὶ τῆς αἰωνίου ζωῆς τεύξονται.

Καὶ οὕτως κινοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς τὸν κύριον, ἀρνησάμεναι πάντα καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πείνῃ καὶ δίψῃ προσδοκῶσαι, καὶ τὴν ἀνάπαυσιν καὶ παράκλησιν τῆς χάριτος ἐκδεχόμεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου παρακαλούμεναι καὶ


97


ἀναπαυόμεναι καὶ δεσμούμεναι ἑκουσίως, ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς λογισμοῖς ἀντιλέγουσαι τὴν τοῦ θεοῦ βοήθειαν καὶ ἀντίληψιν μόνον προσδοκῶσιν, ὁπότε ταῖς τοιαύτην σπουδὴν καὶ προαίρεσιν καὶ ὑπομονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ὁ κύριος ἤδη κρυπτῶς σύνεστι καὶ βοηθεῖ καὶ διαφυλάττει καὶ ὑποστηρίζει εἰς ἕκαστον τῆς ἀρετῆς καρπόν.

κἂν ἐν πόνῳ καὶ θλίψει τυγχάνωσι, κἂν ἐν ἐπιγνώσει ἀληθείας καὶ φανερώσει ψυχῆς, οὐδέπω ἐκομίσαντο τὴν χάριν τοῦ πνεύματος καὶ τὴν ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς, καὶ ἐν πληροφορίᾳ οὐκ ᾔσθοντο ταύτης διὰ τὴν τοῦ θεοῦ ἄρρητον σοφίαν καὶ τὰ ἀνεκδιήγητα κρίματα, δοκιμάζοντος διαφόρως τὰς πιστευούσας ψυχὰς καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος.

ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεώς εἰσι καὶ τοῦ θελήματος τῆς ἀγάπης καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς ὅση δύναμις διαθέσεως·

καὶ οὕτως ἀναπληροῦσαι αἱ ψυχαὶ τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς μέτρον, τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦνται.

∆ίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ «προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν», ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν, ἤτοι σωματικῶν ἤτοι πνευματικῶν ἤτοι γνώσεως ἤτοι συνέσεως ἢ διακρίσεως, ἃ καὶ ἐν τῇ φύσει τῶν ἀνθρώπων ὁ θεὸς διαφόρως ἐνέθηκεν.

ἕκαστον κρίνων τοὺς καρποὺς τῆς ἀρετῆς ἐπιζητήσει καὶ κατ' ἀξίαν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως·

«ἥξει γὰρ» φησὶ «καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»·

καὶ «δυνατοὶ δυνατῶς ἐτασθήσονται·

ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους».

καὶ ὁ κύριος λέγει·

«δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς·

ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.

καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν».

τὴν δὲ γνῶσιν καὶ σύνεσιν διαφόρως νόει, ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον τοῦ πνεύματος ἤτοι κατὰ φυσικὴν ἀκολουθίαν συνέσεως ἢ διακρίσεως καὶ διὰ τῶν θείων γραφῶν παιδεύσεως.

ἕκαστος γὰρ τοὺς καρποὺς ἀπαιτηθήσεται τῆς ἀρετῆς κατὰ ἀναλογίαν τῶν παρὰ θεοῦ γενομένων εἰς αὐτὸν εὐεργεσιῶν ἤτοι φυσικῶν ἤτοι ἐκ θείας χάριτος δεδομένων.

ἀναπολόγητος τοίνυν ἐστὶ πᾶς ἄνθρωπος παρὰ θεῷ ἐν ἡμέρᾳ κρίσεως·

ἕκαστος γὰρ καθ' ὃ ἔγνω τοὺς καρποὺς τῆς πίστεως καὶ ἀγάπης καὶ πάσης ἀρετῆς τῆς πρὸς αὐτὸν ἐκ προαιρέσεως καὶ θελήματος ἀνταπόδοσιν ἀπαιτηθήσεται, ἤτοι δι' ἀκοῆς ἤτοι μηδέποτε λόγον ἀκούσας θεοῦ.

Ἀποσκοποῦσα γὰρ ἡ πιστὴ καὶ φιλαλήθης ψυχὴ εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις καὶ εἰς τὴν ἄρρητον τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ πόνον καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀρρήτους ἐπαγγελίας τοῦ πνεύματος.

οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ κύριος μακαρίζει·

οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην·

οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν.

οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον ἀρετῆς καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται.

μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ καὶ εἰς οἴησιν προκοπτέτω, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι·

οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι.

τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον, οὐκ οἶδας·

καὶ ποῖον τέλος ἐκείνου καὶ ποῖον τὸ σόν, ἀγνοεῖς.

ἀλλ' ἕκαστος ἑαυτῷ προσέχων ἀνακρινέτω τὴν ἰδίαν συνείδησιν πάντοτε καὶ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ τῆς καρδίας, ποίαν σπουδὴν καὶ ἀγῶνα ὁ νοῦς ἔχει πρὸς τὸν θεόν.

καὶ εἰς τὸν τέλειον σκοπὸν τῆς ἐλευθερίας καὶ ἀπαθείας καὶ τῆς καταπαύσεως τοῦ πνεύματος ἀποσκοπῶν, ἀπαύστως τρεχέτω καὶ ἀόκνως, ἐν μηδενὶ χαρίσματι ἢ καὶ δικαιώματι πληροφορούμενος.

δόξα καὶ προσκύνησις πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.

ΟΜΙΛΙΑ Λ.

1 Οἱ τὸν λόγον ἀκούοντες ἔργον τοῦ λόγου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὀφείλουσιν ἐπιδείξασθαι·

ὁ λόγος γὰρ τοῦ θεοῦ οὐκ ἔστι λόγος ἀργός, ἀλλ' ἔργον ἔχει εἰς τὴν ψυχὴν γιγνόμενον·

διὰ τοῦτο γὰρ καὶ ἔργον λέγεται, ἵνα τὸ ἔργον εὑρεθῇ ἐν τοῖς ἀκούουσι.

παράσχοι τοίνυν ὁ κύριος τὸ ἔργον τῆς ἀληθείας ἐν τοῖς ἀκούουσιν, ἵνα ὁ λόγος ἔγκαρπος εὑρεθῇ εἰς ἡμᾶς.

ὥσπερ γὰρ σκιὰ προάγει τὸ σῶμα (ἡ σκιὰ δὲ τὸ σῶμα δηλοῖ, καὶ ἡ ἀλήθεια τὸ σῶμά ἐστι), τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὥσπερ σκιὰ τυγχάνει τῆς ἀληθείας τοῦ Χριστοῦ·

προάγει δὲ ὁ λόγος τὴν ἀλήθειαν.

Οἱ ἐπὶ γῆς πατέρες ἐκ τῆς ἑαυτῶν φύσεως γεννῶσι τέκνα ἐκ τοῦ σώματος αὐτῶν καὶ τῆς ψυχῆς καὶ γεννηθέντα πάσῃ σπουδῇ ἐπιμελῶς παιδεύουσιν ὡς ἑαυτῶν τέκνα, ἕως τέλειοι ἄνδρες γένωνται καὶ διάδοχοι καὶ κληρονόμοι.

τοῖς γὰρ πατράσιν ἐξαρχῆς σκοπὸς καὶ σπουδὴ πᾶσα γίγνεται πρὸς τὸ γεννῆσαι τέκνα καὶ σχεῖν κληρονόμους, καὶ εἰ μὴ ἐγέννησαν, μεγίστην λύπην καὶ ὀδύνην ἂν εἶχον, ὥστε πάλιν γεννήσαντες χαρὰν ἔσχον·

χαίρουσι δὲ καὶ οἱ συγγενεῖς καὶ οἱ γείτονες.

τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ τῆς τοῦ ἀνθρώπου σωτηρίας φροντίσας πᾶσαν οἰκονομίαν καὶ σπουδὴν ἐπετέλεσεν ἐξ ἀρχῆς διὰ πατέρων, πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν.

ἔσχατον καὶ αὐτὸς παραγενόμενος καὶ σταυροῦ αἰσχύνης καταφρονήσας ὑπέμεινε θάνατον.

καὶ οὗτος ὅλος ὁ κάματος καὶ ἡ σπουδὴ αὐτοῦ γέγονεν, ὅπως γεννήσῃ ἐξ ἑαυτοῦ, ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα ἐκ τοῦ πνεύματος, ἄνωθεν εὐδοκήσας γεννηθῆναι ἐκ τῆς ἑαυτοῦ θεότητος.

