Last modified on August 22, 2013, at 05:25

Μακάριος Αιγύπτιος - Macarius of Egypt/Ομιλία 7 - Homiliae 7 (collectio HA)/Πρωτότυπο

Template:SP


MacariusOfEgypt.jpg

Εδώ θα βρείτε το Πρωτότυπο κείμενο στην Patrologia Gracea Migne. [ Original File]

Here you will find the Orignal Text from Patrologia Gracea Migne. [ Original File]

makariou_patrologia.jpg


Homiliae 7 (collectio HA)

ΜΑΚΑΡΙΟΥ ΟΜΙΛΙΑΙ

Τοῦ αὐτοῦ μοναχοῦ θείου πατρὸς Μακαρίου ἐπιστολὴ δευτέρα πρὸς τὸν ἀββᾶν Συμεὼν τὸν ἀσκητὴν τὸν ἀπὸ Μεσοποταμίας τῆς Συρίας καὶ πρὸς τοὺς λοιποὺς ἀδελφοὺς τοὺς ὄντας μετ' αὐτοῦ.

1

ΟΜΙΛΙΑ ΝΑ

51-1 Μακάριος τοῖς ἀγαπητοῖς καὶ ὁμοψύχοις ἀδελφοῖς ἐν Κυρίῳ.

2

εἰρήνη ὑμῖν ὑπερεκπερισσοῦ ἀπὸ Κυρίου πληθυνθείη, εἰρήνη ἡ ἐπου ράνιος ἡ ἀνατείλασα τῷ κόσμῳ τὸ φῶς·

3

ἣν ἐκήρυξαν προφῆται καὶ ἐλάλησαν δίκαιοι καὶ εὐηγγελίσαντο ἄγγελοι.

4

εἰρήνη ἐκείνη, ἣν ἐδέ ξατο Μαρία, καὶ ἐγέννησε σωτῆρα κόσμου·

5

τὸν κατελθόντα πρὸς τοὺς νεκρούς, καὶ διαρρήξαντα τὰς πέτρας, καὶ ἀνοίξαντα τὰ μνημεῖα, καὶ ζωοποιήσαντα τοὺς νεκρούς, καὶ ἐξαγαγόντα τοὺς ἐγκεκλεισμένους, καὶ λύσαντα τοὺς πεπεδημένους, καὶ ἐλευθερώσαντα τοὺς δεδουλωμένους, καὶ διαρρήξαντα τὸ χειρόγραφον τῆς κατακρίσεως Ἀδάμ, καὶ γρά ψαντα νόμον ἐπουράνιον ἐν ταῖς ψυχαῖς, καὶ συμμίξαντα τὴν θεότητα τῇ ἀνθρωπότητι, καὶ ἐλευθερώσαντα τὴν κτίσιν, καὶ ἀποκτείναντα τὴν ἁμαρτίαν, καὶ ἄραντα τὴν κατάραν ἀπὸ τῆς γῆς, καὶ διαρρήξαντα τὸν φραγμὸν τῆς ἔχθρας, καὶ ἀναστήσαντα ἐκ τοῦ χοὸς τὸ κατακριθὲν σῶμα τοῦ Ἀδάμ, καὶ εἰσαγαγόντα αὐτὸν ἐν τῷ παραδείσῳ τῆς ἐπαγγε λίας, καὶ ποιήσαντα περιπατῆσαι ἐν καινῇ ζωῇ τῇ μὴ ἀποθνησκούσῃ πάλιν, ἵνα γενώμεθα αὐτοῦ ἀδελφοί, καὶ γεννήσῃ ἡμᾶς ἐκ τοῦ πατρὸς αὐτοῦ.

6

οὗ ἤκουσαν στεῖραι, καὶ ἐσκίρτησαν ἐν ἀγαλλιάσει τὰ ἔμβρυα αὐτῶν·

7

ὦτα κωφῶν ἠνοίχθη, καὶ μογιλάλων γλῶσσα ἐλύθη·

8

χωλοὶ περιεπάτησαν·

9

παραλυτικοὶ ἰάθησαν, καὶ ἔλαβον τὰ κλινίδια αὐτῶν.

10

ὃν εἶδεν ἡ ἁμαρτωλὸς καὶ προσεκύνησε, καὶ ἀνεπλήρωσε τὰ ὀφειλήματα αὐτῆς τοῖς φιλήμασι τῶν ποδῶν αὐτοῦ·

11

ὃν ἰδὼν Ζακχαῖος ἐδέξατο ζωὴν ἐν τῷ οἴκῳ αὐτοῦ·

12

ὃν εἶδον τὰ ὕδατα καὶ μετεβλήθη εἰς οἶνον, καὶ ὀλίγοι ἄρτοι ὑπερεπερίσσευσαν·

13

ὃς ἔδωκεν ἴασιν ἐκ τοῦ κρασπέδου αὐτοῦ τῇ αἱμορροούσῃ καὶ ἐρρύσθη ἐκ τῆς πηγῆς τοῦ αἵματος τῆς ῥύσεως αὐτῆς·

14

ὁ περιπατήσας ἐπὶ κυμάτων θαλάσσης, καὶ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ ἡσύχασε, καὶ τοὺς ἰχθύας συγκλείσας ἐν τῇ σαγήνῃ, καὶ πάλιν ἐξ ἰχ θύος ἑτέρου στατῆρα ἐνεγκών·

15

ὃν εἶδον οἱ ἁμαρτωλοί, καὶ ἐδικαιώθησαν, καὶ πόρναι γεγόνασι σώφρονες, καὶ παρθένοι κατέλιπον τοὺς ὁρμα στοὺς αὐτῶν, καὶ ὕπανδροι ἀνεχώρησαν τῶν συζύγων αὐτῶν, καὶ νυμ φίοι καὶ νύμφαι κατήργησαν τοὺς γάμους αὐτῶν, καὶ βασιλεῖς λαβόντες τὰ διαδήματα, ἦλθον εἰς προσκύνησιν αὐτοῦ, καὶ δικασταὶ κατέλιπον τὰ δικαστήρια αὐτῶν, καὶ σοφοὶ κατεπάτησαν τὴν σοφίαν αὐτῶν, καὶ ἰατροὶ ἔρριψαν τὰ φάρμακα αὐτῶν, καὶ πλούσιοι ἀφῆκαν τὸν πλοῦτον αὐτῶν, καὶ ἔμποροι κατέλιπον τὰς ἐνθήκας αὐτῶν·

16

ὃν εἶδον ἄφρονες καὶ γεγόνασι συνετοί, καὶ ἰδιῶται γεγόνασι γραμματεῖς, καὶ ἁλιεῖς γεγόνασι

κήρυκες, καὶ οἱ μὴ ἔχοντες λόγον ἐλάλησαν πάσῃ γλώσσῃ.

17

εἰρήνη ἐκείνη, ἡ δεξαμένη τὸ δῶρον τοῦ Ἄβελ, καὶ μεταστήσασα τὸν Ἐνὼχ τοῦ μὴ γεύσασθαι θανάτου, καὶ τὸν Νῶε σκεπάσασα ἐν τῇ κιβωτῷ.

18

ὁ πληθύνας τὰς εὐλογίας τοῦ Ἁβραάμ, καὶ τὸν Ἰσαὰκ κληρονόμον καταστήσας τῆς ἐπαγγελίας, ἐξ οὗ σπέρματος ἐγεννήθη ὁ σωτὴρ τῶν αἰώνων·

19

ὁ ἐκλεξάμενος τὸν Ἰακὼβ ἐκ μήτρας, τοῦ δέξασθαι τὰς εὐλογίας τῶν πρωτοτόκων·

20

ὁ γενόμενος μετὰ Ἰωσὴφ ἐν γῇ ἀλλοτρίᾳ καὶ λαβὼν τὸν ζυγὸν τῆς δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου·

21

ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐτῷ ἐξουσίαν ὑποτάσσειν πάντα τὰ κτίσματα, καὶ τὴν θάλασσαν ποιήσας δραμεῖν ἔμπροσθεν αὐτοῦ·

22

ὁ ἐνδυναμώσας Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ νικητὴν ποιήσας ἐν πάσαις ταῖς συμβολαῖς τῶν πολέμων·

23

ὁ ἐκλεξάμενος τὸν Σαμουὴλ εἰς ἱερέα, καὶ τὸν ∆αβὶδ χρίσας ὀπίσω ποιμνίων·

24

ὁ ἐξ ὀλίγου ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ἐλαίου ὀλίγου ἐν τῷ καψάκῃ τῆς χήρας, ποιήσας πηγὴν πλησμονῆς εἰς ἔτη τρία καὶ μῆνας ἕξ.

25

ὁ ἀποστείλας ἵππους καὶ ἅρμα πυρὸς πρὸς Ἠλίαν καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν οὐρανόν, καὶ χαρισάμενος Ἐλισσαίῳ πνεῦμα διπλοῦν καθὼς ᾐτήσατο·

26

ὁ κελεύσας ξύλῳ ποιῆσαι θαυμάσια ἐν Αἰγύπτῳ, καὶ ῥάβδῳ ξηρᾷ τοῦ Ἀαρὼν ποιῆσαι καρπόν.

27

εἰρήνη ἐκείνη, ἡ ἐνδυναμώσασα τὸν Ἰὼβ ἐν τοῖς πειρασμοῖς, καὶ ἐξαγαγοῦσα τὸν Λὼτ ἐκ τοῦ κατακλυσμοῦ τοῦ πυρός.

28

ὁ γενόμενος μετὰ τῶν πατέρων πάντων, ᾧ καὶ πιστεύσαντες καὶ ὃν ἀγαπήσαντες ἐξῆλθον ὀπίσω αὐτοῦ ὑπομεί ναντες ὀνείδη καὶ θλίψεις·

29

καὶ ἐγένοντο ξένοι καὶ πτωχοί, καὶ πάροικοι καὶ δεδιωγμένοι, ἐξουδενώσαντες τὸν κόσμον, καταφρονήσαντες τοῦ θανάτου, καὶ ἀρνησάμενοι ἑαυτούς·

30

καὶ ἐπειράσθησαν παντὶ πειρασμῷ, καὶ ἐβλήθησαν εἰς θηρία, καὶ γεγόνασι θέατρον τῷ κόσμῳ·

31

καὶ διελ θόντες διὰ πυρὸς καὶ ὕδατος ἐξῆλθον εἰς ἀναψυχήν.

32

51-2 ταῦτα δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ ἀγαπητοί, ἵνα γνῶτε ὡς ἀφ' ἧς ἡμέρας ἐκτίσθη ὁ Ἀδὰμ ἐπὶ τῆς γῆς καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐχ ἡσυχάζει ὁ πονηρὸς ποιεῖν πόλεμον μετὰ τῶν ἁγίων.

33

ἐν αὐτῷ γὰρ τῷ σώματι ᾧ ἐσμὲν ἐνδεδυμένοι, λοιπὸν μετὰ τὴν παράβασιν τοῦ πρω τοπλάστου, οἰκεῖ καὶ ἀναστρέφεται μεθ' ἡμῶν πονηρῶς καὶ δολίως ἐν ταῖς πανουργίαις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτοῦ.

34

ὅσοι δέ εἰσι νήπιοι καὶ ἀγύμναστοι τῶν πολέμων αὐτοῦ περισσοτέρως τραυματίζονται ὑπ' αὐτοῦ διὰ τὴν ἁπλότητα τῆς νηπιότητος αὐτῶν·

35

ἐφ' ὅσον δὲ τὸν Κύριον ἐν ἀληθείᾳ ζητοῦσιν οὐ πίπτουσι·

36

γέγραπται γὰρ Φυλάσσων τὰ νήπια ὁ Κύριος·

37

ὅπλον γὰρ οὐράνιον οἱ Χριστιανοὶ ἐνδεδυμένοι ἐν αὐτῷ ποιοῦσι πόλεμον, ὡς εἷς πρὸς ἕνα, κρυπτῶς, ἐν ταῖς ἑαυτῶν ψυχαῖς.

38

καὶ οἱ μὲν ἄνθρωποι κατέναντι ἀλλήλων πολεμοῦντες καιροὺς ἔχουσιν ἐν οἷς πολεμοῦσι, καὶ μετὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἕκασ τος αὐτῶν ἀναπαύεται καὶ καθέζεται ἐν τῇ πατρίδι αὐτοῦ μεθ' ἡσυχίας καὶ εἰρήνης·

39

ὅσοι δὲ μετὰ τοῦ Σατανᾶ πόλεμον ποιοῦσι, νυκτὸς καὶ ἡμέρας οἱ τοιοῦτοι ἐν ἀγῶνι στήκουσιν·

40

ἐν ἑνὶ γὰρ οἴκῳ, ὅς ἐστι τὸ σῶμα, κατέλυσε ψυχὴ ἀνθρώπου καὶ ὁ Σατανᾶς, πρὸς ὃν πολεμεῖ·

41

ἐκεῖ οἰκεῖ ἐν αὐτῷ καὶ ἀναστρέφεται, καὶ διὰ τοῦτο ἐγγύτερός ἐστι τῆς ψυχῆς πᾶσαν ὥραν·

42

διὰ τοῦτο οὐχ ἡσυχάζουσιν οὔτε ἀναπαύονται, ἕως οὗ ἐνδύσωνται ὅπλον καὶ δύναμιν ἐξ ὕψους, ἐπειδὴ ἐπίστευσαν καὶ ἔγνωσαν διὰ τοῦ θεοῦ, ὅτι ἐστὶ μετ' αὐτῶν ὁ φονεὺς τῆς ἀνθρωπότητος·

43

καὶ εἰς αὐτοὺς τοὺς πολέμους αὐτῶν ἥδονται, ἐν οἷς ἔγνωσαν ὅτι τὸν θεὸν ἀγα πῶσι, καὶ μετὰ τοῦ Σατανᾶ πολεμοῦσι σὺν τῇ δυνάμει τοῦ θεοῦ.

