Μακάριος Αιγύπτιος - Macarius of Egypt/Πνευματικές Ομιλίες - Homiliae spirituales (MPG 034 0449 0822)/Πρωτότυπο-AncientGreek/Ομιλίες ΙΑ-Κ

From MacariusOfEgypt
Jump to: navigation, search

Template:SP



MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. Original File

Here you will find the Orignal Text from Patrologia Gracea Migne. Original File

makariou_patrologia.jpg



ΟΜΙΛΙΑ ΙΑ.



1 Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν.

ὥσπερ γὰρ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ χωσθὲν ἦν ἐν λάκκῳ, καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πλησίον σῶμα, ὃ μετὰ τὸ λυθῆναι γίνεται βόρβορος, ἐργάζεται τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ ἐφθαρμένα σώματα.

τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων.

Καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ' ἦν κτίσμα.

οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ οὐράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς.

καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν·

ἀναμέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπεῖχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τι τοὺς δικαίους.

ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραήλ, ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τοῦ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρίαν τραπῆναι, ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια.

λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο, καὶ ὥσπερ ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν.

τοῦτο δὲ θαυμαστὸν πρᾶγμα.

ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ καὶ τοῖς λογισμοῖς αὐτῶν ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ



τὸ πῦρ ὁμοίως τὰ ἐμβληθέντα σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν ἐν τῷ φαινομένῳ εἰδωλολάτρησαν.

ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ τοῦ θεοῦ πῦρ καὶ προσεκύνησαν τῷ κυρίῳ ἐν ἀληθείᾳ, οὕτως καὶ νῦν αἱ πισταὶ ψυχαὶ δέχονται ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.

Ὥσπερ οὖν ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένετο εἴδωλον, οὕτως καὶ ὁ κύριος, ὃς μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν ἐν τῇ ψυχῇ, καὶ ἐν τῇ ἀναστάσει ἐξώτερον αὐτῶν φαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν ἔσωθεν καὶ ἔξωθεν.

ἀλλ' ὃν τρόπον τὰ σώματα αὐτῶν ἐφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοί τινων ὑπὸ τοῦ σατανᾶ ἐφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωσμένοι εἰς βόρβορον καὶ γῆν·

ἀπώλετο γὰρ αὐτῶν ἡ ψυχή.

ὥσπερ οὖν οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τοὺς καθαροὺς λογισμοὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος, καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας καὶ ἐγένοντο εἴδωλον.

Καὶ πῶς τις, ἵνα αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου πυρός; ὧδε λύχνου θεϊκοῦ χρείαν ἔχει ἡ ψυχή, πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον, τοῦ φωτεινοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν·

ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον.

καὶ γὰρ ἐκεῖ ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτως κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἁφθέντος εὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη.

καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς ἰδίους αὐτῆς διαλογισμοὺς καὶ χωρίσαι, ἀλλ' ὅταν ἁφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσι κεχωσμένοι εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας.

ἀνατέλλει ὁ ἥλιος καὶ τότε βλέπει ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς.

ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.

Ὥσπερ ἐὰν ᾖ τις βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ τῶν ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναι·

τούτου παραληφθέντος καὶ αἰχμαλωτισθέντος ἀνάγκη καὶ τοὺς διακόνους αὐτοῦ καὶ ὑπηρέτας ὀπίσω αὐτοῦ ἀκολουθεῖν, οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη·

κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων.

ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συμπαρελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετοῦσα αὐτῷ κτίσις.

δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν ἐβασίλευσεν ὁ θάνατος καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων.

ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες προσφέρονται τοῖς δαίμοσιν, ἄρτος καὶ οἶνος καὶ ἔλαιον, καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν ἐπιτιθέασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις.

Νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν βασιλεὺς ὁ Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων.

καὶ ἐν τῇ σκιᾷ



δὲ τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐπεκαλεῖτο τοῦ Ἰσραήλ·

ἐξέβαλε γὰρ αὐτοὺς ἐκ τῆς Αἰγύπτου.

οὕτω καὶ νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς διέρχεται εἰς τὰ κρύφια τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας.

ἐντέλλεται οὖν ἡμῖν ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι ἀπὸ πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξει τὰς συγκεκλεισμένας καρδίας καὶ ἐπιχεεῖ ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος.

Εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον, συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ καὶ ζητεῖν εἰς τοὺς οὐρανούς·

«ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».

ᾔδει γὰρ ὁ κύριος ὅτι ἐντεῦθεν ὁ σατανᾶς κατισχύει τῶν λογισμῶν τοῦ καταφέρειν αὐτοὺς εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων.

διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι πᾶσιν, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐράνιον πλοῦτον καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν.

ἐὰν γὰρ καὶ θελήσῃς ἐπιστραφῆναι πρὸς τὰ κτήματα, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος.

θέλεις οὐ θέλεις·

ὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ πέμψαι τὸν νοῦν σου πρὸς τὸν οὐράνιον·

«ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».

Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ, ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου·

καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον.

τοῦτο οἰκονομικῶς ἐγένετο, ἵνα οἱ κατεχόμενοι εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρίας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τούτου τοῦ τρόπου μερικῶς πως ἀνακύψωσιν ἐπὶ τὰ ἄνω καὶ ἀναψύξαντες ἀπὸ τῶν κάτω προσέχωσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ οὕτως κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότερον καὶ ἀνώτερον γένος ἐπιγινώσκωσιν, ὅτι ἔστιν ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν.

οὕτως καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα δοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ῥέψαι ἐπὶ τῆς γῆς, μὴ δυνηθῇς.

ἐρευνήσας γὰρ εἰς τὴν καρδίαν σου ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι·

παρ' ὃ ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα.

ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος, ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ.

Τί δέ ἐστιν·

ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους; ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου.

τὸ σῶμα γὰρ ὃ ἔλαβεν ἐκ τῆς Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ ἐκρέμασε καὶ προσέπηξεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν.

ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν.

ἀλλ' ὃν τρόπον ἐποίησε Μωϋσῆς καινὸν ἔργον (ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησεν), οὕτως καὶ ὁ κύριος καινὸν ἔργον ἐκ τῆς Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο·

ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ.

τὸ πνεῦμα τὸ οὐράνιον ἐν τῷ Ἀδὰμ εἰσελθὸν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο ἀνθρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ.

ὥσπερ οὖν ὄφις χαλκοῦς ἕως τοῦ Μωσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου ἐν κόσμῳ γενέσθαι, οὕτως οὐδὲ σῶμα καινὸν καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου οὐκ ἐφάνη ἐν τῷ κόσμῳ.

παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ.

ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.

Καὶ τοῦτο τὸ θαυμάσιον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία.

τί δὲ λέγει ὁ ἀπόστολος; «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.

» «ἡμῖν δὲ τοῖς σῳζομένοις Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.

»



ἐν γὰρ τῷ νεκρῷ σώματι ἡ ζωή·

ὧδε ἡ ἀπολύτρωσις, ὧδε τὸ φῶς, ὧδε ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι αὐτῷ.

ἰδοὺ οὖν οὗτος πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται πρὸς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις καὶ προφέρει ὁ ἄρχων τῆς πονηρίας τὰ χειρόγραφα καὶ λέγει·

ἴδε οὗτοι ὑπήκουσαν τῷ λόγῳ μου·

ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι.

ὁ δὲ θεός, δικαιοκρίτης ὤν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει αὐτῷ·

ὑπήκουσέ σοι ὁ Ἀδὰμ καὶ κατέσχες αὐτοῦ πάσας τὰς καρδίας·

ὑπήκουσέ σοι ἡ ἀνθρωπότης.

τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; τοῦτο ἀναμάρτητόν ἐστιν.

ἐκεῖνο τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα.

ἐμοὶ δὲ πάντες μαρτυροῦσιν ὅτι οὐχ ἥμαρτον·

οὐ χρεωστῶ σοι οὐδέν.

καὶ ὅτι υἱός εἰμι τοῦ θεοῦ, πάντες μοι μαρτυροῦσιν.

ἐπάνω γὰρ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς·

οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός·

αὐτοῦ ἀκούετε.

Ἰωάννης μαρτυρεῖ·

ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ πάλιν ἡ γραφή·

«ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ», καὶ ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν».

καὶ σὺ δὲ αὐτὸς ὁ σατανᾶς μαρτυρεῖς μοι λέγων·

«οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ», καὶ πάλιν·

«τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» τρεῖς μοι μαρτυροῦσιν·

ὁ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίησιν, οἱ ἐπὶ τῆς γῆς καὶ σὺ αὐτός.

ἐξαγοράζω οὖν τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σου τὰ χειρόγραφα.

ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν ἐν τῷ ᾅδῃ.

καὶ κελεύω σοι, Ἅιδη καὶ Σκότος καὶ Θάνατε, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τοῦ Ἀδάμ.

καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρομάξασαι ἀποδιδοῦσι τὸν ἐγκεκλεισμένον Ἀδάμ.

Ἀλλ' ὅταν ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς.

ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ·

κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι.

καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον·

μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σοῦ ἐστιν.

ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τοὺς λογισμούς σου, οὐχὶ ᾅδης καὶ τάφος καὶ μνημεῖον καὶ νεκρὸς εἶ τῷ θεῷ; ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν, ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου.

ἔρχεται οὖν ὁ κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων·

ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως.

διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.

Ὃν τρόπον ἐὰν ᾖ ἄνθρωπος δεδεμένος χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμὰ καὶ ἀφῇ αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτως τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν τοῦ ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα.

ὥσπερ ἐὰν ᾖ ἄνθρωπος ἐν πλησμονῇ ποταμοῦ ἐν μέσῳ, καὶ καταβυθισθεὶς ἐν τῷ ὕδατι κεῖται νεκρὸς πεπνιγμένος ἀναμέσον θηρίων δεινῶν·

καὶ εἰ θελήσει ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασῶσαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται·

λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ καὶ τεχνίτου χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος



τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσῃ καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ ὄντα ἀναμέσον θηρίων·

καὶ αὐτὸ δὲ τὸ ὕδωρ ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλέειν, βοηθεῖ τούτῳ καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα μέρη, οὕτως ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ θανάτου καταποντισθεῖσα πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ θεοῦ ἀναμέσον θηρίων δεινῶν.

καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου καὶ τοῦ θανάτου κατελθεῖν εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη, εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ.

καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι.

Τί γὰρ δυσχερές ἐστι τῷ θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκίαι καὶ οἰκοδομαί, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ·

καί εἰσιν, ὅπου θηρία, λέοντες ἢ δράκοντες καὶ ἄλλα ἰοβόλα θηρία.

εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν διὰ τῶν θυρίδων ἤτοι θυρῶν καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ θεὸς καὶ δεσπότης πάντων εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου.

καὶ ὁ ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι εἰς τὰ κατώτερα μέρη τῆς γῆς κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ἀνύγρανε καὶ ἀνεκαίνισε καὶ ἐποίησεν ἐκεῖ γέννημα καινόν.

Ἄλλος ἐστὶν ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν.

οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ·

ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν.

εἰς δύο πρόσωπα στήκει ὁ τοιοῦτος.

εἰ τοίνυν ἐν τοιούτοις πράγμασι στήκει οὗτος, εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ κύριος καὶ φυλάσσει αὐτόν·

ἐπιζητεῖ γὰρ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει.

πάλιν δὲ εἰ φαίνεταί σοι ἀδελφὸς ἀγαθός, ὧδε ὑπὸ τῆς χάριτός ἐστιν ἐστηριγμένος.

ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον θεοῦ, οὐ συντέτριπται αὐτοῦ ἡ καρδία, οὔτε ἐστὶν ἐν φόβῳ οὔτε ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ μέλη τοῦ μὴ ἀτάκτως περιπατεῖν.

οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ·

οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα.

ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος.

καὶ γὰρ τὰ σπέρματα ὅταν βληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τὸν χειμῶνα, εἰς τὴν ψυχρότητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα.

Συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ·

ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πόσων μανιῶν πεπλήρωταί σου ἡ ψυχή, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν, ὅτι οὐκέτι δύνασαι σωθῆναι.

ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, καὶ ὅτι οὐκ ἔστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου.

ἐπειδὴ γὰρ παρεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ' ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου.

ἀποκρίθητι αὐτῷ καὶ σὺ ὅτι ἔχω τὰς μαρτυρίας τοῦ κυρίου ἐγγράφως, καὶ ὅτι «οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν καὶ τὸ ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν».

διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ.

ἀληθῶς γὰρ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσεν, εἰς πόλιν ἁγίαν εἰρηνευομένην, εἰς ζῶσαν, τὴν μηδέποτε ἀποθνῄσκουσαν, εἰς δόξαν ἄφθαρτον.

μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν τῇ πτωχείᾳ, τῇ ξενιτείᾳ, τῇ κακουχίᾳ, τῇ αἰτήσει τῇ πρὸς τὸν θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν.

ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως



ἐγγύτερος ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον.

ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγγελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν.

δόξα τοῖς οἰκτιρμοῖς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.



ΟΜΙΛΙΑ ΙΒ.



1 Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς κατὰ δύο τρόπους ἀπώλετο·

ἕνα μὲν ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ θεοῦ·

ἕτερον δὲ ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία.

ὥσπερ ἐὰν ᾖ νόμισμα τὴν εἰκόνα τοῦ βασιλέως ἔχον καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, τοιοῦτον ἔπαθε καὶ ὁ Ἀδάμ·

μέγας γὰρ πλοῦτος καὶ μεγάλη κληρονομία εὐτρέπιστο αὐτῷ.

ὥσπερ ἐὰν ᾖ χωρίον μέγα καὶ τοῦτο ἔχῃ προσόδους πολλάς, ἐκεῖ ἄμπελος εὐθηνοῦσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος, οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ Ἀδάμ.

ἀλλ' ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμούς, ἀπώλετο ἀπὸ τοῦ θεοῦ.

οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἠφανίσθη καὶ ἀπέθανεν·

ἀπὸ τοῦ θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ φύσει ζῇ.

ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ καὶ πραγματεύεται, ἀλλ' ὁ ὀφθαλμὸς τοῦ θεοῦ βλέπει αὐτῶν τὸν νοῦν καὶ τὰς ἐνθυμήσεις, καὶ ὡσπερεὶ βλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ θεῷ λογίζονται.

ὥσπερ ἐὰν ὦσι πανδοχεῖα καὶ πορνεῖα καὶ τόποι, ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι·

λοιπὸν οἱ θεοσεβεῖς παρερχόμενοι βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν·

ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν, οὕτω καὶ ὁ θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας ἀπὸ τοῦ λόγου αὐτοῦ καὶ ἀπὸ τῆς ἐντολῆς ἐπιβλέπει μέν, ἀλλὰ παραβλέπει αὐτοὺς καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ κύριος.

20Ἐρώτησις:20 πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἰσθανθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε καὶ ἦλθεν εἰς γνῶσιν καὶ σύνεσιν, ἣν τὸ πρότερον οὐκ εἶχεν; 20Ἀπόκρισις:20 ἕως οὗ ταῦτά τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ' οἴεται περὶ ἑαυτοῦ.

ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύνεσιν καὶ τὴν προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι.

Ἐρώτησις: τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι πτωχὸν τῷ πνεύματι; Ἀπόκρισις: τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν θεοῦ μὴ ἡγεῖσθαί τι ἑαυτὸν εἶναι, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην, ὡς μηδὲν εἰδότα ἢ ἔχοντα καίτοι εἰδότα καὶ ἔχοντα.

τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νοῒ τῶν ἀνθρώπων.

οὐχ ὁρᾷς; ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ὢν ἐκλεκτὸς γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε.

καὶ ὁ ∆αβὶδ χρισθεὶς εἰς βασιλέα θεὸν εἶχε μεθ' ἑαυτοῦ, καὶ τί λέγει; «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαῶν».

Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν.

εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη, ὅμως δὲ μιᾶς εἰσι πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους.

ὥσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δέ εἰσι πόλεως, μιᾶς γλώσσης, μιᾶς ὁδοῦ·

πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις δέρμασι ζῶντες,



ἐν σπηλαίοις, ἐν ταῖς ὀπαῖς τῆς γῆς.

ὁμοίως δὲ καὶ οἱ ἀπόστολοι «ἕως τῆς ἄρτι ὥρας» φασὶ «καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ ὀνειδιζόμεθα καὶ ἀστατοῦμεν».

ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι δὲ διαφόρως ἐθλίβησαν.

αὐτὸς δὲ ὁ δεσπότης προφητῶν καὶ ἀποστόλων ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης πῶς διώδευσε, τύπος ἡμῖν γιγνόμενος.

διὰ ὕβρεων στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσεν, ἐμπτύσματα ὑπέστη, ῥαπίσματα, σταυρόν.

εἰ ὁ θεὸς οὕτως διώδευσεν ἐπὶ τῆς γῆς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι·

καὶ γὰρ οἱ ἀπόστολοι καὶ προφῆται οὕτως διώδευσαν.

καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι.

λέγει γὰρ ὁ ἀπόστολος ἐν πνεύματι ἁγίῳ·

μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ.

εἰ δὲ ἀγαπᾷς δόξας ἀνθρώπων καὶ προσκυνεῖσθαι θέλεις καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ.

χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συμπαθεῖν τῷ παθόντι, ἵνα οὕτω συνδοξασθῇς τῷ δοξασθέντι.

ἀνάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ καὶ οὕτω γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον Χριστοῦ.

οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων καὶ τῆς τραχείας καὶ στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων καὶ ἀναπαῆναι καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας.

20Ἐρώτησις:20 ἐπειδὴ εἶπες ὅτι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον ἀπώλεσεν ὁ Ἀδάμ, οὐκοῦν εἰ ἐκοινώνησε τῇ εἰκόνι τῇ ἐπουρανίῳ, εἶχε πνεῦμα ἅγιον; 20Ἀπόκρισις:20 ἕως ὅτε ὁ λόγος τοῦ θεοῦ συνῆν αὐτῷ καὶ ἡ ἐντολή, εἶχε πάντα·

αὐτὸς γὰρ ὁ λόγος ἦν αὐτῷ κληρονομία, αὐτὸς ἔνδυμα καὶ δόξα σκέπουσα αὐτούς, αὐτὸς διδασκαλία.

ὑπετίθετο γὰρ αὐτῷ καλέσαι πάντα·

τοῦτο εἰπὲ οὐρανόν, τοῦτο ἥλιον, τοῦτο σελήνην, τοῦτο γῆν, τοῦτο πτηνόν, τοῦτο θηρίον, τοῦτο δένδρον.

καθὼς ἐδιδάσκετο, οὕτως καὶ ἔλεγεν.

20Ἐρώτησις:20 αἴσθησιν εἶχε καὶ κοινωνίαν τοῦ πνεύματος; 20Ἀπόκρισις:20 αὐτὸς ὁ λόγος συνὼν πάντα ἦν αὐτῷ, εἴτε γνῶσις εἴτε αἴσθησις εἴτε κληρονομία εἴτε διδασκαλία.

καὶ Ἰωάννης τί λέγει περὶ τοῦ λόγου; ἐν ἀρχῇ ἦν ὁ λόγος.

ὁρᾷς ὅτι ὁ λόγος πάντα ἦν.

εἰ δὲ καὶ ἔξωθεν συνῆν αὐτῷ δόξα, οὐ σκανδαλιζώμεθα ἐπὶ τούτῳ·

καὶ γὰρ λέγει, ὅτι γυμνοὶ ἦσαν καὶ οὐκ ἔβλεπον ἀλλήλους, καὶ μετὰ τὸ παραβῆναι τὴν ἐντολὴν τότε εἶδον ἑαυτοὺς γυμνοὺς καὶ ᾐσχύνθησαν.

20Ἐρώτησις:20 οὐκοῦν πρὸ τούτου ἦσαν ἀντὶ περιβολαίου ἐνδεδυμένοι δόξαν θεοῦ; 20Ἀπόκρισις:20 ὥσπερ ἐπὶ τῶν προφητῶν ἐνήργει τὸ πνεῦμα καὶ ἐδίδασκεν αὐτοὺς καὶ ἔσωθεν αὐτῶν ἦν καὶ ἔξωθεν αὐτοῖς παρεφαίνετο, οὕτως καὶ εἰς τὸν Ἀδάμ.

ὅτε ἤθελε τὸ πνεῦμα, σὺν αὐτῷ ἦν καὶ ἐδίδασκε καὶ ὑπετίθετο·

οὕτως εἰπέ, καὶ ἔλεγε.

πάντα γὰρ ἦν ὁ λόγος αὐτῷ, καὶ ἕως ὅτε ἐνέμενε τῇ ἐντολῇ, φίλος ἦν θεοῦ.