καὶ ὥσπερ οἱ πατέρες οὗτοι, ἐὰν μὴ γεννήσωσι λυποῦνται, οὕτως καὶ ὁ κύριος ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων, ὡς ἰδίαν εἰκόνα ἠθέλησεν αὐτοὺς ἐκ τοῦ ἑαυτοῦ σπέρματος γεννῆσαι τῆς θεότητος.

εἴ τινες οὖν μὴ θελήσωσιν εἰς τοιαύτην γέννησιν ἐλθεῖν καὶ ἐκ τῆς γαστρὸς τοῦ πνεύματος τῆς θεότητος γεννηθῆναι, πολλὴν λύπην ὁ Χριστὸς ἀναδέχεται, παθὼν δι' αὐτοὺς καὶ ὑπομείνας, ἵνα τούτους σώσῃ·

πάντας γὰρ ἀνθρώπους θέλει ὁ κύριος τῆς γεννήσεως καταξιωθῆναι ταύτης.

ὑπὲρ πάντων γὰρ ἀπέθανε καὶ πάντας εἰς ζωὴν ἐκάλεσε.

ζωὴ δέ ἐστιν ἡ ἄνωθεν ἐκ τοῦ θεοῦ γέννησις.

ἄνευ γὰρ ταύτης ζῆσαι ψυχὴν ἀδύνατον, ὥς φησιν ὁ κύριος·

ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.

ὥστε πάλιν ὅσοι πιστεύουσι τῷ κυρίῳ καὶ προσερχόμενοι καταξιοῦνται τῆς γεννήσεως ταύτης, χαρὰν ἐμποιοῦσι καὶ μεγίστην ἀγαλλίασιν ἐν οὐρανοῖς τοῖς γεννήσασι γονεῦσι, πάντες τε ἄγγελοι καὶ δυνάμεις ἁγίαι χαίρουσιν ἐπὶ τῇ ψυχῇ τῇ ἐκ πνεύματος γεννηθείσῃ καὶ γενομένῃ πνεῦμα.

τοῦτο γὰρ τὸ σῶμα ὁμοίωμα τυγχάνει τῆς ψυχῆς, ἡ δὲ ψυχὴ εἰκὼν τοῦ πνεύματος ὑπάρχει.

καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι, οὕτως χωρὶς τῆς ἐπουρανίου ψυχῆς, τοῦ θεϊκοῦ πνεύματος, νεκρὰ τυγχάνει ἀπὸ τῆς βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ θεοῦ ἄνευ τοῦ πνεύματος.

Ὥσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως καὶ γράφει, καὶ ἐπὰν ἐξ ἐναντίας ᾖ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐτῷ γράφοντι, εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα·

ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον, οὐ δύναται γράψαι διὰ τὸ μὴ ἀτενίζειν αὐτὸ τῷ γράφοντι, τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσι διαπαντὸς πρὸς αὐτὸν εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον·

ἐκ τοῦ αὐτοῦ πνεύματος, ἐκ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου, γράφει εἰκόνα οὐράνιον καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον.

εἴ τις οὖν οὐκ ἀτενίζει διαπαντὸς πρὸς αὐτόν, τῶν πάντων ὑπεριδών, οὐ


99


μὴ γράψῃ ὁ κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός.

χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν, πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν, πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας, ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν, καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν.

Ὥσπερ τὸ νόμισμα τοῦ χρυσίου ἐὰν μὴ λάβῃ καὶ ἐντυπωθῇ τὴν βασιλικὴν εἰκόνα, οὔτε εἰς ἐμπορίαν ἀπέρχεται οὔτε εἰς βασιλέως θησαυροὺς ἀποτίθεται, ἀλλὰ ἀπόβλητον τυγχάνει, οὕτως καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ εἰκόνα τοῦ ἐπουρανίου πνεύματος, ἐν φωτὶ ἀρρήτῳ Χριστὸν ἐντετυπωμένον ἐν αὐτῇ, οὐ χρησιμεύει εἰς τοὺς ἄνω θησαυροὺς καὶ ὑπὸ τῶν ἐμπόρων τῆς βασιλείας, τῶν καλῶν ἀποστόλων ἀπόβλητος γίνεται.