44

ὀλίγοι δέ εἰσι καὶ σπάνιοι οἱ εἰδότες ὅτι ἐστὶ

μετ' αὐτῶν ὁ ἀφανιστὴς τῶν ψυχῶν·

45

διὰ τοῦτο ἐν θλίψει εἰσί, καὶ οὐκ ἔστιν ἐπὶ γῆς ὃς παρακαλέσει αὐτούς, ἐπειδὴ προσέχουσι καὶ προσδοκῶσιν ἐκ τοῦ οὐρανοῦ, ἵνα δέξων ταί τι ἐν αὐτοῖς, καὶ ἐν ἐκείνῃ τῇ δυνάμει καὶ τῷ ὅπλῳ τοῦ πνεύματος νικῶσιν.

46

ἐξ οὐρανοῦ γάρ ἐστιν ἣν δέχονται δύναμιν, μὴ φαινομένην ὀφθαλμοῖς σαρκός·

47

ὅσον γὰρ τὸν θεὸν ζητοῦσιν ἐξ ὅλης καρδίας, δύναμις θεοῦ κρυπτῶς πᾶσαν ὥραν βοηθεῖ αὐτοῖς·

48

εἰ δὲ καὶ πειράζονται ὑπὸ τοῦ Σατανᾶ διὰ τὴν ἀσθένειαν αὐτῶν, ἀλλ' οὐκ ἐγκαταλιμπάνει αὐτοὺς ὁ Κύριος ἐπὶ πολὺ ἐμποδισθῆναι καὶ ἐπὶ πλεῖον πειρασθῆναι·

49

αὐτοὶ δὲ οἱ πόλεμοι διδάσκουσιν αὐτοὺς γνῶναι τί ἐστιν ὁ Σατανᾶς, καὶ πῶς φθείρει τοὺς ἀνθρώπους·

50

καὶ αὐτὰ τὰ πάθη τῶν πολέμων διδάσκουσιν αὐτοὺς ἐγγίζειν πρὸς τὸν θεὸν τὸν σωτῆρα τοῦ κόσμου·

51

καὶ ἐπὰν γνῶσι τὴν ἀσθένειαν ἑαυτῶν, μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως·

52

καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς πόδας αὐτῶν ὁ ἐχθρὸς τῶν ψυχῶν.

53

δι' ὧν ὅπλων καταλύεται τὰ τείχη τῆς ἁμαρτίας τὰ κυκλώσαντα τὴν ψυχήν, καὶ ψυχαὶ αἱ ἐγκεκλεισμέναι εἰς σκότος εἰς φῶς ἐξέρχονται, καὶ πρὸς τὸν πατέρα αὐτῶν τὸν οὐράνιον ἐγγίζουσι, καὶ κάλλος ὡραιό τητος θεϊκὸν ἐνδύονται, καὶ δόξαν καὶ δύναμιν περιζώννυνται, καὶ πάντα τὰ ἐπιτηδεύματα τοῦ πονηροῦ πνεύματος μανθάνουσιν, ὥς φησιν ὁ ἀπό στολος Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, καὶ μετὰ τοῦ πνεύματος τοῦ ἁγίου συμμίγνυνται, καὶ τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς ποιοῦσι.

54

51-3 γινώσκετε οὖν, ἀδελφοὶ ἀγαπητοί, ὅτι ὅσοι ἑτοιμάζουσι τὰς ἑαυτῶν ψυχὰς γενέσθαι γῆν τοῦ οὐρανίου σπόρου, ἐκεῖ ὁ ἐχθρὸς σπεύδει σπεῖραι τὰ ζιζάνια αὐτοῦ·

55

διὸ καὶ ἐπειράσθητε ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀκηκοότες ἐλυπήθημεν ἐπὶ πολύ.

56

καὶ τοῦτο δὲ ἴστε·

57

ὡς εἰ μή τινες ἐξ ὅλης καρδίας ζητήσουσι τὸν Κύριον, οὐ πειράζονται ὑπὸ τοῦ Σατανᾶ φανερῶς, ἀλλὰ κρυπτῶς καὶ δολίως διὰ τῆς ἀπάτης αὐτοῦ ἐξαφανίζει τὰς ψυχὰς τῶν ἀνθρώπων, φθείρων καὶ ἀπαλλοτριῶν ἀπὸ θεοῦ·

58

καὶ τὰ νῦν, ἀδελφοὶ, θαρσεῖτε καὶ μὴ δειλιάσητε ἐν μηδενί, καὶ μὴ πτύρεσθε ἐν ταῖς φαντασίαις τοῦ ἀλλοτρίου, καὶ ἐν τῇ προσευχῇ μὴ γίνεσθε συγκε χυμένοι ἐν πλείοσι καὶ ἀπρεπέσι κραυγαῖς, ἔσεσθε δὲ ἐκδεχόμενοι τὴν χάριν τοῦ Κυρίου ἐν πόνῳ ψυχῆς καὶ πείνῃ νοός·

59

οὐ γὰρ πρὸς ὑμᾶς μόνον τοιαῦτα γεγόνασιν, ἀλλὰ καὶ ἐνταῦθα ὅμοια γεγόνασι πρός τινας·

60

ταῦτα δὲ συμβέβηκεν ἐν τῷ πρώτῳ καιρῷ·

61

ὅτε γὰρ ἤρξαντο προσ καρτερεῖν ἐν προσευχαῖς, ἐν πειρασμοῖς ἐκλυδωνίσθησαν διὰ τὸ ἀγυ μνάστους αὐτοὺς εἶναι, καὶ διὰ τὴν νηπιότητα αὐτῶν συνεχύθησαν.

62

τὸ λοιπὸν, ἀδελφοί, θαρσεῖτε καὶ παρακαλεῖσθε καὶ ἐκδέχεσθε, μεριμνῶντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν, σπουδάζοντες προσκαρτερεῖν τῇ προσευχῇ, καὶ μὴ ἐκκακήσῃ ὁ νοῦς ὑμῶν, γέγραπται γὰρ Ὑπομονῆς χρείαν ἔχετε, ἵνα ποιήσαντες τὸ θέλημα τοῦ θεοῦ κομίσησθε τὰς ἐπαγγελίας.

63

καὶ ὁ Κύριος εἶπεν Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν, ἀμὴν λέγω ὑμῖν, πᾶν ὃ ἐὰν αἰτήσωνται, λήψονται·

64

ὅσοι γὰρ ἐν ἀληθείᾳ τὸν θεὸν ζητοῦσι, δύναμιν θεϊκὴν δέχονται ἐν ταῖς ψυχαῖς, καὶ οἱ τοιοῦτοι τῷ οὐρανίῳ χρίσματι προσεγγίζοντες αἰσθάνονται ἐν ἑαυτοῖς τῆς γεύσεως καὶ γλυκύτητος τοῦ μέλλοντος αἰῶνος·

65

οἱ τοιοῦτοι μείζονές εἰσι πάντων ἀνθρώπων τῶν κατοικούντων ἐπὶ τῆς γῆς.

66

ἡ εἰρήνη τοῦ Κυρίου ἡ γενομένη μετὰ πάντων τῶν ἁγίων πατέρων καὶ φυλάξασα αὐτοὺς

ἀπὸ παντὸς πειρασμοῦ, αὕτη ἔσται μεθ' ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος·

67

ἀμήν.

68


52.

69

τ ΟΜΙΛΙΑ Β

52-1 Ὁ λόγος τοῦ θεοῦ ἔργον ἀληθείας ἐπιζητεῖ.

70

εἶτά ἐστιν ἀνθρώπῳ τὸ λέγειν, τὸ ἀκούειν, καὶ τὸ ποιεῖν·

71

διὰ τοῦτο γὰρ ἀκούει τις τοῦ λέγοντος, ἵνα τῆς ἀκοῆς τὸ ἔργον ἐκτελέσῃ.

72

ταύτῃ τῇ ἡμέρᾳ ὁ Κύριος ἐγεννήθη, ἡ ζωὴ καὶ ἡ σωτηρία τῶν ἀνθρώπων·

73

σήμερον γέγονε καταλλαγὴ θεό τητος πρὸς ἀνθρωπότητα καὶ ἀνθρωπότητος πρὸς θεότητα·

74

σήμερον ἐσκίρτησε πᾶσα ἡ κτίσις·

75

οἱ ἄνωθεν ἀπέστειλαν πρὸς τοὺς κάτω καὶ οἱ κάτω πρὸς τοὺς ἄνω·

76

σήμερον τοῦ σκότους θάνατος γέγονε καὶ τοῦ ἀνθρώπου ζωή·

77

σήμερον ὁδὸς γέγονε πρὸς θεὸν τοῖς ἀνθρώποις καὶ θεοῦ ὁδὸς εἰς τὴν ψυχήν·

78

τὸ πρὶν γὰρ ἔλεγεν ὁ προφήτης Ὁδοὶ Σιὼν πεν θοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν, τῆς ψυχῆς τὴν ἐρήμωσιν καὶ τὸν ἀφανισμὸν αἰνισσόμενος, οὔτε γὰρ ὁδὸς θεοῦ εἰς ψυχὴν καὶ ἀνθρώπου διάνοιαν ἦν οὔτε ψυχὴ εἰς θεὸν περιεπάτει·

79

σήμερον ἀγαλλιᾶται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἡ γῆ τῆς ψυχῆς δεχομένη ὄμβρον ἐξ οὐρα νοῦ.

80

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·

81

ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε·

82

σήμερον βασιλεύει τῶν ἐχθρῶν αὐτοῦ, ∆εῖ γὰρ αὐτόν, φησί, βασιλεύειν·

83

σήμερον Ἐστερέωσε τὴν οἰκουμένην, τὴν πρὶν ἔρημον ψυχὴν καὶ σαλευομένην καὶ τρέμουσαν, ἐν φόβῳ καὶ δειλίᾳ τῆς ἁμαρτίας κατεχομένην, Ἐν γὰρ τῇ κατάρᾳ, φησί, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς·

84

ἐπειδὴ γὰρ ὁ οἶκος αὐτῆς ἐν ἄμμῳ ᾠκοδόμητο, ἐν σάλῳ καὶ τρόμῳ ἦν·

85

σήμερον εἰς τὴν ἀσάλευτον πέτραν τῆς θεότητος ἡ οἰκία τῆς ψυχῆς ᾠκοδομήθη.

86

χαίρουσιν ἄγγελοι, οὐρανοί, ἀστέρες, ἥλιος, σελήνη, ἡ γῆ, καὶ πάντα τὰ ἐν αὐτῇ, ὄρη καὶ βουνοὶ σκιρτῶσιν·

87

εἰ γὰρ ἐν τῷ ἐξέρχε σθαι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ συνέχαιρε πάντα τὰ κτίσματα, οὐρα νὸς σκέπων νέφει φωτὸς ἡμέρας, καὶ νυκτὸς ἐν στύλῳ πυρός, τὰ ὄρη ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀληθινοῦ Χριστοῦ γεννηθέντος σήμερον.

88

καὶ γὰρ τὸ πρὶν πᾶσα ἡ κτίσις ἐβόησεν εἰς φθορὰν μετενεχθεῖσα, πεσόντος τοῦ Ἀδὰμ τοῦ ὄντος βασιλέως αὐτῶν, ὃν εἰκόνα θεοῦ ἰδίαν ὑπάρχοντα ἦλθεν ὁ Κύριος ἀνακαινίσαι καθὼς ἔδει καὶ ἀνακτίσαι·

89

ἐπληρώθη ὁ χρόνος τῆς καταδίκης τοῦ ἀνθρώ που·

90

ἐπληρώθησαν οἱ προκατηγγελμένοι ὑπὸ τῶν προφητῶν καιροί·

91

νῦν ἀνακαλεῖται ἐκ τῆς αἰχμαλωσίας καὶ τῆς ἐξορίας, Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·

92

ἐπληρώθη ὁ χρόνος τῶν δεσμῶν καὶ τῆς φυλακῆς καὶ τῆς ἐν τῷ σκότει καταδίκης τοῦ Ἀδάμ.

93

σήμερον αὐτῷ γέγονε λύτρωσις καὶ ἐλευθερία τῆς καταλλαγῆς, καὶ ἡ κοινωνία πρὸς τὸ πνεῦμα, καὶ ἡ συνάφεια πρὸς τὸν θεόν·

94

σήμερον ἤρθη ἡ αἰσχύνη τοῦ προσώπου αὐτοῦ, καὶ ἐδόθη αὐτῷ παρρησία ἀνακεκαλυμμένῳ προσώπῳ ἐνορᾶν καὶ κιρνᾶσθαι τῷ πνεύματι·

95

σήμερον ἀπολαμβάνει ἡ νύμφη τὸν ἑαυτῆς νυμφίον·

96

σήμερον ἑνότης καὶ κοινωνία καὶ καταλλαγὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων γέγονε, θεὸς καὶ ἄνθρωπος.