καὶ τί θαυμαστόν, εἰ ἐν τούτοις ὢν παρέβη τὴν ἐντολήν, ὁπότε καὶ οἱ πεπληρωμένοι πνεύματος ἁγίου ἔχουσι τοὺς φυσικοὺς λογισμοὺς καὶ ἔχουσι θέλημα τοῦ συμφωνῆσαι; οὕτως καὶ αὐτὸς συνὼν τῷ θεῷ ἐν παραδείσῳ ἀφ' ἑαυτοῦ ἰδίῳ θελήματι παρέβη καὶ ὑπήκουσε μέρει πονηρῷ.

πλὴν καὶ μετὰ τὴν παράβασιν ἔσχε γνῶσιν.

20Ἐρώτησις:20 ὁποίαν; 20Ἀπόκρισις:20 ὥσπερ ὅταν συλληφθῇ λῃστὴς εἰς δικαστήριον καὶ ἄρχηται κρίνεσθαι, λέγει αὐτῷ ὁ ἄρχων·

ὅτε ἐποίεις τὰ κακά, οὐκ ᾔδεις ὅτι συλληφθῆναι ἔχεις καὶ ἀποθανεῖν; ἐκεῖνος οὐ τολμᾷ εἰπεῖν ὅτι οὐκ ᾔδειν (οἶδε γάρ) καὶ τιμωρούμενος πάντα μνημονεύων ἐξομολογεῖται.

καὶ ὁ πορνεύων οὐκ οἶδεν ὅτι κακῶς ποιεῖ; καὶ ὁ κλέπτων οὐκ οἶδεν ὅτι ἁμαρτάνει; οὕτως καὶ ἄνευ γραφῶν οἱ ἄνθρωποι ἀπὸ τοῦ φυσικοῦ λογισμοῦ οὐκ οἴδασιν ὅτι θεός ἐστιν; ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ δύνανται εἰπεῖν·

οὐκ ᾔδειμεν ὅτι θεὸς εἶ.

λέγει γὰρ αὐτοῖς·

διὰ τὰς γιγνομένας ἐκ τοῦ οὐρανοῦ βροντὰς καὶ ἀστραπὰς οὐκ ᾔδειτε, ὅτι ἐστὶ θεὸς διοικῶν τὴν κτίσιν; τί οὖν ἔκραζον οἱ δαίμονες; «σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.

τί πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς;» καὶ



ἔτι ἐν τοῖς μαρτυρίοις λέγουσι·

καίεις με, καίεις με.

οὐκ ᾔδεισαν οὖν τὸ ξύλον τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ; ἡ παράβασις τοῦ Ἀδὰμ τὴν γνῶσιν ἔδωκεν.

ἕκαστος γὰρ ἄρχεται ἐπερωτᾶν ὡς ἐν τίνι ἦν ὁ Ἀδὰμ καὶ τί ἔπραξεν; αὐτὸς γὰρ ὁ Ἀδὰμ τὴν γνῶσιν ἐδέξατο καλοῦ τε καὶ κακοῦ.

λοιπὸν ἀκούομεν ἐκ τῶν γραφῶν, ὅτι ἐν τιμῇ καὶ ἐν καθαρότητι ἦν, καὶ παραβὰς τὴν ἐντολὴν ἐξεβλήθη τοῦ παραδείσου καὶ ὠργίσθη αὐτῷ ὁ θεός.

λοιπὸν καὶ τὰ καλὰ αὐτοῦ μανθάνει καὶ τὰ κακὰ μαθὼν ἀσφαλίζεται ἑαυτόν, ἵνα μηκέτι ἁμαρτήσας ἐμπέσῃ εἰς κρίμα θανάτου.

Γινώσκομεν δὲ ὅτι πᾶσα ἡ κτίσις τοῦ θεοῦ δι' αὐτοῦ οἰκονομεῖται·

αὐτὸς γὰρ ἐποίησεν οὐρανόν, γῆν, ζῷα, ἑρπετά, θηρία, ἃ βλέπομεν·

τὸν δὲ ἀριθμὸν ἀγνοοῦμεν.

τίς γὰρ ἀνθρώπων οἶδεν, εἰ μὴ μόνος ὁ θεὸς ὁ ὢν ἐν πᾶσι, καὶ τοῖς ἐμβρύοις δὲ τῶν ζῴων; οὐχὶ αὐτὸς ἐπίσταται τὰ ὄντα ὑποκάτω τῆς γῆς καὶ ἐπάνω τῶν οὐρανῶν; Παραλιπόντες οὖν ταῦτα μᾶλλον ζητήσωμεν ὡς καλοὶ ἔμποροι κληρονομίαν κτήσασθαι ἐπουράνιον καὶ τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν.

μάθωμεν κτήσασθαι κτήματα ἅπερ συμπαραμένει ἡμῖν.

ἐὰν γὰρ ἄρξῃ, ἄνθρωπος ὤν, ἐρευνᾶν τὸν λογισμὸν τοῦ θεοῦ καὶ λέγειν·

εὗρόν τι καὶ κατέλαβον, εὑρεθήσεται ὁ ἀνθρώπινος νοῦς ὑπερβαίνων τὸν λογισμὸν τοῦ θεοῦ.

ἐν τούτῳ δὲ πολὺ πλανᾷ, καὶ ὅσῳ θέλεις διὰ γνώσεως ἐρευνῆσαι καὶ εἰσελθεῖν, χωρεῖς εἰς βάθος καὶ οὐδὲν καταλαμβάνεις.

αὐτὰς γὰρ τὰς ἐπισκέψεις τὰς γιγνομένας σοι τί ἐργάζεται καθ' ἡμέραν ἔν σοι; καὶ πῶς ἄρρητά ἐστι καὶ ἀκατάληπτα! ἢ μόνον δέξασθαι μετὰ εὐχαριστίας καὶ πιστεύειν; τὴν γὰρ σὴν ψυχήν, ἐξ οὗ ἐγεννήθης καὶ ἕως ἄρτι, ἠδυνήθης γνωρίσαι; ἐπεὶ ἀπάγγειλόν μοι ἀπὸ πρωῒ καὶ ἕως ὀψὲ τοὺς βρύοντας ἐν σοὶ λογισμούς, εἰπέ μοι τὰς ἐνθυμήσεις τριῶν ἡμερῶν.

ἀλλ' οὐ δύνασαι.

εἰ οὖν τοὺς λογισμοὺς τῆς ψυχῆς σου καταλαβεῖν οὐκ ἠδυνήθης, τοὺς λογισμοὺς τοῦ θεοῦ καὶ τὸν νοῦν πῶς δύνασαι εὑρεῖν; Ἀλλὰ σὺ ὅσον εὑρίσκεις ἄρτον, φάγε καὶ ἄφες ὅλην τὴν γῆν, καὶ ἄπελθε εἰς τὸ χεῖλος τοῦ ποταμοῦ καὶ πίε ὅσον χρείαν ἔχεις, καὶ πάρελθε, καὶ μὴ ζητήσῃς πόθεν ἔρχεται ἢ πῶς ῥέει.

σπούδασον θεραπευθῆναι τὸν πόδα ἢ τὸν πόνον τοῦ ὀφθαλμοῦ σου, ἵνα ἴδῃς τὸ φῶς τοῦ ἡλίου.

μὴ ζητήσῃς δὲ πόσον ἔχει φῶς ὁ ἥλιος ἢ πόσον ἀνατέλλει.

ζῷον ὃ προχωρεῖ σοι εἰς χρῆσιν, λάβε.

καὶ τί ἀπέρχῃ εἰς ὄρη καὶ ζητεῖς, πόσοι ἐκεῖ νέμονται ὄναγροι ἢ θηρία; καὶ τὸ παιδίον ὅτε προσέρχεται τῷ μαζῷ τῆς μητρός, λαμβάνει τὸ γάλα καὶ τρέφεται, οὐκ οἶδε δὲ ἐρευνᾶν τὴν ῥίζαν ἢ τὴν πηγήν, πόθεν οὕτως ἐπιρρέει·

θηλάζει γὰρ τὸ γάλα καὶ τὸν ὀρρὸν ὅλον ἀποκενοῖ·

καὶ πάλιν ἄλλῃ ὥρᾳ μεστοῦται ὁ μαζός.

τοῦτο οὔτε τὸ παιδίον οἶδεν οὔτε ἡ μήτηρ αὐτοῦ, εἰ καὶ τὰ μάλιστα ἀπὸ ὅλων τῶν μελῶν τῆς μητρὸς ἐξέρχεται τὸ γάλα.

εἰ ζητεῖς οὖν τὸν κύριον εἰς βάθος, ἐκεῖ εὑρίσκεις αὐτόν.

εἰ ζητεῖς εἰς ὕδωρ, ἐκεῖ εὑρίσκεις αὐτὸν ποιοῦντα σημεῖα.

εἰ ζητεῖς αὐτὸν ἐν λάκκῳ, ἐκεῖ εὑρίσκεις αὐτὸν ἐν μέσῳ δύο λεόντων φυλάσσοντα τὸν δίκαιον ∆ανιήλ.

εἰ ζητεῖς αὐτὸν εἰς πῦρ, ἐκεῖ εὑρίσκεις αὐτὸν βοηθοῦντα τοῖς δούλοις αὐτοῦ.

εἰ ζητεῖς αὐτὸν ἐν ὄρει, ἐκεῖ εὑρίσκεις αὐτὸν μετὰ τοῦ Ἠλία καὶ Μωσέως.

πανταχοῦ οὖν ἐστι, καὶ ὑποκάτω τῆς γῆς καὶ ὑπεράνω τῶν οὐρανῶν, εἴτε ἐν ἡμῖν·

πανταχοῦ ἐστιν.

οὕτως καὶ ἡ ψυχὴ ἐγγύς σοῦ ἐστι, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστιν·

ὅπου γὰρ θέλεις εἰς μακρὰς πατρίδας, ἐκεῖ ἐστιν ὁ νοῦς σου·

εἴτε ἐπὶ δυσμὰς εἴτε ἐπὶ ἀνατολὰς εἴτε εἰς τοὺς οὐρανούς, ἐκεῖ εὑρίσκεται.

Ζητήσωμεν οὖν προηγουμένως τὸν καυτῆρα τοῦ κυρίου καὶ τὴν σφραγῖδα ἐν ἑαυτοῖς ἔχειν.

ὅτι ἐν τῷ καιρῷ τῆς κρίσεως, γινομένης τῆς ἀποτομίας τοῦ θεοῦ καὶ συναγομένων ὅλων τῶν φυλῶν τῆς γῆς ὅλου τοῦ Ἀδάμ, ὅταν καλέσῃ ὁ ποιμὴν τὴν ἰδίαν ποίμνην, ὅσοι ἔχουσι τὸν καυτῆρα, ἐπιγινώσκουσι τὸν ἴδιον ποιμένα, καὶ ὁ ποιμὴν τοὺς ἔχοντας τὴν ἰδίαν σφραγῖδα γνωρίζει καὶ ἐπισυνάγει ἀπὸ πάντων τῶν ἐθνῶν.

τῆς φωνῆς γὰρ αὐτοῦ ἀκούουσιν οἱ ἴδιοι καὶ ὑπάγουσιν ὀπίσω αὐτοῦ.

εἰς δύο γὰρ



μέρη ἵσταται ὁ κόσμος, καὶ γίνεται μία ποίμνη σκοτεινὴ ἡ χωροῦσα εἰς πῦρ αἰώνιον, καὶ μία πλήρης φωτὸς ἡ πρὸς τὴν οὐράνιον λῆξιν ἀναγομένη.

αὐτὸ οὖν ὃ νῦν κτώμεθα ἐν ταῖς ψυχαῖς, αὐτὸ ἐκεῖνο λάμπει καὶ φανεροῦται καὶ τὰ σώματα ἐνδύει δόξαν.

ὥσπερ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνὸς αἱ ῥίζαι κεχωσμέναι ἐν τῇ γῇ τοὺς ἰδίους καρποὺς καὶ τὰ ἴδια ἄνθη καὶ κάλλη ἐκβλαστάνουσι καὶ καρποφοροῦσι, καὶ φανεροῦνται αἱ καλαὶ ῥίζαι καὶ αἱ τὰς ἀκάνθας ἔχουσαι φανεραὶ γίνονται, οὕτως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἕκαστος διὰ τοῦ ἰδίου σώματος ἅπερ ἔπραξεν, ἐμφανίζει, καὶ φανεροῦται τά τε καλὰ καὶ τὰ κακά.

ἐκεῖ γάρ ἐστι πᾶσα ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις.

ἔστι γὰρ ἄλλη τροφὴ παρὰ ταύτην τὴν φαινομένην καὶ ἔστιν ἄλλη τράπεζα ἐπουράνιος τροφὴ παρὰ ταύτην τὴν φαινομένην καὶ ἔστιν ἄλλη τράπεζα ἐπουράνιος παρὰ τὴν φαινομένην.

καὶ γὰρ Μωϋσῆς ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, ἡμέρας τεσσαράκοντα ἐνήστευσεν·

ἀνῆλθεν ἄνθρωπος, κατῆλθε θεὸν ἔχων.

καὶ ἴδε, βλέπομεν ἐν ἡμῖν, ὅτι ἐν ὀλίγαις ἡμέραις, ἐὰν μὴ ὑποστηριχθῇ τὸ σῶμα βρώμασι, φθείρεται.

καὶ αὐτὸς ἐν τεσσαράκοντα ἡμέραις νηστεύσας πλεῖον ὅλων ἐνδυναμώτερος κατῆλθεν·

ἐτρέφετο γὰρ ὑπὸ θεοῦ καὶ ᾠκονομεῖτο αὐτοῦ τὸ σῶμα ἄλλῃ τροφῇ ἐπουρανίῳ·

ὁ γὰρ λόγος τοῦ θεοῦ τροφὴ αὐτῷ ἐγίγνετο καὶ εἶχε δόξαν εἰς τὸ πρόσωπον.

τὸ γενόμενον τύπος ἦν.

ἐκείνη γὰρ ἡ δόξα νῦν ἔσωθεν εἰς τὰς καρδίας τῶν Χριστιανῶν λάμπει·

ἀνιστάμενα γὰρ τὰ σώματα ἐν τῇ ἀναστάσει ἄλλῳ ἐνδύματι θεϊκῷ σκεπάζεται καὶ βρώσει ἐπουρανίῳ τρέφεται.

20Ἐρώτησις:20 τί ἐστι «γυνὴ ἀκατακαλύπτῳ κεφαλῇ προσευχομένη»; 20Ἀπόκρισις:20 ἐπειδὴ ἐν τῷ καιρῷ τῶν ἀποστόλων ἀφιεμένας εἶχον τὰς τρίχας ἀντὶ σκεπάσματος, διὰ τοῦτο ὁ κύριος καὶ οἱ ἀπόστολοι ἦλθον εἰς τὴν κτίσιν καὶ ἐσωφρόνισαν αὐτήν.

πλὴν ἡ γυνὴ κεῖται εἰς τύπον τῆς ἐκκλησίας.

καὶ ὥσπερ εἰς τὸ φαινόμενον ἐν ἐκείνῳ τῷ καιρῷ ἐκεῖναι εἶχον ἐξηπλωμένας τὰς τρίχας ἀντὶ σκεπάσματος, οὕτω καὶ ἡ ἐκκλησία τὰ τέκνα αὐτῆς ἐνδύει καὶ περιβάλλει ἐνδύμασι θεϊκοῖς καὶ δεδοξασμένοις.

καὶ εἰς τὸ παλαιὸν δὲ τῆς ἐκκλησίας Ἰσραὴλ μία ἦν ἡ συναγωγὴ καὶ ἐσκέπετο ὑπὸ τοῦ πνεύματος, καὶ ἦσαν ἀντὶ δόξης περιβεβλημένοι τὸ πνεῦμα, εἰ καὶ αὐτοὶ οὐκ ἐστοίχησαν.

ἐκκλησία οὖν λέγεται καὶ ἐπὶ πολλῶν καὶ ἐπὶ μιᾶς ψυχῆς.

αὐτὴ γὰρ ἡ ψυχὴ συνάγει ὅλους τοὺς λογισμοὺς καὶ ἔστιν ἐκκλησία τῷ θεῷ·

ἡρμόσθη γὰρ εἰς κοινωνίαν ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ καὶ κιρνᾶται τῷ ἐπουρανίῳ.

τοῦτο δὲ καὶ ἐπὶ πολλῶν νοεῖται καὶ ἐπὶ ἑνός.

καὶ γὰρ ὁ προφήτης λέγει περὶ τοῦ Ἰσραήλ·

«εὗρόν σε ἔρημον καὶ γυμνὴν καὶ ἐνέδυσά σε» καὶ τὰ ἑξῆς, ὡς ἐπὶ ἑνὸς προσώπου εἶπεν.

20Ἐρώτησις:20 τί ἐστιν ὃ ἡ Μάρθα εἶπε τῷ κυρίῳ περὶ τῆς Μαρίας ὅτι ἐγὼ κάμνω εἰς πολλὰ καὶ αὕτη παρακαθέζεταί σοι; 20Ἀπόκρισις:20 ὃ ὤφειλεν εἰπεῖν ἡ Μαρία τῇ Μάρθᾳ, ὁ κύριος προλαβὼν εἶπεν αὐτῇ, ὅτι πάντα ἀφῆκεν ἐκείνη καὶ παρὰ τοὺς πόδας ἐκάθητο τοῦ κυρίου καὶ τὸν θεὸν εὐλόγει ὅλην τὴν ἡμέραν.

ὁρᾷς προσεδρείαν ὑπὲρ ἀγάπης; ἵνα δὲ σαφέστερον ὁ λόγος τοῦ θεοῦ φωτισθῇ, ἄκουσον.

εἴ τις ἀγαπᾷ τὸν Ἰησοῦν καὶ προσέχει αὐτῷ ὀρθῶς, καὶ οὐχ ἁπλῶς προσέχει, ἀλλὰ καὶ παραμένει ἐν τῇ ἀγάπῃ, ἤδη καὶ ὁ θεὸς λογίζεται ἀντὶ τῆς ἀγάπης ἐκείνης δοῦναί τι ἐκείνῃ τῇ ψυχῇ, εἰ καὶ ὁ ἄνθρωπος οὐκ οἶδε, τί μέλλει λαμβάνειν ἢ ποῖον μέρος μέλλει ὁ θεὸς διδόναι τῇ ψυχῇ.

καὶ τῇ Μαρίᾳ γὰρ ἀγαπώσῃ αὐτὸν καὶ παρακαθεζομένῃ παρὰ τοὺς πόδας αὐτοῦ οὐχ ἁπλῶς προσετέθη, ἀλλὰ δύναμίν τινα κρυφιμαίαν ἐκ τῆς αὐτοῦ οὐσίας ἔδωκεν αὐτῇ.

αὐτοὶ γὰρ οἱ λόγοι, οὓς ἐλάλει ὁ θεὸς μετὰ εἰρήνης τῇ Μαρίᾳ, πνεῦμα ἦσαν καὶ δύναμίς τις·

καὶ οὗτοι οἱ λόγοι εἰσερχόμενοι εἰς τὴν καρδίαν ἐγίγνοντο ψυχὴ εἰς ψυχὴν καὶ πνεῦμα εἰς πνεῦμα, καὶ δύναμις θεϊκὴ ἐπληροῦτο εἰς τὴν καρδίαν αὐτῆς.

ἐξ ἀνάγκης γὰρ ἐκείνη ἡ δύναμις ὅπου καταλύσει, παραμόνως γίγνεται ὡς κτῆμα ἀναφαίρετον.

διὰ τοῦτο ὁ κύριος εἰδὼς τί ἔδωκεν αὐτῇ, εἶπε·

«Μαρία τὴν καλὴν μερίδα



ἐξελέξατο».

μετὰ δὲ καιρὸν ἐκεῖνα ἃ ἐποίει προθύμως περὶ τὴν διακονίαν ἡ Μάρθα, ἤνεγκεν αὐτὴν εἰς τὸ χάρισμα ἐκεῖνο·

καὶ αὐτὴ γὰρ ἐδέξατο δύναμιν θεϊκὴν ἐν τῇ ψυχῇ αὐτῆς.

Καὶ τί θαυμαστόν, εἰ οἱ προσερχόμενοι τῷ κυρίῳ καὶ προσκολλώμενοι σωματικῶς ἐλάμβανον δύναμιν, ὁπότε οἱ ἀπόστολοι ἐλάλουν λόγον καὶ ἔπιπτεν ἐπὶ τοὺς πιστεύοντας τὸ πνεῦμα τὸ ἅγιον; ὁ Κορνήλιος ἐκ τοῦ λόγου οὗ ἤκουσεν, ἔλαβε δύναμιν.

πόσῳ μᾶλλον ὁ κύριος, ὅτε ἐλάλει λόγον τῇ Μαρίᾳ ἢ τῷ Ζακχαίῳ ἢ τῇ ἁμαρτωλῷ, ἥτις λύσασα τὰς τρίχας ἀπέμασσε τοὺς πόδας τοῦ κυρίου, ἢ τῇ Σαμαρείτιδι ἢ τῷ λῃστῇ, ἐγίγνετο δύναμις, καὶ συνεκεράσθη ταῖς ψυχαῖς αὐτῶν τὸ πνεῦμα τὸ ἅγιον.