καὶ γὰρ ὁ κληθεὶς καὶ μὴ φορῶν τὸ ἔνδυμα τοῦ γάμου ὡς ἀλλότριος ἐξεβλήθη εἰς τὸ ἀλλότριον σκότος, μὴ φορῶν τὴν εἰκόνα τὴν ἐπουράνιον.

τοῦτο γὰρ τὸ σημεῖον καὶ σίγνον τυγχάνει τοῦ κυρίου, ἐντυπούμενον ταῖς ψυχαῖς, πνεῦμα φωτὸς ἀρρήτου ὑπάρχον.

καὶ ὥσπερ ἐν πόλει ὁ νεκρὸς ἀχρεῖος καὶ ὅλως μὴ χρησιμεύων τοῖς ἐκεῖ ἐστι, διὸ καὶ ἐκκομίζουσιν αὐτὸν ἔξω τῆς πόλεως καὶ κατατίθενται, οὕτως καὶ ψυχὴ ἡ μὴ φέρουσα τὴν ἐπουράνιον τοῦ θεϊκοῦ φωτὸς εἰκόνα, τὴν ζωὴν τῆς ψυχῆς, ὥσπερ ἀδόκιμος καὶ πάντῃ ἀπόβλητος τυγχάνει·

οὐ χρησιμεύει γὰρ εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων νεκρὰ ψυχὴ μὴ φοροῦσα φωτεινὸν καὶ θεϊκὸν πνεῦμα.

ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν, οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ τὸ πνεῦμα τῆς θεότητος ὑπάρχει·

ἄνευ γὰρ τῆς ψυχῆς τοῦ πνεύματος ἡ ψυχὴ αὕτη νεκρὰ τοῖς ἄνω καὶ ἀχρεία ὑπάρχει.

χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ κυρίῳ, παρακαλεῖν, ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν πνεῦμα.

αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ πνεῦμα αὐτοῦ.

«ἕως» γάρ φησιν «ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς».

«ἔρχεται νύξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι».

εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ, τὸ θεϊκὸν φῶς τοῦ πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ.

Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρί, καθαρώτερον καὶ δοκιμώτερον γίνεται καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτό, οἷον ξύλα ἢ χόρτος (πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται), οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊκῷ φωτί, ὑπ' οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων·

εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ πνεύματος.

ἢ ὥσπερ πετεινὸν ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν ὡς μηδὲν δεδοικὸς θηρευτὰς ἢ θηρία πονηρά (ἄνω γάρ που ὂν πάντων καταγελᾷ), οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ πνεύματος καὶ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ.

καὶ ὁ μὲν «κατὰ σάρκα Ἰσραήλ», τότε σχίσαντος Μωσέως τὴν θάλασσαν, διήρχοντο κάτω.

οὗτοι δὲ τέκνα θεοῦ ὄντες ἐπάνω περιπατοῦσιν ἐπὶ τὴν θάλασσαν τῆς πικρίας τῶν πονηρῶν δυνάμεων·

τὸ σῶμα γὰρ καὶ ἡ ψυχὴ αὐτῶν οἶκος θεοῦ γεγόνασιν.

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε ἔπεσεν ὁ Ἀδάμ, ἦλθεν ὁ θεὸς περιπατῶν ἐν τῷ παραδείσῳ, ἔκλαυσεν, ὡς εἰπεῖν, ἰδὼν τὸν Ἀδάμ, καὶ εἴρηκεν·

ἐκ ποίων ἀγαθῶν ποῖα ᾑρετίσω κακά; ἐκ ποίας δόξης ποίαν αἰσχύνην φορεῖς; τί σκοτεινὸς εἶ νῦν; τί δυσειδής; τί σαπρός; ἐκ ποίου φωτὸς ποῖον σκότος ἐκάλυψέ σε; καὶ πεσόντος τοῦ Ἀδὰμ καὶ ἀποθανόντος ἀπὸ τοῦ θεοῦ, ἔκλαυσεν αὐτὸν ὁ ποιητής, ἄγγελοι, πᾶσαι αἱ δυνάμεις, οὐρανοί, γῆ, καὶ πάντα τὰ κτίσματα ἐπένθησαν ἐπὶ τῷ θανάτῳ καὶ τῇ πτώσει αὐτοῦ·

τὸν γὰρ δοθέντα αὐτοῖς βασιλέα δοῦλον εἶδον γεγονότα ἐναντίας καὶ


100


πονηρᾶς δυνάμεως.