97

52-2 ἔπρεπε γὰρ αὐτῷ ἐνδυσαμένῳ τὸ σῶμα ἐλθεῖν καὶ ἐπιστρέψαι καὶ καταλλάξαι τοὺς ἀνθρώπους τῷ ἰδίῳ Πατρί·

98

ἄνοπλος ἐλθών, τὸ ὅπλον τοῦ ἀνθρώπου ἔλαβεν, ὅπερ ἐστὶ τὸ σῶμα, καὶ δι' αὐτοῦ ἐπολέμησε καὶ ἀπέκτεινε τὸν θάνατον·

99

διὰ σώματος νεκροῦ ἐθανατώθη ὁ

ἐχθρός·

100

διὰ τοῦ ἰδίου ὅπλου κατέκρινεν ἐν τῷ σώματι τὴν ἁμαρτίαν·

101

ὥσπερ γὰρ οἱ ἐχθροὶ ἐπερχόμενοι διὰ τῶν ἰδίων τῆς πόλεως ὅπλων καὶ μαγγάνων, λέγω δὴ τῶν βαλλίστρων ἢ ἄλλων τινῶν, σπουδάζουσι καθελεῖν τὰ τείχη, οὕτως καὶ ὁ ἐχθρὸς λαβὼν ὑποχείριον τὸν Ἀδάμ, ὥσπερ ὅπλῳ χρησάμενος τῷ αὐτοῦ σώματι, δι' αὐτοῦ ἐνεμήθη καὶ ᾐχμαλώτευσε πάντας τοὺς ἀνθρώπους·

102

ὡσαύτως καὶ ὁ Κύριος, ὥσπερ ὅπλον λαβὼν τὸν ἄνθρωπον, δι' αὐτοῦ τὰ τείχη καὶ τὰ ὀχυρώματα τοῦ πονηροῦ καὶ πᾶσαν αὐτοῦ τὴν μηχανὴν καὶ τὴν πονηρὰν κατασκευὴν, ᾗ κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο, διέλυσε καὶ ἠφάνισε κατὰ τὸ εἰρημένον Ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς·

103

Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται·

104

52-3 νεκρὰ γὰρ ἦν ἡ ἀνθρωπίνη φύσις τὸ πρὶν ἀπὸ θεοῦ, ἄκαρπος·

105

στεῖρα καὶ ἄγονος ἡ ψυχή.

106

νῦν ἐξ οὐρανοῦ σπέρμα ἐδέξατο, ἵνα δυνηθῇ καρποὺς τοῦ πνεύματος ἐνεγκεῖν.

107

ὁ Ἀδὰμ εἷς ἦν, καὶ ἐξ αὐτοῦ ἡ γυνή, καὶ εἰ μὴ συνήφθη Ἀδὰμ τῇ γυναικὶ αὐτοῦ, καρποὺς οὐκ ἐποίει·

108

οὕτως ἐὰν μὴ συναφθῇ ἡ ψυχὴ καὶ κοινωνήσῃ τῷ Χριστῷ, καρποὺς τοῦ πνεύμα τος ἐνεγκεῖν οὐ δύναται.

109

τὸ σπέρμα γὰρ τὸ θεϊκὸν ὁ λόγος, ὁ πεσὼν εἰς τὴν θεοτόκον Μαρίαν, εἰς πάσας τὰς πιστευούσας ψυχὰς πίπτει, καὶ οὕτως γεννῶνται ἐκ τοῦ πνευματικοῦ γεννήματος τῆς σωτηρίας, καθώς φησι ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, καὶ οὕτως καρποφορεῖ ψυχὴ τῷ θεῷ.

110

Ἡ γυνὴ γάρ, φησίν, ὅταν ὠδίνῃ, λύπην ἔχει·

111

ἐπὰν δὲ γεννήσῃ, χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον·

112

καὶ ἡ ψυχὴ λαβοῦσα τὸν ἐπου ράνιον σπόρον, ἕως ἂν ὠδίνῃ θλίψιν ἔχει, βασανιζομένη ὑπὸ ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμον.

113

52-4 καὶ ὥσπερ τὸ σῶμα λαβὼν ὁ Κύριος ἀνήνεγκε καὶ ἐκάθισεν ἄνω ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὕτως καὶ νῦν τὰς πιστευούσας ψυχὰς καὶ ἀξίας τοῦ θεοῦ μεθιστᾷ καὶ μεθίστησιν εἰς τὴν βασιλείαν αὐτοῦ, γεννήσας αὐτὰς ἄνωθεν ἐκ τοῦ ἰδίου πνεύματος, καθώς φησιν ὁ Κύριος Ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

114

οἱ γὰρ ἐν ἀληθείᾳ πιστοὶ καὶ ἐν τῇ γῇ μένοντες ἄνω ἐν τοῖς οὐρανοῖς δια κονοῦσι τῷ Κυρίῳ, καὶ αὐτὸς δὲ ἄνω καθεζόμενος εἰς τὸν θρόνον τῆς μεγαλωσύνης αὐτοῦ κάτω ταῖς τῶν ἁγίων ψυχαῖς ὡς ἐνθρόνοις ἐπανα παύεται·

115

μέλη γὰρ καὶ σῶμα αὐτοῦ εἰσι, πᾶσα ἡ ἐκκλησία τῶν ἁγίων, αὐτὸς δὲ ἡ κεφαλὴ τῆς ἐκκλησίας τυγχάνει·

116

ὥσπερ γὰρ μία ψυχὴ ἐν ὅλῳ τῷ σώματί ἐστι, καὶ ἕκαστον μέλος τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικεῖται, οὕτω πάντες οἱ ἅγιοι εἰς τὸ πνεῦμα τῆς θεότητος ζῶσι καὶ ὑπ' αὐτοῦ διοικοῦνται, καὶ ἕκαστον μέλος ζῇ ἐν τῇ ὑποστάσει καὶ τῇ θεϊκῇ ψυχῇ.

117

52-5 καὶ ὡς τὸ σῶμα ἐὰν ᾖ παρὰ χεῖρα ἢ παρὰ πόδα ἢ παρ' ὀφθαλμόν, ἐπίμωμός ἐστιν ὁ ἄνθρωπος, οὕτως καὶ ἡ ψυχὴ χωρὶς τῆς ἐπουρανίου ψυχῆς καὶ τοῦ θεϊκοῦ πνεύματος ἀτελὴς καὶ ἐπίμωμός ἐστιν, ἀπόβλητος τῆς βασιλείας τυγχάνουσα·

118

Ἐὰν μή τις γάρ, φησί, γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

119

δύο γὰρ χεῖρες καὶ δύο πόδες καὶ δύο ὦτα τέλειος ἄνθρωπός ἐστιν·

120

ἀλλὰ καὶ δύο πτεροῖς τὸ ὄρνεον δύναται πετασθῆναι, ἑνὶ δὲ πτερῷ πετασθῆναι οὐ δύναται·

121

ἀλλὰ καὶ δύο διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν, καὶ χωρὶς τῆς καινῆς ἡ μία ἀδύνατος ἦν·

122

καὶ πάντα τὰ ζεύγη, δύο

ὄντα, ἕν ἐστι, καὶ οὕτω τέλεια ἀποδείκνυνται.

123

οὕτω καὶ τὸν ἀληθῆ χριστιανὸν εἶναι δεῖ·

124

ὁ γὰρ Κύριος εὐδόκησεν αὐτὸν ἔχειν δύο ψυχάς, μίαν τὴν κτισθεῖσαν καὶ μίαν ἐπου ράνιον ἐκ τοῦ θεϊκοῦ πνεύματος, καὶ οὕτω δύνανται εἶναι τέλειοι καὶ χρήσιμοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἱπτάμενοι καὶ κουφιζόμενοι ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος.

125

52-6 ὥσπερ γὰρ ὁ οὐρανὸς ἀρρενικῶς ὀνομάζεται ἡ δὲ γῆ θηλυκῶς, οὕτω νυμφίος ὁ οὐράνιος Χριστός, καὶ νύμφη αὐτοῦ ἡ ὡραία ψυχὴ καὶ ἀπαθής·

126

καὶ ἄνωθεν μὲν ὄμβρος ἐκ τοῦ θεοῦ κατέρχεται, αὕτη δὲ ὡς γῆ καλλίστη δεχομένη τοὺς καρποὺς τοῦ πνεύματος ἀποδίδωσιν·

127

ὥσπερ γὰρ ἡ Εὔα χωρὶς τῆς τοῦ Ἀδὰμ συναφείας στεῖρα καὶ ἄκαρπος ἦν, οὕτω καὶ ψυχὴ χωρὶς τῆς τοῦ πνεύματος συναφείας καὶ συγκράσεως τοῦ ἐπου ρανίου νυμφίου Χριστοῦ χήρα καὶ ἄκαρπος καὶ στεῖρα τυγχάνει τῇ βασιλείᾳ τῶν οὐρανῶν.

128

ἀλλὰ καὶ ὁ ἐπουράνιος νυμφίος ἄνευ τῆς σπουδῆς τοῦ ἀνθρώπου καὶ τοῦ θελήματος οὔτε οἰκεῖ εἰς αὐτὸν οὔτε κιρνᾶται·

129

ὥσπερ γὰρ οἶνος κιρνώμενος ὕδατι πόσιμος καὶ ἡδύς ἐστιν, οὕτω καὶ ἡ θεότης ἑαυτὴν κεράσασα τῇ ἀνθρωπότητι ἦλθεν ἵνα πάντας τοὺς θέλοντας καὶ πιστεύοντας κεράσῃ τῷ ἰδίῳ πνεύματι, καὶ οὕτως εἰς ἡδυτάτην καὶ εὔνοστον μεταβληθῶσι προαίρεσιν.

130

ὥσπερ δὲ βαφὲν ἔριον ἐν πορφύρᾳ ἓν γέγονεν, οὕτω καὶ τελείως βαπτιζόμεναι ψυχαὶ τῷ πνεύματι πορφύρα πνευματικὴ ἀποτελοῦνται κατὰ τὸ γεγραμμένον Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν·

131

ὥσπερ καὶ σῶμα τοῦ Κυρίου κερασθὲν τῇ θεότητι θεός ἐστιν·

132

ὥσπερ δὲ σίδηρος βληθεὶς εἰς πῦρ πῦρ ἐστι, καὶ οὐδὲν δύναται αὐτοῦ ἅψασθαι ἢ ἐγγίσαι, ἐπεὶ ἀφανί ζεται καὶ ἀναλίσκεται, εἰ μὴ μόνον τὸ πῦρ μετὰ τοῦ πυρὸς ἢ ἄνθρακες πυρὸς μετὰ ἀνθράκων δύνανται εἶναι ἀβλαβεῖς, οὕτω καὶ πᾶσα ψυχὴ διὰ τοῦ πυρὸς τοῦ πνεύματος καθαρισθεῖσα καὶ πῦρ καὶ πνεῦμα γενομένη δύναται εἶναι μετὰ τοῦ ἀχράντου σώματος τοῦ Χριστοῦ.

133

ψυχὴν δὲ ἀμύητον τούτου τοῦ πνεύματος ἀδύνατον ἐκεῖ προσεγγίσαι, ἢ ἀποβλέ ψαι εἰς τὴν θείαν ἐκείνην ἀστραπήν, καὶ ζῆν ἐν αὐτῇ.

134

ἕκαστον γὰρ πρᾶγμα ἐκεῖ ἐστι καὶ ἐκεῖ ζῇ, ὅθεν ἐγεννήθη·

135

τὰ ζῷα τὰ ἐν τῷ ὕδατι διὰ τὸ ἐκεῖ γεννηθῆναι ἐκεῖ ζῶσι·

136

τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται.

137

ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπάνω ἐστὶν εἰς τὰ ὕψη τῆς θεότητος, ἐκεῖθεν γὰρ ἐγεννήθησαν.

138

52-7 ὥσπερ δὲ ἡνίοχος κατέχων τὰ λῶρα ἡνιοχεῖ καὶ ἄγει τὰ ζῷα ὡς οἶδε καὶ ὡς βούλεται, οὕτως καὶ ὁ Κύριος ἐν τοῖς ὑψίστοις ἡνιοχεῖ καὶ κυβερνᾷ τὰ κτίσματα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς αὐτὸς ἐπίσταται·

139

αὐτὸς γάρ ἐστιν ἐν οὐρανοῖς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθεζόμενος, καὶ αὐτός ἐστι τὰ ἐπὶ τῆς γῆς διοικῶν καὶ πᾶσι τοῖς ἁγίοις συνὼν καὶ συνοι κῶν·

140

αὐτός ἐστιν ἄνω, καὶ αὐτός ἐστι κάτω·

141

αὐτός ἐστιν ὁ θεός, καὶ αὐτός ἐστιν ἄνθρωπος·

142

αὐτός ἐστιν ὁ ζῶν, καὶ αὐτός ἐστιν ὁ ἀποθανών·

143

αὐτός ἐστιν ὁ τῶν πάντων Κύριος, καὶ αὐτός ἐστιν ὁ τῶν πάντων δοῦλος·

144

αὐτός ἐστι τὸ ἀρνίον, καὶ αὐτός ἐστιν ἡ θυσία·

145

αὐτός ἐστιν ὁ μόσχος ὁ τυθείς, καὶ αὐτός ἐστιν ὁ θύων ἀρχιερεύς·

146

αὐτός ἐστιν ὁ παθών, καὶ αὐτός ἐστιν ὁ ἀπαθής·

147

αὐτός ἐστιν ὁ νυμφίος, καὶ αὐτός ἐστιν ἡ νύμφη.

148

αὐτός ἐστιν ὁ νυμφών, καὶ αὐτός ἐστιν ὁ παστός·

149

αὐτός ἐστιν ὁ παρά δεισος, καὶ αὐτός ἐστι τὸ ξύλον τῆς ζωῆς·

150

αὐτός ἐστιν ἡ πόλις Ἱερουσα λήμ, καὶ αὐτός ἐστιν ὁ ναὸς καὶ τὰ ἅγια τῶν ἁγίων·

151

αὐτός ἐστι τὸ πέλαγος, καὶ αὐτός ἐστιν ἡ οἰκουμένη·

152

αὐτός ἐστιν ἡ τροφὴ τῶν ψυχῶν, καὶ αὐτός ἐστιν ὁ τῇ σωτηρίᾳ τούτων τρεφόμενος·

153

αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, καὶ αὐτός ἐστι τὸ ὕδωρ τῆς ζωῆς·

154

αὐτός ἐστιν ἡ ἄμπελος ἡ ἀλη θινή, καὶ

αὐτός ἐστιν ὁ οἶνος τῆς εὐφροσύνης·

155

αὐτός ἐστιν ὁ μαργαρίτης, καὶ αὐτός ἐστιν ὁ θησαυρός·

156

αὐτός ἐστιν ἡ σαγήνη, καὶ αὐτός ἐστιν ὁ πολεμιστής·

157

αὐτός ἐστι τὸ ὅπλον, καὶ αὐτός ἐστιν ὁ νικῶν·

158

αὐτός ἐστιν ἡ περιτομή, καὶ αὐτός ἐστι τὸ σάββατον καὶ ὁ νόμος·

159

αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας τῶν ἁγίων, καὶ αὐτός ἐστιν ὁ τοῦ σινάπεως κόκκος·

160

αὐτός ἐστιν ὁ ἀμπελών, καὶ αὐτός ἐστιν τὸ ἄροτρον·

161

αὐτός ἐστιν ἡ χάρις, καὶ αὐτός ἐστιν ἡ πίστις·

162

αὐτός ἐστιν ὁ γάμος, καὶ αὐτός ἐστι τὸ ἔνδυμα τοῦ γάμου·

163

αὐτός ἐστιν ἡ ὁδός, καὶ αὐτός ἐστιν ἡ θύρα·

164

αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ αὐτός ἐστι τὸ φῶς τῶν ψυχῶν·

165

αὐτός ἐστιν ἡ ζωή, καὶ αὐτός ἐστιν ἡ βασιλεία·

166

αὐτός ἐστιν ἡ ἀρχὴ καὶ αὐτός ἐστι τὸ τέλος·

167

αὐτός ἐστιν ὁ πάντων ἐπέκεινα, καὶ αὐτός ἐστιν ὁ τὰ πάντα ἐν πᾶσι γινόμενος.