καὶ νῦν οἱ ἀγαπῶντες τὸν θεὸν καὶ καταλιμπάνοντες πάντα καὶ τῇ εὐχῇ προσκαρτεροῦντες διδάσκονται ἐν κρυπτῷ, ἃ οὐκ οἴδασιν.

αὐτὴ γὰρ ἡ ἀλήθεια κατὰ τὴν προαίρεσιν αὐτῶν φανεροῦται αὐτοῖς καὶ διδάσκει αὐτοὺς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια».

Καὶ αὐτοὶ γὰρ οἱ ἀπόστολοι πρὸ τοῦ σταυροῦ παραμένοντες τῷ κυρίῳ ἔβλεπον σημεῖα μεγάλα, ὅπως τε λεπροὶ ἐκαθαρίζοντο καὶ νεκροὶ ἠγείροντο, οὐκ ᾔδεισαν δὲ πῶς ἀναστρέφεται θεία δύναμις καὶ διακονεῖ ἐν καρδίᾳ, καὶ ὅτι ἔμελλον πνευματικῶς ἀναγεννᾶσθαι καὶ συγκιρνᾶσθαι τῇ ἐπουρανίῳ ψυχῇ καὶ γίγνεσθαι καινὴ κτίσις.

ἀλλὰ διὰ τὰ σημεῖα ἃ ἐποίει, ἠγάπων τὸν κύριον.

λοιπὸν ὁ κύριος ἔλεγεν αὐτοῖς·

τί θαυμάζετε τὰ σημεῖα; κληρονομίαν μεγάλην δίδωμι ὑμῖν, ἣν οὐκ ἔχει ὅλος ὁ κόσμος.

λοιπὸν αὐτοὶ ἐξενίζοντο εἰς τοὺς λόγους αὐτοῦ, ἕως ὅτου ἀνέστη ἐκ νεκρῶν καὶ ἀνήνεγκε τὸ σῶμα ὑπὲρ ἡμῶν ὑπεράνω τῶν οὐρανῶν·

καὶ τότε εἰσῆλθε καὶ συνεκεράσθη ἐν ταῖς ψυχαῖς αὐτῶν τὸ πνεῦμα τὸ παράκλητον.

καὶ αὐτὴ ἡ ἀλήθεια φανεροῖ ἑαυτὴν εἰς τὰς ψυχὰς τὰς πιστάς, καὶ ἔρχεται ὁ ἐπουράνιος ἄνθρωπος μετὰ τοῦ ἀνθρώπου σου καὶ γίγνεται εἰς μίαν κοινωνίαν.

ὅσοι οὖν εἰσιν εἰς διακονίαν καὶ προθύμως πάντα ποιοῦσι διὰ ζῆλον καὶ ἀγάπην θεοῦ, αὐτὸ ἐκεῖνο μετὰ καιρόν τινα φέρει αὐτοὺς εἰς γνῶσιν αὐτῆς τῆς ἀληθείας·

ὁ γὰρ κύριος φανεροῦται ταῖς ψυχαῖς αὐτῶν καὶ διδάσκει αὐτοὺς τὴν ἀναστροφὴν τοῦ ἁγίου πνεύματος.

δόξα καὶ προσκύνησις τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΙΓ.



1 Πάντα τὰ φαινόμενα ἔκτισεν ὁ θεὸς καὶ ἔδωκε τοῖς ἀνθρώποις εἰς ἀνάπαυσιν καὶ τρυφήν, καὶ νόμον δικαιοσύνης ἔδωκεν αὐτοῖς.

ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας ἄλλον καρπὸν ζητεῖ ὁ θεὸς καὶ ἄλλην δικαιοσύνην, τὴν καθαρότητα τῆς καρδίας, συνείδησιν ἀγαθήν, λόγους χρηστούς, ἐνθυμήσεις σεμνὰς καὶ ἀγαθὰς καὶ πάντα τὰ τῶν ἁγίων κατορθώματα.

λέγει γὰρ ὁ κύριος·

«ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

ἐν τῷ νόμῳ γέγραπται·

μὴ πορνεύσῃς.

ἐγὼ δὲ λέγω ὑμῖν, μήτε ἐπιθυμήσῃς μήτε ὀργισθῇς».

χρὴ γὰρ τὸν βουλόμενον φίλον καὶ ἀδελφὸν καὶ υἱὸν Χριστοῦ γενέσθαι περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ποιεῖν, τουτέστιν αὐτὴν τὴν καρδίαν, αὐτὸν τὸν νοῦν ἀφιεροῦν καὶ τοὺς λογισμοὺς ἀνατείνειν πρὸς τὸν θεόν.

καὶ οὕτως ὁ θεὸς δίδωσι κρυπτῶς ζωὴν καὶ βοήθειαν εἰς τὴν καρδίαν καὶ ἑαυτὸν ἐμπιστεύει αὐτῇ.

ὅτε γὰρ τὰ κρυπτά, τουτέστι τὸν νοῦν καὶ τοὺς λογισμούς, δίδωσι τῷ θεῷ μὴ ἀσχολούμενος μήτε ῥεμβόμενος ἀλλαχοῦ, ἀλλ' ἑαυτὸν βιαζόμενος, τότε ὁ κύριος μυστηρίων ἀξιοῖ τοῦτον ἐν ἁγιότητι καὶ καθαρότητι πλείονι, καὶ τροφὴν ἐπουράνιον δίδωσιν αὐτῷ καὶ πόμα πνευματικόν.

Ὥσπερ ἐὰν ᾖ τις κεκτημένος πολλὴν περιουσίαν καὶ δούλους καὶ τέκνα, ἄλλην τροφὴν δίδωσι τοῖς δούλοις καὶ ἄλλην τοῖς ἰδίοις τέκνοις τοῖς ἐκ τοῦ σπέρματος γεγεννημένοις (ἐπειδὴ τὰ τέκνα κληρονομοῦσι τὸν πατέρα καὶ μετ' αὐτοῦ ἐσθίουσιν,



ἀφωμοιωμένα τῷ πατρὶ αὐτῶν), οὕτως καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς δεσπότης πάντα αὐτὸς ἔκτισε καὶ τρέφει τοὺς πονηροὺς καὶ ἀχαρίστους, τὰ δὲ τέκνα, ἃ ἐγέννησεν ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ οἷς μετέδωκεν ἐκ τῆς χάριτος αὐτοῦ, ἐν οἷς ἐμορφώθη ὁ κύριος, ἰδίαν ἀνάπαυσιν καὶ τροφὴν καὶ βρῶσιν καὶ πόσιν παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐκτρέφει καὶ δίδωσιν αὐτοῖς ἀναστρεφομένοις μετὰ τοῦ πατρὸς αὐτῶν Ἰησοῦ, ὥς φησιν ὁ κύριος·

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, καὶ θάνατον οὐ μὴ θεωρήσῃ.

οἱ γὰρ ἔχοντες τὴν ἀληθινὴν κληρονομίαν ὡς υἱοὶ ἐκ πατρὸς ἐπουρανίου γεγεννημένοι εἰσὶ καὶ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῶν διάγουσιν, ὥς φησιν ὁ κύριος·

«ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ·

ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα».

εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα ἐκ τοῦ πατρὸς τοῦ ἐπουρανίου γεννηθῆναι, περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ὀφείλομεν ποιεῖν, σπουδήν, ἀγῶνα, ζῆλον, ἀγάπην, πολιτείαν ἀγαθήν, ἐν πίστει καὶ φόβῳ εἶναι, ὡς βουλόμενοι τυχεῖν τηλικούτων ἀγαθῶν καὶ θεὸν κληρονομῆσαι·

«κύριος γὰρ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου».

καὶ οὕτως βλέπων ὁ κύριος τὴν ἀγαθὴν προαίρεσιν καὶ τὴν ὑπομονὴν ποιεῖ τὸ ἔλεος αὐτοῦ, καὶ καθαρίσας ἡμᾶς ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας καὶ τοῦ πυρὸς τοῦ αἰωνίου τοῦ ὄντος ἐν ἡμῖν ἀξίους τῆς βασιλείας καθίστησιν ἡμᾶς.

δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ γενομένῃ εὐδοκίᾳ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

ἀμήν.



ΟΜΙΛΙΑ Ι∆.



1 Πάντα τὰ ἐν τῷ κόσμῳ φαινόμενα ἔργα ἐπ' ἐλπίδι γίγνεται εἰς τὸ μεταλαβεῖν τῶν καμάτων, καὶ εἰ μή τις ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσει τῶν πόνων, οὐδὲν ὠφελεῖται.

καὶ γὰρ ὁ γεωργὸς σπείρει ἐπ' ἐλπίδι καρπῶν καὶ καμάτους ὑποφέρει διὰ τὴν προσδοκίαν («ἐπ' ἐλπίδι» φησὶν «ὁ ἀροτριῶν ἀροτριᾷ») καὶ ὁ λαμβάνων γυναῖκα ἐπ' ἐλπίδι τοῦ ἔχειν κληρονόμους καὶ ὁ ἔμπορος δίδωσιν ἑαυτὸν εἰς θάλασσαν καὶ θάνατον ἕτοιμον διὰ τὸ κέρδος.

οὕτως καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπ' ἐλπίδι τοῦ φωτισθῆναι τοὺς ὀφθαλμοὺς τῆς καρδίας δίδωσί τις ἑαυτόν, ἀναχωρῶν τῶν βιωτικῶν πραγμάτων καὶ σχολάζων ἐν εὐχαῖς καὶ δεήσεσι, προσδεχόμενος τὸν κύριον, πότε ἐλθὼν ἐμφανίσει αὐτῷ ἑαυτὸν καὶ καθαρίσει αὐτὸν ἐκ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας.

οὐκ ἐπελπίζει δὲ ἐπὶ τοῖς καμάτοις αὐτοῦ καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζομένων, ἕως οὗ ἐλθὼν ὁ κύριος οἰκήσῃ ἐν αὐτῷ ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πνεύματος.

καὶ ὅταν γεύσηται τῆς χρηστότητος τοῦ κυρίου καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσῃ καὶ περιαιρεθῇ τὸ κάλυμμα τοῦ σκότους καὶ τὸ φῶς τοῦ Χριστοῦ ἐλλάμψῃ καὶ ἐνεργήσῃ ἐν χαρᾷ ἀνεκλαλήτῳ, τότε πληροφορεῖται ἔχων μεθ' ἑαυτοῦ τὸν κύριον ἐν πολλῇ στοργῇ.

ὥσπερ ἐκεῖ ὁ ἔμπορος κερδήσας χαίρει, ἀγῶνα δὲ ἔχει καὶ φόβον τὸν ἀπὸ τῶν λῃστῶν καὶ τῶν πνευμάτων τῆς πονηρίας, μήπως χαυνωθεὶς ἀπολέσῃ τὸν κάματον, ἕως οὗ καταξιωθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ ἄνω Ἱερουσαλήμ.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, ἵνα ἀποδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσῃ τὸν ἐπουράνιον Χριστὸν ἀπὸ τοῦ νῦν, ὅπως ἐν ἀγαλλιάσει τοῦ πνεύματος γενόμενοι καὶ οὕτως ὑπ' αὐτοῦ ὁδηγούμενοι ἐν πολλῇ γαλήνῃ ἐσόμεθα.

φησὶ γὰρ ὁ κύριος, πληρῶσαι ἡμᾶς τῆς γεύσεως τῆς βασιλείας βουλόμενος·

χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.

καίτοι γε διὰ τῶν ἀποστόλων πολλοὺς οἶδε φωτίζειν·

κτίσματα γὰρ ὄντες τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα νενεκρωμένα καὶ διεφθαρμένα διὰ τῆς καλῆς αὐτῶν ἀναστροφῆς καὶ διδασκαλίας ἀνεζωοποίουν καὶ ἀνήγειρον.

κτίσμα γὰρ ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, ὥσπερ τὰ σπέρματα τοῦ σίτου ἢ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα·

ὁ ὑετός τε καὶ ὁ ἥλιος



ζωοποιοῦσι κελευόμενα.

Ὥσπερ δέ ἐστι φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου μόνον φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι ἦσαν ἐκλάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τοῦ κόσμου.

Ἔστιν οὖν γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θελήσωσιν ἐν τῇ γῇ στῆναι ἢ περιπατῆσαι, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά·

καὶ ἔστι γῆ τῶν ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης·

καὶ ἕκαστον ἐν ᾧ τόπῳ ἐγεννήθη, καὶ γῇ καὶ ἀέρι, ἔχει ἐκεῖ τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν.

οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, οὗ διάγουσι καὶ ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου ἐμπεριπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων.

καὶ οὔτε ἡ σκοτεινὴ γῆ τοῖς ὀφθαλμοῖς τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ἡ φωτεινὴ ψηλαφᾶται ἢ ὁρᾶται τοῖς σαρκικοῖς ὀφθαλμοῖς.

τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς καρδίας, καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ τῆς θεότητος.

Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν λέγει·

ἔστιν ὄρη πύρινα (ὅτι ἐκεῖ πῦρ ἐστι), καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων·

λοιπὸν οἱ θηρεύοντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει βρῶσιν, τὸ πῦρ ἔχει πόσιν, ἀνάπαυσιν, αὔξησιν, ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι·

καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται·

καὶ τὰ ἐνδύματα αὐτῶν ὅταν ῥυπωθῇ, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ λευκότερα, οὕτως καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει καὶ πλύνει καὶ ἁγιάζει αὐτῶν τὴν καρδίαν, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ καὶ ζωή.

εἰ δὲ ἐκεῖθεν ἐξέλθωσιν, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων·

ὥσπερ τὰ τετράποδα ζῷα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχεται ὑπὸ τῶν θηρευτῶν, οὕτως καὶ ἡ ψυχὴ ἡ μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ συμπνίγεται καὶ ἀπόλλυται·

καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, κατέχεται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ διαφθείρεται.

ἡμεῖς δὲ ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ ἐκείνῃ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ.

δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ.

ἀμήν.



ΟΜΙΛΙΑ ΙΕ.



1 Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆς ὑπαρχόντων.

ἐὰν δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον πράξῃ καὶ μὴ ἁρμοζόντως ἀναστρέφηται ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται, τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς θεῖσα, καθάπερ καὶ ἐν τῷ νόμῳ Μωσέως αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ αὐτῆς ἀνδρί.

καὶ τότε λοιπὸν ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου ἐξέπεσε καὶ οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμασθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς.

οὕτως καὶ ψυχή, ἣν ἂν μνηστεύσηται



νύμφην ὁ ἐπουράνιος νυμφίος Χριστὸς πρὸς τὴν ἑαυτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν, καὶ γεύσηται ἐπουρανίου πλούτου, ἐν πολλῇ σπουδῇ γνησίως ἀρέσκειν ὀφείλει τῷ αὐτῆς μνηστῆρι Χριστῷ καὶ τὴν τοῦ πνεύματος διακονίαν, ἣν ἐμπεπίστευται, δεόντως καὶ ἁρμοζόντως ἐκπληροῦν τῷ ἀρέσκειν τῷ θεῷ ἐν πᾶσι καὶ τὸ πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ τὴν καλὴν πρὸς αὐτὸν σωφροσύνην καὶ ἀγάπην προσηκόντως τηρεῖν καὶ ἐν τῷ οἴκῳ τοῦ ἐπουρανίου βασιλέως καλῶς ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ τῆς δοθείσης χάριτος.

ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ κυρίου ἀγαθῶν δέσποινα καθίσταται, αὐτὸ τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ σῶμα αὐτῆς τυγχάνει.

εἰ δὲ σφαλῇ τι καὶ παρὰ τὸ δέον πράξει ἐν τῇ διακονίᾳ αὐτῆς καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἐξακολουθεῖ οὔτε συνεργὸς τῆς συνούσης τοῦ πνεύματος χάριτος γίγνεται, τότε μετὰ ὕβρεως ἀπρεπῶς ἀτιμάζεται καὶ ἀφορίζεται τῆς ζωῆς, ὡς ἀχρεία γενομένη καὶ ἀνεπιτήδειος τῇ κοινωνίᾳ τοῦ ἐπουρανίου βασιλέως.

Καὶ λοιπὸν ἐπ' ἐκείνῃ τῇ ψυχῇ λύπη καὶ ὀδύνη καὶ κλαυθμὸς πᾶσιν ἁγίοις καὶ νοεροῖς πνεύμασι γίγνεται·

ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται, μάρτυρες κλαίουσιν ἐπ' αὐτῇ.

ὥσπερ γὰρ χαρὰ γίνεται ἐν οὐρανῷ, ὡς ὁ κύριος εἶπεν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, οὕτως λύπη πολλὴ καὶ κλαυθμὸς ἐν τῷ οὐρανῷ γίγνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς.

καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ, μετὰ μελῳδιῶν καὶ θρήνου καὶ κοπετοῦ ἐκκομίζεται τοῦ βίου ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ προσγενῶν καὶ φίλων καὶ γνωρίμων, οὕτως καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ πάντες οἱ ἅγιοι πενθοῦσι μετὰ θρήνων καὶ μελῳδιῶν.

Καὶ γὰρ ἀλλαχοῦ τοῦτο ἡ γραφὴ αἰνίττεται λέγουσα·

«πέπτωκε πίτυς, πενθεῖτε κέδροι».

ὥσπερ γὰρ ὁ Ἰσραὴλ ὅτε ἐδόκει εὐαρεστεῖν τῷ δεσπότῃ (εἰ καὶ μηδέποτε ὃν δεῖ τρόπον εὐηρέστησε), στῦλον νεφέλης εἶχεν ἐπισκιάζοντα καὶ στῦλον πυρὸς καταυγάζοντα, θάλασσαν ἑώρα σχιζομένην ἔμπροσθεν αὐτοῦ, ὕδωρ ἐκ πέτρας διαυγὲς ἐξερχόμενον.

ἐπὰν δὲ ἐστρέφετο ὁ νοῦς αὐτῶν καὶ ἡ προαίρεσις ἀπὸ τοῦ θεοῦ, τότε ὄφεσι παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν, ἐν αἰχμαλωσίαις δειναῖς ἀπαγόμενοι καὶ δουλείαις πικραῖς ἐξεταζόμενοι.

τὸ αὐτὸ πάντως καὶ ἐπὶ τῶν ψυχῶν ἡμῶν γίνεται.

τοῦτο δὲ καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα περὶ τῆς τοιαύτης ψυχῆς ὡς περὶ Ἱερουσαλὴμ ἔλεγεν·

«εὗρόν σε» φησὶν «ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔλουσά σε ἐκ τοῦ ὕδατος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα καὶ ψέλλια περιέθηκα ἐν ταῖς χερσί σου καὶ μανιάκια περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου, καὶ ἐγένου μοι ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι.

σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ εἰς ὕστερον ἐπελάθου τῶν εὐεργεσιῶν μου καὶ ἐπορεύθης ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν αἰσχύνῃ».

οὕτως καὶ ψυχῇ τῇ διὰ τῆς χάριτος ἐπιγινωσκούσῃ τὸν θεὸν τὸ πνεῦμα παραινεῖ, ἥτις καθαρισθεῖσα ἀπὸ τῶν προτέρων ἁμαρτιῶν καὶ τοῖς τοῦ ἁγίου πνεύματος κοσμίοις κοσμηθεῖσα καὶ μεταλαβοῦσα θείας καὶ ἐπουρανίου τροφῆς, μὴ δεόντως δὲ ἐν πολλῇ γνώσει ἀναστρεφομένη καὶ ἁρμοζόντως μὴ τηροῦσα τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ εὔνοιαν καὶ ἀγάπην ἀπορρίπτεται καὶ ἐκβάλλεται τῆς ζωῆς, ἧς ποτε μέτοχος γέγονε.

δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν ἐχόντων τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, καὶ κατὰ τῶν τὸν θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται καταρράξαι.

ἀγωνιστέον τοίνυν καὶ παραφυλακτέον ἡμᾶς πάσῃ συνέσει «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι», καθὼς γέγραπται.

ὅσοι οὖν μέτοχοι τοῦ πνεύματος Χριστοῦ γεγόνατε, ἐν μηδενὶ πράγματι, μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ, καταφρονητικῶς διατεθῆτε καὶ τὴν χάριν τοῦ πνεύματος μὴ ἐνυβρίσητε, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.

Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ λέξω.