σκότος τοίνυν ἐνεδύσατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, σκότος πικρὸν καὶ πονηρόν·

ἐβασιλεύθη γὰρ ὑπὸ τοῦ ἄρχοντος τοῦ σκότους.

οὗτος ἦν ὁ τραυματισθεὶς ὑπὸ τῶν λῃστῶν καὶ ἡμιθανὴς γεγονώς, κατερχόμενος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ.

καὶ γὰρ καὶ Λάζαρος, ὃν ὁ κύριος ἀνέστησεν, ὁ πολλῆς δυσωδίας γέμων ὥστε μηδένα δύνασθαι τῷ μνήματι προσεγγίσαι, σύμβολον ἦν τοῦ Ἀδὰμ τοῦ πολλὴν δυσωδίαν ἐν τῇ ψυχῇ προσλαβόντος καὶ μελανίας καὶ σκότους πληρωθέντος.

Ἀλλὰ σύ, ὅταν ἀκούσῃς περὶ Ἀδὰμ καὶ περὶ τοῦ τετραυματισμένου καὶ τοῦ Λαζάρου, μὴ ἀπολύσῃς σου τὸν νοῦν ὥσπερ εἰς ὄρη, ἀλλ' ἔνδον ἐν τῇ ψυχῇ σου γίγνου, ὅτι καὶ σὺ τὰ αὐτὰ τραύματα καὶ τὴν αὐτὴν δυσωδίαν καὶ τὸ αὐτὸ σκότος φορεῖς.

ἐκείνου γὰρ πάντες ἐσμὲν υἱοὶ τοῦ σκοτεινοῦ γένους καὶ πάντες τῆς αὐτῆς δυσωδίας μετέχομεν.

ὅπερ οὖν πέπονθε πάθος ἐκεῖνος, τοῦτο πάντες ἐκ τοῦ σπέρματος Ἀδὰμ ὄντες πεπόνθαμεν.

τοιοῦτο γὰρ πάθος συμβέβηκεν, ὥς φησιν Ἠσαΐας·

«οὐκ ἔστι τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον, οὔτε καταδέσμους ποιῆσαι».

οὕτως ἀνίατον τραῦμα ἐτραυματίσθημεν, μόνῳ τῷ κυρίῳ δυνατὸν θεραπεῦσαι αὐτό.

διὰ τοῦτο γὰρ καὶ δι' ἑαυτοῦ ἦλθεν, ὅτι μηδεὶς τῶν ἀρχαίων, οὔτε ὁ νόμος αὐτὸς οὔτε οἱ προφῆται τοῦτο ἠδυνήθησαν θεραπεῦσαι·

οὗτος δὲ μόνος ἐλθὼν ἐθεράπευσε τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον τῆς ψυχῆς.

Προσδεχώμεθα τοίνυν τὸν θεὸν καὶ κύριον, τὸν ἀληθινὸν θεραπευτήν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι' ἡμᾶς.

κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ' ἡμῖν ποιήσῃ.

καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ, καὶ πάλιν ἀλλαχοῦ λέγει·

«ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω.

ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελεύσομαι πρὸς αὐτόν».

διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν ἐν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ' αὐτῇ.

διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ' αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου φησὶν ὁ κύριος·

«ξένος ἤμην καὶ οὐ συνηγάγετέ με·

ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·

ἐδίψων καὶ οὐκ ἐποτίσατέ με»·

ἡ γὰρ τροφὴ αὐτοῦ καὶ ἡ πόσις καὶ ἄμφιον καὶ στέγη καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν.

ἀεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς.

δεξώμεθα τοίνυν αὐτὸν καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν·

ὅτι καὶ ἡμῶν ἡ τροφὴ καὶ ἡ πόσις καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστι.

καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται.

αὐτὸς δέ, κύριε Ἰησοῦ Χριστέ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν δοξάζοντάς σου τὸ ὄνομα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.