168

τοῦτο τὸ ἱερὸν καὶ θεῖον γέννημα ἐγεννήθη ἡμῖν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἡ σωτηρία καὶ ἡ ζωὴ τῶν ψυχῶν ἡμῶν·

169

δόξα τῇ μεγαλειότητι αὐτοῦ·

170

δόξα τῇ φιλανθρωπίᾳ·

171

δόξα τῇ ἀνεικάστῳ προνοίᾳ αὐτοῦ περὶ τὸ γένος ἡμῶν.

172

παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ πιστεύ σωμεν δέξασθαι αὐτόν, ἵνα καὶ ἡμεῖς εὑρόντες αὐτὸν ἀπολαύσωμεν αὐτοῦ, τοσούτων ἀγαθῶν γινομένων ἐν ἡμῖν βουλήσει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας·

173

ἀμήν.

174


53.

175

τ ΟΜΙΛΙΑ ΝΓ

53-1 ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ υἱὸς θεοῦ γενέσθαι καταξιωθῆναι πρὸ πάντων τῆς μακροθυμίας δραξάμενος ὀφείλει εὐχαριστεῖν ἐν ταῖς ἀπαντώσαις θλίψεσι διαφόροις, στενοχωρίαις τε καὶ ἀνάγκαις·

176

λέγω δὴ νοσημάτων καὶ παθῶν, ἤτοι πνευματικῶν θλίψεων τῶν ἐπαγομένων ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἤτοι ζημιῶν σωματικῶν ἀδοξιῶν τε καὶ ὕβρεων ὑπὸ ἀνθρώπων ἐπαγομένων·

177

ἅπερ πάντα ἐμπόδια τυγχάνει, τοῦ τῆς βασιλείας ἀλλοτριῶσαι καὶ μὴ προσεγγίσαι τὴν ψυχὴν τῷ θεῷ.

178

ἐν τούτοις τοίνυν πᾶσι τοῖς ἀπαντῶσιν ὁ βουλόμενος εὐδοκιμῆσαι παρὰ Χριστῷ ὀφείλει χαίρειν, ἥδεσθαι καὶ ἀγαλλιᾶν, καὶ τῇ πρὸς θεὸν ὁρμῇ ζέειν, καὶ τῇ προαιρέσει πρὸς αὐτὸν σπεύδειν, καὶ ὅτε μᾶλλον ἐν τοῖς τοιούτοις ἐμποδισθῇ, ἀναπαύεσθαι καὶ γενναίως ὑπερπηδᾶν πᾶσαν θλίψιν τῇ πρὸς Κύριον ἀγάπῃ·

179

εἰ δὲ μὴ οὕτως διακεῖται μήτε οὕτως ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος·

180

ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁγίων, μήτε τοῖς ἴχνεσι τοῦ Κυρίου ἀκολουθεῖ.

181

53-2 κατανόησον γὰρ ὡς συνετός, καὶ βλέπε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, οἱ πατριάρχαι, οἱ προφῆται, οἱ ἀπόστολοι, οἱ μάρτυρες καὶ πάντες οἱ τῆς ζωῆς υἱοὶ ἐν ταῖς θλίψεσιν ἔχαιρον, καὶ ἐν ταῖς στενοχωρίαις καὶ ἀνάγκαις ἥδοντο·

182

καὶ ἡ ἀνάπαυσις αὐτῶν ἦν ἐν ταῖς κακουχίαις καὶ τοῖς πόνοις.

183

Μᾶλλον γάρ, φησί, ἑλόμενοι συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·

184

καὶ πάλιν Τέκνον, εἰ προ σέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·

185

εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·

186

κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου·

187

πᾶν ὃ ἐὰν ἐπενεχθῇ σοι δέξαι ἀσμένως, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως·

188

πίστευσον αὐτῷ καὶ ἀντιλήψε ταί σοι, καὶ τὰ ἑξῆς·

189

καὶ ἀλλαχοῦ Τὰ ἐπιφερόμενά σοι

πάντα ὡς ἀγαθὰ προσδέχου·

190

εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.

191

ὁ δὲ μακάριος ἀπόστολος ἐντελέστερον ἐπάγει λέγων Ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν διωγμοῖς, καὶ ὁ Κύριος Μακάριοι, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ τὰ ἑξῆς·

192

εἰ τοίνυν τῶν τοιούτων υἱὸς καὶ κληρονόμος γενέσθαι βούλει, τὴν μίμησιν τῆς ἀναστροφῆς αὐτῶν καὶ πολιτείας ὀφεί λεις ἀναδέξασθαι, καὶ τῶν τοῦ Κυρίου λόγων ἀκόλουθος εἶναι καὶ ποιη τής·

193

Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν ὁδός, καὶ ὀλίγοι εἰσὶν οἱ διερχόμενοι δι' αὐτῆς.

194

εἴτε οὖν ἐν στενοχωρίαις, ἢ ἐν πάθεσιν, ἢ ἐν νόσοις, ἢ ἐν ὀνειδισμοῖς, ἢ ἐν ὕβρεσιν ἐξετασθῇς, μᾶλλον ἐν τούτοις ὀφείλεις ἀγαλλιᾶσθαι καὶ χαίρειν·

195

Οὐαὶ γάρ, φησί, τοῖς τρυφῶσι καὶ τοῖς ἐμπεπλησμένοις καὶ τοῖς ἐν ἐπιγείοις μακαριζομένοις·

196

ὁ γὰρ μακαρισμὸς τοῖς πενθοῦσι καὶ θλιβομένοις διὰ τὸν Κύριον ἡτοίμασται·

197

ὀφείλει τοίνυν ὁ τὴν ζωὴν τὴν αἰώνιον ἐπιθυμῶν ζῆσαι ἐν πᾶσιν εὐχαρι στεῖν, καὶ τὰς θλίψεις καὶ τὰς στενοχωρίας ἀποδέχεσθαι, καὶ τὴν ταπεί νωσιν ἀγαπᾶν.

198

53-3 οὐ γὰρ μόνον γονάτων χρεία παρὰ θεῷ, ὅπως εἰς πᾶσαν ἡμέραν ἐν τῇ εὐχῇ καρτερῇ τις.

199

καλὸν μὲν ἐπιτήδευμα τοῦτο, καλὸν ἀληθῶς τὸ εὔχεσθαι καὶ ἀδιαλείπτως προσκαρτερεῖν τῇ εὐχῇ.

200

κεφαλὴ γάρ ἐστι πάντων τῶν ἐπιτηδευμάτων, ἀλλὰ τῶν λοιπῶν ἄνευ τῆς ἀρετῆς μελῶν νεκρά ἐστιν.

201

εὐχαὶ γὰρ ταῖς εὐποιΐαις εὐπρόσδεκτοι γίγνονται·

202

ἵνα τις μὴ μισῇ τὸν ἀδελφόν·

203

μὴ κατά τινος λαλεῖν·

204

ταπεινὸν εἶναι, καὶ μὴ ὑψηλοφρονεῖν·

205

μὴ οἴεσθαι ἑαυτὸν εἶναί τι, κἂν πάσας τὰς δικαιοσύνας ποιήσῃ.

206

ζητούμενος γὰρ ὁ Κύριος οὕτως εἰλικρινῶς καὶ ὁσίως εὐθέως παραγίγνεται·

207

μὴ ζητούμενος δὲ οὕτως, ὡς ἐν ὕπνῳ ἑκὼν εἶναι λελό γισται, καὶ ἡ εὐχὴ ἐπιπόλαιος οὖσα, οὐδὲν λελόγισται παρὰ θεῷ.

208

53-4 διὰ τί γὰρ ὁ Κύριος οὐκ ἀποκαλύπτεται ἡμῖν ἐν τάχει ζητούμε νος ὑφ' ἡμῶν; ὅτι οὐ βούλεται; μὴ γένοιτο.

209

Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν·

210

καὶ πᾶσα σπουδὴ καὶ κάματος τῶν πατέρων διὰ τοῦτο γέγονε καὶ αὐτοῦ τοῦ Κυρίου, εἰς τὸ τὸν θεὸν τοῖς ἀνθρώποις γνωρισθῆναι, τουτέστι χάριτος ἐνέργεια, ἥτις ἐστὶ ζωὴ αἰώνιος, ἀλλὰ πάντως ἔστι τι ἴδιον τῆς ψυχῆς ἐν μέσῳ πλημμέ λημα, καὶ διὰ τοῦτο οὐδέπω γνωρίζει καὶ ἀποκαλύπτει ἡμῖν ἑαυτὸν ὁ Κύριος·

211

οὐ γάρ ἐστι προσωπολήπτης ὁ θεός, ἀλλὰ προσέχει ταῖς ἐνθυμή σεσι καὶ ἐννοίαις τῶν ζητούντων.

212

διὰ τὴν ἡμετέραν τοίνυν χαυνότητα καὶ ἀμέλειαν ἢ ἀπιστίαν ἢ ἕτερά τινα παραπτώματα ἅπερ οὐκ ἴσμεν μὴ λεπτῶς ἑαυτοὺς διακρίνοντες, οὐ γνωρίζεται ἡμῖν ὁ Κύριος, ὁ εἰπὼν ἐμφανίζειν ἑαυτὸν τοῖς ὁσίως αὐτὸν ζητοῦσι καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάττουσι·

213

γέγραπται γάρ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρή σατε, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν παρ' ὑμῖν ποιήσομεν.

214

σπουδάσωμεν τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ, λυτρωθῆναι ἀπὸ παντὸς παραπτώματος φαινομένου καὶ κρυπτοῦ, καὶ ὅτε ἐν ἀληθείᾳ δικαίως καὶ ὁσίως ζητήσωμεν αὐτόν, ἑτοίμως ἐμφανίζει ἡμῖν ἑαυτὸν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ, καθα ρίζων τὰς ἐρρυπωμένας καρδίας ἡμῶν ἀπὸ πάσης κακίας καὶ μολυσμοῦ.

215

53-5 πρὸ πάντων τοίνυν τὰς θλίψεις καὶ στενοχωρίας καὶ ὕβρεις αἱρεῖ σθαι ὀφείλομεν, οἱ εὐαρεστεῖν θεῷ βουλομένοι, ὅπως σὺν αὐτῷ ζῆσαι καταξιωθῶμεν ὅλους αἰῶνας·

216

τίς γάρ ἐστιν ἄξιος διὰ τὸν Κύριον πει νᾶσαι καὶ γυμνητεῦσαι καὶ ἐν τούτοις χαίρειν; μακάριος ὁ τοιοῦτος, ὄντως μακάριος ὅτι παρρησίαν

μεγάλην ἔμπροσθεν τοῦ θεοῦ κέκτηται·

217

βούλεται γάρ σε ὁ Κύριος ἐν τούτοις δοκιμασθῆναι, εἰ ἐν ταῖς θλίψεσιν οὐκ ἐπιλανθάνῃ αὐτοῦ, Εἰς πᾶσαν γάρ, φησίν, ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, καὶ ἀλλαχοῦ, Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελετή μου·

218

αὕτη ἐστὶν ἡ ἄθλησις·

219

ἐν τούτῳ εὐαρεστεῖται ὁ θεός.

220

53-6 οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῶν δὴ θελόντων εὐαρεστεῖν τῷ θεῷ διὰ ὑστέρησιν γνώσεως ἀληθοῦς σαρκὶ μόνον κάμνουσιν·

221

ἀλλὰ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς καὶ τῇ ἔνδον κρυπτῇ προαιρέσει δεῖ ἀγωνί ζεσθαι τὸν τοῦ θεοῦ ἄνθρωπον, ὅς ἐστιν ἀληθινὸς ἀγὼν παρὰ θεῷ ψυχῆς πρὸς ἀοράτους τῶν πονηρῶν δυνάμεων διαλογισμούς.

222

Οὐκ ἔστι γάρ, φησίν, ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας.

223

τὰ γὰρ πνευματικὰ τῆς πονηρίας ἀόρατα καὶ ἀσώματα ὅσον πρὸς τὰ φαινόμενα τυγχάνουσιν·

224

ὁμοίως καὶ ἡ ψυχὴ ἀόρατος καὶ ἀσώ ματος ὅσον πρὸς παχύτητα σωμάτων.

225

ἀόρατον τοίνυν καὶ ἀσώματον τὸν ἀγῶνα καὶ τὴν ἄθλησιν εἶναι δεῖ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ.

226

ὅνπερ ἀγῶνα οἱ ἄνωθεν ἐξ ἀρχῆς πατέρες ἠγωνίσαντο, κἂν ἐν τοῖς φαινομένοις ὡς οἱ λοιποὶ ἐφαίνοντο ἄνθρωποι·

227

οἱ οὕτως ἀγωνισάμενοι, εὐαρεστῆσαι τῷ θεῷ ἠδυνήθησαν.

