Help/regexpess/precetest

From MacariusOfEgypt
< Help‎ | regexpess
Revision as of 23:26, July 30, 2013 by Evagelosvar (Talk | contribs)

Jump to: navigation, search


Page "Macarius_of_Egypt_PG_34" does not exist.


Preces


Εὐχὴ τοῦ ἁγίου Μακαρίου.


1Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου.


2Ἀναρῦσαί με ἀπὸ τοῦ Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ 34.


3448 στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.


4Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς.


5Σὺ γὰρ γινώσκεις, ∆έσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι.


6Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ.


7Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου.


8Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά.


9Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται.


10Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν.


11Ναὶ, ∆έσποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.


12Εὐχὴ εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ ταχθέντα σκεπεῖν καὶ διαφυλάττειν ἡμᾶς.


13Ἅγιε ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλὸν, μηδ' ἀποστῇς ἀπ' ἐμοῦ διὰ τὴν ἀκαθαρσίαν μου, μὴ δῷς χώραν τῷ πονηρῷ δαίμονι, κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος.


14Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας.


15Ναὶ, ἅγιε ἄγγελε τοῦ Θεοῦ, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν.


16Σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν.


17Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος.


18Ἀμήν.


19