ὥσπερ δοῦλος ἐὰν



εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι, τὰ σκεύη τῆς ὑπηρεσίας ἐκ τῶν τοῦ βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ·

λοιπὸν ὧδε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἵνα μή τι παρὰ τὸ δέον διακονήσῃ, ἄλλα ἀντὶ ἄλλων ἐδέσματα εἰσαγαγὼν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ κατὰ ἀκολουθίαν τὰ πρῶτα καὶ τὰ ἔσχατα παραθῇ σιτία·

εἰ δὲ κατὰ ἄγνοιαν καὶ ἀδιακρισίαν μὴ διακονήσει τῷ βασιλεῖ καθεξῆς, κινδύνου καὶ θανάτου ἔνοχος τυγχάνει, οὕτως καὶ ψυχὴ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονοῦσα τῷ θεῷ πολλῆς διακρίσεως καὶ γνώσεως χρῄζει, ὅπως μή τι σφαλῇ ἐν τοῖς τοῦ θεοῦ σκεύεσιν, ἤγουν τῇ τοῦ πνεύματος διακονίᾳ, τὴν ἰδίαν προαίρεσιν μὴ συμφωνοῦσαν τῇ χάριτι ἔχουσα.

ἔστι γὰρ ἐν τῇ τοῦ πνεύματος διακονίᾳ κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένῃ καὶ ἐν τοῖς ἰδίοις σκεύεσι, τουτέστι τῷ πνεύματι αὐτοῦ, διακονεῖσθαι τὸν κύριον ὑπὸ τῆς ψυχῆς.

ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν, τουτέστι τῆς χάριτος, ἀδύνατόν τινα τῷ θεῷ διακονῆσαι, τουτέστιν εὐαρεστῆσαι εἰς πάντα τὰ τοῦ θεοῦ θελήματα.

καὶ ὅτε λάβῃ τὴν χάριν, καὶ τότε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσιν αὐτῇ ζητούσῃ παρὰ θεοῦ, ὅπως εὐαρέστως αὐτῷ διακονήσῃ ἐν τῷ πνεύματι ᾧ λαμβάνει, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ τῆς κακίας καὶ σφαλῇ ὑπὸ ἀγνοίας καὶ ἀφοβίας καὶ ἀμελείας παρατραπεῖσα, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ διαπραξαμένη θελήματος.

ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ἔσται ψυχῇ, ὃ καὶ ὁ θεῖός φησιν ἀπόστολος·

μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

ὁρᾷς, ἀπόστολος ὢν τοῦ θεοῦ οἷον εἶχε φόβον.

παρακαλέσωμεν τοίνυν τὸν θεόν, ὅπως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα διακονήσωμεν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ ἐτύχομεν, καὶ μὴ τῇ καταφρονητικῇ συζῶμεν ἐννοίᾳ, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ θέλημα αὐτοῦ λατρεύσαντες αὐτῷ τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν.

Ἀσθένειαν περίκειταί τις, καὶ συμβαίνει τινὰ μέλη ἔχειν αὐτὸν ὑγιῆ, ὀφθαλμὸν ἴσως ὄψεως ἤ τι ἕτερον, ἀλλὰ τὰ λοιπὰ μέλη ἠφάνισται·

ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισται.

οὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν·

εἰκός τινα ἔχειν ὑγιῆ μέλη τοῦ πνεύματος τρία, ἀλλ' οὐ παρὰ τοῦτο τέλειός ἐστιν.

ὁρᾷς πόσοι βαθμοί εἰσι καὶ μέτρα τοῦ πνεύματος, πῶς κατὰ μέρος διϋλίζεται καὶ λεπτύνεται τὸ κακὸν καὶ οὐχ ἅπαξ.

ὅλη ἡ πρόνοια καὶ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, γεγόνασι, διὰ τὸ τὴν εἰρηνικὴν καὶ καθ' ὁμόνοιαν συστῆναι βασιλείαν.

Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ εἰς πάντα ἀγωνίζεσθαι καὶ μήτε κρίνειν ὅλως τινά, μὴ πόρνην προεστῶσαν, μὴ ἁμαρτωλοὺς ἢ ἀτάκτους, ἀλλ' ἁπλῇ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾶν, ἵν' ὑπάρχῃ τοῦτό τινι ὡς φυσικὸν καὶ πηκτόν, μηδένα ἐξουδενεῖν μήτε ἀνακρίνειν ἢ βδελύσσεσθαι ἢ ἔχειν αὐτοὺς ἐν διακρίσει.

μονόφθαλμον ἐὰν ἴδῃς, μὴ διακριθῇς ἐν τῇ καρδίᾳ σου, ἀλλ' ὡς ὑγιεῖ αὐτῷ πρόσχες·

τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς μὴ κεκυλλωμένον.

ἴδε τὸν χωλὸν ὡς ὀρθόν, τὸν παραλυτικὸν ὡς ὑγιαίνοντα.

αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα ἰδὼν τοὺς ἁμαρτωλοὺς ἢ ἀσθενεῖς συμπαθήσῃς καὶ σπλαγχνισθῇς ἐπ' αὐτοῖς.

συμβαίνει γὰρ καὶ ἁγίους κυρίου καθέζεσθαι εἰς θέατρα καὶ βλέπειν τὴν ἀπάτην τοῦ κόσμου·

αὐτοὶ δὲ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ καὶ κατὰ τὸν ἔξω ἄνθρωπον φαίνονται τοῖς ἀνθρώποις ὡς θεωροῦντες τὰ ἐν τῷ κόσμῳ γινόμενα.

Ἄλλην οὖν ἔχουσιν οἱ κοσμικοὶ ἐνέργειαν ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ γήϊνα.

οἱ δὲ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως·

πνεῦμα γὰρ θεοῦ κοινωνεῖ ταῖς ψυχαῖς αὐτῶν, καὶ καταπατοῦσι τὸν ἀντικείμενον.

γέγραπται γάρ·

ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·




οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται.

πάλιν δὲ οἱ χαῦνοι τῇ πίστει καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος καὶ ξίφος ἀποκτένει, καὶ τελευταῖον δαίμονες αὐτῶν κατακυριεύουσιν.

20Ἐρώτησις:20 εἰ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται; 20Ἀπόκρισις:20 τῷ θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο·

ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ὥσπερ ἀδύνατον τοῦτο καταφαίνεται.

ὥσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὁ θεὸς ὡς ἄλλην τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος, μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν οἷον τρίχας καὶ δέρμα καὶ ὀστέα καὶ νεῦρα·

καὶ ὃν τρόπον βαλλομένη ῥαφὶς εἰς πῦρ ἀλλάσσει τὴν χρόαν καὶ μεταβάλλεται εἰς πῦρ (μέντοι γε ἡ φύσις τοῦ σιδήρου οὐκ ἀνῃρέθη, ἀλλὰ συνέστηκεν), οὕτως καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται καὶ θρὶξ οὐκ ἀπόλλυται, καθὼς γέγραπται, καὶ ὅλα γίγνονται φωτοειδῆ, ὅλα εἰς φῶς καὶ πῦρ βάπτονται καὶ μεταβάλλονται·

ἀλλ' οὐχ, ὥς τινες λέγουσιν, ἀναλύεται καὶ γίνεται πῦρ καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις.

Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ Παῦλος Παῦλος καὶ Φίλιππος Φίλιππος·

ἕκαστος ἐν τῇ ἰδίᾳ φύσει καὶ ὑποστάσει μένει, πεπληρωμένος τοῦ πνεύματος.

εἰ δὲ λέγεις, ὅτι ἀνελύθη ἡ φύσις, οὐκέτι Πέτρος ἢ Παῦλος, ἀλλὰ πάντῃ καὶ πανταχοῦ ὁ θεός, καὶ οὔτε οἱ εἰς γέενναν ἀπερχόμενοι αἴσθονται τῆς κολάσεως οὔτε οἱ εἰς βασιλείαν τῆς εὐεργεσίας.

ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα καὶ ᾖ ἐκεῖ ἄπιος ἢ μῆλον καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν καὶ τὰ φύλλα, συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα τὰ δένδρα καὶ τὰ φύλλα μεταβληθῆναι καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν καὶ γενέσθαι τὰ πάντα φωτοειδῆ, οὕτως καὶ οἱ ἄνθρωποι ἀλλάσσονται ἐν τῇ ἀναστάσει καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φωτοειδῆ.

Οἱ οὖν τοῦ θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα καὶ ἄθλησιν.

ὥσπερ δὲ νεανίας γενναῖος τὰς ἐπιφερομένας πληγὰς καὶ τὴν πάλην βαστάζει καὶ ἀντιτύπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις τάς τε ἔξωθεν καὶ τοὺς ἔνδοθεν πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς τυπτόμενοι νικήσωσιν·

ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν.

ὅπου γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον, ἐκεῖ ἐπακολουθεῖ ὁ διωγμὸς καὶ ἡ πάλη.

ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων δι' ὅλου, εἰς οὓς ἐνήργει τὸ πνεῦμα.

ὁρᾷς πῶς ὁ κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους ἐδιώχθη, ἀλλ' ὑπὸ τῶν ἰδίων, ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη·

ὁμοίως καὶ οἱ ἀπόστολοι.

ἐξ οὗ γὰρ ὁ σταυρὸς μετῆλθε τὸ πνεῦμα τὸ παράκλητον καὶ ἐχώρησεν εἰς τοὺς Χριστιανούς, λοιπὸν οὐδεὶς Ἰουδαίων ἐδιώχθη, ἀλλὰ Χριστιανοὶ ἐμαρτύρησαν.

διὸ οὐκ ὀφείλουσι ξενίζεσθαι·

ἀνάγκη γὰρ διώκεσθαι τὴν ἀλήθειαν.

20Ἐρώτησις:20 τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακόν, καὶ ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ' ἀποπέμπεται αὐτό.

20Ἀπόκρισις:20 ὥσπερ ὁ ὄφις ἔξωθεν λαλήσας τῇ Εὔᾳ διὰ τὴν ὑπακοὴν ἔνδοθεν ὑπεισῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς τοῦ ἀνθρώπου ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα.

ἔχει γὰρ ἐξουσίαν καὶ παρρησίαν εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν·

οἱ γὰρ λογισμοὶ οὔκ εἰσιν ἔξωθεν ἀλλ' ἔνδοθεν ἐκ τῆς καρδίας.

λέγει γὰρ ὁ ἀπόστολος·

«βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι χωρὶς ὀργῆς καὶ διαλογισμῶν πονηρῶν».

εἰσὶ γὰρ λογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας κατὰ τὸ εὐαγγέλιον.

ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχήν σου καθαρὰν ἀναπέμψαι τῷ θεῷ καὶ βλέπε ἐκεῖ, εἰ οὐδέν ἐστι τὸ ἐμποδίζον, εἰ γίγνεται εὐχὴ καθαρά, εἰ ἠσχόληταί σου ὁ νοῦς περὶ τὸν κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα, τοῦ ἐμπόρου περὶ τὴν ἐμπορίαν·

εἰ κλίνεις τὰ γόνατά σου εἰς εὐχὴν καὶ τοὺς λογισμούς σου ἄλλοι μὴ διαρπάζουσιν.

Ἀλλὰ λέγεις ὅτι ὁ κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ κατέκρινε τὴν ἁμαρτίαν, καὶ οὐκέτι ἐστὶν ἔσω.

ἀλλ' ὥσπερ ἐὰν ᾖ



στρατιώτης καὶ ἀποθῆται τὸ ἅρμα αὐτοῦ εἰς οἰκίαν τινός, ὅτε θέλει ἐξουσίαν ἔχει εἰσιέναι καὶ ἐξιέναι ἐν τῇ οἰκίᾳ ἐκείνῃ, οὕτως καὶ ἡ ἁμαρτία ἔχει ἐξουσίαν διαλογίζεσθαι ἐν τῇ καρδίᾳ.

γέγραπται γάρ·

«εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα».

εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ Χριστοῦ κατεκρίθη ἡ ἁμαρτία καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, ἀγνοεῖς ὅτι ἐκ τῆς παρουσίας τοῦ κυρίου μέχρι τοῦ νῦν ὅσοι ἐβαπτίσθησαν καὶ πονηρά ποτε ἐλογίσθησαν; ἢ οὐκ εἰς κενοδοξίαν τινὲς αὐτῶν ἢ πορνείαν ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ ὅλοι οἱ κοινωνοῦντες τῇ ἐκκλησίᾳ κοσμικοὶ ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν ὅτι καὶ μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίγνονται καὶ πολλοὶ ἁμαρτάνουσιν; ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς καὶ πράττειν ἃ θέλει.

γέγραπται γάρ·

ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου.

ἀλλὰ λέγεις ὅτι ἀγαπῶ καὶ ἔχω πνεῦμα ἅγιον.

ἔχεις τὴν μνήμην καὶ τὸν ἔρωτα καὶ τὴν καῦσιν πρὸς τὸν κύριον; νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι; καὶ εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ; εἰ δὲ οὐκ ἔχεις, ζήτησον ἔτι, ὅταν ἔλθωσιν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν λογισμῶν, εἰ μὴ πρὸς ταῦτα ὑποκλίνῃ, ἀλλὰ πάντοτε εἰς ἀγάπην καὶ πόθον θεοῦ ἕλκεταί σου ἡ ψυχή.

οἱ γὰρ λογισμοὶ τοῦ κόσμου κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτά, καὶ οὐκ ἐῶσιν ἀγαπῆσαι θεὸν ἢ μνημονεῦσαι τοῦ κυρίου.

Καὶ πολλάκις ἀπέρχεται εἰς προσευχὴν ὁ ἰδιώτης καὶ κλίνει γόνυ καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσον σκάπτει καὶ βαθύνει, ῥήσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον καὶ εἰσέρχεται εἰς ὅρασιν καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ ἢ ῥήτορες καταλαβεῖν ἢ γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ, ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια.

καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας οὐκ οἶδε διατιμήσασθαι τούτους διὰ τὸ ἄπειρον αὐτὸν τυγχάνειν.

οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται καὶ ἡγοῦνται ταῦτα ὡς κοπρίαν πρὸς ἐκείνην τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης ἐν αὐτοῖς.

20Ἐρώτησις:20 εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα; 20Ἀπόκρισις:20 ἐὰν ἀμελήσῃ, πίπτει.

οἱ γὰρ πολέμιοι οὐδέποτε ἀργοῦσιν οὔτε ὀκνοῦσι πολεμοῦντες.

πόσῳ μᾶλλον σὺ οὐκ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς θεόν·

πολλὴ γάρ σοι ζημία γίγνεται ἀμελοῦντι, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος δοκεῖς ἐξετάζεσθαι.

20Ἐρώτησις:20 εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν; 20Ἀπόκρισις:20 ὁ θεὸς θέλει τὸν ἄνθρωπον εἰς ζωὴν πάλιν ἀγαγεῖν καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον, εἰ δὲ καὶ παραμείνῃς ἐπὶ τῷ πάλιν σὲ ποιῆσαι ἀσφαλέστερον ἐργάτην, μετανοοῦντα ἐφ' οἷς πάλαι ἐπλημμέλησας.

20Ἐρώτησις:20 εἰ τοῖς τελείοις ἐπίκειται θλῖψις ἢ πόλεμος, ἢ τὸ ὅλον ἀμεριμνοῦσιν; 20Ἀπόκρισις:20 ὁ πόλεμος κατ' οὐδενὸς παύεται πολεμῶν·

ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος, διὸ καὶ παντὶ ἀνθρώπῳ πολεμεῖν οὐκ ὀκνεῖ·

ἀλλ' οὐ τοῖς αὐτοῖς μέτροις φαίνεται πᾶσιν ἐπιών.

καὶ γὰρ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ·

ἀλλ' οὗτος θαρρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖται τὰς συντελείας, μὴ ζημίαν ἡγούμενος.

ὥσπερ γὰρ ὁ ποιῶν ἐλεημοσύνην οὐδέποτε ἡγεῖται ζημίαν, οὕτω καὶ ὁ σατανᾶς ὡς ἐκ παρέργου ταῦτα ἡγεῖται.

ἔστι δὲ πτωχὸς «λειπόμενος τροφῆς ἐφημέρου»·

οὗτος μαστίζεται καὶ βασανίζεται, μὴ δυνάμενος ἐκεῖνο τὸ συντέλεσμα ἀποπληρῶσαι·

καὶ ἔστι ξεόμενος καὶ βασανιζόμενος χαλεπῶς καὶ οὐκ ἀποθνῄσκει·

καὶ ἔστιν ἄλλος, ὅτι ἀπὸ μιᾶς φάσεως κελεύεται ἀποκεφαλισθῆναι καὶ ἀπόλλυται.

οὕτως καὶ εἰς τοὺς Χριστιανούς.

εἰσὶν ἰσχυρῶς πολεμούμενοι καὶ ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως,



καὶ οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλίζονται περὶ τῆς ἑαυτῶν σωτηρίας διὰ τὸ πολλάκις γεγυμνᾶσθαι ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι·

ἔχοντες δὲ τὸν θεὸν μεθ' ἑαυτῶν ὁδηγοῦνται καὶ ἀναπαύονται.

ἄλλοι δὲ μηδέπω γυμνασθέντες εἰς μίαν θλῖψιν ἐὰν ἐμπέσωσι καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν.

Ὥσπερ οἱ διοδεύοντες ἐν πόλει, θέλοντες ἰδεῖν τοὺς ἀγαπητοὺς αὐτῶν καὶ γνωρίμους, εἰ καὶ πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς, οὐκ ἐμποδίζονται ὑπ' αὐτῶν·

ἔχουσι γὰρ σκοπὸν τοῦ τοῖς φίλοις ἐντυχεῖν·

καὶ ὅταν ἔξωθεν κρούσωσι τὴν θύραν καὶ καλέσωσι, χαίροντες ἀνοίγουσιν οἱ ἀγαπητοὶ αὐτῶν·

εἰ δὲ ἀπομείνωσιν ἐν ταῖς ἀγοραῖς καὶ χλευάζονται ἤτοι ἐπέχονται ἀπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα καὶ οὐδεὶς αὐτοῖς ἀνοίγει, οὕτω καὶ οἱ πρὸς τὸν δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν.

ὃν δὲ τρόπον οἱ εἰσερχόμενοι εἰς τὸ παλάτιον πρὸς τὸν βασιλέα, κόμητες μὲν ὄντες ἢ ἔπαρχοι, ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσαντες εἰς λόγον καὶ τιμωρίαν ὑποβληθῶσιν·

ἄγροικοι δὲ καὶ ἰδιῶται ὄντες οἱ μηδέποτε θεασάμενοι ἄρχοντα ἐν ἀμεριμνίᾳ διάγουσιν, οὕτω δὴ καὶ ὁ κόσμος οὗτος ὁ ὑπὸ τὸν οὐρανὸν ἀπὸ βασιλέων ἕως πτωχῶν τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦντες τὴν μέριμναν ἔχουσι περὶ τῶν βιωτικῶν πραγμάτων·

οὐ ταχέως δέ τις μέμνηται τῆς ἡμέρας τῆς κρίσεως.

οἱ δὲ εἰσερχόμενοι τῷ λογισμῷ εἰς τὸ «βῆμα τοῦ Χριστοῦ», ὅπου ἐστὶν ὁ θρόνος αὐτοῦ, καὶ κατέναντι αὐτοῦ διὰ παντὸς ὄντες ὑπὸ φόβον καὶ τρόμον εἰσὶν ἀεὶ τοῦ μή τι σφαλῆναι περὶ τὰς ἁγίας αὐτοῦ ἐντολάς.

Καὶ ὥσπερ οἱ πλούσιοι τῆς γῆς ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας αὐτῶν, πάλιν ἐργάζονται καθ' ἑκάστην ἡμέραν πλεῖον, ἵνα εὐπορῶσι καὶ μὴ ἐλλείπωνται·

εἰ δὲ θαρρήσουσι τῷ ἐναποκειμένῳ ταῖς ἀποθήκαις πλούτῳ καὶ ἀμελήσουσι μὴ ἐπισυνάγοντες ἕτερον, ἀλλὰ καταναλίσκοντες τὰ ἀποκείμενα, ταχέως εἰς πενίαν καὶ πτωχείαν ἐμπίπτουσιν·

ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐπισυνάγειν, ἵνα μὴ ὑστερηθῶσιν, οὕτως ἐστὶν ἐν τῷ Χριστιανισμῷ τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ θεοῦ·

γεύσασθε γάρ φησι καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος.

ἔστι δὲ ἡ γεῦσις αὕτη ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις πνεύματος διακονοῦσα ἐν καρδίᾳ.

ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι·

θεοδίδακτοι γάρ εἰσιν.

αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ πνεύματος.

οὐκ ὀφείλουσιν οὖν εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια.

ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν καὶ τῶν λογισμῶν·

ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς, διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος.

οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία καὶ διέρχεται εἰς ὅλα τὰ μέλη («ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί») καὶ οὕτως ὑπεκχεομένη σκοτίζει τὸν ἄνθρωπον.

Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον καὶ συναυξάνον τῷ ἀνθρώπῳ, μήτε μεριμνήσωσι περὶ τῆς αὔριον μήτε ἐπιθυμήσωσι·

καιρῷ γάρ τινι ἐπαύσατο ἐν αὐτοῖς ἐνοχλοῦν τὸ κακόν, τινὰ ἐπιθυμίαν ὑποβάλλον, ὥστε ἐν ὅρκῳ διαβεβαιοῦσθαι τὸν ἄνθρωπον ὅτι οὐκέτι ἐπανίσταταί μοι τὸ τοιοῦτον πάθος.

καὶ μετ' ὀλίγον καιρὸν κατεκάη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον.

ὥσπερ γὰρ δι' ὀχετοῦ διέρχεται ὕδωρ, οὕτω καὶ διὰ τῆς καρδίας καὶ τῶν



λογισμῶν ἡ ἁμαρτία.

ὅσοι δὲ τοῦτο ἀναιροῦσιν, ὑπ' αὐτῆς τῆς ἁμαρτίας μὴ θελούσης θριαμβεύεσθαι ἐλέγχονται καὶ χλευάζονται·

σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι ἐν τῇ διανοίᾳ τοῦ ἀνθρώπου.

Εἰ οὖν ἀγαπᾷ τις τὸν θεόν, καὶ αὐτὸς συγκιρνᾷ τούτῳ τὴν ἑαυτοῦ ἀγάπην·

πιστευθεὶς δὲ ἅπαξ ὑπ' αὐτοῦ προστιθεῖ τούτῳ τὴν ἐπουράνιον πίστιν, καὶ γίγνεται διπλοῦς ὁ ἄνθρωπος.

ὅσα οὖν ἐκ τῶν μελῶν σου προσφέρεις αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὅμοια μελῶν συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν καὶ ἀγαπῶν καὶ προσευχόμενος.

μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος.

ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ ἐπαναπαύεται.

τιμιώτερος οὖν ἐστιν ὁ ἄνθρωπος ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω λέγειν ὅτι μὴ μόνον τῶν ὁρατῶν δημιουργημάτων, ἀλλὰ καὶ τῶν ἀοράτων ἤγουν τῶν λειτουργικῶν πνευμάτων.

οὐ γὰρ περὶ Μιχαὴλ καὶ Γαβριὴλ τῶν ἀρχαγγέλων εἶπεν ὅτι «ποιήσωμεν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου, τῆς ἀθανάτου λέγω ψυχῆς.

καὶ γὰρ γέγραπται ὅτι «παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν».

Τὰ μὲν οὖν κτίσματα τὰ φαινόμενα φύσει τινὶ ἀμεταβλήτῳ δέδεται.

ὁ οὐρανὸς ἅπαξ τέτακται, ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ[, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος]·

ἀλλ' οὐδὲ παρ' ὃ ἐκτίσθησαν μετατραπῆναι δύνανται οὔτε ἔχουσι θέλημα.

σὺ δὲ διὰ τοῦτο εἶ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ, ἐπειδὴ ὥσπερ ὁ θεὸς αὐτεξούσιός ἐστι καὶ ὃ θέλει ποιεῖ (ἐὰν θέλῃ, κατὰ τὴν ἐξουσίαν αὐτοῦ πέμψει τοὺς δικαίους εἰς γέενναν καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν·

ἀλλ' οὐχ αἱρεῖται οὐδὲ καταδέχεται τοῦτο·

δικαιοκρίτης γάρ ἐστιν ὁ κύριος), οὕτως καὶ σὺ αὐτεξούσιος εἶ καί, ἐὰν θέλῃς, ἀπολέσθαι.

τρεπτῆς φύσεως εἶ·

εἰ θέλεις βλασφημῆσαι, ποιῆσαι φάρμακα καὶ ἀποκτεῖναί τινα, οὐδείς σοι ἀντίκειται ἢ κωλύει σε.

εἰ θέλει τις, ὑποτάσσεται τῷ θεῷ καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ κρατεῖ τῶν ἐπιθυμιῶν·

ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐρρωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς.

Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου ἐστὶ χρυσώματα καὶ ἀργυρώματα καὶ ἐσθὴς διάφορος, χρυσός τε καὶ ἄργυρος, νεανίσκοι καὶ νεάνιδες διατρίβοντες ἄγχουσι τὸν ἑαυτῶν νοῦν (εἰ καὶ ἡ φύσις διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμεῖ) καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσπότων ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν, πόσῳ μᾶλλον ὅπου ἐστὶ φόβος θεοῦ, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν ὀφείλει τῇ συνούσῃ κακίᾳ·

τὰ γὰρ δυνατά σοι προσέταξεν ὁ θεός.

ἡ μὲν οὖν τῶν ἀλόγων ζῴων φύσις δετή ἐστιν.

οἷον ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος, ὅλοι οὖν οἱ ὄφεις τοιοῦτοί εἰσιν.

ὁ λύκος ἁρπάζειν εἴωθεν, ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως.

τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται, ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως.

ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκέραιος, ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως.

ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν.

εἷς ἐστιν ὡς λύκος ἁρπάζων καὶ εἷς ἐστιν ὡς ἀρνίον ἁρπαζόμενος·

ἐκ τοῦ αὐτοῦ γένους τῆς ἀνθρωπότητος ἀμφότερα γίγνεται.

ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικί, ἀλλὰ καὶ πορνεύων·

καὶ ἔστιν ἄλλος, ὅτι οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἀνελθεῖν ἐπὶ τὴν καρδίαν αὐτοῦ.

ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον·

καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διαδιδούς.

ὁρᾷς πῶς τρεπτή ἐστιν αὕτη ἡ φύσις.

ἔστιν ἐπὶ τὸ κακὸν ῥέπουσα καὶ ἔστιν ἐπὶ τὸ καλὸν αὖθις·

καὶ δι' ἀμφοτέρων ἐπιτηδείως ἔχει νεῦσαι πρὸς ἃς βούλεται πράξεις.

δεκτικὴ οὖν ἐστιν ἡ φύσις τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, ἤτοι θείας χάριτος ἤτοι ἐναντίας δυνάμεως, ἀλλ' οὐκ ἀναγκαστική.

Ἐπειδὴ τὸ πρὶν αὐτὸς ὁ Ἀδὰμ ἐν καθαρότητι ὢν ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ·

ἀφ' οὗ δὲ παρέβη τὴν ἐντολήν, ὄρη δυσβάστακτα ἐπίκειται τῷ νῷ αὐτοῦ, καὶ οἱ τῆς κακίας λογισμοὶ παραμιγέντες ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο καὶ οὐδὲ εἷς αὐτοῦ ἴδιός ἐστιν, ἐπειδὴ



κατέχονται ὑπὸ τῆς κακίας.

λοιπὸν ὀφείλεις ζητῆσαι λύχνον ἵνα ἁφθῇ, καὶ εὕρῃς τοὺς καθαροὺς λογισμούς·

οὗτοι γάρ εἰσιν οἱ φυσικοί, οὓς ἐποίησεν ὁ κύριος.

Οἱ ἀνατραφέντες εἰς θάλασσαν ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται·

οἱ δὲ ἀσυνήθεις τούτων καὶ μικρᾶς ζάλης ἐπελθούσης δειλιῶσι καὶ καταποντίζονται.

οὕτως εἰσὶν οἱ Χριστιανοί.

ὥσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος, οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος·

ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου.

ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν.

ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ πνεύματος, δάκρυα καὶ πένθος καὶ στεναγμόν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν·

ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει.

καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς ἢ οἰόμενοί τι εἶναι, ἀλλ' ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.

Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ πτωχῷ τινι παράθηται τὸν ἑαυτοῦ θησαυρόν·

ὁ παραλαβὼν φυλάξαι οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ' ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ ἀλλοτρίου θησαυροῦ.

τοῦτο γὰρ ἐνθυμεῖται πάντοτε ὡς οὐ μόνον ἀλλότριός ἐστιν ὁ θησαυρός, ἀλλὰ καὶ βασιλεὺς δυνάστης παρέθετό μοι αὐτὸν καὶ ὅταν θέλῃ λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ, οὕτως ἑαυτοὺς ὀφείλουσιν ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν αὐτῶν.

ὥσπερ γὰρ ὁ πτωχὸς ὁ λαβὼν τὴν παραθήκην τοῦ θησαυροῦ παρὰ τοῦ βασιλέως, ἐὰν πεποιθὼς ἐπὶ τῷ ἀλλοτρίῳ θησαυρῷ ὡς ἰδίῳ πλούτῳ ἐπαρθῇ καὶ τῦφον λάβῃ ἡ καρδία αὐτοῦ, αἴρει ἀπ' αὐτοῦ ὁ βασιλεὺς τὸν θησαυρὸν αὐτοῦ, καὶ μένει ὁ ἐσχηκὼς αὐτὸν ἐν παρακαταθήκῃ οἷος ἦν πρὸ τούτου πτωχός, οὕτως καὶ οἱ ἔχοντες τὴν χάριν ἐὰν ἐπαρθῶσι καὶ τῦφον λάβωσιν αἱ καρδίαι αὐτῶν, αἴρει ἀπ' αὐτῶν ὁ κύριος τὴν χάριν αὐτοῦ, καὶ μένουσι τοιοῦτοι οἷοι ἦσαν πρὸ τοῦ λαβεῖν τὴν χάριν παρὰ κυρίου.

Ἀλλὰ πολλοὶ καίτοι συνούσης τῆς χάριτος κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν.

ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινί, ὁμοίως καὶ νεώτερος·

καὶ λοιπὸν κολακευομένη ὑπ' ἐκείνου αὕτη συνθῆται αὐτῷ, μοιχᾶται καὶ ἀπόβλητος γίνεται, οὕτω καὶ ὁ δεινὸς ὄφις τῆς ἁμαρτίας σύνεστι τῇ ψυχῇ γαργαλίζων καὶ προτρεπόμενος, καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ κακίᾳ τοῦ πνεύματος, τουτέστι πνεῦμα πνεύματι κοινωνεῖ, καὶ μοιχεύει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ συντιθέμενος καὶ καταδεχόμενος τὸν λογισμὸν τοῦ πονηροῦ.

τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστιν, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς, ἀλλ' ἵνα ἀντιστῇς τῷ νῷ καὶ ἔσωθεν ποιήσῃς πόλεμον καὶ ἀγῶνα καὶ μὴ ὑπακούσῃς μηδὲ συνηδυνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς.

καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν εὕρῃ ὁ κύριος ἐν σοί, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Ἔστι γάρ τινα πράγματα ἃ οἰκονομεῖ ὁ κύριος, ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς θείας χάριτος καὶ τῆς κλήσεως αὐτοῦ·

καὶ ἔστι τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδειχθῇ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου.

οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν.

οἱ οὖν Χριστιανοὶ ἐν τοῖς θλιβεροῖς πράγμασιν οὐκ ἄχθονται ἢ λυποῦνται.

ἐὰν ἐν πενίᾳ ἢ κακουχίᾳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνηδύνεσθαι τῇ πτωχείᾳ καὶ ἡγεῖσθαι ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀτιμίαν καὶ ἀδοξίαν ἀντὶ δόξης.

πάλιν δὲ ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα ἐν τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικὴν ἢ πλοῦτον ἢ δόξαν ἢ τρυφήν, ὀφείλουσι μὴ συνηδύνεσθαι τούτοις,



ἀλλ' ἀποφεύγειν ὡς ἀπὸ πυρός.

Εἰς τὸ φαινόμενον, ἐὰν ἐλάχιστον ἔθνος ἐπικινηθῇ τῷ βασιλεῖ πρὸς πόλεμον, οὐ κάμνει πολεμῶν αὐτός, ἀλλ' ἀποστέλλει στρατιώτας μετὰ τῶν ἀρχόντων αὐτῶν, καὶ ποιοῦνται τὸν πόλεμον.

ἐὰν δὲ ἔθνος μέγιστον ᾖ τὸ ἐπικινηθὲν δυνάμενον ἐκπορθῆσαι τὴν βασιλείαν αὐτοῦ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τοῖς ἐν τῷ παλατίῳ καὶ τοῖς στρατοπέδοις αὐτοῦ ἀπελθεῖν καὶ συγκροτῆσαι τὸν πόλεμον.

βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι' ἑαυτοῦ ἐλθών, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου.

ἀσφάλισαι οὖν σεαυτὸν καὶ ἐννοήθητι, οἵα πρόνοια διὰ σὲ γεγένηται.

Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ.

ὥσπερ ἂν ᾖ βασιλεὺς καὶ εὕρῃ τινὰ ἐνδεῆ ἔχοντα πάθη, καὶ μὴ ἐπαισχυνθῇ αὐτόν, ἀλλὰ φαρμάκοις ἰαματικοῖς θεραπεύσῃ αὐτοῦ τὰ τραύματα καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ ἑαυτοῦ παλάτιον καὶ ἐνδύσῃ αὐτὸν τὴν πορφυρίδα καὶ τὸ διάδημα καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ, οὕτως καὶ ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο καὶ ἐποίησε κοινωνὸν τῆς βασιλικῆς αὐτοῦ τραπέζης, καὶ τοῦτο οὐ βιασάμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεψάμενος αὐτὸν εἰς τὴν τοιαύτην ἵστησι τιμήν.

καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται ὅτι ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας, δηλώσας αὐτοῖς ὅτι «τὸ ἄριστον ἡτοίμασται»·

αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτήσαντο λέγοντες, ὃς μὲν «ἠγόρασα» φησὶ «ζεύγη βοῶν», ἄλλος «γυναῖκα ἡρμοσάμην».

ὁρᾷς ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον.

ἄρα αὐτοὶ ἑαυτῶν αἴτιοι γεγόνασι.

τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν.

βλέπε ὅτι ὁ κύριος ἡτοίμασεν αὐτοῖς τὴν βασιλείαν καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, αὐτοὶ δὲ οὐ θέλουσι.

Πρὸς τὸ δόμα οὖν ὃ μέλλουσι κληρονομεῖν (τοῦτο ἄν τις εἴποι), εἰ ἕκαστος, ἀφ' οὗ ἐκτίσθη ὁ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ κόσμου, ἐπολέμει πρὸς τὸν σατανᾶν καὶ ὑπέμεινε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν·

συμβασιλεύει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Χριστοῦ.

δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν τοιαύτην ψυχήν, ὅτι αὐτὸς ἑαυτὸν καὶ τὴν χάριν αὐτοῦ ἔδωκε καὶ ἐνεπίστευσε τῇ ψυχῇ.

δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ.

Κατὰ τὰ φαινόμενα πράγματα ἰδοὺ πάντες οἱ καθεζόμενοι ἀδελφοὶ μίαν εἰκόνα ἔχομεν καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ.

ἆρα καὶ εἰς τὸ κρυπτὸν καὶ εἰς τὰ ἐνδότατα πράγματα μία ἐστὶν ἡ προαίρεσις πάντων καὶ μία καρδία; πάντες ἆρα ἕν ἐσμεν ἀγαθοὶ καὶ θεοσεβεῖς; ἢ ἆρα εἰσί τινες ἐξ ἡμῶν, ὅτι οἱ μὲν κοινωνοῦσι Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ σατανᾷ καὶ τοῖς δαίμοσι, καὶ ὅλοι ὡς εἷς φαινόμενοι ὁμοῦ καθεζόμεθα, ἓν πρόσωπον τοῦ Ἀδὰμ πάντες ἔχομεν; ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος, παρὰ τὸν ἔξω.

ὅτι εἷς φαινόμεθα οἱ πάντες·

καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν, οἱ δὲ μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων.

εἰ οὖν ἡ καρδία βάθος τι ἔχει ἀπέραντον, ἐκεῖ εἰσι τρίκλινοι καὶ κοιτῶνες, θύραι καὶ πρόθυρα, καὶ διακονίαι πολλαὶ καὶ διέξοδοι·

ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης καὶ ἀδικίας, ἐκεῖ ἐστιν ὁ θάνατος, ἐκεῖ ἐστιν ἡ ζωή, ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία καὶ ἡ ἐναντία.

Ὥσπερ ἐὰν ᾖ παλάτιον μέγιστον καὶ τοῦτο ἐρημωθῇ καὶ πληρωθῇ πάσης δυσωδίας καὶ νεκρῶν πολλῶν, οὕτω καὶ τὸ παλάτιον τοῦ Χριστοῦ ἡ καρδία ἐστὶ καὶ γέμει πάσης ἀκαθαρσίας καὶ ὄχλων πολλῶν πονηρῶν πνευμάτων.

χρὴ οὖν τοῦτο ἀνακτισθῆναι καὶ ἀνοικοδομηθῆναι καὶ εὐτρεπισθῆναι τὰ ταμιεῖα καὶ τὰ κουβούκλια·

ἐκεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαῆναι καὶ οἰκῆσαι καὶ ἐμπεριπατῆσαι καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν.

Λέγω δή, ὥσπερ ἐὰν ᾖ πλοῖον ἔχον πολλὴν κατασκευήν, ἐκεῖ ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας καὶ οἰκονομεῖ, τοῖς μὲν ἐπιπλήττων, ἄλλους δὲ ὁδηγῶν, οὕτως ἐστὶ καὶ ἡ καρδία ἔχουσα



τὸν νοῦν κυβερνήτην, τὴν συνείδησιν ἐλέγχουσαν, λογισμοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους·

λέγει γάρ·

μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων.

ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρύβει τοὺς τοιούτους λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ' εὐθὺς ἐλέγχει·

οὐ ψεύδεται γάρ.

ἐπεὶ τί εἴπῃ ἐνώπιον τοῦ θεοῦ; ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μαρτύρεται ὡς πάντοτε ἐλέγχουσα.

ὥσπερ ἐὰν ᾖ ἅρμα καὶ ἡνίαι, τὰ ζῷα καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι·

λοιπὸν ὅτε θέλει ἐκεῖνος, ὀξυτάτῃ ὁρμῇ φέρεται ὑπὸ τοῦ ἅρματος, ὅτε δὲ θέλει, ἐπέχει αὐτό·

πάλιν ὅπου θέλει μεταστρέψαι αὐτό, ἐκεῖ αὐτῷ συνέρχεται·

ὅλον οὖν τὸ ἅρμα ἐν τῇ ἐξουσίᾳ τοῦ ἡνιοχοῦντος κεῖται, οὕτως καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς φυσικοὺς συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς ἐστι καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα τὴν καρδίαν καὶ διϋπνίζουσα τοὺς φυσικοὺς λογισμοὺς βρύοντας ἐν τῇ καρδίᾳ.

μέλη γὰρ πολλὰ ἔχει ἡ ψυχή, κἂν μία ἐστίν.

Ἀφ' οὗ γὰρ παρέβη ὁ Ἀδὰμ τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις δεσπότης γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἑτέρα μετὰ τῆς ψυχῆς ἐστι.

λέγει γὰρ ὁ κύριος·

«πᾶς ὅστις οὐκ ἀρνεῖται ἑαυτὸν καὶ οὐ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, οὐκ ἔστι μου μαθητής» καί·

«ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν».

ἐπεὶ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ μέλος αὐτῆς γέγονε καὶ αὐτῷ τῷ σωματικῷ ἀνθρώπῳ κεκόλληται, καὶ βρύουσι πολλοὶ καὶ ἀκάθαρτοι λογισμοὶ ἐν τῇ καρδίᾳ.

ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα τῆς καρδίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται καὶ συγκέκραται τῇ ψυχῇ.

ὁ οὖν ὑποτάσσων τὴν ψυχὴν ἑαυτοῦ καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὗτος ἐστὶν ὡς ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ, καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα ἀγαθὰ πνεύματος καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον καὶ γίγνεται ἑαυτοῦ μειζότερος·

ἀποθεοῦται γὰρ λοιπὸν ὁ τοιοῦτος καὶ γίγνεται υἱὸς θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ αὐτοῦ.

οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ γίγνονται ἀξιωματικοὶ καὶ βασιλεῖς.

Ἔχει γὰρ τὴν φύσιν ὁ ἄνθρωπος τοιαύτην, καὶ ὁ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι ἐπὶ τὸ ἀγαθόν·

καὶ ὁ δεδεμένος πνεύματι ἁγίῳ καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια ἔχει ἐξουσίαν τοῦ τραπῆναι ἐπὶ τὸ κακόν.

ὥσπερ ἵνα ᾖ γυνὴ ἱμάτια ῥακώδη περιβεβλημένη, λιμώσσουσα, ἐρρυπωμένη, καὶ αὕτη μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται πορφύραν καὶ στέφανον καὶ γένηται νύμφη βασιλέως, αὕτη μέμνηται τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα ἐπανελθεῖν εἰς τὸ ἀρχαῖον, ἀλλ' οὐχ αἱρεῖται εἰς τὴν προτέραν αἰσχύνην ἐλθεῖν·

μωρὸν γάρ ἐστι.

καὶ αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται καὶ γίγνονται χείρους οὗ ἦσαν, κοσμικοὶ ὄντες.