228

53-7 ἀνδρεῖαι γὰρ καὶ γενναῖαι ψυχαὶ καὶ πάντων καταφρονοῦσαι ἀπέρχονται εἰς πόλεμον, καθὼς καὶ Μωυσῆς περὶ τοῦ κρυπτοῦ τῶν πονηρῶν πνευμάτων πρὸς τὴν ψυχὴν πολέμου αἰνιττόμενος, καὶ οἷαι ψυχαὶ ἐπιτήδειοι τυγχάνουσιν, ἔφη Εἴ τις ἡρμόσατο γυναῖκα, μὴ ἐξέλθῃ εἰς πόλεμον, καὶ εἴ τις ἐφύτευσεν ἀμπελῶνα, μὴ ἐξέλθῃ.

229

ταῦτα περὶ δεσμῶν ὑλικῶν λέγει μήποτέ τις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀθλῶν ἔν τισι πράγμασι δέδηται, ἐὰν γὰρ διὰ τὴν πρὸς τὰς ἡδονὰς καὶ τὰ κτήματα προσπάθειαν μὴ ἀθλήσῃ, ἀπόβλητος τῆς ἐπουρανίου εὐφρο σύνης γίνεται, ὡς ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος περὶ τῶν ἐν τοῖς γάμοις κληθέντων καὶ παραιτησαμένων φησί, Ὁ πρῶτος λέγει, ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν·

230

καὶ ὁ ἄλλος, γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν, ἐρωτῶ σε ἔχε με παρῃτημένον·

231

συμφώνως τῷ Μωυσῇ λέγων.

232

53-8 γενναῖοι γὰρ καὶ ἕτοιμοι ὑπακούειν τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ πνευματικῷ πολέμῳ προχωροῦσιν·

233

ἑτοιμασία δὲ καλὴ καὶ ἐπιτηδει ότης πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμόν ἐστιν ὅταν τις κατα λιπὼν πατέρα καὶ μητέρα καὶ πάντα τὰ τοῦ βίου προσαγάγῃ ἑαυτὸν τῷ θεῷ, καὶ πρὸς τούτοις ἔτι καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσηται, ἐπιδιδοὺς ὅσα κέκτηται καὶ διαφέρει αὐτῷ ἐκ τῶν σαρκικῶν γονέων χρήματα καὶ πάντα ᾧ καὶ τὴν ψυχὴν μετὰ θεὸν ἐνεπίστευσε πνευματικῷ πατρὶ καὶ ἀσκητῇ, ὥστε διοικεῖν αὐτὰ καθ' ὃν αὐτὸς βούλεται τρόπον, καὶ μὴ πολυπραγμονεῖν ὅπου χρή, καὶ ὅπου οὐ χρή, ἵνα μὴ εὑρεθῇ κρίνων καὶ δοκιμάζων, ὃν ἡρετίσατο κριτὴν καὶ διοικητὴν τῆς ψυχῆς αὐτοῦ, ὡς ἐμπείρῳ ταύτην ἐγχειρίσας προσαγαγεῖν τῷ θεῷ, καὶ διὰ τὰ εὐτελῆ τῆς ὕλης ἀποδοκιμάζων αὐτόν·

234

δείκνυται γὰρ διὰ τούτων ἀσκητὴς μᾶλλον αὐτός, ἢ τοῦ ἀσκητοῦ ὑποχείριος διὰ τὸν θεόν.

235

53-9 λέγε μοι γὰρ σὺ ὁ τοῦτο ποιῶν·

236

τὴν ψυχὴν σεαυτοῦ ἐγχειρίσαι λέγεις τῷ ἀσκητῇ, καὶ προσπίπτων αὐτοῦ τοῖς ποσὶ δεῇ, λέγων Λάβε μου τὴν ψυχὴν καὶ προσάγαγε τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτάνειν; ἢ δοκεῖς μὴ εἶναι ἁμαρτίαν, τὰ δοθέντα τῷ θεῷ πάλιν ἀφαιρεῖσθαι; πῶς δὲ ἀφαιρεῖς μάθε·

237

ὅτι τῆς

μὲν ψυχῆς σου ἀξιόπιστον ποιεῖς τὸν ἀσκητὴν ἱερέα ταύτην διδοὺς προσάγειν θεῷ, περὶ δὲ τῶν ψυχρῶν καὶ οἰκτρῶν καὶ ταλαιπώρων πραγμάτων τῆς ὕλης τοῦ κόσμου τούτου κρίνεις αὐτὸν καὶ δοκιμάζεις.

238

πῶς οὖν οὐ δοκεῖς ἁμαρτάνειν ἁμαρτίαν οὐ τὴν τυχοῦσαν ἀλλ' αὐτὴν τὴν ἱεροσυλίαν, ἧς τὸ κρῖμα δείκνυσιν ὁ μακάριος Πέτρος ἐν ταῖς πράξεσιν, ὅτε Ἀνανίαν καὶ Σάπφειραν ἐξελέγξας ὡς νοσφισα μένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, ὃ προσενέγκαντες ἐκελεύσθησαν πωλῆ σαι, ὥστε εἰς διακονίαν τῶν ἀδελφῶν προχωρῆσαι, θανάτῳ τούτους πικρῷ κατεδίκασε, καὶ φόβον μέγαν ἐνεποίησε πάσῃ τῇ ἐκκλησίᾳ.

239

ἀλλ' ἐρεῖς Οὐκ ἀφαιροῦμαι τὴν ἀποταγήν, ἀλλὰ δεόντως οἰκονομηθῆναι καὶ καλῶς προνοοῦμαι.

240

μάλιστα μὲν οὐδὲ δοκιμαστήν σε εἶναι τῶν μηκέτι ἀνηκόντων ὁ λόγος συγχωρεῖ, οὐ γὰρ ἐπίστασαι τὸ δέον ἢ μὴ δέον, ἐλέγχῃ δὲ ἀφαιρούμενος καὶ τὴν ἀποταγήν·

241

ἐλέγχῃ πρὸς τούτοις καὶ ψευδόμε νος ἐν τῷ λέγειν Οὐκ ἀφαιροῦμαι.

242

53-10 λέγε γάρ μοι·

243

οὐχὶ τὴν ψυχὴν ἔπειτα καὶ τὰ χρήματα ἔδωκας διὰ τῶν χειρῶν τοῦ ἀσκητοῦ τῷ θεῷ; οὐκοῦν οὐκέτι ἐν ἐξουσίᾳ σου ἐστὶ ταῦτα, ἀποταγὴ δέ ἐστι βεβαία καὶ ἀληθής, ψυχῆς μὲν ὅταν καθ' ὅλου τὰ ἴδια θελήματα μὴ ἐπιτελῇ, ἀλλὰ, καθάπερ ὕλη τεχνίτῃ, οὕτως ὑποθῇ τὰς αἰσθήσεις ἑαυτοῦ πάσας, ᾧ τὴν ψυχὴν παρέθετο μετὰ τὸν θεόν, ἀτενὲς ἔχων τὸ ὄμμα πρὸς τὰ ὑπ' αὐτοῦ κελευόμενα.

244

καὶ ὡς ὕλη οὐκ ἀντερεῖ τῷ τεχνίτῃ ἔντιμον βουλομένῳ ποιῆσαι σκεῦος καὶ οὐκ ἄτιμον, ἄψυχος γὰρ ἅπαξ ὕλη καὶ ἀναίσθητός ἐστιν, οὕτως εἶναι καί σε ὁ λόγος ἀπαιτεῖ.

245

ὡς γὰρ ἐμπείρῳ τὴν ψυχὴν παραθέμενον καὶ οὐκ ὄντα ἑαυτοῦ αὐτὸς ἀγέτω σε, καὶ φερέτω ὅπου βούλεται καὶ ὡς βούλεται.

246

εἰ δὲ περὶ ψυχῆς εἴρηται τοῦτο, πῶς περὶ τῶν γηΐνων σου καὶ φθαρτῶν κτημάτων, οἷς ἀποτάξασθαι λέγεις, ἀναισθητεῖν σε χρή; 53-11 εἰ δὲ καταζητεῖς καὶ διατάσσῃ τῷ ἀσκητῇ, ὅρα πόσα δοκεῖς ἁμαρτάνειν·

247

πρῶτον μέν, ἱεροσυλίαν ἐπισπώμενος κρῖμα, τοῖς θελήμασιν ἀποταξάμενος καὶ ἐπαναλαμβάνων αὐτά·

248

δεύτερον, ὃν ᾑρετίσω κριτὴν τῶν ὑπὸ σοῦ πραττομένων κατακρίνων·

249

τρίτον, αὐθαδείας καὶ φιλαυτίας ἢ καὶ φιλαρχίας φέρειν νόσον·

250

τέταρτον δέ, τοὺς πρώτους καὶ οὓς δοξά ζειν ὤφειλες ἀδελφοὺς καταισχύνων ὡς πένητας καὶ μηδενὶ ἀποταξαμέ νους, καὶ ὑποκύπτειν αὐτοὺς τῇ σῇ δυναστείᾳ βουλόμενος, ὅτι ἐσθῆτα καὶ σκεύη ἐν οἷς διακονοῦνται αὐτὸς παρέσχες·

251

καὶ ὅθεν ἂν περιστραφῇς ἐν τῇ μονῇ, τὰ πάντα σὰ ὁρῶνται, καὶ λογίζῃ ὡς πρὸ ἐμοῦ ταπεινότατος καὶ πτωχὸς ὑπῆρχεν ὁ ἀσκητής, ἐπ' ἐμοὶ δὲ καὶ διὰ τῶν ἐμῶν μικρὸν ἐπῆρε τὴν κεφαλήν, καὶ παρὰ τοῖς ἐπιδημοῦσι φίλοις διὰ τῶν ἐμῶν λαμπρὸς φανεὶς ὑπόληψιν εὗρε μεγάλην·

252

πρὸ γὰρ τούτου, ἐσθὴς αὐτῷ εὐτελής, νῦν δὲ λαμπρά, δι' ἧς καὶ δεδόξασται.

253

καὶ ὅρα ὡς ἀναίσθητος ἴσον ἔχειν με τῶν λοιπῶν βούλεται, καὶ διὰ τοῦτο περιτρέψαι καὶ τὸν ἀσκητὴν τὸ δίκαιον κρῖμα βιάζεται, ὥστε ὑποκρινάμενον τῇ βίᾳ ταύτῃ ἄρχοντα πάσης αὐτὸν χειροτονῆσαι τῆς ἀδελφότητος.

254

εἰ δὲ εἰδὼς εἴη καὶ γράμματα καὶ εἰς θρόνον αὐτὸν διδασκάλου καθέζεσθαι, εἶτα εὐλο γεῖν τοὺς ἑαυτοῦ πατέρας ἄξιον ἑαυτὸν πεπίστευκεν, ὃς οὐδ' ἄκροις χείλεσι τῆς ἀσκήσεως ἐγεύσατο, τοὺς παντοίαις ἀσκήσεσι τῶν ἀρετῶν ἐναθλήσαντας, εἶτα καὶ τέλεον ἀποκινῆσαι τὸν ἀσκητὴν τῆς ἀρχῆς ἠβουλήθη τάχα·

255

καὶ οἴεται ἐπὶ τούτοις πᾶσι μηδὲν παρατρέψαι μήτε ὑφελέσθαι, ὅτι τὰ χρήματα εἰς ἀνόπιν οὐκ εἴληφεν, οὕτως κακῶς καὶ ἀτόπως ἐν τῷ τὴν ψυχὴν ἆραι τῶν χειρῶν τοῦ ἀσκητοῦ διανοηθείς.

256

καὶ πόσῳ βέλτιον ἦν, εἰ τὰ χρήματα εἰληφὼς συντόμως ᾤχετο·

257

σύντομος γὰρ ἀπαλλαγὴ ζημίας κερδαλεωτέρα παντὸς εὑρέματος ὑλικοῦ·

258

ἀπηλλάγη γὰρ ἂν αὐτὸς

περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόνων.

259

53-12 ἀλλὰ σύ γε, ὦ ἀθλητὰ εὐσεβείας καὶ ἀσκητά, εἰ βούλοιο ταύτην διαπλεῦσαι τὴν μεγάλην καὶ εὐρύχωρον θάλασσαν, διὰ τὸ ἀχανὲς ἐν μέσῳ καὶ ἄφατον πέλαγος, προκόψας ἀπὸ γῆς ἤδη καλῶς καὶ τῆς ὕλης ἀποσπάσας τὴν ναῦν, μὴ πάλιν εἰς γῆν ὁδηγοῦ, ζητῶν ἐπιστρέ φειν, ἀλλὰ πρὸς οὐρανὸν ἀτενὲς ἔχε τὸ ὄμμα.

260

εὑρήσεις γὰρ ἀστέρας εἰς ὃν ἐγώ σέ φημι οὐρανὸν ἀφορᾶν, ὧν τὰ ὀνόματα καὶ τὸν ἀριθμὸν ὁ οὐράνιος ἐπίσταται κυβερνήτης.

261

εὑρήσεις ἐν αὐτῷ τοὺς φωστῆρας ἅπαν τας, πατέρας, πατριάρχας, προφήτας, ἀποστόλους, καὶ μάρτυρας, φωστῆρας ἀληθῶς ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου καταυγάζοντας νύκτα·

262

πρὸς οὓς ἀποβλέπων ἀσφαλῶς ὁδηγήσεις τὴν τῆς εὐσεβείας ναῦν ἐπὶ λιμένα τῆς ἀναπαύσεως, Ἱερουσαλὴμ τὴν ἐπουράνιον, πάντα καταλελοιπὼς κατὰ μίμησιν αὐτῶν, καὶ πρὸς μηδὲν αὐτῶν ἐπιστρεφό μενος.

263

53-13 οἱ γὰρ ἐνδιατρίβοντες τοῖς χείροσι πλείους, σπάνιοι δὲ οἱ τῆς εὐσεβείας ἐργάται.

264

σοῦ δὲ ἡ τῆς ἐπιπόνου ἀποταγῆς πρόθεσις οὐχὶ μετὰ τῶν πολλῶν γέγονε τῆς πλατείας, ἀλλὰ τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν βιαζομένων, καὶ ὀφείλεις ἄληστον ἔχειν ἐν τῷ νῷ τὸ ἐπάγγελμα, καὶ οὕτω δυνήσῃ πάσας τὰς θλίψεις φέρειν γενναίως.

265

οὐ γὰρ οἱ τυχόντες, ἀλλὰ γενναῖοι καὶ ἕτοιμοι τῷ θελήματι τοῦ θεοῦ ὑπακούειν, τὴν στενὴν διαπορεύονται, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀδιάλειπτον ἔχουσι πόλεμον, οἵτινες δικαίως τὴν βασιλείαν κληρονομοῦσιν ὡς ἐκλεκτοὶ στρατιῶται τοῦ θεοῦ.

266

53-14 καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα·

267

ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ' ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει.

268

οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ παραστήσαντες.

269

53-15 ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς.

270

τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα·

271

οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί.

272

ὁ γὰρ κόσμος οὗτος, τοῦ

ἀληθι νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει·

273

πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ' ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι·

274

τὸ δὲ πᾶν αὐτὸς ὁ θεὸς καταρτίζει ἐν ἀληθείᾳ.

275

53-16 τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξωθεν ἤτοι τὰς πονηρὰς δυνάμεις ἔνδοθεν, καὶ πάσης συνηθείας καὶ προλήψεως ἀπαλλαγῆναι.

276

τοῦτον τὸν ἀγῶνα καὶ τὸν σκοπὸν ἔχοντες οἱ πατέρες τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν ἠδυνήθησαν εὐαρε στῆσαι·

277

κἂν γὰρ ἐν τοῖς φαινομένοις γυναῖκας καὶ τέκνα καὶ χρήματα ἐκέκτηντο, ἀλλ' ὁ νοῦς αὐτῶν ἀνώτερος ἦν τοῦ κόσμου·

278

ὅθεν εἰς δοκιμα σίας καὶ πειρατήρια εἰσελθόντες ἠνδραγάθησαν, καὶ οὐδὲν ἐλύπει αὐτοὺς ἡ ἀφαίρεσις πάντων τῶν φαινομένων, ἐπειδὴ ἐκέκτηντο τὸ μέγα καὶ ἀληθινὸν κτῆμα, τὴν εἰς θεὸν πεποίθησιν, ὡς ὁ Ἰὼβ πάσης τῆς φαινομένης ἐλπίδος ἐρημωθεὶς καὶ τὸ σῶμα τραυματισθεὶς ἐνίκησε μόνῃ τῇ πρὸς θεὸν ἀγάπῃ·

279

ἐκεῖ γὰρ μεταφέρων τὴν ἔννοιαν ἀνώτερος πάντων ἐγίνετο.

280

οὕτω καὶ ἡμεῖς μεγαλοψύχως πάντα τὰ ἀπαντῶντα καρτερεῖν καὶ ὑπομένειν ὀφείλομεν, τῇ πρὸς θεὸν ἀγάπῃ τετρωμένοι.

281

53-17 ὥσπερ γὰρ ἐὰν ἔχῃ γυνὴ ἄνδρα, καὶ αὐτὸς μὲν ᾖ ἐν δεσμοῖς καὶ θλίψεσιν, ἡ δὲ ἐν τρυφῇ καὶ ἀμεριμνίᾳ διάγῃ, δηλονότι οὐκ ἔστι σώφρων, μὴ τὴν ὀφειλομένην εὔνοιαν τῷ ἀνδρὶ ἀποσώζουσα, χρὴ γὰρ αὐτῷ συμπάσχειν καὶ συναλγεῖν·

282

οὕτω καὶ ψυχαὶ, αἱ τῷ ἐπουρανίῳ νυμφίῳ συναφθῆναι ἐπιθυμοῦσαι καὶ συμβασιλεῦσαι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὀφείλουσι διοδεύειν, ἐν ᾗ καὶ αὐτὸς ὥδευσε τύπον ἑαυτὸν παρέχων ἡμῖν·

283

εἰ δὲ ἐκτρέπονται εἰς ἑτέραν ὁδόν, μὴ βαστάζουσαι τὰ στίγματα καὶ τὰ παθήματα τοῦ κυρίου, αἱ τοιαῦται ψυχαὶ ὡς πόρναι λογισθήσονται, καὶ ἀπόβλητοι τῆς βασιλείας ἔσονται.

284

53-18 παρακαλέσωμεν οὖν τὸν θεὸν ἐν πίστει καὶ πληροφορίᾳ, προσδοκῶντες τὸ ἔλεος παρ' αὐτοῦ, ἅτε δὴ ἔχοντες αὐτοῦ τὰς ὁμολογίας ἐγγράφως, ὅτι Τῷ κρούοντι ἀνοιγήσεται, καὶ ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, εἰ γὰρ ἄνθρωποι μυρίαις περισπώμενοι φροντίσι καὶ πειρασμοῖς ἐπισκοτούμενοι.

285

ὑφ' ὧν καὶ ἀναγκάζονται ψεύδεσθαι ἀφειδῶς, ἐπὰν ἐγγράφους ὁμολογίας ποιήσωνται, κἂν θελήσωσιν ἀγνω μονεῖν οὐ δύνανται, πόσῳ μᾶλλον ὁ ἀψευδὴς θεὸς εἰς ἡμᾶς πληρώσει τὴν ὁμολογίαν αὐτοῦ, ἤγουν τὴν τοῦ ἁγίου πνεύματος χάριν καὶ δωρεὰν ἡμῖν καταπέμπων; ἀλλ' ἡμεῖς ἐσμὲν ἀληθῶς ψεῦσται, μὴ ζητοῦντες αὐτὸν ὡς προσέταξεν ἐν πίστει ἀδιστάκτῳ.

286

ἀλλὰ τότε καὶ ἡμεῖς μετὰ πολλῆς παρρησίας αἰτεῖν αὐτὸν δυνησόμεθα, ἐπάν, ὅσον ἡμῖν ἐστι δυνατόν, ὅλους ἑαυτοῦς δῶμεν ἐκδότους τῷ κυρίῳ, ἀπὸ τῶν ἰδίων θελη μάτων ἀναχωροῦντες, καὶ μὴ ὡς ἑαυτοῖς ζῶντες, ἀλλ' ὡς ἠγορασμένοι τιμίῳ αἵματι, κατὰ τὸ δεσποτικὸν θέλημα ποιοῦντες, καὶ οὕτως ἀρνησά μενοι ἑαυτοὺς καὶ ὑποθέντες ἑκουσίως μόνῳ τῷ ἀγοράσαντι ἡμᾶς, ὡς εὐγνώμονες καὶ πιστοὶ δοῦλοι εὑρεθέντες, τὸ τῆς ἐπαγγελίας ἅγιον πνεῦμα ἀπολάβωμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ πνεῦμα εἰς τοὺς αἰῶνας, ἀμήν.

287

54.

288

τ ΟΜΙΛΙΑ Ν∆ 54-1 ἐρώτησις.

289

περὶ τῶν ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ, τίς ἡ αἰτία τοῦ οὕτως ζῶντας ἁγνοὺς ἐν τῇ ἐρήμῳ, τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα, τοὺς δὲ περιπαρῆναι τῇ ἀκολασίᾳ; ἀπόκρισις.

290

ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπόκρισιν Παφνούτιος

ὁ γνωστικώτατος·

291

πάντα τὰ γιγνόμενα διῄρηται εἰς δύο·

292

εἰς τε εὐδοκίαν θεοῦ, καὶ εἰς παραχώρησιν·

293

ὅσα μὲν γὰρ ἀγαθὰ καὶ ἐπωφελῆ καὶ κέρδος ψυχαῖς περιποιούμενα, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ·

294

ὅσα δὲ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικά, ταῦτα γίγνεται κατὰ θεοῦ συγχώρησιν·

295

ἡ δὲ συγχώρησις ἐκ λόγου δικαίου, ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσματι αἰσχύνης ἢ πλάνῃ δαιμόνων.

296

54-2 ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ, νόσῳ ἀνθρωπαρεσκίας καὶ αὐθαδείας λογισμῷ, μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, τοῦ θεοῦ πρὸς τὸ συμφέρον ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλείψεως αἰσθόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώσωνται τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν.

297

54-3 ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται·

298

συμβαίνει γὰρ πολλάκις τὸν ἀκόλαστον διεφθαρμένῳ μὲν σκοπῷ ποιεῖν ἐλεημοσύνην ἐπὶ νεωτέρας δι' αἰσχρὸν τέλος, πρᾶξιν δὲ εὔλογον ἐπιδείκνυσθαι, τὸ ὡς ὀρφανῇ ἢ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν·

299

συμβαίνει δὲ καὶ σκοπῷ μὲν ὀρθῷ ποιεῖν ἐλεημοσύνην, ἐπὶ νοσοῦντας ἢ γεγηρακότας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογγυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν·

300

δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν, καὶ ἐν ἀφειδείᾳ διδόναι.

301

54-4 ἔλεγε δὲ καὶ τοῦτο·

302

ὅτι προτερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς·

303

ἐν αἷς μὲν εὐφυΐα διανοίας, ἐν αἷς δὲ τῶν καλῶν ἐπιτηδειότης·

304

ἐὰν οὖν οἱ τὰ προτερήματα κεκτημένοι μὴ ἐπιγράφωσι τῷ θεῷ ταῦτα τῷ δοτῆρι τῶν ἀγαθῶν ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυΐᾳ καὶ ἱκανότητι, οἱ τοι οῦτοι καταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ αἰσχροπάθειαν ληφθέντες, διὰ τῆς ἐπιγενομένης ταπεινώσεως καὶ αἰσχύνης, ἠρέμα πως τὸν ἐν τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον·

305

ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυΐᾳ λόγων ἐπαιρόμενος οὐκ ἐπιγράφει τῷ θεῷ τὴν εὐφυΐαν οὔτε τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ αὐτοῦ ἀσκήσει καὶ εὐφυΐᾳ, ἀφιστᾷ ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας·

306

οὗ ἀποστάντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαιρόμενος ἐπὶ τῇ εὐφυΐᾳ περιπίπτει ἀκολασίᾳ·

307

ἵνα ἡ κτηνώδης καὶ κυνώδης ἀκολασία ἀπελάσῃ τὴν δαιμονιώδη, ἥ ἐστιν ὑπερ ηφανία, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος, ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ' αὐτοῦ·

308

φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν, καθάπερ πηγὴν βδέλλας ἔχουσαν, ὡς πλη ροῦσθαι τὸ γεγραμμένον Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; 54-5 ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ πηγαῖς διαφόροις·

309

οἱ μὲν γαστρίμαργοι καὶ οἰνόφλυγοι πηγαῖς βορβορώδεσιν·

310

οἱ δὲ φιλάρ γυροι καὶ πλεονέκται πηγαῖς βατράχους ἐχούσαις·

311

οἱ δὲ ὑπερήφανοι καὶ βάσκανοι, ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφού σαις·

312

ἐν αἷς ἐλλιμνάζει ὁ λόγος τῷ μηδένα ἡδέως ἀρύεσθαι ἐξ αὐτῶν διὰ τὴν πικρίαν τοῦ ἤθους.

313

ὅθεν ὁ ∆αβὶδ παρακαλεῖ τρία αἰτῶν, χρη στότητα καὶ παιδείαν καὶ γνῶσιν·

314

ἄνευ γὰρ χρηστότητος, ἡ γνῶσις ἄχρηστος.

315

54-6 καὶ εἰ μὲν διορθώσεται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλεί ψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβηται ταπεινοφροσύνην, καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος καὶ τῷ θεῷ εὐχαριστῶν,

ἐπανέρχεται πάλιν πρὸς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις·

316

λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππά ζοντα ἀστάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρό φιμον ὑποκλαπέντες.

317

54-7 πᾶσα οὖν πτῶσις, εἴτε διὰ γλώσσης, εἴτε δι' αἰσθήσεως, εἴτε διὰ πράξεως, εἴτε δι' ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ' ἐγκατάλειψιν γίνεται θεοῦ, φειδομένου τῶν ἐγκα ταλιμπανομένων·

318

εἰ γὰρ μετὰ τῆς ὑπερηφανίας καὶ τῇ εὐφυΐᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάσε ται ἐπαιρομένους μεγάλα καὶ θρασέα.

319

54-8 καὶ ταῦτα δὲ ἔλεγεν ἡμῖν ὁ ἀνήρ·

320

ὅταν ἴδῃς τινὰ βίῳ μὲν χαλεπόν, λόγῳ δὲ πιθανόν, μνημόνευσον τοῦ δαίμονος τοῦ ἐν τῇ ἁγίᾳ γραφῇ τῷ Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας, ὅτι Ὄφις φρονιμώτερος ἦν πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ᾧ ἡ φρόνησις μᾶλλον εἰς βλάβην γεγένηται, ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης·

321

δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ·

322

ἐὰν γὰρ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου μὴ συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἅλατος κατὰ τὸν Ἰώβ·

323

βρωθήσε ται οὖν οὐδαμῶς, ἢ βρωθεὶς εἰς καχεξίαν γενήσεται·

324

Εἰ βρωθήσεται γάρ, φησίν, ἄρτος ἄνευ ἁλός·

325

καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54-9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος καὶ λέγοντος Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα δίκαιος ἀναφανῇς·

326

ἐμοὶ μὲν γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπτά, ἐπειδὴ δὲ ἠγνοοῦ τοῖς ἀνθρώποις ὑπονοοῦσι διὰ πλούτου σε θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἐξεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν·

327

ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου, ἐγκατελείφθη γὰρ καὶ ὁ μακάριος Παῦλος, ἐν περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, διὸ καὶ ἔλεγεν Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι·

328

μήποτε μετὰ τῶν θαυμάτων ἡ ἄνεσις καὶ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω θέντα·

329

ἐγκατελείφθη καὶ ὁ παράλυτος δι' ἁμαρτίας, ᾧ λέγει Χριστός Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε·

330

ἐγκατελείφθη καὶ Ἰούδας, προτιμήσας ἀργύριον τοῦ θεοῦ λόγου, διὸ καὶ ἀπήγξατο·

331

ἐγκατελείφθη καὶ Ἠσαῦ περιπεσὼν ἀκολασίᾳ, καὶ προτιμήσας κόπρον πονηρὸν εὐλογίας πατρικῆς.