οὐχ ὅτι ὁ θεὸς τρεπτός ἐστι καὶ ἀσθενὴς ἢ τὸ πνεῦμα σβέννυται, ἀλλ' αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι.

διὰ τοῦτο ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά.

οἱ γὰρ γευσάμενοι ἐκείνης τῆς δωρεᾶς ἔχουσι τὰ ἀμφότερα συνόντα αὐτοῖς, χαρὰν καὶ παράκλησιν, φόβον καὶ τρόμον, ἀγαλλίασιν καὶ πένθος.

πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστὶν ἡ φύσις τῶν ἀνθρώπων.

καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις.

Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτός, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι·

τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ θεοῦ σπουδάζειν λανθάνειν ἀνθρώπους·

καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς καὶ πάντοτε λέγειν ὅτι οὐκ ἔστιν ἐμόν, ἄλλος μοι



παρέθετο τὸν θησαυρὸν τοῦτον, ἐγὼ γὰρ πτωχός εἰμι, καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ.

εἰ δέ τις λέγει·

πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρῄζω, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου.

ἡ γὰρ ἀπόλαυσις τοῦ θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται.

καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι·

καὶ ὅσῳ σπουδάζουσι προκόπτειν καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχούς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους.

τοῦτο γὰρ λέγουσιν ὅτι οὔκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι.

τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἡ ταπείνωσις.

εἰ δέ τις λέγει ὅτι ἀρκοῦμαι καὶ πεπλήρωμαι, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης.

Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει.

ὡς γὰρ ἔσωθεν ἡ δόξα τοῦ Χριστοῦ οὖσα ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε, τὸν αὐτὸν τρόπον κἂν τοῖς ἁγίοις ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται.

καὶ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν.

γέγραπται γάρ·

«ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί·

δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς.

ὥσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός.

20Ἐρώτησις:20 πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἐκεῖνος γὰρ ἀθάνατος ἦν καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος·

οἱ δὲ ἀποθνῄσκουσι καὶ φθείρονται.

20Ἀπόκρισις:20 ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ καὶ κέκρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται.

εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν κατὰ τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει.

ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν, ἐγείρεται αὖθις ἐν δόξῃ·

ἡγιασμένα γάρ εἰσιν.

ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνατον.

εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ τινὶ λοιπόν, ἀλλ' οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἂν ἤρχετο.

ἀλλ' ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίγνεται λύσις σωμάτων, ἵν' ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν.

οὔτε γὰρ ὁ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν καὶ ποιῶν ἑαυτὸν σκεῦος τοῦ διαβόλου, ὑφ' οὗ τὸ ὅλον κατεκυριεύθη, ἀνάγκῃ τινὶ δέδεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ἐκλογῆς καὶ ζωῆς.

ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδεμένοι πνεύματι ἁγίῳ οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ' ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς καὶ ποιεῖν ὃ θέλουσιν εἰς τὸν αἰῶνα τοῦτον.

20Ἐρώτησις:20 κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν, ἢ εὐθέως, εἰ τύχοι ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; 20Ἀπόκρισις:20 καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δέ ἐστι τέλειος ἄνθρωπος, ἀλλ' αὐξάνει ἐν ἔτεσι πολλοῖς καὶ γίγνεται ἀνήρ·

ἔτι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες, καὶ ὁ φυτεύων ἄπιον οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, ὡσαύτως κἂν τοῖς πνευματικοῖς (ὅπου τοσαύτη σοφία καὶ λεπτότης) κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, οὐχ ὥς τινες λέγουσιν·

ἔνδυσαι, ἔκδυσαι.

ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται πρῶτον καὶ



μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν καὶ ἔστιν ὅλων ἔσχατος.

πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὴν σχολὴν τῶν γραμματικῶν καὶ ἔστι πάλιν ἐκεῖ ὅλων ἔσχατος ἀρχάριος.

εἶτα ὅταν γένηται σχολαστικός, ὅλων τῶν δικολόγων ἀρχάριος καὶ ἔσχατός ἐστι.

πάλιν ὅταν ἐκεῖ γένηται πρῶτος, τότε γίνεται ἡγεμών·

καὶ ὅτε γένηται ἄρχων, λαμβάνει ἑαυτῷ βοηθὸν τὸν συγκάθεδρον.

εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς αὐξάνει·

καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ὁ διαφυγὼν γίνεται τέλειος.

Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι τῆς χάριτος ἐξ ἀληθείας καὶ τὸ σημεῖον ἔχοντες τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέων ἕως πτωχῶν κοπρίαν καὶ δυσωδίαν ἡγοῦνται τὰ πάντα καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ κόσμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ τῆς σοφίας λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα.

καὶ εἴ τί ἐστιν ὑπὸ τὸν οὐρανόν, τούτοις ἐστὶν εὐκαταφρόνητα.

διὰ τί; ὅτι ξένα καὶ θαυμαστὰ τὰ ἐπάνω τῶν οὐρανῶν, τὰ μὴ ὄντα μήτε εἰς θησαυροὺς βασιλέων μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν καὶ ἀξιώματα ἢ πλοῦτον οἷον ἐκεῖνοι ἐκτήσαντο, τὸν κύριον καὶ κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον.

Οἱ γὰρ Χριστιανοὶ τιμίαν οἴδασι τὴν ψυχὴν ὑπὲρ πάντα τὰ δημιουργήματα·

μόνος γὰρ ὁ ἄνθρωπος «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ ἐγένετο.

ἰδοὺ ὁ οὐρανὸς πόσον ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, καὶ τὰ ἐν αὐτοῖς κτίσματα τίμια καὶ μεγάλα τὰ σκεύη αὐτῶν.

ὁ δὲ ἄνθρωπος ὑπὲρ πάντα τὰ σκεύη τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ κύριος, καὶ τὰ κήτη δὲ τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζονά εἰσι τοῦ ἀνθρώπου.

βλέπε οὖν σου τὸ ἀξίωμα, πῶς εἶ τίμιος.

ὅτι ὑπὲρ ἀγγέλους ἐποίησέ σε ὁ θεός, ὁπότε καὶ αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς.

Ὁ θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν σωτηρίαν ἦλθον.

βασιλεὺς γάρ, υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο μετὰ τοῦ πατρὸς αὐτοῦ, καὶ ἀπεστάλη ὁ λόγος καὶ σάρκα ἐνδυσάμενος καὶ κρύψας τὴν ἑαυτοῦ θεότητα, ἵνα διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σώσῃ, ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ.

τοσαύτη ἀγάπη τοῦ θεοῦ ἐστι πρὸς τὸν ἄνθρωπον·

ᾑρετίσατο ὁ ἀθάνατος σταυρωθῆναι διὰ σέ.

βλέπε οὖν πῶς «ὁ θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν μονογενῆ αὐτοῦ υἱὸν ἔδωκεν ὑπὲρ αὐτῶν»·

«πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» καὶ πάλιν ἀλλαχοῦ λέγει·

«ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν».

δείκνυσι δὲ καὶ ἀλλαχοῦ τοὺς ἀγγέλους λειτουργοὺς εἶναι τῶν ἁγίων.

καὶ γὰρ Ἠλίας ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε·

πολλοὶ ἔρχονται καθ' ἡμῶν καὶ ἡμεῖς μόνοι ἐσμέν·

τότε ἀποκρίνεται Ἠλίας·

οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων μεθ' ἡμῶν κύκλῳ βοηθούντων ἡμῖν; ὁρᾷς ὅτι ὁ δεσπότης καὶ τὰ πλήθη τῶν ἀγγέλων σύνεστι τοῖς δούλοις αὐτοῦ.

πόση οὖν ἐστιν ἡ ψυχὴ καὶ πῶς τετίμηται ὑπὸ τοῦ θεοῦ, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς βασιλείαν.

ὁ δὲ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος.

Ὡς γὰρ ἐν τοῖς φαινομένοις ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων ἀνθρώπων, ἀλλ' ὑπὸ ὡραίων καὶ καλῶς πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον ἐκεῖνοι διακονοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τὴν καρδίαν.

καὶ ὥσπερ ἐν τῷ παλατίῳ ὡραῖαι κόραι καὶ μὴ ἔχουσαι μῶμόν τινα, εὐειδέσταται, ἐκεῖναι εἰς κοινωνίαν βασιλέων ἀπέρχονται, οὕτως καὶ εἰς τὸ πνευματικόν·

ψυχαὶ αἱ ἐν πᾶσι τρόποις ἀγαθοῖς κεκοσμημέναι, αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ.

Εἰς τὸ φαινόμενον, ὅπου ἀπέρχεται ἄρχων μεῖναι,



καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν τινά, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα ἐκχεῖται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν καὶ ἀναπαῆναι ὁ ἄσπιλος καὶ ἄμωμος·

εἰς γὰρ τοιαύτην καρδίαν ὁ θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται.

Ἐν τοῖς φαινομένοις, ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύπτει καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ κἀκείνῳ δίδωσιν αὐτά.

οὕτως καὶ ὁ θεὸς τὴν ἑαυτοῦ κτῆσιν μετὰ τῶν ἰδίων τιμίων ἐνεπίστευσε τῇ ψυχῇ.

Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος καὶ ἔλθῃ βασιλεὺς μετὰ τοῦ στρατοπέδου ἐπὶ τὸ πολεμῆσαι καὶ ὑπάρχῃ τὸ μέρος αὐτοῦ ἔλαττον ἢ ἀσθενέστερον, εὐθέως «ἀποστέλλει πρεσβείαν ἐρωτῶν τὰ πρὸς εἰρήνην»·

εἰ δὲ ἔθνος μέγιστον πρὸς ἔθνος ἴσον ᾖ καὶ ὁ βασιλεὺς πρὸς βασιλέα (λέγω δὴ ὁ Περσῶν καὶ ὁ Ῥωμαίων), ἀνάγκη πᾶσα τοὺς δύο βασιλεῖς κινηθῆναι μετὰ τῶν στρατοπέδων ὅλων.

βλέπε οὖν οἷον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τῶν ἰδίων στρατοπέδων (λέγω δὴ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων) συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου.

ὁ θεὸς οὖν παρεγένετο διὰ σέ.

Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχόν τινα ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλ' ἐπιθῇ φάρμακα ἐν τοῖς τραύμασιν αὐτοῦ καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπαγάγῃ αὐτὸν καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτως καὶ ὁ θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων·

ἀπέπλυνεν αὐτῶν τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσήγαγεν εἰς τὸν ἐπουράνιον νυμφῶνα.

μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοσοῦτον, ὡς μηδὲ σύγκρισιν ἔχειν.

Εἰ δὲ μετεωρισθῇ καὶ κλαπῇ ὑπὸ τῆς κακίας, ἔοικε τοιούτῳ τινί, ὥσπερ ἐὰν ᾖ πόλις μὴ ἔχουσα τεῖχος, καὶ οἱ λῃσταὶ εἰσέρχονται δι' αὐτῆς ὅθεν θέλουσι, μὴ ἐμποδιζόμενοι, καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν αὐτήν, οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ προσέχοντος ἐπεισέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς λογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον.

Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά.

ἐπειδὴ κατὰ τὸν τῆς κακίας ἐσώτερον νοῦν ῥίζα ἐστὶν ἐν τοῖς μέλεσι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τουτέστιν ἡ ἐναντία δύναμις.

ἀντιστατικὴ οὖν καὶ νοερά ἐστι·

καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπεκχεομένη ἡ ἔσω κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον εἰς φανερὰς ἁμαρτίας ἐπὶ τὸ κατεργάζεσθαι αὐτάς.

τὸ γὰρ κακὸν ὥσπερ πηγῆς ὀφθαλμός ἐστι, πάντοτε βρύον.

καὶ σὺ οὖν γίνου ἐπὶ τῷ ἐπισχεῖν τὰ ῥεύματα τῆς κακίας, ἵνα μὴ εἰς μυρία κακὰ ἐμπίπτων ὡς θαμβούμενος ᾖς.

Ὃν τρόπον ἐὰν ᾖ τις εὐγενής, ἀμέριμνος, πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος καὶ οἱ ταξεῶται ἁρπάσωσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι κατηγορήθης ἐπὶ ἐγκλήματι, καὶ θανάτῳ ὑπόκεισαι.

λοιπὸν ἐκ τῆς φήμης τοῦ φόβου ἀπώλεσεν αὐτοῦ πάσας τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβημένος ἐστίν.

ὑπολάμβανε οὖν οὕτως καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας.

ὁ γὰρ φαινόμενος κόσμος ἀπὸ βασιλέων ἕως πτωχῶν ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἤγουν φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, τὸ κέντρον τοῦ θανάτου.

ἡ γὰρ ἁμαρτία ἡ παρεισελθοῦσα, δύναμίς τις οὖσα λογικὴ τοῦ σατανᾶ καὶ οὐσία, ἐνέσπειρε τὰ κακὰ πάντα, ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς.

οὐκ ἴσασι δὲ οἱ ἄνθρωποι, ὅτι ἀπὸ ἀλλοτρίας τινὸς δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φρονήσεως ταῦτα ποιεῖν.

οἱ δὲ τὴν εἰρήνην τοῦ Χριστοῦ



ἔχοντες ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ, ἴσασι πόθεν ταῦτα κινεῖται.

πάσχει γὰρ ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἶδεν.

Καὶ ἔστι πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν, καὶ οὕτως διατρέχει εἰς ὅλα τὰ μέλη καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας καὶ μυρία κακά.

οἱ οὖν γαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτως νεμομένου τοῦ κακοῦ καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν.

τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας, κενοδοξίας, τύφου, ζήλου, θυμοῦ·

ὥσπερ ὅταν τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ αὐτῷ ἐδέσματα πολλά.

λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι, καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται.

ὄρη γὰρ δυσβάστακτά ἐστι τὰ πάθη, ὧν ἐν μέσῳ ποταμοὶ δρακόντων καὶ ἰοβόλων θηρίων καὶ ἑρπετῶν.

ὥσπερ ἐὰν ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς.

φλόγες πυρός εἰσι καίουσαι καὶ βέλη πεπυρωμένα τοῦ πονηροῦ·

λέγει γὰρ ὁ ἀπόστολος·

«πρὸς τὸ δυνηθῆναι ἡμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι».

ἐνεμήθη γὰρ τὸ κακὸν καὶ τεθεμελίωται περὶ τὴν ψυχήν.

οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλ' ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐχθροὶ ἑαυτῶν γίγνονται.

ὁ γὰρ σατανᾶς πολὺ θέλει ἐπαναπαῆναι τῇ ψυχῇ καὶ ἐφαπλωθῆναι, καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης τῆς ψυχῆς.

εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, ὅτι ἐὰν ἴδωσί τινα μετὰ γυναικὸς νέον, οὗτοι εἰ καὶ διαλογίζονταί τινα, ὅμως οὐ μιαίνεται ὁ νοῦς αὐτῶν οὔτε ἐπιτελεῖ ἔνδον ἁμαρτίαν·

ἀλλ' οὔπω ἔστι τῷ τοιούτῳ θαρσῆσαι.

εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται καὶ κατεσβέσθη καὶ ἐξηράνθη·

ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν.

Ὥσπερ οἱ ἔμποροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης, εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας εἰς στέφανον ποιοῦντας βασιλικὸν καὶ πορφύραν, οὕτως καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι τιμίους λίθους προχωροῦντας εἰς στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν.

Ὥσπερ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἰχθύων ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν εὐθέως εἰς θάλασσαν ῥίπτουσιν, οὕτως καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται ἐπὶ πάντας καὶ ζητεῖ ἀνάπαυσιν, ἀλλ' οἱ ἄνθρωποι οὐχ ὑπακούουσι·

διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βόθυνον τοῦ σκότους καταρρίπτονται.

Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται, καὶ ταῦτα ἐλάχιστα ὡς κεγχρίδες, οὕτως καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι.

Καὶ γὰρ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῶν φαίνονται.

ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ φαίνονται καὶ οἱ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λαλοῦντες·

φαίνεται τὰ σκεύη, ἐν οἷς ὁ θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν.

καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ κύριος θέλει πολυτρόπως.

ὁ οὖν λαλῶν, εἰ μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, οἱ μὲν ἐν πολέμῳ, ἄλλοι ἐν ἀναπαύσει.

ὥσπερ ὅταν ᾖ πόλις ἠρημωμένη, καὶ θελήσῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ καταρρεύσαντα καὶ πεσόντα τελείως καταβάλλει καὶ οὕτως ἄρχεται σκάπτειν καὶ ἐν τῷ σκάμματι τοὺς θεμελίους τιθέναι καὶ προβάλλεσθαι τὴν οἰκοδομήν, οὐδέπω δέ ἐστιν οἰκία·

καὶ ὁ θέλων παράδεισον ποιῆσαι εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ οὕτως φυτεύει, καὶ αὔξονται τὰ φυτά, ἵνα οὕτως μετὰ πολὺν χρόνον ἐνέγκῃ καρποὺς ὁ παράδεισος, οὕτως καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσὶ καὶ ἠρημωμέναι καὶ



ἀκανθώδεις·

εἶπε γὰρ ὁ θεὸς τῷ ἀνθρώπῳ·

«ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ».

χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ ἀποθῆται τὸν θεμέλιον, ἕως ὅτε ἔλθῃ εἰς τὰς καρδίας τῶν ἀνθρώπων πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθας·

καὶ οὕτως ἄρχονται ἁγιάζεσθαι, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ Ιςʹ.



1 Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν.

τὸ δέ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς·

ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ.

εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς πῦρ τὸν σατανᾶν.

εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν καὶ ἰσοδυναμίαν.

πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι ποία ἐστὶ λοιπὸν ἡ νικῶσα δύναμις; ἀνάγκη δὲ ὅτι ἡ τοῦ θεοῦ.

λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος.

οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν οὐδὲν ἴσασι.

θεῷ γὰρ οὐδέν ἐστι κακὸν ἐνυπόστατον κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν.

ἡμῖν δέ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον.

οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ' ὥς ἐστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν καὶ τὰ ζιζάνια καθ' ἑαυτά·

ὥς ἐστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ' ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ' ἰδίαν.

Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος·

ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται.

οὕτως καὶ ἡ ψυχὴ ὅταν ταράσσηται, θολοῦται καὶ κιρνᾶται τῇ κακίᾳ, καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνεύματα ἀμφότερα), κατὰ τὴν πορνείαν ἢ τὸν φόνον·

διὰ τοῦτο ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι.

πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ' οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται καὶ μνημονεύει θεοῦ.

εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει.

καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἓν μετ' αὐτοῦ.

ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ὁ ἕτερος ζῇ.

τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ ἁγίου πνεύματος.

ἓν πνεῦμα γίνονται·

«ὁ κολλώμενος γὰρ τῷ κυρίῳ ἓν πνεῦμά ἐστι».

τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.

Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες·

ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ θεοῦ ἐνεργοῦσι λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ·

οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται.

καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅτε γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ' ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν, οὕτως καὶ εἰς τὸ πνευματικόν.

ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας·

οὔτε δὲ πάλιν ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μεταβολήν.

καὶ ὁ ἥλιος, σῶμα καὶ δημιούργημα ὤν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα, συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ' αὐτῶν·

καὶ γὰρ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ



κατέλαβε.

Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λείψανον ἔτι παρ' αὐτῷ τῆς κακίας, ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ.

ὅταν οὖν τις ἐν θλίψεσιν ᾖ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι·

ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται.

ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν.

τὸ οὖν εἶναί τινας παραλελυμένους ἢ λελωβημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο·

αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν.

ὥσπερ ἐὰν ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης δὲ γενομένης καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτως καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικήν, ἐπειδὴ νῦν οἱ τοῦ θεοῦ ἄνθρωποι μειζότεροι γίγνονται τοῦ πρώτου Ἀδάμ.

Ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος, καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου, καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν·

ἔστι γὰρ ἐν οὐρανῷ καὶ ἔστιν ὧδε.

ἀλλ' ἐρεῖς μοι·

πῶς δύναται ὁ θεὸς ἐν τῇ γεέννῃ εἶναι ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾷ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία; ἀποκρίνομαί σοι κἀγὼ ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει·

ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται.

τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται οὔτε σκοτίζεται.

εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πονηρός, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ·

ἀνάγκη γὰρ τὸν θεὸν πανταχοῦ εἶναι.

διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι.

τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.

Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον.

ἐνδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ μυελῶν.

ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία·

ὁμοίως δὲ καὶ χάρις θεοῦ σύνεστι μηδὲν ἀδικουμένη.

ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτως καὶ ἡμεῖς τῷ δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτόν, ὅτι αὐτός μοῦ ἐστι πλοῦτος καὶ αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα.

πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον.

ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ὥστε νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ τὸ καθ' ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά, ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.

Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα.

ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζῴδια·

ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί, οὕτως καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναγλύφει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ



κάλλος.

οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ' ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα, οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς.

ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῴδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν·

ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω.

μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος.

καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας καὶ δυσωδίας.

Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ ὅμοιοι τῷ πατρὶ αὐτῶν Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως.

οὔκ εἰσι τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν·

αὐτὸς γὰρ λέγει·

«οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου, ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου».

Ἀλλ' ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα·

καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται, μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς, οὕτω κἂν τοῖς πνευματικοῖς.

εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες·

εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς.

ἔχοντες οὖν οὗτοι μεθ' ἑαυτῶν τὸν κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ.

Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθά, πρὸς βλάβην ἡμῶν γένωνται.

καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται.

δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ κύριον καὶ μὴ ἐφ' ἑαυτόν.

ἡ γὰρ ἀρετὴ διὰ πολλῶν εἰδῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινός, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον.

Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες·

ἦχον ὑδάτων ἠκούσαμεν.

οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν.

Ἄλλοι οὖν εἰσιν οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες ἢ κτησάμενοι.

ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν.

Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας·

καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ' αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος καὶ πένθος ἀπαραμύθητον, οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ θεοῦ τῆς ψυχῆς ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε.

τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρόν, καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ



αὐτόν·

ἐπέρχονται γὰρ οἱ λῃσταί.

Ὥσπερ ἐάν τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτως καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις, εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος.

ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα.

ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς καὶ ἀτάκτους ἀνθρώπους, καὶ ὅσον εἰς ἄβυσσον τῆς χάριτος τοῦ φωτός ἐστι, τοσοῦτον ἑαυτὸν ἔχει πένητα καὶ πτωχὸν ἐν πᾶσι παρὰ πάντας ἁμαρτωλούς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικόν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν θεοῦ, τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, ὡς μηδὲν εἰδώς ἐστι.

ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται.

Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον, καὶ ὁ βαστάζων αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ ἡ κατὰ βάθους ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανούς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν.

Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα.

ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρρησίαν πρὸς τὸν βασιλέα καὶ ἄλλος ἐστὶν ὁ ἡγεμών.

Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον καὶ εἰς τὸν ἔξω ἀέρα, οὕτως κἂν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς.

Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος ἢ θησαυρῶν βασιλικῶν πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσί, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ, οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσί, καὶ ἔχοντες ἀνάπαυσιν ὥσπερ οὔκ εἰσιν ἀναπεπαυμένοι.

Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς ἐξωθοῦνται ἀπ' αὐτῆς.

ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως καὶ δεσμεῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ εἰς πατρίδα ἰδίαν.

Καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη, καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη βασιλεύουσα.

ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις καὶ ἡ δοκιμασία καὶ ἡ πρὸς θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν θεόν.

Ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων καὶ στόματα λεόντων καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡγῇ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀρραβῶνα τοῦ πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς; ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως τό·

«ποιήσωμεν κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καὶ ὅτι «ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται», σὺ δὲ εἰς ἀθανασίαν ἐκλήθης, εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως; ἐν γὰρ τοῖς φαινομένοις πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσί, καὶ πάντα τὰ τοῦ κυρίου ὅσα εἰσίν, ἐμπιστεύει σοι.

ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι' ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται.

καὶ σὺ οὐ νοεῖς οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; δικαίως ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν λέγων·

ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

ἀμήν.




ΟΜΙΛΙΑ ΙΖ.



1 Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν.

ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν ὅλων τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων μυστηρίων.

οὗτοί εἰσι καὶ υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι, ᾐχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι.

εἰ γὰρ τὸ χρῖσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου καὶ ξύλου ὁρατοῦ, τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιρρήτως ἀξίωμα λαμβάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς·

ὃ καὶ ∆αβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς), πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τὸ ἁγιαστικὸν καὶ χαροποιὸν «ἔλαιον τῆς ἀγαλλιάσεως», τὸ οὐράνιον καὶ πνευματικόν, δέχονται τὸ σίγνον τῆς βασιλείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ ἅγιον καὶ παράκλητον (ἀκούει δὲ παράκλητον διὰ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας).

Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς, Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως, ἔχοντες παρρησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ (ἔνθα οἱ ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων), καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ.

μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀρραβῶνος, οὗ ἐδέξαντο νῦν ὡς ἤδη ἐστεφανωμένοι καὶ βασιλεύοντες, καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ ἐπὶ τῷ πλεονασμῷ καὶ τῇ παρουσίᾳ τοῦ πνεύματος.

διὰ τί; ἐπειδὴ ὄντες ἔτι ἐν σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως.

Ὃν γὰρ τρόπον ὅταν ᾖ τις φίλος βασιλέως σχολάζων τῷ παλατίῳ, γνωρίζων τὰ μυστήρια καὶ ὁρῶν αὐτοῦ τὴν πορφύραν, συμβῇ δὲ τοῦτον γενέσθαι βασιλέα καὶ στεφανωθῆναι, οὐ ξενίζεται οὔτε πτοεῖται, ἐπειδὴ ἐν πολλῷ χρόνῳ ἐνεγυμνάσθη εἰς τὰ μυστήρια τοῦ παλατίου (οὐ γὰρ ἐνδέχεταί τινα τῶν ἀγελιμαίων καὶ ἰδιωτῶν καὶ ξένων τοῦ μυστηρίου εἰσελθεῖν καὶ βασιλεῦσαι εἰ μὴ τοὺς ἐμπείρους καὶ πεπαιδευμένους), οὕτως καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται, ἤδη προεγνωκότες τὰ μυστήρια τῆς χάριτος.

ἐπειδὴ γὰρ ὁ ἄνθρωπος παρέβη τὴν ἐντολήν, ὁ διάβολος ὅλην τὴν ψυχὴν ἐκάλυψε καλύμματι σκοτεινῷ.

λοιπὸν οὖν ἔρχεται ἡ χάρις καὶ ἀπεκδύεται ὅλον τὸ σκέπασμα, ὥστε λοιπὸν τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, πάντοτε λοιπὸν καθαρῶς ἐν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καθορᾶν καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ.

Ὥσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ τοῦ πατρός, οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαχθέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς θαυματουργίας ὁρῶσιν.

ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον.

ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς καθαρὸς ὢν καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον, οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ



Χριστοῦ καὶ σύνεστι τῷ κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ ἁγίῳ πνεύματι.

ἀλλὰ ταῦτα τὰ μέτρα οὐκ εὐθέως καταλαμβάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ διὰ καμάτου καὶ θλίψεως καὶ ἀγῶνος πολλοῦ.

Εἰσὶ γάρ τινες, ὅτι σύνεστιν αὐτοῖς ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα, σύνεστι δὲ καὶ ἡ κακία ἔνδον, καὶ τὰ δύο πολιτεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν τοῦ φωτὸς καὶ τοῦ σκότους.

ἀλλὰ πάντως ἐρεῖς μοι·

τίς κοινωνία φωτὶ πρὸς σκότος; ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων;» ἀποκρίνομαι σοὶ κἀγὼ τὸ αὐτό·

«τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος» ἢ ποῦ [γὰρ] τὸ θεῖον φῶς ἐπισκοτίζεται ἢ θολοῦται; καὶ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ·

καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε.

μονοτρόπως οὖν οὐ χρὴ τὰ πράγματα νοεῖσθαι οὔτε μονομερῶς.

εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι γίνονται τῆς συνούσης αὐτοῖς κακίας, καὶ ἔχοντες εὐχὴν καὶ ἀνάπαυσιν πολλὴν πρὸς τὸν θεόν, ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ λογισμῶν πονηρῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν τῇ χάριτι τοῦ θεοῦ·

οἱ δὲ ἐλαφροὶ καὶ ἰδιῶται μερικῶς ἐνεργούσης ἐν αὐτοῖς τῆς χάριτος νομίζουσι μηκέτι εἶναι τὴν ἁμαρτίαν.

οἱ δὲ ἔχοντες διάκρισιν καὶ ὄντες φρόνιμοι οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν.

πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς, ὅτι τοσαύτην εὗρον χαρὰν καὶ χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι ἐξηράνθη ἡ ἐπιθυμία·

καὶ μετὰ ταῦτα ὡς ἐνόμισαν ἠλευθερῶσθαι ἀπ' αὐτῆς, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς καὶ κατεκαύθησαν τῇ ἐπιθυμίᾳ, ὥστε ξενίζεσθαι αὐτοὺς καὶ λέγειν ὅτι μετὰ τοσοῦτον χρόνον πόθεν ἡμῖν ἐπανέστη τοσαύτη κακία; οὐδεὶς οὖν τῶν ἐχεφρόνων τολμᾷ εἰπεῖν ὅτι συνούσης μοι τῆς χάριτος τὸ ὅλον ἠλευθέρωμαι τῆς ἁμαρτίας, ἀλλὰ τὰ δύο πρόσωπα ἐν τῷ νῷ ἐνεργεῖται.

οἱ γὰρ ἄπειροι τῶν πραγμάτων, μικρόν τι ἐνεργησάσης εἰς αὐτοὺς τῆς χάριτος, νομίζουσιν ὅτι ἤδη ἐνίκησαν καί εἰσι Χριστιανοὶ τέλειοι.

ἐγὼ δὲ οὕτως φημὶ τὰ πράγματα εἶναι, ὥσπερ ὅταν ᾖ ἐν οὐρανῷ ἥλιος ἐν καθαρῷ ἀέρι καταλάμπων, καὶ ἔλθωσι περὶ αὐτὸν νεφέλαι καὶ καλύπτωσιν αὐτὸν καὶ παχύνωσι τὸν ἀέρα, οὐδὲν ἠδίκηται αὐτὸς ἐνδότερος ὢν ἐκ τοῦ φωτὸς αὐτοῦ καὶ τῆς ἰδίας ὑποστάσεως, οὕτως εἰσὶν οἱ μὴ τελείως καθαρισθέντες·

ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ φυσικὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτοὺς ἐρρωμένους πρὸς τὸν θεόν, καίτοι μὴ ὄντες τοῦ ἀγαθοῦ ὁλοτελῶς.

οὕτως πάλιν οἱ κατεχόμενοι ἐν βάθει ὑπὸ τοῦ ἀγαθοῦ μέρους (τῆς χάριτος λέγω) ἔτι εἰσὶ δοῦλοι καὶ ὑποχείριοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας.

Πολλῆς οὖν χρεία διακρίσεως, ἵνα διὰ πείρας τις γνῷ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον.

λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παράκλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι·

συνῆν γὰρ τῇ χαρᾷ καὶ τῇ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας.

ἀλλ' αὐτὴ ἡ χάρις ἠσφαλίζετο αὐτούς, ἵνα μὴ κἂν εἰς μικρόν τι ἐκτραπῶσιν.

ὥσπερ γὰρ εἴ τις βιζάκιον λίθου ῥίψας εἰς τεῖχος, οὐδὲν ἔβλαψεν ἢ παρεκίνησε τὸ τεῖχος·

ἢ ὥσπερ βέλος ἀποστελλόμενον κατὰ τοῦ φοροῦντος κλίβανον οὐδὲν ἠδίκησεν ἢ τὸν σίδηρον ἢ τὸ σῶμα (ἀντικρούει γὰρ καὶ ἀντιπίπτει), οὕτως εἰ καὶ προσήγγιζέ τι μέρος κακίας τοῖς ἀποστόλοις, οὐκ ἔβλαπτεν αὐτούς, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ.

καὶ οὗτοι δὲ αὐτοὶ τέλειοι ὄντες εἶχον τὴν ἐλευθερίαν τοῦ ἐπεργάσασθαι τὰς δικαιοσύνας.

Ἐπειδὴ οὖν τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία ἐστὶ τῆς ψυχῆς, ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς, εἰς διακονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι·

λέγει γὰρ ὁ ἀπόστολος·

τὸ πνεῦμα μὴ σβέννυτε.

τινὲς μὲν οὖν ἐν αὐτοῖς οὐκ ἤθελον ἐπιβαρεῖς ἄλλοις γίνεσθαι,



τινὲς δὲ ἑαυτοῖς ἐστοίχουν, ἄλλοι δὲ λαμβάνοντες παρὰ κοσμικῶν διεδίδοσαν τοῖς πτωχοῖς·

τοῦτο δὲ ἀξιώτερόν ἐστιν.

οἱ μὲν γὰρ ἔχοντες τὴν χάριν τὸ ἑαυτῶν μόνον μεριμνῶσιν, ἄλλοι δὲ καὶ ἑτέρας ψυχὰς ὠφελῆσαι σπουδάζουσιν·

οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν.

ἄλλοι δὲ τὴν χάριν ἔχοντες ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὰ σώματα αὐτῶν παραδιδόασιν εἰς ὕβρεις καὶ πάθη·

πάλιν οὗτοι ἐκείνων ἀνώτεροί εἰσιν.

τινὲς ἀρετὴν μετιόντες θέλουσι κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων, λέγοντες Χριστιανοὶ εἶναι καὶ μετέχειν πνεύματος ἁγίου, ἄλλοι δὲ κρύπτειν ἑαυτοὺς καὶ ἀπὸ συντυχίας ἀνθρώπων σπουδάζουσιν·

οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν.

ὁρᾷς πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη, ἀνωτέρα καὶ πλεονάζουσα.

Ὥσπερ εἴ τις πενιχρὰ ἐνδύματα περιβεβλημένος ἐν ὁράματι ἑαυτὸν ἴδῃ πλούσιον, ἀναστὰς δὲ ἐξ ὕπνου πάλιν ἴδῃ ἑαυτὸν πένητα καὶ γυμνόν, οὕτως καὶ οἱ λόγον πνευματικὸν λαλοῦντες τῇ ἀκολουθίᾳ δοκοῦσι λαλεῖν, μὴ ἔχοντες δὲ τὸ ἔργον τῶν λόγων ἐν γεύσει τινὶ καὶ δυνάμει καὶ πληροφορίᾳ ἐν τῷ νῷ κεκυρωμένον·

ἐν φαντασίᾳ τινὶ στήκουσιν.

ἢ ὥσπερ γυνὴ ἔχουσα ὁλοσηρικὰ καὶ μαργαρίτας περιβεβλημένη εἰς πορνεῖον προέστηκεν, οὕτως καὶ ἐπὶ τῶν τοιούτων ἡ καρδία αὐτῶν πορνεῖόν ἐστιν ἀκαθάρτων πνευμάτων, καὶ λαλεῖν θέλουσι περὶ δικαιοσύνης μὴ παρακύψαντες εἰς τὰ πράγματα.

Ὥσπερ γὰρ οὐκ ἔστι δυνατὸν ἰχθὺν ἄνευ ὕδατος ζῆσαι ἢ ἄνευ ποδῶν περιπατῆσαί τινα ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λαλεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως ἄνευ τοῦ κυρίου Ἰησοῦ καὶ τῆς ἐνεργείας τῆς θείας δυνάμεως οὐκ ἔστι γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ ἢ εἶναί τινα πλούσιον καὶ Χριστιανόν.

οὗτοι γάρ εἰσι σοφοὶ καὶ πολεμισταὶ καὶ ἀνδρεῖοι καὶ φιλόσοφοι θεοῦ οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θεϊκῆς δυνάμεως.

οἱ γὰρ φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι, καὶ ἄλλοι εἰσὶν «ἰδιῶται τῷ λόγῳ», εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐπὶ τῇ τοῦ θεοῦ χάριτι, ἄνδρες θεοσεβεῖς.

διακρίνωμεν οὖν ποῖοί εἰσι βελτίονες.

«ἐν ἔργῳ καὶ δυνάμει» φησὶ «ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ»·

οὐκ ἐν λόγῳ, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει.

Τὸ οὖν εἰπεῖν τινα ὅτι ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται, εὔκολόν ἐστι·

πῶς δὲ λεπτῶς κατασκευάζεται καὶ πέττεται ἄρτος, χρὴ εἰπεῖν.

τὸ οὖν λαλῆσαι περὶ ἀπαθείας καὶ τελειότητος εὔκολον·

πείρᾳ δὲ διελθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστί.

τὸ γὰρ εὐαγγέλιον ἐν συντόμῳ ἀπεφήνατο·

«μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς·

ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν σιαγόνα, παράθες καὶ τὴν ἄλλην·

ἐάν τις κρίνῃ ἆραί σου τὸ ἱμάτιον, δὸς αὐτῷ καὶ τὸν χιτῶνα».

ὁ δὲ ἀπόστολος ἐπακολουθῶν, πῶς χρὴ κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας γίνεσθαι, διδάσκει, πρῶτον γαλακτοτροφῶν ὡς νηπίους, εἶτα φέρων εἰς αὔξησιν καὶ τελειότητα·

εἶπε γὰρ τὸ εὐαγγέλιον γενέσθαι ἀπὸ ἐρέας στιχάριον·

ὁ δὲ ἀπόστολος ἐμήνυσε τὴν λεπτότητα πῶς κατασκευάζεται.

Οἱ οὖν λόγους πνευματικοὺς λαλοῦντες ἄνευ τῆς γεύσεως τοιούτῳ τινὶ ἐοίκασιν, ὥσπερ ἵνα τις ἐπιβαλόντος καύσωνος διοδεύῃ ἐν πεδίῳ ἐρήμῳ, καὶ ὢν ἔκδιψος διαγράφῃ πηγὴν ῥέουσαν ὕδωρ, σκιογραφῶν ἑαυτὸν πίνοντα, ὁπότε τὰ χείλη αὐτοῦ κατεξήρανται καὶ ἡ γλῶσσα ἐκ τῆς καταλαβούσης δίψης·

ἢ ἵνα τις λαλήσῃ περὶ μέλιτος ὅτι γλυκύ ἐστι, μὴ γευσάμενος δὲ οὐκ οἶδε τὴν δύναμιν τῆς γλυκύτητος, οὕτως καὶ οἱ λόγον λαλοῦντες περὶ τελειότητος καὶ ἀγαλλιασμοῦ ἤτοι ἀπαθείας, μὴ ἔχοντες δὲ ἐνεργείᾳ καὶ πληροφορίᾳ τὰ πράγματα·

οὐχ ὡς λαλοῦσιν, οὕτως εἰσὶν ἅπαντα.

ὅταν γὰρ ὁ τοιοῦτος καταξιωθῇ ποτε μερικῶς ἐν ἔργῳ εὑρεθῆναι, διακρίνει καθ' ἑαυτὸν ὅτι οὐ καθὼς ὑπελάμβανον οὕτως εὗρον·

ἄλλως γὰρ ἐλάλουν καὶ ἄλλως τὸ πνεῦμα ἐργάζεται.

Ὁ γὰρ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις·

καὶ ὅσῳ τις ἐσθίει ἀπ' αὐτοῦ, ἐκ τῆς ἡδύτητος ἐπὶ πλεῖον ἐρεθίζεται ὁ νοῦς,



ἀκατάσχετος καὶ ἀκόρεστος ὑπάρχων καὶ ἀπλήστως ἐπιζητῶν καὶ ἐσθίων.

ἢ ὥσπερ ἐὰν ᾖ τις διψῶν καὶ ἐπιδοθῇ αὐτῷ πόμα γλυκύ, εἶτα ἀρξάμενος τῆς γεύσεως σφοδροτέρως ἐγγίζῃ τῷ ποτῷ μειζόνως ἐκκαιόμενος, καὶ σχεδὸν ἄπαυστός ἐστιν ἡ γεῦσις τοῦ πνεύματος, ὡς τοιούτῳ τινὶ ἀπεικάζεσθαι.

καὶ ταῦτα οὐ λόγοι ψιλοί·

ἐργασία γάρ ἐστι τοῦ ἁγίου πνεύματος ἐν μυστηρίῳ διακονοῦσα τῷ νῷ.

νομίζουσι δέ τινες ὅτι ἀπεχόμενοι γυναικὸς καὶ πάντων τῶν φαινομένων ἤδη ἅγιοί εἰσιν.

ἀλλ' οὐχ οὕτως ἐστίν.

ἔτι γὰρ ἡ κακία ἐν τῷ νῷ καὶ ἐν τῇ καρδίᾳ ζῇ καὶ ἐπαίρεται.

οὗτος δέ ἐστιν ἅγιος ὁ καθαρθεὶς καὶ ἁγιασθεὶς κατὰ τὸν ἔσω ἄνθρωπον.

ὅπου γὰρ ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχεται ἡ πλάνη σπουδάζουσα καλύψαι καὶ θολῶσαι.

Ὅτε οἱ Ἰουδαῖοι ἐκράτουν τὴν ἱερωσύνην, καὶ ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἐπειδὴ εἱστήκεισαν ἐν τῇ ἀληθείᾳ, Ἐλεάζαρος καὶ οἱ Μακκαβαῖοι.