332

ὡς πάντα ταῦτα συναισθόμενον τὸν ἀπόστολον εἰπεῖν περί τινων Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα·

333

ἑτέρων δέ τινων μνημονεύσας ἐν ἐπιγνώσει μὲν εἶναι δοκούντων θεοῦ μετὰ διεφθαρμένης δὲ γνώμης, οὕτω φησίν, Οἵτινες τὸν θεὸν ἐπιγνόντες, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ' ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·

334

ὡς ἐκ τούτου γιγνώσκειν ἡμᾶς ἀδύνατον εἶναι περιπεσεῖν πτώματι τὸν εὐσεβῶς βιοῦντα, εἰ μὴ τῆς τοῦ θεοῦ γυμνωθῇ προνοίας.

335

54-10 ἔλεγε δὲ καὶ τοῦτο·

336

ὅτι νοῦς ἀποστὰς μνήμης θεοῦ ἢ θυμῷ περιπίπτει, ἢ ἐπιθυμίᾳ·

337

καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη·

338

ἐμοῦ δὲ ἀντιλέγοντος καὶ θαυμάζοντος εἰ δυνήσεται νοῦς ἀνθρώπινος ἀδιαλείπτως εἶναι μετὰ θεοῦ, ἔλεγεν ὅτι ἐν οἵῳ δ' ἂν νοήματι ἢ πράγματι θεϊκῷ ἡ ψυχὴ εὐσεβεῖ, μετὰ θεοῦ ἐστίν.

339

54-11 ἔλεγε δὲ καὶ ἄλλος τις τῶν ἁγίων ὅτι πᾶσα ὀρθὴ ψυχὴ μᾶλλον τοὺς λοιδοροῦντας καὶ θλίβοντας ἐπικερδεῖς ἡγεῖται ἢ τοὺς κολακεύοντας καὶ

δοξάζοντας·

340

φιλεῖ γάρ πως ἡ ἀκολασία ἡσυχίαν καὶ ὑγείαν καὶ εἰρήνην καὶ εὐθηνίαν·

341

διὸ τοιαύτη οὖσα, ἐν τοῖς λυπηροῖς ὡς βδέλλα συστέλλεται.

342

δόξα τῷ θεῷ, ἀμήν.

343


55.

344

τ ΟΜΙΛΙΑ ΝΕ

55-1 ἰστέον ὅτι τινές εἰσι νεώτεροι φρόνιμοι καὶ συνετοὶ καὶ εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς ἡ χάρις·

345

καὶ ἴδε ἄρχονται λαλεῖν λόγον, καὶ ὁ λόγος αὐτοῖς καλός ἐστι·

346

καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ ἐντίμους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον θεοῦ·

347

πλὴν τὸ κακὸν ἔτι σύνεστιν αὐτοῖς ἐν τῷ νῷ, καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνηδύνεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν.

348

55-2 ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσε ται τῷ νῷ, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ·

349

καὶ εἰ ἀπὸ χάριτος λαλεῖ, καὶ ἀναγκάζεται ὑπό τινος κηρύσσειν τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν.

350

καὶ γὰρ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ, ἀναγκαζό μενος λαλεῖν καὶ κηρύσσειν τῷ Ἰσραήλ, παρῃτήσατο λέγων ὅτι Οὔκ εἰμι ἱκανὸς λαλῆσαι.

351

ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο εἰπεῖν, ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ ὡς πῦρ, καὶ παρῃτήσατο λέγων Νεώτερός εἰμι καὶ οὐ δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ τιμὴν ἀπενέγκωμαι.

352

καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω·

353

εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι·

354

ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ὁ ἀρχι τέκτων ἔργον ποιεῖ, καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ ἔργον ἐπιτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλήσωσι καὶ δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων, ἀλλ' ἵνα ὁ λόγος αὐτῶν θεϊκὸν ἔργον ἐπιτελέσῃ, ψυχὰς ἀνθρώπων οἰκοδο μῶν, καὶ βεβυθισμένον νοῦν καὶ καταπεποντισμένον εἰς κακὰ κοῦφον καὶ ἀνωφελῆ πρὸς οὐρανὸν ἀπεργαζόμενος.

355

τοὺς γὰρ τοιούτους φωτίζοντες καὶ ὁδηγοῦντες καὶ μεταβάλλοντες εἰς ἤθη καλὰ καὶ τρόπους ἀγαθούς, παρασκευάζουσιν ἀπελθεῖν εἰς ζωήν.

356

55-3 εἰσὶ δὲ πολλὰ ὀχυρώματα τῆς κακίας·

357

τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία·

358

συμβαίνει γὰρ ὅτι ἔξωθεν μέν τις πτωχός ἐστι καὶ ἀκτήμων, ἔσωθεν δὲ συνήδεται τῷ πλούτῳ καὶ ἔστι φίλος πλου σίων·

359

καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα, ἐκτρέ πεται.

360

ζητεῖ οὖν τὸν τρόπον ὁ θεὸς ἀνάργυρον·

361

ἢ καὶ ἐὰν συμβῇ αὐτῷ ἐμπεσεῖν πλοῦτον, τότε μάλιστα ἀηδισθῆναι καὶ μισῆσαι καὶ φυγεῖν ὡς ἀπὸ πυρός.

362

μετὰ δὲ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενοδοξίας·

363

καὶ τῆς τυφώσεως, καὶ τίς ἄρα δυνήσεται τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, καὶ πόνον ἔχειν ἐν τῇ ψυχῇ διηνεκῆ, δάκρυά τε καὶ πεῖναν καὶ δίψαν; 55-4 εἰ οὖν ἐν τούτοις γένῃ ποτέ, λόγον ποιοῦ μετὰ τῆς ψυχῆς καὶ τοῦ σώματός σου.

364

εἰπὲ τῷ σώματί σου·

365

τί ποιοῦμεν ἐν τῷ κόσμῳ τούτῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν·

366

μέλλεις φθείρεσθαι, καὶ ἀπέρχεσθαι εἰς μνημεῖον.

367

εἰπὲ τῇ ψυχῇ σου·

368

τι ποιεῖς ὧδε; ἄπελθε πρόσπεσον τῷ κυρίῳ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον·

369

ἀντίστηθι πάλιν πρὸς τὸν πυκτεύοντά σοι ἐχθρὸν καὶ ἀφανίζοντα τοῦ νοῦν σου.

370

μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους ἐκείνου

τοῦ σκότους, καὶ τὴν δεινὴν νύκτα, καὶ τοὺς αὐχμηροὺς τόπους καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, καὶ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαρὰν ἐν ἀγαλλιάσει πνεύματος ἁγίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

371


56.

372

τ ΟΜΙΛΙΑ Νϛ

56-1 τί ἐστι μονάζων καὶ κατὰ τίνα τρόπον ὄντως ὀνομάζεται, ὀφεί λομεν γνῶναι·

373

καθὼς οὖν ὁ χριστὸς δίδωσι λέγομεν.

374

πρῶτον μὲν οὕτω λέγεται, ὅτι μόνος ἐστίν, ἀπεχόμενος γυναικὸς καὶ ἀποταξάμενος τῷ κόσμῳ ἔσωθέν τε καὶ ἔξωθεν·

375

ἤγουν ἔξωθεν μὲν ταῖς ὕλαις καὶ τοῖς κοσμικοῖς πράγμασιν ἔσωθεν δὲ τοῖς τούτων διανοήμασιν, ἵνα μὴ κατα δέχηται τοὺς λογισμοὺς τῆς κοσμικῆς φροντίδος.

376

δεύτερον δὲ λέγεται μονάζων, ὥστε παρακαλεῖν τὸν θεὸν ἐν τῇ ἀδιαλείπτῳ εὐχῇ, ὅπως τὸν νοῦν αὐτοῦ καθαρίσῃ ἐκ τῶν πολλῶν καὶ χαλεπῶν λογισμῶν, καὶ γένη ται καθ' ἑαυτὸν μονάζων μόνος ὁ νοῦς πρὸς τὸν ἀληθινὸν θεόν, μὴ καταδεχόμενος τοὺς ἐκ τῆς κακίας λογισμούς, ἀλλὰ πάντοτε καθαρεύειν ὡς δεῖ, καὶ μένειν εἰλικρινὴς πρὸς τὸν θεόν.

377

56-2 τοῦτο γὰρ ἐν τῇ προαιρέσει τοῦ ἀνθρώπου ἐστίν·

378

ἐὰν οὖν θελήσῃ δοῦναι τὴν προαίρεσιν μόνον πρὸς κύριον, αὐτὸς ἐκριζοῖ τὰ πάθη καὶ τοὺς λογισμοὺς τῆς κακίας ἀπ' αὐτοῦ, καὶ οὕτως καθαρίσας αὐτόν, ἐμφυτεύει ἐν αὐτῷ τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος, ὅ ἐστιν, Ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια·

379

περὶ ὧν λέγει ὁ ἀπόστολος Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.

380

ὅσον γὰρ ὁ θεὸς ὁρᾷ τὴν προαίρεσιν τοῦ ἀνθρώπου σχολάζουσαν καὶ πρὸς αὐτὸν ἐγγίζουσαν ἀπερισπάστως ἀεί, τοσοῦτον καὶ αὐτὸς πολυ πλασιάζει τὴν χάριν αὐτοῦ ἐν αὐτῷ, καὶ πλουτίζει αὐτὸν ἐν αὐτῇ·

381

ὅσον δὲ βλέπει τὴν προαίρεσιν ἡμῶν ἀμελοῦσαν καὶ μὴ ἐγγίζουσαν αὐτοῦ ἀλλὰ περισπωμένην ἐν ταῖς ὑλικαῖς πράξεσι, τοσοῦτον καὶ αὐτὸς ἀπο χωρεῖ, καὶ οὐ μέλει αὐτῷ περὶ ἡμῶν.

382

αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦναι ἑαυτούς.

383

56-3 ἡ γὰρ ψυχὴ κτισθεῖσα ὑπὸ τοῦ θεοῦ κατὰ φύσιν ἔχει τὸ ἀγαπᾶν αὐτὸν καὶ αὐτῷ προσδεδέσθαι·

384

τὸ δὲ σῶμα ἐκ τῆς γῆς ληφθὲν τὰ ἐν τῇ γῇ φρονεῖ·

385

οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐνεργεῖται ὑπὸ τοῦ Σατανᾶ, καὶ καθέλκει τὴν ψυχὴν καὶ τὸν νοῦν εἰς τὰς γεώδεις φροντίδας·

386

ὀφείλει οὖν ὁ μονάζων διακριτικὸς εἶναι καὶ ἀσφαλίζεσθαι ἐν τούτῳ τῷ μέρει μήποτε ἡττωθῇ κρυπτῶς ἀγνοῶν.

387

56-4 ὀφείλομεν δὲ πάλιν μαθεῖν τί ἐστι τὸ ὑπὸ τοῦ χριστοῦ εἰρημένον Ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι·

388

μηδὲ γὰρ ὡς ὀφείλων ἐν ξύλῳ ἑαυτὸν κρεμάσαι καὶ ἀκολουθεῖν τῷ κυρίῳ οὕτως νοεῖ, ἀλλὰ σταυρώσει ὁ μονάζων ἑαυτὸν ἐκ τῶν κοσμικῶν πραγμάτων, τοῦ μὴ ἅψασθαι αὐτῶν·

389

καὶ πάλιν ἵνα σταυρώσῃ τὸν νοῦν αὐτοῦ διὰ παντὸς ἐν τῇ εὐχῇ, ὅπως μὴ ἀμελήσῃ τῆς σωτηρίας αὐτοῦ.

390

καὶ οὐκ ὀφείλει δέχεσθαι τοὺς πονηροὺς λογισμούς, ἀλλὰ διακρίνειν, καὶ εἰδέναι, ὅτι τοῦ πονηροῦ εἰσι·

391

χρὴ γὰρ λῦσαι τὸν νοῦν αὐτοῦ ἀπὸ παντὸς περισπασμοῦ, ἵνα μὴ ὀχλῆται ὑπ' αὐτῶν·

392

ἐὰν γὰρ μὴ λύσῃ, μάτην καὶ εὔχεται·

393

ὁ γὰρ νοῦς περὶ ἐκεῖνα ῥέμβεται καὶ δῆθεν εὔχεται, καὶ ἡ εὐχὴ αὐτοῦ πρὸς τὸν θεὸν αὐτοῦ οὐκ ἀναβαίνει·

394

ἐὰν γὰρ μὴ ἔχῃ εὐχὴν καθαρὰν ἐν πίστει πεπληρωμένην, οὐ προσδέχεται ὁ θεός.

395

56-5 ὁ μονάζων ἀφ' ἑαυτοῦ οὔτε ἰσχύει οὔτε δύναται οὔτε τῷ διαβόλῳ ἀντιστῆναι, οὔτε τοὺς λογισμοὺς τῆς ἁμαρτίας

ἀπορρῖψαι ἀφ' ἑαυτοῦ, οὔτε θέλημα τοῦ θεοῦ ποιῆσαι, οὔτε ἐντολὴν αὐτοῦ φυλάξαι, οὔτε τοῖς πάθεσιν ἀντιστῆναι, εἰ μὴ μόνον τοῦτο ἰσχύει, τοῦ τὴν προαίρεσιν αὐτοῦ δοῦναι πρὸς τὸν θεόν, καὶ εὔχεσθαι καὶ παρακαλεῖν αὐτόν, ἵνα αὐτὸς καθαρίσῃ αὐτὸν ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν τούτου ἐνεργειῶν, καὶ ἵνα εὐδοκήσῃ διὰ τῆς χάριτος αὐτοῦ ἐλθεῖν καὶ βασιλεῦσαι εἰς τὴν ψυχὴν αὐτοῦ, καὶ αὐτὸς τὰς ἰδίας ἐντολὰς καὶ τὸ ἴδιον θέλημα ποιήσει ἐν αὐτῷ, καὶ πᾶσαν ἀρετὴν δικαιοσύνης ἐμπιστεύσει αὐτῷ, πρῶτον μὲν πίστιν ἀληθινήν, εὐχὴν ἐνεργῆ, ἀγάπην τὴν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως, ἐλπίδα, νηστείαν, ἐγκράτειαν, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυ μίαν, ὑπομονήν, καὶ τὰ ἑξῆς.

396

καὶ λοιπὸν ὁ τοιοῦτος οὐ δύναται καυχήσα σθαι ἐν ἑαυτῷ καὶ εἰπεῖν, ὅτι ἐγώ τί ποτε κατώρθωσα, ἀλλ' εὐχαριστεῖ τῷ κυρίῳ πάντοτε ὅτι αὐτὸς παρακαλούμενος πάντα κατορθοῖ·

397

ἡ γὰρ ὑπομονὴ τῆς εὐχῆς μεγάλα κατορθώματα ἀνύει·

398

ἡ δὲ ὑπὸ τοῦ Σατανᾶ δεδομένη ἀμέλεια τοῖς ἀνθρώποις, μεγάλην μελανίαν καὶ σκότωσιν ἐμποι οῦσα τῇ ψυχῇ, ἀποπλανᾷ τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ, καὶ αἰχμαλωτίζει αὐτοῦ τὴν διάνοιαν.

399

56-6 ὀφείλομεν οὖν ἐγρήγοροι εἶναι ἐπιλεγόμενοι τὸ καλόν, εἰς ὃ δυνάμεθα σωθῆναι, καὶ ἀγαπᾶν τὸν θεὸν καὶ ἀλλήλους οὐχ ἁπλῶς ἀλλ' ἐν ἀληθείᾳ·

400

ταύτην οὖν τὴν ἀγάπην διὰ τῆς λατρείας ὀφείλει ὁ μονάζων κτήσασθαι ἐν ἑαυτῷ, καὶ ἐν ἔργῳ αὐτὴν ἐπιτελέσαι, ὅτι πᾶν παράγγελ μα ἐκεῖ τελεῖται.

401

ὁ μὲν γὰρ ἔγγραπτος νόμος πολλὰ διηγεῖται μυστή ρια κρυπτῶς·

402

ὁ δὲ μονάζων, ἐὰν σχολάζῃ τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ πρὸς τὸν θεὸν ἀδιαλείπτως, εὑρίσκει αὐτά.

403

καὶ τούτων φοβερώτερα τῶν ἐν ταῖς γραφαῖς ἡ χάρις αὐτῷ δείκνυσιν·

404

οὔτε γὰρ ἐκ τῆς ἀναγνώσεως τοῦ ἐγγράπτου νόμου δύναταί τις κατορθῶσαί τί ποτε ὅσον ἐν τῇ λατρείᾳ τοῦ θεοῦ·

405

πάντα γὰρ ἐκεῖ τελειοῦνται.

406

ὁ οὖν τοῦτο ἐπιλεξά μενος, οὐ τοσοῦτον χρῄζει τῆς τῶν γραφῶν ἀναγνώσεως·

407

οἶδε γὰρ ὅτι πάντα ἐν τῇ εὐχῇ τελειοῦνται.

408

56-7 περὶ δὲ τῶν παθῶν τῆς ἁμαρτίας πολὺν πόλεμον ἔχει καὶ βιάζεται ἑαυτὸν κατορθῶσαι αὐτά, καὶ οὐ δύναται·

409

ἐὰν δὲ παραμείνῃ εὐχόμενος καὶ παρακαλῶν, καὶ πάντα ἐπιτρέψῃ ἐπὶ τὸν κύριον, αὐτὸς αὐτὰ ἐξολοθρεύσει ἐξ αὐτοῦ, ἐπειδὴ τὴν πᾶσαν μέριμναν αὐτοῦ τῷ κυρίῳ ἀπέδωκε.

410

καὶ λοιπὸν ποιεῖ ἐν αὐτῷ ἡ χάρις τοῦ θεοῦ πολλὰς ἐνερ γείας·

411

ἔρχεται γὰρ αὐτῷ πολλάκις ἐνέργεια ὥρας, ὅτι τοιοῦτος πόθος αὐτὸν λαμβάνει καὶ χαρὰ ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον.

412

ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑπὸ τῆς χάριτος τοῦ κυρίου, ὁ γὰρ κύριος καὶ ἀκριβής ἐστιν εἰς πάντα καὶ δαψιλής·

413

πολλάκις δὲ ἔρχεται ὥρα, καὶ συγχωρεῖ ἡ χάρις τοῦ κυρίου τῷ Σατανᾷ πολεμῆσαι αὐτῷ, καὶ ἐπεγείρεται ἐπ' αὐτὸν τὰ πάθη τῆς κακίας, καὶ ἐπιφέρει αὐτῷ ὕπνον καὶ ἀκηδίαν καὶ ἀτονίαν καὶ ἄλλα πολλὰ ἅπερ οὐκ ἔνι ἐξειπεῖν, ἵνα θλιβόμενος καὶ καταπονούμενος παρακαλέσῃ τὸν κύριον ἐν πίστει βεβαίᾳ καὶ κάμῃ δεόμενος.

414

καὶ τότε πάλιν αὐτὴ ἡ χάρις ἀπε λαύνει ἀπ' αὐτοῦ πᾶσαν τὴν ἐπήρειαν τοῦ ἐχθροῦ, ἐὰν ἴδῃ αὐτὸν παραμένοντα καὶ ζητοῦντα τὸ ἔλεος τοῦ θεοῦ ἐν ἀληθείᾳ, καὶ λοιπὸν εὐφραίνει τὴν καρδίαν αὐτοῦ ὡς αὐτὴ θέλει, καὶ καθαρίζει αὐτὸν ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἐχθροῦ·

415

αὐτὴ γὰρ θέλει, ἵνα μετὰ καμάτου καὶ πολέμου κτήσηται αὐτὴν ὁ ἄνθρωπος·

416

καὶ οὐ θέλει τὸν ἄνθρωπον

πάντοτε εἶναι ἐν τῇ αὐτοῦ εὐφρασίᾳ, ἵνα μὴ ᾖ ἀργὸς ὁ νοῦς αὐτοῦ, ἀλλ' ἐγρηγορὼς καὶ ἀγωνιζόμενος μετὰ τοῦ Σατανᾶ·

417

δόξα τῷ θεῷ, ἀμήν.

418


57.

419

τ ΟΜΙΛΙΑ ΝΖ

57-1 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ·

420

πνεῖ δὲ εἰς τὰς φαιδρὰς καὶ λαμπρὰς καὶ θείας ψυχάς, καὶ ποθούσας αὐτὸ πάσῃ θεραπεῦσαι σπουδῇ·

421

καὶ ἐὰν ὑπακούσωσι τῷ προσκυνητῷ πνεύματι, δίδωσιν αὐταῖς φόβον θεοῦ, καὶ θέρμην ἐν τῇ ἀρχῇ·

422

καὶ ὅτε ταῦτα παρῇ ἐν αὐταῖς, ποιεῖ αὐτὰς μισῆσαι ὅλον τὸν κόσμον, καὶ πᾶν ἐν αὐτῷ βλαβερὸν ἐπιθύμημα, εἴτε χρυσόν, εἴτε ἄργυρον, εἴτε τινὰ κόσμον τοῦ σώματος ἀπατηλόν, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα καὶ τέκνα, καὶ ποιεῖ ἐν τῷ ἀνθρώπῳ γλυκὺ τὸ ἔργον τοῦ θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, εἴτε πόνον νηστείας, εἴτε ἀγρυπνίας εἴτε ἡσυχίαν καὶ διακονίαν, εἴτε ἐλεημοσύνην, καὶ πάντα τὰ τοῦ θεοῦ γλυκαίνει αὐτῷ.

423

57-2 ὅτε δὲ ταῦτα πάντα διδάξει αὐτόν, δίδωσιν αὐτὸν εἰς τὸ πειρασθῆναι·

424

καὶ λοιπὸν πάντα ἅπερ ἦν αὐτῷ γλυκέα, βαρέα αὐτῷ γίγνεται καὶ δύσκολα·

425

πολλοὶ οὖν ἄπειροι ὄντες ὅτε πειράζονται ἀπομένουσιν ἐν τῷ βάρει καὶ γίνονται σαρκικοί·

426

οὗτοί εἰσι, περὶ ὧν ὁ Παῦλός φησιν Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῆ; τὸ δὲ εἰκῆ, τοῦτό ἐστιν ὅτι ὁ διὰ τὸν θεὸν ὑπομείνας πόνους εἶτα ἀποκακήσας παντελῶς καὶ μὴ ἀνακαλεσάμενος τούτους, οὐ μόνον τὸ ἐπὶ τοῖς πόνοις ἐζημιώθη κέρδος, ἀλλὰ καὶ βαρυτέρας κολάσεως ἔνοχος γίνεται, καταφρονήσας καὶ μὴ ἐκλεξάμενος τὴν ἐξ ὕψους δύναμιν·

427

57-3 ἐὰν δὲ ἀντιστῇ τῷ Σατανᾷ ὁ ἄνθρωπος ἐν τῷ πρώτῳ πειρασμῷ καὶ νικήσῃ αὐτόν, τότε ὁ θεὸς δίδωσι θέρμην καθισταμένην, ἥσυχόν τε καὶ ἀτάραχον·

428

ἡ γὰρ πρώτη θέρμη ταραχώδης ἐστίν, ἀμφίβολός τε καὶ ἀκατάστατος·

429

ἡ δευτέρα δὲ βελτίων ἐστίν, καὶ αὕτη γεννᾷ τὸ βλέπειν, ποιοῦσα ὑπομονήν, ἀτάραχος οὖσα καὶ πιστὴ καὶ ἀναμφίβολος·

430

ὥσπερ πλοῖον ἐν εὐδίῳ λιμένι, τῶν δύο ἑλκυσθέντων ποδίων, οὕτως ἡ δευτέρα θέρμη ἀναπαυστική ἐστι παντὶ τρόπῳ.

431

57-4 νῦν οὖν, ἀγαπητά μου τέκνα, κτησώμεθα τὴν δευτέραν θέρμην ἑαυτοῖς, ἵνα ἐλαφρυνθῆτε κατὰ πάντα·

432

ἡ γὰρ κατὰ θεὸν αὕτη θέρμη, ἐκκόπτει πᾶν πάθος, καὶ ἐκβάλλει πᾶσαν παχύτητα ἐκ τοῦ ἀνθρώπου, καὶ ποιεῖ συνοικῆσαι τὴν θεότητα τῷ ἀνθρώπῳ, ἵνα γένηται ναὸς θεοῦ κατὰ τὸ γεγραμμένον Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.

433

57-5 εἰ οὖν θέλετε ἵνα ἡ ἀποστᾶσα θέρμη ἐπανέλθῃ ὑμῖν, ἡ ἐργασία αὐτῆς αὕτη ἐστίν, ἵνα ὁ ἄνθρωπος διάθηται διαθήκην μεταξὺ ἑαυτοῦ καὶ τοῦ θεοῦ καὶ εἴπῃ ἐνώπιον αὐτοῦ, ὅτι συγχώρησόν μοι ἃ πεποίηκα ἐν ἀμελείᾳ, καὶ οὐκέτι παρακούω σου·

434

καὶ ἵνα λοιπὸν φυλάξηται ἀπὸ πάσης ἀμελείας, ἐν μηδενὶ διδοὺς ἑαυτὸν ἀναπαύσει μιᾷ σώματος ἢ ψυχῆς, ἀλλὰ τετονωμένους τοὺς

λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς ἠμέλησας ἕως τὴν σήμερον, κεχερσωμένη οὖσα πάσας τὰς ἡμέρας; καὶ ἵνα μνημονεύσῃ τῶν κολάσεων καὶ τῆς αἰωνίου βασιλείας ἐλέγχων ἑαυτὸν πάσῃ ὥρᾳ καὶ λέγων, ὅτι πῶς ὁ θεὸς κεχάρισταί σοι πάσας τὰς τιμὰς ταύτας, καὶ σὺ ἠμέλησας; πᾶσαν τὴν κτίσιν ἐν ὑποταγῇ σου πεποίηκε, καὶ οὐκ ἠθέτησας.

435

καὶ ὅταν ταῦτα εἴπῃ τῇ ψυχῇ αὐτοῦ, ἐλέγχων αὐτὴν νύκτα καὶ ἡμέραν καὶ πᾶσαν ὥραν, εὐθέως ἔρχεται πρὸς αὐτὸν ἡ τοῦ θεοῦ θέρμη, ἡ κατὰ πάντα τῆς πρώτης βελτίων.

436

57-6 ὅτε γὰρ ὁ μακάριος ∆αβὶδ εἶδε βάρος ἐλθὸν ἐπ' αὐτόν, εἶπε ∆ιελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα, καὶ πάλιν Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελετήσα ἐν πᾶσι τοῖς ἔργοις σου·

437

ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων, διεπετάσα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

438

καὶ ὅταν ἀποστραφῇς, δῷς ἑαυτὸν εἰς τὴν μελέτην τῶν τοῦ θεοῦ θαυμασίων·

439

τότε σωθήσῃ, χάριτι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας, ἀμήν.

440