νῦν δὲ ἐπειδὴ ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ καταπετάσματος ἀνεχώρησεν ἐξ αὐτῶν τὸ πνεῦμα, λοιπὸν ὧδε ἀπεκαλύφθη καὶ ἐνεργεῖ ἡ ἀλήθεια.

πάλιν οὖν ἐξ αὐτοῦ τοῦ ἔθνους διώκονται.

ἐξ αὐτοῦ δὲ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἵνα γένωνται μάρτυρες οἱ φιλαλήθεις.

πῶς γὰρ φανήσεται ἡ ἀλήθεια, εἰ μὴ ἔχοι τοὺς ὑπεναντίους, ψευδεῖς ὄντας καὶ κατὰ ἀληθείας τρέχοντας; εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις, πολλῆς δὲ χρῄζουσιν ἀσφαλείας, ἵνα μὴ πέσωσιν.

εἷς γάρ τις τῶν ἀδελφῶν συνευχόμενός τινι ᾐχμαλωτίσθη ὑπὸ θείας δυνάμεως, καὶ ἁρπαχθεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης·

οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων.

καὶ μετὰ μικρὸν φυσιωθεὶς καὶ νομίσας περὶ ἑαυτοῦ ἑωρακέναι, μετὰ τοῦτο εὑρέθη ἐμπεσὼν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας, εἰς μυρία κακά.

εἰ οὖν ὁ ἐσώτερος καὶ ὑψηλὸς ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν ὅτι νηστεύων καὶ ξενιτεύων καὶ διασκορπίζων τὰ ὑπάρχοντα ἤδη ἅγιός εἰμι, οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν αὕτη ἐστὶν ἡ τελείωσις, ἀλλ' εἰ εἰσῆλθες εἰς τὸν νοῦν τὸν ἠφανισμένον καὶ ἀπέκτεινας τὸν ὄφιν τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα καὶ ἀποθήκας τῆς ψυχῆς φωλεύοντα καὶ φονεύοντά σε (ἄβυσσος γάρ ἐστιν ἡ καρδία)·

εἰ τοίνυν ἐκεῖνον ἐφόνευσας, καὶ πᾶσαν τὴν ἔν σοι ἀκαθαρσίαν ἐξέβαλες.

ὅλοι γὰρ οἱ φιλόσοφοι καὶ ὁ νόμος καὶ οἱ ἀπόστολοι καὶ ἡ τοῦ σωτῆρος ἔλευσις περὶ καθαρότητος τὸν λόγον ποιοῦνται.

πᾶς γὰρ ἀνθρώπων, εἴτε Ἰουδαίων εἴτε Ἑλλήνων, ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ οὐ δύνανται καθαρεύειν.

χρὴ οὖν ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνων δύναται τὸ καθαρὸν τῆς καρδίας γενέσθαι.

οὐδαμῶς ἑτέρωθεν εἰ μὴ διὰ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος·

αὐτὸς γάρ ἐστιν «ἡ ὁδός, ἡ ζωή, ἡ ἀλήθεια», ἡ θύρα, ὁ μαργαρίτης, «ὁ ζῶν καὶ οὐράνιος ἄρτος».

καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀληθείας ἀλήθειαν γνῶναι ἢ σωθῆναι.

ὥσπερ οὖν εἰς τὸν ἔξω ἄνθρωπον καὶ εἰς τὰ φαινόμενα πράγματα ἀπετάξω πᾶσι καὶ διέδωκας τὴν ὕπαρξίν σου, οὕτω καὶ ἐν τῇ σοφίᾳ τῇ κοσμικῇ εἰ γνῶσιν ἔχεις καὶ λόγων ἰσχύν, ἀπορρίψασθαι πάντα ὀφείλεις καὶ μηδὲν ἡγήσασθαι, ἵν' οὕτω δυνηθῇς τῇ «μωρίᾳ τοῦ κηρύγματος» οἰκοδομηθῆναι, ὅπερ κήρυγμά ἐστιν ἡ ἀληθὴς σοφία, οὐκ ἔχουσα κόμπον λόγων, ἀλλὰ δύναμιν δι' ἁγίου σταυροῦ ἐνεργουμένην.

δόξα τῇ ὁμοουσίῳ τριάδι εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΙΗ.



1 Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ ἐξαίρετα κτήματα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐκόλως κτᾶται.

οὕτως καὶ οἱ ζητοῦντες



παρὰ θεοῦ καὶ εὑρόντες καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, αὐτὸν τὸν κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ κυρίου ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι καὶ δι' αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι.

διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται.

φησὶ δὲ καὶ ὁ ἀπόστολος·

«ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν ἑαυτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν·

ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦτον τοῦ πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην τοῦ πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός.

ὁ γὰρ πένης καὶ γυμνὸς καὶ πτωχὸς καὶ λιμώττων ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης·

ὁ δὲ ἔχων θησαυρόν, ὡς προείρηται, εὐχερῶς οἷα βούλεται κτήματα καὶ ἀνωδύνως κτᾶται.

οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται κἂν θέλῃ, τῶν καρπῶν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ πνεύματος.

Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι.

πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως πνεύματος καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς·

πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, τὸ πνεῦμα ἐν αὐτῇ καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.

Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα.

ὥσπερ ἐάν τις ᾖ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελές·

ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσῃ πλοῦτον ἔχοντι μέγαν, καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ' αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα.

ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ εἶθ' οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν ἢ ἱμάτιον ἢ ἕτερον εἶδος·

καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.

οὕτως καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγων πνευματικῶν καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς



ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μὴ ἐνδεήσῃ αὐτοῖς·

ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους.

ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ' ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων·

μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος πρὸς τὰ ἴδια, ἀφ' ὧν ἤρθη, ἀπέρχεται καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν πνεύματος, ἀφ' οὗ προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος μηδὲ ἀγαλλιώμενος τῷ πνεύματι.

∆ιὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος.

καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν.

οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πατρὸς τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν·

«ὁ γὰρ ἀγαπῶν με» φησὶν «ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν·

«ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».

οὕτως ἡ ἄπειρος χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ πνεύματος ἐπηγγείλατο.

δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας τριάδος.

Οἱ γὰρ καταξιωθέντες «τέκνα γενέσθαι θεοῦ» καὶ ἐκ πνεύματος ἁγίου «ἄνωθεν γεννηθῆναι» καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτούς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι.

πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες.

ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ·

ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ.

ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος.

ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ εὐφραινόμενοι καὶ μεθύοντες τῷ πνεύματι μέθην θείαν μυστηρίων πνευματικῶν.

ἄλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενοι ὑπὲρ ὅλου τοῦ Ἀδὰμ πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι.

ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατόν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ.

ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν.

ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται.

ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας·

ὁμοίως γὰρ καὶ πνευματικὸς



λαμβάνει ὅπλα ἐπουράνια τοῦ πνεύματος καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην πνευματικὴν ἡδονὴν καὶ ἀνάπαυσιν ἄρρητον οὖσα καὶ εὐθηνίαν.

ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον.

ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται.

οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχήν, ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ.

Ταῦτα δὲ τὰ προειρημένα τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων·

αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης.

ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τῷ παρακλήτῳ πνεύματι διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμός, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται.

ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ πνεύματι ἁγίῳ ἀνακεκραμένοι ἀφωμοίωνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν καὶ ἔξωθεν ὄντες ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροί.

διὰ γὰρ τοῦ πνεύματος καταρτισθέντες, πῶς δύνανται καρποὺς ἔξωθεν κακίας προαγαγεῖν; ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ πνεύματος ἐν αὐτοῖς διαλάμπουσι.

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῷ ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ ἀπόστολος·

«ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ», καὶ πάλιν·

μέχρι καταντήσομεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

ἐπηγγείλατο ὁ κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ πνεύματος.

καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν.

ψυχῇ καὶ σώματι ἀφιερωθέντες καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας.

ἀμήν.



ΟΜΙΛΙΑ ΙΘ.



1 Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι·

πρῶτον πιστεύειν τῷ κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλως ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε χρὴ αὐτὸν προσκαρτερεῖν ἐν πίστει προσδοκίας τοῦ κυρίου, τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός.




εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ·

εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ κύριος·

μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ κύριος·

«γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν·

«ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε», καὶ πάλιν·

«βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν» καί·

ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας.

ἐπὶ πᾶσι τὴν τοῦ κυρίου ταπείνωσιν καὶ τὴν πολιτείαν καὶ τὴν πραότητα καὶ τὴν ἀναστροφὴν ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω.

ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς, καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκουούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξῃ ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου μνημονεύων ἀεὶ καὶ προσδοκῶν αὐτὸν ἐν πολλῇ ἀγάπῃ.

τότε θεωρῶν ὁ κύριος τὴν τοιαύτην προαίρεσιν καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγχει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιμπλῶν αὐτόν.

καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείας (μᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολάς) καὶ τοὺς καρποὺς τοῦ πνεύματος τότε καρποφορεῖ καθαρῶς.

Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, κατὰ τὸ εἰρημένον·

μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μὴ ἔχοντα εὐχὴν πνευματικήν.

καὶ οὕτως ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγχοντα μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν πνεύματος, δίδωσιν ἀγάπην ἀληθινήν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος.

Εἰ δέ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ.

τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ' ὃ καὶ πρὶν ἦν·

οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησε πόνῳ, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι·

οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο·

οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου·

οὐκ ἔχει



πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνωκεν ἑαυτόν, οὐκ ἐδοκίμασε μὴ ἔχειν, καὶ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν τὴν πρὸς αὐτὸν βεβαίαν πίστιν καὶ πεποίθησιν ἀληθινήν.

Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτως καὶ εἰς τὴν πεποίθησιν, οὕτως καὶ εἰς τὴν ταπεινοφροσύνην, οὕτως εἰς τὴν ἀγάπην, οὕτως εἰς τὴν πραότητα, ἀκεραιότητά τε καὶ ἁπλότητα, οὕτως εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν κατὰ τὸ γεγραμμένον μετὰ χαρᾶς, οὕτως βιάζεσθαι εἰς τὸ ἑαυτὸν ἐξουθενεῖν καὶ πτωχὸν καὶ ἔσχατον λογίζεσθαι, οὕτως εἰς τὸ μὴ ὁμιλεῖν τὰ μὴ ὄντα χρήσιμα, ἀλλ' ἀεὶ τὰ τοῦ θεοῦ μελετᾶν καὶ λαλεῖν στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι καὶ κραυγάζειν, κατὰ τὸ εἰρημένον·

«πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ».

εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος, εἰς τὸ μὴ ἐπαίρεσθαι καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵν' οὕτως ὁ κύριος, ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ προαίρεσιν τοῦ οὕτως εἰς πᾶσαν ἀγαθότητα καὶ ἁπλότητα καὶ χρηστότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος ἑαυτὸν καὶ ἄγοντος μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, αὐτὸς ὁ κύριος ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ, ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν.

καὶ γίνεται αὐτῷ τὰ τῆς ἀρετῆς πάντα ἐπιτηδεύματα ὡς φύσις.

τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ κύριος καὶ γενόμενος ἐν αὐτῷ (καὶ αὐτὸς ἐν τῷ κυρίῳ), αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος.

Εἰ δὲ εἰς εὐχὴν μόνον βιάζεταί τις ἑαυτόν, ἕως οὗ λάβῃ χάρισμα παρὰ θεοῦ, εἰς ταῦτα δὲ τὰ προειρημένα ὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἄγχει καὶ ἐθίζει, οὐ δύναται ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως αὐτὰ ποιῆσαι.

ἀλλ' οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὅσον δυνατὸν εἰς τὸ ἀγαθόν·

ἐνίοτε γὰρ γίνεται πρὸς αὐτὸν ἡ θεία χάρις αἰτοῦντα καὶ δεόμενον·

ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν.

μὴ ἔχων δὲ μήτε ἐθίσας μήτε προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετάς, εἴγε λάβῃ, ἀπόλλει τὴν χάριν ἣν ἔλαβε, καὶ πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν τῇ χάριτι τῇ πρὸς αὐτὸν γενομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐκ προαιρέσεως ἑαυτὸν οὐ δίδωσι.

τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματος ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε καὶ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί.

Ὀφείλει οὖν ὁ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ θεοῦ βιάζεσθαι ἑαυτὸν καὶ μὴ θέλουσαν τὴν καρδίαν ὑποτάσσειν κατὰ τὸ εἰρημένον·

«διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα».

ὥσπερ γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ τοῦτο κατορθώσῃ, ὁμοίως ἐὰν θέλῃ, καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει καὶ ἐθίζει ἔθος ἀγαθόν·

καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου διὰ παντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν γεύσεως θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος, αὔξειν ποιεῖ καὶ θάλλειν τὸ χάρισμα τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, ἐν τῇ ἀγάπῃ, ἐν τῇ πραότητι.

Αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ ταῦτα καὶ διδάσκει αὐτὸν ἀληθινὴν εὐχήν, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἃ προεβιάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐμελέτησε καὶ ἐδόθη αὐτῷ·

καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται.

ὁ γὰρ ταπεινὸς



οὐδέποτε πίπτει.

πόθεν γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, καὶ μεγάλη ὕψωσις καὶ τιμιότης καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.

Καὶ ἡμεῖς τοίνυν βιασώμεθα καὶ ἄγξωμεν ἑαυτοὺς εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως, ἐν προσδοκίᾳ τοιαύτῃ καὶ σκοπῷ, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν τῷ θεῷ ἐν πνεύματι καὶ ἀληθείᾳ.

καὶ αὐτὸ τὸ πνεῦμα ἐν ἡμῖν εὔξηται, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν νῦν καὶ βιαζόμενοι οὐκ ἔχομεν ταπεινοφροσύνην ἀληθινήν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀκόπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τῶν καρπῶν αὐτοῦ·

καὶ οὕτως τῶν ἐντολῶν τοῦ θεοῦ πληρωθεισῶν ὑφ' ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ κυρίου καὶ τελειώσαντος ἡμᾶς τοῦ πνεύματος εἰς ἑαυτὸ καὶ τελειωθέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.

δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων·

υἱοὺς πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν.

αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ἀμήν.

ΟΜΙΛΙΑ Κ.

1 Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος δύναμις (καθὼς εἴρηται·

εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ), κλαιέτω καὶ παρακαλείτω τὸν κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ πνεύματος ἔνδυμα.

ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐάν τις γυμνὸς ᾖ, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι ἰδίους, καὶ τέκνα ἰδόντα γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἐνατενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρός, καὶ ὀπισθοφανῶς ἀπελθόντες ἐπεκάλυψαν αὐτὸν καὶ οὕτως ἐπέστρεψαν τὰς ὄψεις, οὕτω καὶ ὁ θεὸς ἀπέστραπται τὰς ψυχὰς τὰς μὴ ἐνδεδυμένας τὸ τοῦ πνεύματος ἔνδυμα ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν δυνάμει καὶ ἀληθείᾳ.

Αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος ἑαυτὸν γυμνὸν ᾐσχύνθη·

τοσαύτη ἀτιμία τῇ γυμνότητι πρόσεστιν.

εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχὴ ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον καὶ ἄφθαρτον καὶ πνευματικὸν ἔνδυμα, αὐτὸν τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πλείονα αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὢν γυμνὸς ἀπὸ τῆς θείας ἐκείνης δόξης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὤν·

κἂν ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων περίβλημα, ὅμως τὴν αἰσχύνην ἐφόρει, τὴν πτωχείαν καὶ γυμνητείαν ἑαυτοῦ ἐπιγινώσκων.

Αἰτείτω οὖν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ διδόντος καὶ ἀμφιεννύντος δόξαν Χριστοῦ ἐν φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίων, δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένη καὶ νομίζουσα ἔχειν ἄμφιον σωτηρίου.

εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ



δικαιοσύνην (ἥτις ἐστὶν ὁ κύριος, «ὃς» φησὶν «ἐγενήθη ἡμῖν δικαιοσύνη καὶ ἀπολύτρωσις»), ματαίως καὶ κενῶς κοπιᾷ.

πᾶσα γὰρ ἡ οἴησις τῆς δικαιοσύνης αὐτοῦ ὡς ῥάκος ἀποκαθημένης φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὥς φησιν Ἠσαΐας ὁ προφήτης·

«ἐγενήθη πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης».

αἰτήσωμεν οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς·

ὃν φορέσασαι ψυχαὶ οὐκ ἀποδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλ' ἐν τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, οὗ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς ψυχαί, καθώς φησιν ὁ ἀπόστολος·

ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.

δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ καὶ τῷ ἀφράστῳ ἐλέει αὐτοῦ.

Καὶ πάλιν ὥσπερ ἡ αἱμορροοῦσα γυνὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ ἐξηράνθη ἡ ῥύσις τῆς ἀκαθάρτου πηγῆς τοῦ αἵματος, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν διαλογισμῶν, ἐὰν προσέλθῃ τῷ Χριστῷ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ μόνου.

ἄλλῳ δέ τινι ἰάσασθαι τὸ τραῦμα τοῦτο ἀδύνατον.

Οὕτως γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν.

διέβλεψαν λοιπὸν οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν.

οὕτως οὖν ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν εἶναι ἰάσασθαι, εἰ μὴ μόνῳ τῷ κυρίῳ·

τούτῳ μόνῳ δυνατόν ἐστιν.

αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν διαλογισμῶν τῆς ψυχῆς ἐξήρανεν.

ὥσπερ γὰρ ἐκείνη ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύσειν ἐπαγγελλομένοις, παρ' οὐδενὸς ἐθεραπεύθη τούτων, ἕως οὗ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, καὶ οὕτως εὐθέως ᾔσθετο τῆς ἰάσεως καὶ ἔστη ἡ ῥύσις τοῦ αἵματος, οὕτω τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν οὔτε πατριαρχῶν ἴσχυσε θεραπεῦσαι.

Μωϋσῆς ἦλθεν, ἀλλ' οὐκ ἠδυνήθη ἴασιν παντελῆ δοῦναι.

ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νεομηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι καὶ καθαρισθῆναι ἀπὸ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῆς θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς.

αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον λύτρωσιν καὶ ἴασιν τῆς ψυχῆς ἐποίησεν.

αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν.

αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων λογισμῶν·

ἰδοὺ γάρ φησιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Οὐ γὰρ ἠδύνατο τὰ ἴδια ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἑαυτῆς δικαιώματα μόνον, θεραπεῦσαι καὶ ἰάσασθαι αὐτὴν ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου τοῦ φαρμάκου μόνου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς ἐφικέσθαι, καθαρισθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος τὴν καρδίαν.

ἀλλ' ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδυνήθη καὶ τετραυμάτιστο, ἀλλ' ὅμως πόδας εἶχε τοῦ ἐλθεῖν πρὸς τὸν κύριον καὶ ἐλθοῦσα τυχεῖν ἰάσεως·

ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν ὑπερβῆναι οὐκ ἠδύνατο καὶ ἐλθεῖν πρὸς τὸν κύριον διὰ τὸ μὴ βλέπειν, ἀλλ' ὀξυτέραν



ἀγγέλων ἀπέστειλε τὴν φωνήν (ἔλεγε γάρ·

υἱὲ ∆αβίδ, ἐλέησόν με), καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος τοῦ κυρίου πρὸς αὐτὸν καὶ διαβλέψαι ποιήσαντος, οὕτως καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας κἂν τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ' ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ.

Ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόησε καὶ ἡ αἱμορροοῦσα προσῆλθε τῷ κυρίῳ, οὐκ ἂν ἐτύγχανον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν κύριον καὶ μετὰ πληροφορίας πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει.

διὰ τί γὰρ ἐκεῖνοι πιστεύσαντες ἰῶντο εὐθέως, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν ἐκ τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα·

ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται.

εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ κύριος ἐποιήσατο ἐλθὼν ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τῆς ἀθανάτου καὶ κατ' εἰκόνα αὐτοῦ πεποιημένης ψυχῆς.

ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν, διὰ τὴν διχοστασίαν ἡμῶν, διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας μήτε ἐξ ἀληθείας αὐτῷ πιστεύειν, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν.

πιστεύσωμεν οὖν αὐτῷ καὶ προσέλθωμεν ἐν ἀληθείᾳ, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ἐν ἡμῖν ποιήσῃ.

ἐπηγγείλατο γὰρ διδόναι «τοῖς αἰτοῦσιν αὐτὸν πνεῦμα ἅγιον» καὶ τοῖς κρούουσιν ἀνοίγειν καὶ τοῖς ζητοῦσιν εὑρίσκεσθαι, καὶ ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος.

αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

ἀμήν.